Ὡς δὲ παρὰ τὸν τόπον καθέζομαι, τό τε βιβλίον ἔχων ἐπὶ τῶν γονάτων, καὶ τὰς ὄψεις παρέχων αὐτῷ, ἅμα δὲ καὶ τὸν νοῦν προσέχων, μηνύεταί τις τῶν θεσπεσίων καὶ φίλων ἥκειν ἀνδρῶν· ἐπαίρω τοὺς ὀφθαλμοὺς πρὸς τὸν λόγον, καὶ ἅμά τε ὁρῶ ἥκοντα, καὶ ἅμα ἰδὼν ἐξανέστην, φιλοφρόνως τε δέχομαι, καὶ παρακαθῆσθαι κελεύω. Οὐ μὴν πολύ τι προῆλθε τῆς ὥρας ὁμοῦ καθημένων, καί μέ τις εἴσεισι λογισμός, ἦν δὲ μὴ ἄρα τι κοινολογεῖσθαι οὗτος· αἱρεῖται μέν, ἀναδύεται δὲ ἥκιστα τοὺς περὶ ἡμᾶς—ἔτυχον γάρ τινες περιεστῶτες, ἀκροατὰς ἔχειν ἐθέλων τῶν λόγων. Ἀμέλει, καὶ ἀνίσταμαι, καὶ μεταβαίνω τοῦ τόπου, καὶ ἄχρι τοῦ δωματίου προβαίνω, ὅθεν κεκίνημαι τὴν ἀρχήν, καὶ δὴ τότε ὑπερισχύει τὸ ἄλγος, δούσης οἶμαι τὴν ῥοπὴν τῆς κινήσεως, καὶ ὅπως καθῆσθαι οὐκ εἶχον, ὥστε κατήνεγκα ἐμαυτόν, καὶ μάλα ἄκων κατέκλινα. Ἴλιγγοι ἦσαν τὰ ἐπὶ τούτοις, καὶ ταραχαὶ τῶν ἐντός, καὶ ἐπιεικῶς δεινῶς ἐναντίων· ἤλγει δὲ τὰ ἄνω πολὺ μᾶλλον σφοδρῶς, καὶ βοαὶ πρὸς ἐμοῦ φέρειν μὴ δυναμένου· ἱδρὼς δέ τις ἅμα πολύς τε καὶ ψυχρὸς περιεχεῖτο τὴν κεφαλὴν καὶ μετὰ τὴν κεφαλήν, τὸ λοιπὸν ἵδρου σῶμα, ἱδρῶτα καὶ τοῦτο γε πολὺν καὶ ψυχρόν, ἐρρίγωσά τε ἐκτόπως τὸ ἀποτοῦδε καὶ μάλα μοι ἔδοξα δεῖσθαι σκεπασμάτων· αἰτήσαντος ἐπηνέχθη πολλά, καὶ πλέον οὐδὲν ἦν ἐπιτεθειμένων.