Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαὶ πρὸς Θεοδώραν τὴν Ῥαούλαιναν

Γρηγόριος Βʹ Κύπριος

Σύντομα μηνύματα για ανταλλαγή δώρων και καθημερινές ανάγκες

Σειρά σύντομων επιστολών με θέμα την αποστολή διαφόρων αγαθών, τη μέριμνα για πρακτικά ζητήματα και την ανησυχία για την ασθένεια της παραλήπτριας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 6 από 7

Ἴσως ἐθέλεις ἀκοῦσαι καὶ περὶ τῆς χθὲς πεμφθείσης τροφῆς, τίς καὶ ποία ἔδοξε γευσαμένοις· ἡδεῖά τις ἔδοξε, νόστιμος, καὶ σφόδρα φαγεῖν ἀγαθή· ἄλλοις μέντοι γε τοιαύτη, οὐκ ἔμοιγε. Πῶς καὶ τίνα τρόπον οὐκ ἔμοιγε; ὅτι σπούδασμα ἐμὸν καὶ μάλα ἴδιος ἀγών, δίψους ἀπαλλαγῆναι ζητεῖν, οὐκ ἐπισπάσασθαι δίψος· ἡ δέ, ποιητικὴ μάλιστα τοῦ φευκτοῦ τούτου, οὐκ ἀποτρεπτικὴ κατεφαίνετο. Οὐκοῦν καὶ ἵνα μὴ ἐμαυτῷ, παρασυρεὶς τῇ γλυκύτητι, λάθω βλάβην προσενεγκών, κατὰ τοὺς πάντα τἄλλα δεύτερα τοῦ ἐν γεύσει καλοῦ τιθεμένους παῖδας, γευσάμενος μόνον, ἄλλοις ἀφῆκα φαγεῖν, οἷς οὐδὲν ἔμελλε δίψους, οὐδὲ τῆς ἀπὸ δίψους βλάβης, καὶ τὰ πολλῷ τούτων ἐμφαγοῦσι διψητικώτερα.

Τῇ Ῥαουλαίνῃ Κεράσους μοι σήμερον τῶν ὁρωμένων τῶνδε πλεῖν ἢ διπλασίας, καρπὸν νεοφανῆ καὶ τοῦ ἔτους πρῶτον ὡς ἀπὸ δένδρων ἥκασι κομίζοντες τῶν γνωρίμων τινές· τούτων καὶ σοὶ πέμπομεν τὸ μέρος, τὸ σωτηριωδέστατον σταυροῦ σημεῖον ἐπιβαλόντες αὐταῖς καὶ εὐλογίας ὡς εἰκὸς καὶ εὐχὰς ἐπειπόντες, ἵνα τοῖς γευομένοις ἔχοιέν τι καὶ τῆς γεύσεως ὀνησιμώτερον οἱ καρποί. Καὶ δέδεξο δὴ εἰ μὴ ὅτι καρπὸς πρῶτος καί τινα τρόπον ξενίζων, ἀλλ’ οὖν διὰ τὰς εὐχάς τε καὶ εὐλογίας αἵ σοι παρ’ ἡμῶν διὰ τούτων ἥκουσι καὶ μετὰ τούτων ἡ τοῦ θεοῦ χάρις εἴη μετὰ σοῦ.

Τῇ Ῥαουλαίνῃ Πάνυ σε ὑποπτήσσω, ἐπεὶ ἔμελλόν σοι μηνύσαι, τί ἡμῖν τὸ τῶν ἰχθύων πέμπεις πλῆθος; μὴ ἄκατοι ἁλιευτικαὶ εἰσί σοι, καὶ πολλῶν ἡκόντων σοι ἐντεῦθεν, πολλοὺς καὶ ἡμῖν πέμπεις πάντως ἐκδαπανῶσα τὰ σαυτῆς εἰς ἡμᾶς, διὰ παντὸς ἀναλίσκεις τοὺς μηδένα κόρον εἰδότας; Ἀλλ’ οὐ χρή γε ἀπλήστῳ ὀρέξει καὶ λίχνῳ ἐξυπηρετεῖν. Ταῦτα ἄν σοι διεμηνυσάμην, εἰ μή με πολὺ δέος εἶχεν· ἐπεὶ δὲ ἔχει, φθέγγομαι οὐδὲ ἕν, ἢ ὅσον φάναι ὅτι πεφόβημαι καὶ διὰ τοῦτο βουλόμενός τι λέγειν, ὅμως σιωπῶ.

Τῇ Ῥαουλαίνῃ Ἐπειδήπερ διὰ χρόνου εἰς τὴν καθ’ ἡμᾶς ἐσχατιὰν παραγέγονας δεῖν ἔκρινα δώρῳ σε τινὶ δεξιώσασθαι· διὸ καὶ δεξιοῦμαι ἀεὶ μὲν δὴ καὶ νῦν ταῖς εὐχαῖς, ὧν δὴ καὶ ὄναιο ἐν ἅπαντι τῷ βίῳ, ἀλλὰ καὶ τῷδε ἀρτίως τῷ ὁρωμένῳ. Ἔστι δὲ κρόκου τίς σταθμὸς βραχύτατος, ἐλάχιστον μέρος τοῦ παντὸς ὅν μοι πρόσφατον ἀνήρ τις κεκόμικε· πάντως δὲ πολὺ πλέον ἔπεμπον ἂν τοῦδε, εἰ μὴ καὶ τὸ βραχύτατον τουτὶ ὑπενόουν σε δυσχερείας οὐκ ἄνευ προσησομένην. Ἀλλὰ γὰρ οὖν δέδεξο καὶ εἴη σοι βοηθὸς τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ ἀντιλήπτωρ καὶ ἐν πᾶσιν ἀγαθοῖς καὶ τελεσιουργὸς ὁ θεός.

Τῇ Ῥαουλαίνῃ Ὁσάκις περὶ τῶν ἐπιστολῶν ἐπέστειλα καὶ ἀπελελόγησαί μοι οὐδοτιοῦν, ἐπιστέλλω καὶ αὖθις δὴ καὶ τὸ τοῦ Ὁμήρου φημί, νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον, ἢ ἀπόειπε, ἐπεὶ οὔ τοι ἔπι δέος ὄφρα ἐῢ εἰδέω τί καὶ ποιήσω ἐπ’ αὐταῖς.

Περὶ μὲν δὴ τῶν ἐπιστολῶν οὕτως· δεῖ δὲ καὶ αὖθις ὑπομνῆσαι περὶ οὗ πολλάκις καὶ πρότερον· τηγάνου ἐκ χαλκοῦ εἴπέρ τινος καὶ ἑτέρου χρήζων ἔστιν ὁ λουτήρ· τούτου τὸ τίμημα κατεβάλου προθύμως, ἀλλὰ τὸν πρίασθαι σὺν ἐπιστήμῃ καὶ ἀζημίως οὐ δίδως. Κέλευσον οὖν τῶν σῶν τινὶ εἴπερ σοι τοῦτ’ ἀρεστόν, ἡμῖν τοῦθ’ ὑπηρετῆσαι· εἰ δὲ μή, ἀλλ’ ἡμεῖς, πάντως γε καὶ τοῦτο τῇ σῇ προστάξει, ζητήσομεν τὸν ὠνησόμενον.

Τῇ Ῥαουλαίνῃ Λακωνικόν σοι τὸ γράμμα, καὶ τῇ τοῦδε μὴ μέμφου βραχύτητι· καὶ ἥκων ἐγὼ παρὰ σοὶ καχεκτούσῃ τοσοῦτον, καὶ μὴ ἥκων, δειλιῶ· τὸ μέν, μὴ παρακαίρια πράττων, φορτικὸς νομιζοίμην· τὸ δέ, μὴ ἀμνήμων τις δοκοίην, ὧν μάλιστα μνημονεύειν ἐχρῆν· σὸν οὖν, ὁποῖον τοῖν δυοῖν τούτοιν ἔστι σοι κατὰ γνώμην ἀγγέλλειν ὡς ἄν, εἰ μή τι γ’ ἕτερον ἐντεῦθεν ψυχαγωγήσῃς, ἀλλὰ τὴν διάνοιαν ἡμῶν ἐπὶ θατέρῳ ἑδράσῃς.

Τῇ Ῥαουλαίνῃ ᾨοτάριχόν μοι ῥυτὸν ὁποῖον τὸ ἀπὸ τῶν ἰχθύων, οὓς Ἴστρος καὶ Τάναϊς τρέφει, πέμπει τις σήμερον τῶν φίλων ἐμοί. Ἠβουλόμην τοῦ πεμφθέντος τοῦδε ὡς βραχύτατον ἀπογεύσεως χάριν ἀποστέλλειν· ἐπεί, δύο ταῦτα, καὶ ἀρτιφανές ἐστι καὶ τῶν κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ τῶν καλῶν εἶναι δοκεῖ. Οὕτως ἠβουλόμην, ἀλλ’ ὑπέπτηξα σέ. Κέλευσον οὖν σὺ μαθεῖν ἡμᾶς εἰ πέμπειν χρή, καὶ ἀποστελοῦμεν· ἐπεὶ ἄλλως γε πρὸς τὴν πρᾶξιν ταύτην θαρρούντως οὐκ ἔχομεν. Οὕτω ποίει, καὶ θεὸν ἔχε διὰ παντὸς ὑπερασπιστήν.

Τῇ Ῥαουλαίνῃ Ὅτι μὲν ἐγὼ ἀπὸ τῆς ἐν πατρίδι παλαιᾶς συνηθείας φίλην ἐμαυτῷ τὰ συκάμινα βρῶσιν ἐπὰν ἐφεύρω ποιοῦμαι, ἂν ἔξαρνος γένωμαι, πόρρω τοῦ ἀληθεύειν γενήσομαι· ὅτι δὲ ἃ πέμπεις ἐσθίειν βούλομαι μέν, καὶ ἡδέως ἂν ἤσθιον, οὐ δύναμαι δέ, οὐδ’ ἂν ἐκβιασθείην, καὶ τοῦθ’ ὡς ἀληθέστατα φθέγγομαι. Εἰσὶ μὲν ὄμφακες ἀκριβῶς, ἄβρωτα δηλονότι παντὶ κατὰ τὸ εἰκός· εἰ δέ τις λιχνευόμενος ἀπογεύοιτο, οὐκ εἰς καλὸν ἂν τὴν πεῖραν, οὔτε τοῖς ὀδοῦσιν, οὔτε τῷ στομάχῳ, γνοίη γεγενημένην· τί τοίνυν; ἢ παρὰ τῷ φυτῷ πλείονος ἀπολαύειν ἡλίου καὶ πεπαίνεσθαι συγχωρείτω τις, ἵνα καὶ τῇ τῶν ἀνθρώπων γεύσει δοκοίη τι κεχαρισμένον τὸ τοιοῦτον ἐκφέρειν, ἢ ψῆφον τιθέσθω, μόνοις μὲν σκωλήκων τοῖς μεταξουργοῖς τὰ τοιάδε τῶν δένδρων τροφὴν ἀγαθὴν ἐκφύειν τὰ φύλλα, καρπὸν δὲ οὔτε τῷ ζώων ἑτέρῳ οὔτε δὴ τοῖς ἀνθρώποις προΐσχει, εἰ μή τις αἱρεῖται καὶ γομφίων καὶ σπλάγχνων πολεμίαν τροφὴν εἰσενέγκασθαι. Κεφάλαιον τοῦ λόγου· ἢ ἀμείνονα ταῦτα πέμπειν, ἢ μηδὲ πεμπτέα εἶναι τὴν πρώτην, μὴ καί τις τῶν παρ’ ἡμῖν ἀπείρων, τῷ ὁρωμένῳ θελχθεὶς τοῦ καρποῦ καὶ τὴν χεῖρα προτείνας, ἀτροφίαν ἀντὶ τροφῆς λάθῃ ἑαυτῷ προσφερόμενος· οὐ γὰρ οἶμαι μὴ καὶ εἰς δευτέραν ἡμέραν ἀπόσιτον μεῖναι τὸν ἁψάμενον κἂν ἑνὸς καὶ ὡς βρῶσιν προσενεγκάμενον.

Τῇ Ῥαουλαίνῃ Ἅπερ ὁρᾶς πεμπόμενά σοι συκάμινα, μὴ διά τινα φιλοτιμίαν πέμπεσθαι νόμιζε· ἀλλὰ δάνειόν ἐστι ταῦτα βιαίως ἐπιρριπτόμενον, κατὰ τρόπον τῆς δυναστῶν ἐμπορίας, οἳ μικρὰ καταβαλλόμενοι, δοκοῦσι μὲν τοὺς τῶν ἀθλίων γεωργῶν ὠνεῖσθαι καρπούς, ὠνοῦνται δὲ οὐδαμῶς, μηθ’ ἑκόντων ἐκείνων τὸ καταβληθὲν δεχομένων, ὅτι μὴ πᾶσα ἀνάγκη μήτ’ αὐτῶν τούτων ἀναιρουμένων ὅσου τὸ νόμισμα ἄξιον. Ἔστι δ’ ἐν ταὐτῷ καί τις διδασκαλία· πῶς δὲ διδασκαλία; ἵνα τὰ μετὰ μικρὸν πέμπεσθαι μέλλοντα παρὰ σοῦ πρὸς ἡμᾶς—πέμψεις δὲ οἶδα ὥσπερ τὸ παριὸν ἔτος, οὕτω δὴ καὶ τὸ νῦν ἐνεστώς—εἴη ἔχοντα κατὰ ταῦτα. Ἐπέμπετο γὰρ τότε, εἰ μέμνησαι, ἄωρά τινα ὀδοῦσιν ὁμοῦ καὶ στομάχῳ πολέμια, ὥστε καὶ τοὺς μὲν πρὸς τὸ τέμνειν δευτέραν τροφὴν ἀργούς, τὸν δὲ ὀξώδη καὶ ψυχρὸν ἀπειργάζετο καὶ οἷον οἰκονομεῖν σιτία ᾗ προσῆκε στομάχῳ μὴ δύνασθαι· ἀλλ’ ἅ γε νῦν πέμψεις, ὡραίως ἕξει καὶ κατὰ ταῦτα, ὡς ἐκ τοῦ καρποῦ λυμανθῆναι συμβῆναι τῶν εἰρημένων οὐδέτερον.

Ἀλλ’ ἐπειδήπερ ἀκήκοας τί ταῦτα πεμπόμενα βούλεται, περὶ τῆς ἐν καιρῷ ἀποτίσεως, ὡς μὲν φιλότιμος ἔσται, ὡς δ’ ἐπίμωμον οὐδὲν ἔχουσα διὰ τὴν ἀωρίαν, σοὶ τοῦ λοιποῦ μελήσει.

Τῇ Ῥαουλαίνῃ Θάρσει περὶ τῆς τῶν καρπῶν ἀποτίσεως· οὐ μήποτε ὅσον τὸ πρὸς ἡμᾶς εἰς ἀνάγκην ἔλθῃς τοῦ χρέους· καὶ λέλυσο λοιπὸν τοῦ δέους καὶ τῆς φροντίδος. Ταυτὶ μὲν οὕτως· σὺ δὲ καὶ ἄλλως, ἐμὴ θύγατερ, ἔχεις δοῦσα μείζονά μοι τὴν χάριν, παρ’ ἣν ἔλαβες τῇ ἀποστολῇ τῶν καρπῶν· καὶ πολὺ μᾶλλον εὔφρανας οἷς ἔπεμψας, ἢ ἡδύνθης αὐτὴ τοῖς παρ’ ἡμῶν. Ἔπεμψας δὲ καλὴν καὶ γενναίαν ἀποστολὴν τὴν ἐπιστολήν, ἣν ἐγὼ δεξάμενος καὶ ἀναγνούς, ἐκτόπως ἠγάσθην αὐτήν, τῆς τε συνεχείας τῶν νοημάτων καὶ τοῦ προσφόρου καὶ τῆς περὶ τὴν ἐξαγγελίαν συνθήκης· οὐ λόγος τοῦτο θωπευτικός, —οἶδας γὰρ ὡς παντὸς μᾶλλον κολακικὸν τὸ ἦθος, ἢ ἐμοῦ—, ἀλλ’ ὅτι οὕτω κατ’ ἐμὴν κρίσιν εἶχε τὸ ἐπιστόλιον.

Εὖ πρᾶττε καὶ ὑγίαινε τὰ πάντα· καὶ τέρπε σου τὸν πατέρα καὶ ἐν λόγοις εὐδοκιμοῦσα καὶ ἐν ὅσοις ἄλλοις εὐδοκιμεῖν σε αὐτὸς εὔχεται· ταῦτα δέ ἐστιν, ἐφ’ ὁπόσοις θεὸς εὐφραίνεται καὶ δοξάζεται, καὶ βασιλείαν ἀντ’ αὐτῶν αἰώνιον γέρας παρέχει.