Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαὶ πρὸς Θεοδώραν τὴν Ῥαούλαιναν

Γρηγόριος Βʹ Κύπριος

Αντιγραφή χειρογράφων και υπεράσπιση του επιστολικού ύφους

Αλληλογραφία σχετική με τον δανεισμό και την αντιγραφή κλασικών και πατερικών έργων, όπως του Μεγάλου Βασιλείου και του Δημοσθένους, και επιχειρηματολογία υπέρ του συγγραφικού ύφους απέναντι στην κριτική.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 7

Τῇ Ῥαουλαίνῃ Χθές μοι πολὺ μεθ’ ἥλιον δεδυκότα, μοναχός τις ἐφίσταται τῶν ἐκ πολλοῦ γνωρίμων καὶ φίλων, οὐ κενὰς ἔχων χεῖρας κατὰ τοὺς πολλοὺς τῶν ὧδε ἀφικνουμένων, ἀλλὰ πολλοὺς κομίζων καὶ καλοὺς τοὺς ἰχθῦς ὁποίους ἡ μὲν γείτων Νικαίας τῆς πόλεων φιλτάτης ἐμοὶ μετά γε ἣν οἰκοῦμεν, τρέφει λίμνη· Βυζάντιοι δὲ καὶ ὑπὲρ τοὺς ἐγχωρίους ἄγουσι καὶ βρῶσιν ἔχειν ἐπιθυμοῦσιν, ἐπειδὰν αὐτοὺς δεῦρο κεκομισμένους ἴδωσιν εἰς δάφνας καὶ μυρσίνας ἐνειλημένους, ὄντων καὶ ταῦτα τῶν ἐγχωρίων σφίσι, τῶν ὁπουδήποτε λίμνης ἢ ποταμῶν ἢ θαλάττης τρεφομένων, βελτίστην· πλείους δὴ τῶν βιθυνῶν τουτωνὶ καὶ καλῶν νικαέων ἠβουλόμην πέμπειν πρὸς σέ· ὡς ἂν δὲ μὴ ὅπερ εἴωθας ἐπὶ τῷ πλήθει δυσχερανεῖς, οὐ πολλούς, ἕνα δέ τινα τοῦτον πέμπω, μῆνιν τὴν σήν, ἵνα που καὶ ὁμηρικῶς εἴπω, ἀλευόμενος· μὴ γοῦν ἀπαξιῶ τις τὸν γοῦν ἕνα προσέσθαι.

Καὶ εἶχον μὲν καὶ αὖθις πως λέγειν ὁμηρικῶς, ὅτι δὴ καὶ εἷς περ ἐών, πολλῶν ἐστιν ἀντάξιος ἄλλων· καὶ διὰ τοῦτο, οὔτε μεμπτέος, οὔτ’ ἀποπεμπτέος· οὐ λέγω δὲ ὅμως οὕτως μὴ ἐπαχθὴς εἴην, τὴν αὐτὸς ἐμαυτοῦ ἐγκωμιάζων ἀποστολὴν καὶ ταῦθ’ ὅπου τὸ πρᾶγμα τῶν ὀφθαλμῶν ἐπίπροσθεν κείμενον, ἐναργῆ δι’ ἑαυτοῦ τὴν περὶ ἑαυτοῦ παρέχεσθαι γνῶσιν, ἀλλά φημι, πρό σου μάλιστα τὸν ἰχθῦν, ὅτι δή σοι πρὸς ἡμῶν, μετ’ εὐλογιῶν πέμπεται καὶ εὐχῶν· καὶ πάντως γε πάντως καὶ τῇ γεύσει νοστιμώτατος ἔσται, καὶ τῇ χρήσει ὠφελιμώτατος, μετὰ τοιούτων προσαρτυμάτων πεμπόμενος.

Τῇ Ῥαουλαίνῃ Παρώσαντο μὲν βίβλους τὰς ἡμετέρας αἱ σαί, κἀκ τῆς ἀνειμένης αὐταῖς κεῖσθαι χώρας, εἴς τι στενὸν τῆς οἰκίας συνήλασαν· τοσαῦται γάρ εἰσι, καὶ οὕτω πρωτεύουσιν ἐνθαδί. Ἐφέρομεν δ’ ὅμως τοῦθ’ ἡμεῖς καὶ ἀνεκτὸν ἦν, ἕως ἦν καὶ ἡμῖν αὐταῖς ἐντυγχάνειν, ἄλλοτε ἄλλην μεταλαμβάνουσι· τὸ γὰρ ἐντεῦθεν κέρδος, ὅ γε οὐ φαῦλον οἶδα συνερανιζόμενος ἐμαυτῷ, εὐψυχεῖν ἔπειθε καὶ δυσχεραίνειν μηδέν, εἴ τί πως ταῖς οἰκείαις καὶ παρορᾶσθαι συνέβαινεν. Ἀλλὰ νῦν αἱ σεβασμιώταται ἡμερῶν ἐφεστᾶσιν αἱ νήστιμοι, καὶ ἀγῶνα τοῦ περὶ τὰς βίβλους ἕτερον ἡδίω πολλῷ καὶ κρείττω προβάλλονται, ὃς ἀφέλκων τῶν ἄλλων ἁπάντων καὶ πρὸς ἑαυτὸν ἕλκων, ἀνέπεισε καὶ τάσδε, ὡς οὐδενὸς ἔθ’ ἡμῖν περὶ αὐτὰς ὄντος ἔργου, πρὸς τὴν σφῶν σὲ ἀναπέμπειν κυρίαν. Ταύτῃ τοι καὶ ἥκουσι πλὴν τῆς Ἀριστείδου καὶ Δημοσθένους, αἱ πᾶσαι· διατί δή σοι πλὴν τῶν εἰρημένων αἱ πᾶσαι; ὅτι τὴν μὲν φαύλως ἔχουσαν τῆς γραφῆς, διϊέναι χρὴ ἡνίκα καιρός, καὶ διορθοῦσθαι ὅποι παρείκοι· τῆς δ’ οὔσης ἀρίστης τῶν δημοσθενικῶν, λέγω δὴ ἵνα καὶ ἀσφαλῶς λέγω, αἷς ἐμοὶ περιτυχεῖν ἐγένετο, ἑτέραν ἐδέησεν ἡμῖν ἐξ αὐτῆς μετεγγράφειν.

Ἀλγήσεις ἐκ συμπαθείας καὶ ἀχθεσθήσῃ, ἀκούσασα τὴν μετεγγραφήν, μὴ δῆτα σύ γε· ὁ γὰρ ἡμέτερος οὐκ ἐγὼ μετεγγράψεται Μελιτᾶς, καὶ οὗτος οὐ πᾶσαν αὐτήν, οὐδὲ ἀμισθί, μέτρια δὲ τῶν αὐτῆς, καὶ ἐπὶ μεγάλοις μισθοῖς· τίσι τούτοις; ὅλην ἡμῶν λήψεται τὴν βίβλον, τὴν ἔχουσαν μὲν τῶν Δημοσθένους λόγων τοὺς ἐξειλεγμένους τε καὶ λαμπρούς, ἔχουσαν δὲ καὶ τῶν ἄλλων ἄκρων ἐν λόγοις πολλοὺς καὶ αὐτοὺς καὶ καλοὺς καὶ μάλα ῥητορικούς.

Τοῦ τοίνυν τὰς μὲν πέμπεσθαί σοι τῶν βίβλων, τὰς δ’ ἔχεσθαι, αὕτη δή τις αἰτία· σὺ δέ μοι ἀνθ’ ὧν λαμβάνεις, πέμπε σπουδῇ τὴν τῶν Ἠθικῶν, ἐκείνων δὴ Ἠθικῶν, ἅπερ ἐπὶ τῷ βελτίστῳ πάσης ψυχῆς, ἡ οὐρανία Βασιλείου ἐξεπονήσατο καὶ συνέταξε φρήν, ὧν οὔτέ τι χρῆμα σοφώτερον ἕτερον, οὔτ’ ὀνησιμώτερον οἶδα τῷ βίῳ φανέν, πολλῶν καὶ ταῦτα ἐν τῷ σύμπαντι χρόνῳ φανέντων. Ἐρεῖς οἶμαι, ὅτι πάλαι μοι δῶρον τοιαύτην τινὰ βίβλον μέμνησαι δοῦσα, καὶ διαπορήσεις πῶς αὖθις ἀρτίως, ὡς μηδὲν εἰληφώς, ἐξαιτῶ· ἐγὼ δ’ ὅτι μὲν δέδωκας, οἶδα καὶ λέγω, εἰληφέναι δὲ καὶ ἔχειν, οὐ λέγω· καὶ τοῦτο συμβῆναι ἢ τῷ μηδὲ τὴν πρώτην διὰ λήθην πεμφθῆναι, ἢ τῷ τῷ πιστευθέντι διακομίζειν, διακομίζειν ἀμεληθῆναι. Ἀλλ’ εἴη γε τὸ βιβλίον μὴ παραπολέσθαι, καὶ πάντως γε σωζομένου, εἴτ’ ἐμὸν λογίζοιτο κτῆμα εἴτε σόν, οὐδὲν διοίσει, τοῦ μὴ κοινὴν ἡμῖν εἶναι τὴν χρῆσιν αὐτοῦ, κοινὴν δὴ καὶ τὴν ὠφέλειαν τὴν ἀπ’ αὐτοῦ.

Τῇ Ῥαουλαίνῃ Ἀφελῆ σοι τινὰ φὴς εἶναι γράμματα καὶ ἐκδήλως πρεσβυτερικά, ἃ πρὸς ἡμῶν σοι πέμπεται γράμματα· εἶτ’ οὐχ’ ἱστᾷς ἄχρι τοῦδε τὸ πρᾶγμα, ἀλλὰ καὶ ψῆφον αὐτοῖς ἐπάγεις, τοῖς οὐδὲν γενναῖον ἔχουσι πρέπουσαν. Οὐ πλήττομαι πρὸς τὸν λόγον, εἴτουν ψόγον, οὐδ’ εἰς τὴν ὑπὲρ τῶν ἐμαυτοῦ συνηγορίαν χωρῶ, ἐχόντων ὡς ἡ παρὰ σοῦ ψῆφος βούλεται οὔπω διὰ τοῦτο καὶ τὸ πάντῃ μεμπτοῖς εἶναι προσέσται, ἀρετῆς ἔτι περιλειπομένης αὐτοῖς, τῆς καὶ πάντων γραμμάτων κατ’ ἐμὲ ἀρετῆς· εἴη δ’ ἂν αὕτη, ἀμείωτον διαβιβάζειν πρὸς ὃν γράφεται τὸ τοῦ γράφοντος νόημα. Ἢ ἔχεις σὺ μεθ’ ἧς ἐπικέκληκας ταπεινότητος, καὶ ἀσάφειαν ἐπικαλεῖν οἷς ἐπικέκληκας, καὶ τὸ νοεῖσθαι μὴ δύνασθαι; οἷς δὲ ταῦτα μὴ ἐπικλητέον ἐστίν, οὐ φαίης ἐκείνοις, ἀρετὴν ἐνεῖναί τινα, ἀλλὰ λόγῳ παντὶ καὶ τρόπῳ τοῦ εὖ ἀμοιρεῖν δικαιώσεις;

Πλὴν δοκεῖς σύ γέ μοι, μὴ μόνον αὐτὰ τῆς αἰτίας ταύτης ἀπαλλαγέντα, καί τινα τόνον ἀμείνω λαβόντα, μηδέποτε ἐπαινέσαι, ἀλλὰ κἂν ὑπὲρ τἄλλα γένοιτο, ὅσά ποτε γέγονε καλά, καὶ οὕτως ἔτι μὴν ζητεῖν τὴν ὑπερβολήν· αἴτιον δὲ μαρτυρήσω γὰρ τἀληθῆ—οὐχ’ ὅτι φιλαίτιός τις εἶ καί σοι τῶν καλῶν δοκεῖ καλῶς ἔχειν οὐδέν—τίς γὰρ οὕτω πόρρω τῆς ἀληθείας καὶ τοῦ καλοῦ, ὥστε περὶ σοῦ τι τοιοῦτον μέχρι καὶ τοῦ ἐννοῆσαι τολμῆσαι; —ἀλλ’ ὅτι μήτ’ αὐτὰ καθ’ αὑτὰ δοκιμάζεις τὰ γράμματα μήτε μὴν πρὸς τὰ τῶν ἄλλων κρίνεις· ἐπεί, ἐφαίνετ’ ἂν καὶ μετρίως γ’ ἔχειν κρειττόνως ἢ ὡς νῦν καταφαίνεται, πρὸς δὲ τὸ βούλημα τῆς ψυχῆς ἐξετάζεις τῆς σῆς· τὸ δέ ἐστιν, ὑπερβάλλειν ἀεὶ παντὸς τοῦ φαινομένου, τὸ ἐν τοῖς ἡμετέροις καλόν, ὡς ἄπειρον ἀτεχνῶς εἶναι, καὶ οἷον αὐτοῦ μέτρον μὴ εἶναι. Ὅθεν καὶ ἡλίκην ἂν τὰ ἔργα ἡμῶν ἔχοντα φανεῖται τὴν ἀρετήν, ἐπειδήπερ οὐκ ἔνι τῷ ἀπείρῳ παρισωθῆναι, οὐκ ἀποχρῆναι οὐδ’ ἀρέσκειν λεγούσης σου ἀκουσόμεθα· τὸ δ’ ἐνδεὲς ἐγκαλούσης καὶ τὸ μεῖζον καὶ κρεῖττον ἀπαιτούσης ἀεί· οὐκ ἔνι τοίνυν ἐλπίσαι ἀκοῦσαι, οὐκ εὐφημίαν ἐπὶ τούτοις παρὰ σοῦ, οὐκ ἔπαινον, οὐκ ἐγκώμιον· ἀγαπητὸν δὲ εἰ καὶ μὴ τοὐναντίον, εἴπερ ἄνθρωποι ἐκεῖνα τούτων ἀξιοῦσιν, ὅσα καὶ κατὰ βούλησιν αὐτοῖς ἐκβαίνει, ἢ καὶ κρείττω βουλήσεως· ἃ δ’ ἀποπίπτει, ὁμοῦ παρ’ αὐτοῖς καὶ τῶν ἐγκωμίων ἐκπίπτει.

Οὐ μέντοι διὰ τοῦτο ἀνιασόμεθα, οὐδ’ αὖ δεῆσαν γράφειν, ἀμβλύτερον γράψομεν· μᾶλλον μὲν οὖν καὶ εὔξομαι καὶ δὴ εὔχομαι, σὲ μηδέποτ’ ἀποκαμεῖν, ζητοῦσαν τὴν ἐν τῷ καλῷ τῶν ἡμετέρων ἐπίδοσιν· ἐπεὶ καὶ τῆς ἀμείνονος περὶ ἡμᾶς κηδεμονίας, οὐχ ἕτερον ὡς τόδε τεκμήριον· εἶεν.

Τὸ δὲ βιβλίον τὸν Δημοσθένην ἐπισκήπτειν τῷ γραφεῖ ἐπιτάττεις, ἄστικτον τηρεῖν διόλου, καὶ ἀκηλίδωτον. Ἔσται γε οὕτω, καὶ ἐπισκήψομεν· ἀλλ’ ἐπειδὰν ὁ τοῦ μετεγγράφειν ἐνσταίη καιρός, νυνὶ δὲ οὐκ ἐνέστηκεν, ὅτι μηδὲ ἔαρ ἔτι, οὐδὲ κρεωφαγοῦσιν ἄνθρωποι, οὐδὲ δέρρεις προβάτων, εἰς γραμμάτων ὑποδοχήν· ἐσεῖται δὲ ὅμως ταῦτα μετὰ μικρόν, καὶ τότε καὶ γράφειν ἐπιβαλοῦμεν, ἄφθονα τὰ τῶν γραμμάτων ἔχοντες ὑποκείμενα, τότε καὶ τῷ γραφεῖ Μελιτᾷ, οἷον ἐπιτάττεις τὸ βιβλίον συντηρεῖν, ἐπιτάξομεν, εἰ καὶ ἄλλως πρὸς αὐτὸν ὁ λόγος μάτην γεγονὼς ἔσται καὶ περιττῶς· ὁ γὰρ ἄνθρωπος οὕτω καὶ παραγγελμάτων χωρίς, τῶνδε τῶν παραγγελμάτων ἐστίν, ὥστε καὶ ἅπερ ταῖς χερσὶν ἑαυτοῦ γράφει καὶ στρέφει καὶ ἐπαφᾶται, πάντῃ ῥύπου διαφυλάττει ἁγνεύοντα. Εἰ δὲ τοιαῦθ’ ὁρᾶν ταῦτα παρέχεται, τί περὶ τῶν πρωτοτύπων λογίζεσθαι χρή, ὧν ὀφθαλμοῖς καὶ μόνοις ἀντιλαμβάνεται πόρρωθεν; εἴποις, οἷς γράφει ἐμβλέψασα, ὡς φαιδρότερα τῶν χειρῶν ἀποτίθεται, καίπερ γράμματα καὶ μέλαν ἐπιβαλών, ἢ τὴν ἀρχὴν ταῖς χερσὶν ἀνῃρεῖτο.