Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Μεσιτείες, απονομή δικαιοσύνης και εκκλησιαστική τάξη

Παρεμβάσεις του Πατριάρχη προς τον Μέγα Λογοθέτη και άλλους άρχοντες για την υπεράσπιση αδικουμένων, τη φορολογική ελάφρυνση και την εκκλησιαστική ειρήνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 6 από 10

Τῷ μεγάλῳ Λογοθέτῃ Οἶδας οἷά με ὁ Θεολογίτης Ἰωάννης διέθηκεν, ὁ Μακεδονίας καὶ Θρᾴκης κατὰ μέν τινας ἄλλους ἀπογραφεύς, κατ’ ἐμὲ δὲ πρηστὴρ ἢ τῷ δυσμεναίνειν τῇ Ἐκκλησίᾳ ἐμοὶ πολεμῶν—ἐπειδὴ καὶ αὐτὸς τοῦ τῶν ἐχθρῶν ἐστι κόμματος—ἢ τῆς παραποιήσεως ἕνεκεν τοῦ ὀνόματος ἀμυνόμενος, ὅτι θεολόγος κατὰ τὸν τῆς βροντῆς υἱὸν τολμηρῶς καλεῖσθαι βουλόμενος, Θεολογίτης ἀκούειν μᾶλλον, ἀλλ’ οὐ θεολόγος πρὸς ἡμῶν, ἐκελεύσθη γῆν μὲν ἡμῖν δοῦναι, ἀλλ’ ἐῶ τὴν γῆν, ἣν τοσοῦτον παρέχειν ἐφρόντισεν, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν διδόναι προσέττατε βασιλεύς, ὅμως σίτου καὶ κριθῆς ἡμᾶς δωρεῖται ὡσεὶ χιλίοις τοῖς πᾶσι μοδίοις ὁ βασιλεύς· καὶ πρόσταγμα γράφεται καὶ πρὸς τὸν γεννάδαν ὥστε δοῦναι παρὰ χρῆμα δεξάμενον πέμπεται· καὶ ἡμεῖς μάλα τοῦ λαβεῖν διήγομεν ἐν ἐλπίδι ἤ τι γὰρ ἕτερον· οὗτος δὲ τί; δέχεται μὲν τὸ πρόσταγμα, πράττει γε μὴν οὐ κατὰ τὸ πρόσταγμα, ὅτι μηδὲ ὅσα εἶχε δίδωσι· τῶν δὲ χιλίων δυσκόλως καὶ πεφεισμένως καὶ ὥς τις ἀποστερούμενος τῶν σαρκῶν, μόνους πεντακοσίους δοὺς τοὺς ὅλους ἡμίσεις κατέσχε παρ’ ἑαυτῷ.

Ἀλλ’ ἐπειδή τι λέγειν ἐπὶ τούτῳ δοκεῖ, ἄκουσον ὡς καταγέλαστα λέγει, καὶ πλεῖστον ὅσον τῆς προτέρας λειπόμενα κλήσεως, τῆς ἀπαραποιήτου λέγω καὶ ὑψηλῆς· ἧκε μέν φησιν ἀληθῶς πρόσταγμα τοσοῦτον δοῦναι τῷ πατριάρχῃ, ἀλλ’ ἧκεν οὐ πολλαῖς ὕστερον ἡμέραις καὶ ἕτερον σίτου πεντακοσίους παρέχειν ταῖς ἐν τῷ μοναστηρίῳ Περτζὲ μοναζούσαις, ὑπὸ μεσίτῃ καὶ ταύταις τῷ πατριάρχῃ καὶ δέδοται· εἶθ’ ὁ λογισμὸς αὐτοῦ, εἰ δὲ βούλει παραλογισμός, πεντακόσιοι τῷ πατριάρχῃ, πεντακόσιοι ταῖς μοναζούσαις διὰ τὸν πατριάρχην· πεντακόσιοι καὶ πεντακόσιοι· οἱ δὲ τοσοῦτοι οὕτως ὑπάλληλοι συντιθέμενοι τοὺς χιλίους συνάγουσι· τοὺς πάντας ἄρα χιλίους αὐτοῦ ἔχει λαβὼν ὁ πατριάρχης καὶ ἀγαπάτω. Πρὸς Θεοῦ πότερον εὐηθείας ἔργα ταῦτα καὶ λογισμοὶ καὶ φρενῶν νηπιότητος, τοῦ καὶ αὐτῷ τῷ δαίμονι ὑποδείξαντος ἂν πονηρίας ἢ τοὐναντίον κακοηθείας καὶ τρόπου φαυλότητος καὶ ὕβρεως καὶ περιφρονήσεως; ἔγωγε οἶμαι τοῦτο· πλὴν τί δήποτε διὰ ταῦτα ποιῶ; ἀποστείλας ἅπτομαι τῶν τοῦ ἀνθρώπου καὶ διδάσκω αὐτὸν οἴεσθαι καί τινας ἐν τῷ παντὶ γένει ἔχοντας αἴσθησιν· καὶ οἶδα ὡς ἥξει καὶ βοήσεται καὶ τὴν βίαν ἀποκλαύσεται· οὐδὲν δὲ ὅμως πρᾶγμα· βοάτω καὶ ἀποκλαιέσθω· οὐ χαίρω ἁρπάζων οὐδ’ εἰμὶ βίαιος· οἶδεν ὁ τὰ πάντα εἰδώς· πλὴν εἴ τις ἀδικεῖν με πειρᾶται, οὐ ῥᾳδίως ἀνέχομαι.

Οὐδὲν ἔφην πρᾶγμα βοῶντος ἐκείνου, εἰμὴ δὲ σὺ τέως ἀγανακτεῖς· εἰ δ’ ἀγανακτεῖς, οὐκ ἂν φθάνης λέγων, καὶ ὁ μὲν παμπόνηρος ὑβριστὴς ἅπερ ἀφῄρηται ἀπολήψεται, ἐγὼ δὲ σφοδρῶς λυπηθήσομαι καὶ βαρύτατα οἴσω, ὑπὸ τοιούτου ὥς τις τῶν μηδενὸς ἀξίων διαγελώμενος περιφανῶς καὶ παιζόμενος.

Ὁ μέγας Λογοθέτης τῷ πατριάρχῃ Ἐγὼ καὶ χάριν ὁμολογῶ τῷ ταλαιπώρῳ Θεολογίτῃ· ταλαίπωρος γὰρ ὁ ἄνθρωπος πολλὰ καὶ δεινὰ πράττων, δι’ ἃ καὶ ἤρξατο τῆς βασιλικῆς ἤδη πειρᾶσθαι δικαίως ὀργῆς. Πλὴν ἔνεκεν ἐκείνου μόνου χάριν ὁμολογῶ τῷ ἀνθρώπῳ ὡς τοιαῦτα ἁμαρτάνων, ἐφ’ ᾧ τὴν γῆν οὐκ ἀποδίδωσιν, οὐδὲ καταβάλλει τὸν σῖτον καὶ τὴν κριθήν, τοιαύτας παρέσχε τὰς ἀφορμὰς τῇ ἁγιωσύνῃ τῇ σῇ, ἵνα συνθήσῃς καὶ ἐπιστείλῃς ἡμῖν τὰ θαυμαστὰ γράμματα· γέμει μὲν ἡδονῆς καὶ θαύματος καὶ τἄλλα πάντα ὅσα γράφεις τε καὶ ἐπιστέλλεις ἀεί, πανάγιε δέσποτα· ἡ ἐπιστολὴ δὲ ἣν ἀνὰ χεῖρας ἔλαβον ἄρτι τοσοῦτον ἔθελξέ μου τὸν νοῦν, ὥστε καὶ ἔπληξεν ἐμὲ αὐτὸν καὶ ἄφωνον ἐφ’ ἱκανῆς τῆς ὥρας κατέστησε· κατέστησε δὲ ὅτι μηδὲ εἶχον ἄξιόν τι πρὸς ἔπαινον τῶν γεγραμμένων εἰπεῖν· τί γὰρ ἄν τις ἐπαινέσας αὐτῶν τῆς ἀξίας ἐφίκηται; τὴν ὅλως ἁρμονίαν, τὴν ἐπὶ μέρους συνθήκην, τὸ τῆς συμφράσεως κάλλος, τὸ μέγεθος τῆς ἐννοίας ἐν οὕτω ταπεινῇ καὶ βραχυτάτῃ τῇ ὑποθέσει, ἢ τὸ ἦθος πλέον τῶν ἄλλων, ὃ πᾶσαν ἐποίει τὴν γραφὴν ὥσπερ ἔμπνουν τε καὶ ζῶσαν αὐτὴν ἀφ’ ἑαυτῆς δοκεῖν φθέγγεσθαι;

Ἀλλ’ οὗτος καὶ ἄλλων πολλῶν ἕνεκεν, ἅπερ ἡ σὴ ἁγιωσύνη μικρὸν ὕστερον παρ’ ἐμοῦ μαθήσεται εἰπόντος, πολλὰς ὑφέξει τὰς δίκας· πολλὰ γὰρ προσκέκρουκεν ἐπὶ τοῖς πιστευομένοις αὐτῷ δημοσίοις πράγμασι· διὰ τοῦτο καὶ μεθίσταται ἤδη εἴτουν ἐξίσταται τῆς λειτουργίας ἢ ἐξουσίας, ἣν λαβὼν μεγάλα ἐμπεπαρῴνηκε βασιλεῖ, μεγάλα δὲ καὶ πρὸ αὐτοῦ τῷ Θεῷ· ὧν δὲ ἕνεκεν καὶ παρὰ τῆς σῆς ἁγιωσύνης νουθετεῖται μᾶλλον σωφρονεῖν ἢ κολάζεται ὥστε μὴ οὕτως ἀναιδὴς εἶναι, καὶ μηχανᾶσθαι κλέπτειν ἀεὶ τὴν ἀλήθειαν, καὶ τοιαύτας ποιεῖσθαι τὰς ἀπολογίας, ἃς ἔγνων πεποιημένον αὐτόν, ὅτι μὴ ἀπέδοτο τοὺς προειρημένους καρπούς, ἔστω οὕτω γε ὥσπερ ἔδοξεν αὐτῇ καὶ οὐδεὶς αὐτοῦ φείσεται, εἰ ἄρα καὶ προσέλθῃ καὶ βοήσει καὶ ἀνακλαύσεται. Ὅτι δὲ οἶδά σε ταχέως ἐπὶ συμπαθείᾳ μεταβαλλόμενον τῶν τὰ μέγιστα ἐξημαρτηκότων, εἰ μόνον προσιὼν αἰτήσει σε ἔλεον, τοῦτό ἐστιν ἐκεῖνο, ὅ με μᾶλλον ὑποθράττει καὶ δεδιέναι ποιεῖ ὡς ἱκέτης σοι αὐτίκα ὁ πονηρὸς οὗτος γενήσεται· οὐ τῶν σῶν λέγω χάριν, οὐδ’ ὧν πρὸς αὐτὴν τὴν σὴν ἁγιωσύνην ἐξήμαρτεν, ἀλλὰ δι’ ἃ μᾶλλον μεγάλης τῆς βασιλικῆς ἐστι δίκαιος πειραθῆναι ὀργῆς καὶ κολάσεως. Εἶτα τί;

σοῦ προβαλλομένου τὴν ὑπὲρ αὐτοῦ δέησιν, ὁ φιλάνθρωπος ἀκούσεται βασιλεύς· αὐτός τε διεκφυγὼν τὴν δίκην καὶ τὰς ἀξίας ἐκ τῆς δίκης εὐθύνας αὗθις πονηρὸς ἔσεται, ἡμεῖς τε τοσούτων στερησόμεθα χρημάτων, ὅσα ἂν ἑτοίμως οὖτος τοῖς βασιλικοῖς κατάθηται ταμείοις, εἰ μὴ ὥσπερ ἔφθην εἰρηκώς, παρὰ τῇ σῇ ἁγιωσύνῃ βοηθείας τύχῃ καὶ ἀντιλήψεως.

Ὁ πατριάρχης τῷ αὐτῷ Τῆς ἀρετῆς τῆς χθές μοι πεμφθείσης ἐπιστολῆς μεμνημένος καὶ πολλὰς ἂν ἡμέρας δοκῶ μοι σιγᾶν καὶ μὴ γράφειν ἐπιστολὰς δειλιῶν μὴ παρὰ πόδας τῆς καλλίστης φθεγγόμενος τὴν τῶν ἐμαυτοῦ ἐπίτηδες αὐτὸς ἀσθένειαν στηλιτεύω· ὡς γὰρ ἰπὶ τῶν ἄλλων ἁπάντων διὰ τῆς πρὸς ἄλληλα παραθέσεως τὰς ἐπιτάσεις γεννωμένας καὶ ἀνέσεις ὁρῶμεν, οὕτω δὴ καὶ ἰπὶ τῶν λόγων αὐτῶν· ποιεῖ τίς τι; καὶ τὸ ποίημα τῶν καλῶν εἶναι δοκεῖ; μὴ ἐξαγέτω ὑπὸ τὰς αὐγὰς αὐτὸ ἕως τὰ κάλλιστα δυνάμενος ἕτερος εἰς φῶς ἐπιδείκνυται. Εἰ δὲ μή, σκοπείτω ὅπως μὴ ἀνιῷτο τῶν ἄκρων ἐπαίνων ἀποστερούμενος· κἀγὼ λοιπόν—ἐκλαλῶ γὰρ πρός σέ μου τὸ πάθος—τῆς ἀπὸ τῶν λόγων δόξης ἐρῶν καὶ τῶν ἐπὶ τούτοις ἐπαίνων ἡττώμενος ὡς ἂν μὴ τῶν ἐφετῶν μοι τούτων ὡς πορρώτατα γένωμαι, συστείλας τὸν νοῦν καὶ τὴν γλῶτταν πεδήσας ἐπὶ καιρόν, τότε δὴ φθέγξομαι γήϊνος ὢν καὶ ταπεινὰ φθεγγόμενος, εἰ τέως τὴν τοῦ ὅλως ἐπαινετὰ ποιεῖν ἐμαυτῷ σώζειν δόξαν αἱροῦμαι, ὅτε μὴ οὐρανὸς ἀντιφθέγγεται· οὕτω μὲν οὖν καὶ διὰ ταῦτα ἐπέχω ἐμαυτὸν τὰ ἐξηκριβωμένα λαλεῖν· ἀνάγκης δέ τινος ἐπελθούσης πάντως λαλήσω· λαλήσω μέν τοι τὴν κοινὴν ταύτην τῆς ὁμιλίας βαδίζων καὶ τετριμμένην, οἷον δὴ καὶ ἀρτίως ποιῶ, ἱκεσίας κινούσης. Τίς δὲ ἱκεσία; δηλώσω δὲ κἀγώ, ἀλλά μοι σὺ τοῦ λοιποῦ τῷ νῷ τῶν λεγομένων, μὴ τῇ συνθήκῃ θέλε προσέχειν τὸν νοῦν.

Ὁ τοὺς Αἰγυπτίους καὶ Ἀθιγγάνους λεγομένους φορολογεῖν ἀνεχόμενος Μονεμβασιώτης σφοδρῶς ἐπικείμενος, φθέγξαι τί, δέσποτα, λέγει ὑπὲρ ἐμοῦ καὶ δεήθητι, καὶ τὰ βασιλικὰ κίνησον τάχος ἐπ’ ἐμοὶ ἐκτετριμμένῳ τελέως καὶ παράνοιξον σπλάγχνα, καὶ πρόσταγμά μοι συμπαθείας, ἀφέσεως, ἀνενοχλησίας βραβευθήτω, ἵνα μὴ καὶ ἐς αὖθις ἐντυγχάνω πειρατηρίοις τοσαῦτα καὶ ταῦτα παρὰ πάντα λόγον δίκαιον ὑποστάς. Εἰ δὲ μὴ κεκαλλιεπημένα ὄντα τύχῃ τὰ ὑπὲρ ἡμῶν ῥήματα, μηδὲ πρὸς τέχνην συντεθειμένα, ὁποῖά γε ὑμεῖς, οἳ τὴν σοφίαν ὑπὲρ τοὺς ἄλλους ἐπιτηδεύετε, οὐδὲν πρὸς ἐμέ φησι καὶ τὴν χρείαν, μόνον ἰσχυέτω καὶ τὰ ἑαυτῶν πραττέτω· τὸ δέ ἐστιν ἡ ἡμετέρα βοήθεια· τούτῳ πείθομαι καὶ τὴν δέησιν διὰ σοῦ προσάγω τῷ διὰ Θεοῦ βασιλεῖ· τί γενέσθαι; ὅσα πρὸς ἡμᾶς τοῦ ἀνθρώπου λέγοντος ἤκουσας· τοῖς ἐπιτυχοῦσι τῶν ῥημάτων ὑπὲρ αὐτοῦ ἱκετεύειν, τῆς καλλιεπείας, εἰ τέως μηδὲν τῷ σκοπῷ τῆς δεήσεως συνεισφέρει, ἠμεληκότας· ἀλλά μοι πείσθητι καὶ συνδεήθητι, καὶ τῷ δυστυχεῖ συμβοήθησον ἱκέτῃ, ἢ μᾶλλον εἰπεῖν τὸ ὅλον βοήθησον τὴν δύναμιν εἰληφὼς ἐκ Θεοῦ.

Ὁ μέγας Λογοθέτης τῷ πατριάρχῃ ᾘσχύνθην ὑπὲρ ἐμαυτοῦ δεξάμενος τὴν ἐπιστολήν, ὅτι με τοσοῦτον ἐπῄνει τῶν διαπεμφθέντων ἕνεκεν γραμμάτων τὴν χθές· τοσαύτη δέ με περιέσχεν εὐλάβεια, ὥστε μου τρόμος εἷλε καὶ τὰς χεῖρας, καὶ συνέβαινεν αὐτῶν αὐτίκα τὴν ἐπιστολὴν ἐκπεσεῖν, μὴ δυναμένου κατέχειν ὅτι τοσοῦτον ἐποιεῖτο τὸν ἔπαινον. Ἀλλὰ μὴ σύ, πανάγιε δέσποτα· ἀγαπῶ καὶ μαθητὴς εἶναι καὶ παῖς σοῦ τοῦ μεγάλου διδασκάλου πατρός· καὶ στέργε καὶ δίδασκε, ὥσπερ στέργεις καὶ διδάσκεις ἀεί· εἴπου δέ τι καὶ ψελλίζομεν πρὸς σὲ αὐτὸν γράφοντες, ἀγάπα ὥσπερ οἱ φιλόστοργοι πατέρες τὰ τῶν παίδων ψελλίσματα. Σὺ δὲ καὶ οὐρανὸς βροντῶν ἄνωθεν καὶ καταπλήττων τοὺς γηΐνους ἡμᾶς, καὶ φωστὴρ τῆς Οἰκουμένης ἔχων περιλάμπειν τὰ πέρατα· οὐχ ὅτι μόνον σὲ Θεὸς ἐπὶ τοῦ μεγάλου τῆς Ἐκκλησίας στερεώματος ἔθετο, καὶ φωτίζεις τὰς καρδίας τῶν ὑποδεχομένων τὰς αὐγὰς τῆς σῆς διδασκαλίας, αἳ πρὸς αὐτὸν τὸν Θεὸν ἄγουσι καὶ ἀνάγουσιν, ἀλλ’ ὅτι καὶ τοὺς πάλαι δοκιμωτάτους τῶν σοφῶν ὑπερήλασας· πλὴν εἰ μή τισιν ἐκείνων ἡμιλλήθης καὶ τὴν ἴσην εὐδοκίμησιν φέρεις τά τε ἄλλα καὶ περὶ τοὺς λόγους αὐτούς, οἳ τῆς ἱερᾶς ὄντες αὐλῆς τοὺς ἄλλους πάντας πολλῷ παρῆλθον τῷ μέτρῳ ἀρετῇ τε ἅμα καὶ σοφίᾳ, ἣν οὐ μόνον ἐπιστήμη, ἀλλὰ καὶ χάρις ἐχορήγησε πνεύματος.

Γρηγόριοι οὗτοι καὶ Βασίλειοι καὶ Χρυσόστομοι, οἱ τοσοῦτόν σοι τιμώμενοι καὶ στεργόμενοι, ὅσον ἂν εἶχε μόνος παραστήσειν λόγος ὁ σός, τοὺς δὲ σοφοὺς τῶν νῦν ὄντων ἀνθρώπων ἥττησας καὶ νενίκηκας, ὅσον εἴ τις παραβάλλειν ἐθέλει λογικὸν ζῶον πρὸς ἄλογα. Καὶ τοῦτο οἶμαι τῆς μακαρίας Γρηγορίου φωνῆς, ἣν ἐκεῖνος διὰ Βασίλειον τὸν μέγαν ἐφθέγξατο. Ἃ δὲ ἱκετεύεις τὸν φιλανθρωπότατον βασιλέα ὑπὲρ τοῦ ἀδικηθέντος φορολόγου, εἰ καὶ ἀδικεῖταί ποτε φορολόγος ἀφαιρούμενος ἃ πρότερον εἴληφεν, ἀλλὰ μὴ ἀεὶ ἀδικεῖ παρακατέχων τὰ πλείω τῶν ἃ φορολογῶν ὑφαρπάζει, βέλτιον ὂν αὐτῷ καὶ ἀδικεῖσθαί ποτε, ἵνα μὴ ἀεὶ δυνάμενος ἀδικεῖν τοῦ κρείττονος μέρους ἀποτυγχάνῃ τῆς θρυλλουμένης παρὰ τῷ Πλάτωνι ἀντιθέσεως· ἀλλ’ οὗτος ὅτι σὺ κελεύεις κἀμοὶ χρώμενος μεσίτῃ ὑπ’ ἐμοῦ τὴν ἱκανὴν ἕξει βοήθειαν, καὶ τεύξεται φιλανθρωπίας ὑπὲρ ὧν δέεται, ὅσην οἶμαι δωρήσασθαι ἑτοίμως τὴν τοῦ βασιλέως χρηστότητα.

Ὁ πατριάρχης τῷ αὐτῷ Ἐβουλόμην ἐκ τῶν ἐπῶν Ὁμήρου τῶν ἐπιστολιμαίων τουτωνὶ κατάρξασθαι συλλαβῶν, κἀκεῖνα λέγειν ἅπερ πρὸς τὸν Δία ἡ σύζυγος ὠνείδιζεν Ἥρα, βλέπουσα πρὸς ἀφανεῖς τῇ Θέτιδι συνιέντα βουλάς· ἐβουλόμην δὲ πλὴν τῶν ὀνομάτων ἐκείνων ὅσον μικρὸν ἀφελόμενος, ὡς ἂν δὲ μὴ ὁμηρικός τις πάλιν ἕτερος ἐναντίος στὰς ἐκ τῶν αὐτῶν ἐπῶν ἀντικρούσας καὶ μήτ’ εἴρεο μηδὲ μετάλλα φαίη μηδὲ πάντας ἡμᾶς ἐπιέλπεο μύθους εἰδήσειν, Ὅμηρον καὶ τὰ Ὁμήρου χαίρειν ἀφείς· ἄλλως τε καὶ τραγῳδίας μᾶλλον ἢ ῥαψῳδίας τῷ καιρῷ προσηκούσης ὡδί πως ἐκ τῶν δεινῶς ἀγροικικῶν ἐμαυτοῦ καὶ ἀμούσων ποιήσομαι τὴν ἀρχήν, ὥσπερ ἄρα καὶ πάντα τὰ μετ’ αὐτήν.

Ἐγὼ μὲν εὐξαίμην ἂν ἐμαυτῷ πόρρω θράσους τοσοῦτον εἶναι ὅσον μοι δοκῶ καὶ δειλίας ἀφίστασθαι· ἄλλος δέ με εἰ δειλὸς οἰήσεται καὶ περιδεῆ λέξοντα ἅπερ ἐρῶ, πρᾶγμα ἡμῖν οὐδὲν ἔσται, καὶ οἰέσθω· οὐκ ἤρκουν ἡμῖν οἱ ἐκταράσσοντες ἀνομίας χείμαρροι, ἀλλ’ ὡς διψῶσι καὶ ἔτι ταραχῶν καὶ θορύβων καὶ συμφορῶν, καὶ ἄβυσσον ἡμῖν ἐσπεύσατε τοιούτων ἀναρρηγνύναι κακῶν, ἵν’ εἴπου τι καὶ λείψανον τῆς ἀγαθῆς ἐλπίδος ἐλείπετο, οἴχηται καὶ τοῦτο τῇ καινῇ ἐπικλήσει τῇδε γενόμενον ὑποβρύχιον· καὶ δὴ ἀνερρήξατε τὸν οὐκ ἔχω πῶς ἐρῶ πρὸς ὑμᾶς αὐτοὺς μετακεκλημένοι, λαβόντες πεῖραν αὐτοῦ οὐχ οἵαν ἐλάβετε· καὶ ἔγωγε παρ’ ἡμῖν λογιζοίμην ὡς ὁ πεφοβημένος παρὰ τὸ εἰκὸς καὶ μηδὲν τὸ σύνολον συνιείς, πάντως γὰρ τοιοῦτος εἶναι σὺν πολλοῖς καὶ ἄλλοις λογισθήσομαι, οἳ τἄλλα μὲν ἄμεινον ἐμοῦ φρονήσεως ἔχοντες, ἐν τούτῳ δὴ μόνῳ οὐκ ἔχειν φαῖεν ὑπεροχὴν κατ’ ἐμὲ καὶ αὐτοὶ ὀρρωδοῦντές τε καὶ οὐκ εἰς κακὸν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς ἄλλους τῆς πράξεως ταύτης ἀπολαύσειν διατεινόμενοι· τὸ δέ γε σὺν τούτοις καταδικασθῆναι ὅτι ἄν τις καὶ καταδικασθῇ, ὡς παραμυθίαν ἔχει τινὰ καὶ οὔ τοι μικρὸν παραιρεῖται τῆς λύπης, καὶ παρὰ τοῦ λόγου γινώσκεις, καὶ παρὰ τῶν οὕτω καταδεδικασμένων ἀκήκοας.

Τῷ αὐτῷ Οἱ δὲ Προυσαεῖς πόσα δοκεῖς ἐνώπιον ἡμῶν πράττουσί τε καὶ λέγουσιν· ἐγὼ μὲν οὐδ’ ἀκούειν ἀνέχομαι τῶν ἀνδρῶν, οἶμαι δὲ οὐδ’ ὅστις ἀναλγητότατός ἐστι τῶν ὁμογενῶν, οὐδ’ οὗτος ἀπαθῶς ἀκούσεται τὰς ἰδίας ἐκτραγῳδούντων ἑκάστων καὶ τὰς κοινὰς συμφοράς, ὅσας αὐτοῖς οἱ κακῶς ἀπολούμενοι προστρίβουσι γείτονες· κινεῖ δ’ ὅμως αὐτοῖς τὰ δάκρυα, καὶ τῶν ἐλεεινῶν ἑαυτοὺς οὐκ ἔχουσιν ὅπως ἐπίσχωσι καὶ λόγων καὶ πράξεων, ἡ τοῦ χρυσίου εἴσπραξις, ἣν γενέσθαι κατ’ ἐμὲ προστάσσει τοσοῦτον δικαιότατα βασιλεύς, ὥστε κἂν αὐτὸν ἀδικεῖν βασιλέα τὸν τῆς ἀρχῆς ἑαυτοῦ νόμον ἐφάμην, εἰ μὴ καὶ πολλαπλάσιον ταύτην γενέσθαι προσέταττε, τῶν Προυσαέων τέως τῆς ἀπὸ τῶν ἐχθρῶν κακότητος ἀνειμένων· νυνὶ δὲ τὸ ἐκτετριμμένους αὐτοὺς σαφῶς εἶναι καὶ ἐκπεπιεσμένους ἐκ τοῦ πονηροῦ γειτονήματος, καὶ τὸ ὅλον εἰπεῖν ἀδυνάτους τι τοσοῦτον καταλαβεῖν παραιτεῖται καὶ ἀνίησι τῆς δικαίας ἐκτίσεως, καί πως ἄκοντας πείθει φιλανθρώπους ἡμᾶς ὁρᾶσθαι τοὺς οὐκ ἂν δικαίως φιλανθρωπευσαμένους δύναμιν ἐνορῶντας ἐκείνοις ἐξαρκοῦσαν ἀποδιδόναι· ὠλιγώρησαν, ἐξήμαρτον, τιμωρίας πεπράχασιν ἄξια, οὐδεὶς αὐτοὺς ἐξαιρεῖται τῆς μέμψεως, οὐδεὶς ἀνευθύνους εἶναι ψηφίζεται· ἐγὼ πρῶτος καταδικάζω ὁ καὶ πρὸ τῶν ἄλλων πασχόντων ὑπεραλγῶν· παιδευέσθωσαν, ἀποτιννύτωσαν, ἀλλ’ ὅσον μόνον ἔχειν ἐγρηγόρσεως καὶ φυλακῆς ὑπομνήματα, οὐ μὴν δὲ ὅσον καὶ ἐκτριβῆναι· ἕξ εἰσιν ἑκατοστύες τὸ ζητούμενον καὶ πολλοστὸν τοῦτο πρὸς τὸ τοῦ πταίσματος μέγεθος· ἀλλὰ πένητές εἰσι πάντες, παρ’ ὧν ζητεῖται καὶ τὸ τῆς πόλεως ἀπορώτατον· ἐκ δὲ τῶν τοιούτων τὸ καὶ ὁποσονοῦν λαβεῖν, τὸ πᾶν αὐτῶν ἐστιν ἐκλαβεῖν· τίς οὖν ἀποδώσει;

τίς ἐπαρκέσει; οἱ δυνατοί; ἀλλ’ οὔθ’ οὗτοι προσέπταισαν, καὶ ὁ βασιλεὺς τὸν ἑαυτοῦ Θεὸν ἐκμιμούμενος δικαιοσύνην ἠγάπησε· καὶ τρίτον, εἰ ὅστις μὲν οὐχ ἥμαρτεν εὐθυνθήσεται, ὃς δὲ ἄλλως πλημμελήσας ἀζήμιος ἀπελεύσεται, πότε τις τοῦ κακὸς εἶναι στήσεται; τί οὖν ἐρεῖ τις;

σὺ κελεύεις ἐᾶσαι πάντα καὶ ἀζημίους τοσοῦτον πταίσαντας ἀφεῖναι ἀνθρώπους· οὐκ ἔγωγε ταῦτα οὐδ’ οὗτός εἰμι περιττὸς τὴν συμπάθειαν· τῇ δὲ τιμωρίᾳ καί τινα ἔλεον παραμίξαι φημί· καὶ τὸ μὲν εἰσπράξασθαι, τὸ δὲ συγχωρῆσαι, ἵν’ ἔχωσι διὰ μὲν τῆς φειδοῦς ἀφορμὰς τοῦ ἑξῆς βίου διὰ σὲ θατέρου τὸ μὴ καὶ δεύτερον τοῖς αὐτοῖς ἠμεληκότας περιπεσεῖν· ἱκαναί που τρεῖς ἑκατοντάδες δοθεῖσαι στενάζειν ἐπὶ πολὺ καὶ μεμνῆσθαι διεγρηγορότας εἶναι πεῖσαι τοὺς τῶν Προυσαέων ἀπόρους· ἱκαναί γε αὖται καὶ ἀπειλὴ τῶν βασιλικῶν καὶ φρικωδῶν σὺν αὐταῖς, οὐκ ἔλαττόν τινος χρημάτων ἀφαιρέσεως ἐκφοβεῖν ἀποχρῶσα, εἴγε πρόκειται, ὅ γε δὴ καὶ πρόκειται, βελτίους αὐτοὺς ποιῆσαι, ἀλλὰ μὴ παντάπασι διὰ τῆς εὐτελοῦς εἰσπράξεως ἀφανίσαι· αὕτη μοι ἡ πρὸς βασιλέα τήμερον ἱκεσία· αὕτη μοι ἡ παράκλησις, οὐχ ὑπὲρ τῶν ἑτέρου τινὸς πεμφθεῖσα, τῶν δὲ Θεοῦ καὶ αὐτοῦ βασιλέως ἀνθρώπων· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον αὐτοῦ διὰ σοῦ, καὶ συνέφαψαί μοι τοῦδε ὥσπερ δὴ καὶ ἄλλων πολλάκις συνεφήψω πολλῶν· καὶ ἐφάπτοιτό σου τῆς ψυχῆς Κύριος ἐπὶ τὴν εὐθυτάτην σε διὰ παντὸς τῶν ἑαυτοῦ δικαιωμάτων ἰθύνων ὁδόν· ἐν ᾗ καὶ τοῖς πορευομένοις, ὡς ὁ μέγας λέγει Δαυΐδ, τὸ ἑαυτοῦ σωτήριον δείκνυσιν.

Τοῖς ἐν τῷ Ὀστραιδίῳ μοναχοῖς Ἰωάννῃ τῷ Χειλᾷ καὶ τῷ Δανιήλ Εὐστράτιος τὸ ἀββάδιον ἑαυτὸν δι’ αἰτίαν, ἣν αὐτὸς εἰδείη, τῆς ὑμετέρας ἀδελφότητος ἀπορρήξας, ἧκε πρὸς ἡμᾶς εἰς ἅπαν μοναστήριον πλὴν τοῦ παρ’ ὑμῶν ἐχομένου πεμφθῆναι ζητῶν, οὐκ ἔσχε δὲ λαβεῖν ὡς ἐζήτει, καὶ ἐπεσχέθη τῆς περιπλανήσεως, ἵνα δι’ ἡμῶν πρὸς ὑμᾶς ἐπανέλθῃ. Πέμψατε λοιπὸν ὧδε τῶν ὑμετέρων ἕνα, καὶ τὸ μέλος ὑμῖν ἑαυτοῖς ἀνασώσατε, ὡς εἰ μὴ τοῦτο γένοιτο, αὐτὸς μὲν αἴσθησιν οὐκ εἰς μακρὰν τῆς ἀβουλίας λήψεται, ὑμεῖς δὲ λυπηθήσεσθε· τά τε γὰρ ἄλλα τῶν μοναστηρίων εἰς ἅπερ ἔρχεσθαι φίλον αὐτῷ οὐκ ἔχω λέγειν, ὅτι τῶν κοσμικῶν θορύβων ἀπήλλακται, τὸ πατριαρχεῖον δὲ καὶ μᾶλλον ἁπάσης ἀγορᾶς τούτων ἐμπέπλησται. Ποῦ λοιπὸν πορευθείς, εἰ μὴ πρὸς ὑμᾶς ἐπανήξει, μοναχὸς εἶναι μάθοι καὶ οὐ θᾶττον τὰ μάταια τοῦ κόσμου ἢ τὰ τῆς μακαρίας μοναδικῆς συλλέξει μαθήματα; ἀλλὰ σύγγνωτε τῷ ἀγενείῳ τὰ προσήκοντα τῇ ἡλικίᾳ φρονήσαντι, σύγγνωτέ φημι, καὶ θείᾳ συνέσει τῇ ὑμῶν ἀφροσύνην τὴν ἐκείνου νικήσατε· ὁμοῦ δὲ νικήσατε καὶ τὴν τοῦ ἀντικειμένου ἐπήρειαν, ἥτις αὐτῷ τὴν ἀρχὴν τοὺς τῆς ἀναχωρήσεως ἐμβαλοῦσα λογισμούς, τὴν καλὴν οὐ καλῶς καταλιπεῖν ἔπεισε μάνδραν, καὶ τῆς ἐπαινετῆς συνοδίας ἀπέρρηξεν.

Ῥήτορι τῷ Ὁλοβόλῳ Γένοιτό σοι, σοφώτατε καὶ τιμιώτατε, πᾶν ἐκ Θεοῦ ἀγαθόν, τὰ εἰς δόξαν αὐτοῦ πάντα καὶ διανοουμένῳ καὶ πράττοντι. Ἦκέ σου τὸ θαυμάσιον γράμμα, καὶ ἡμῖν ἐγνωρίσθη ὅσα ἐπὶ τῷ τοῦ Κυρίου λαῷ οὐκ ἐρασταί, ἀλλ’ ἐπηρεασταὶ τῶν καλῶν ἐνεργοῦσιν ὑπὸ τοῦ πατρὸς τοῦ ψεύδους ταῦτα καὶ μισοκάλου σατὰν ἐνεργούμενοι, ὃν ἀριδήλως καὶ τῶν οἰκείων ἐπιτηδευμάτων ἡγεμόνα προὐστήσαντο· πλὴν ἐπειδὴ δεῖ νικᾶν ἁπανταχοῦ τὸν Θιόν, νικᾷς τοῖς σεαυτοῦ καλοῖς τὰ ἐκείνων· καὶ νικῴης γε τὸν ἅπαντα χρόνον ὑπὲρ Θεοῦ καὶ ἐν Θεῷ πολεμῶν· τοσοῦτον γάρ μοι οὐκ ἔπεισι δειλίαν ἐπὶ σοί, ὥστε καὶ εὐχὴν ποιοῦμαι· πάντας τοὺς ἀντικαθισταμένους τῇ ἀληθείᾳ ἐκεῖ δὴ μόνον ἐπιτίθεσθαι, ὅπου καὶ ἐνετύγχανον ἄν, ἀντιστρατηγοῦντι τῷ ῥήτορι· τάχα γὰρ ἂν οὐκ εἰς μακρὰν ἔγνω τις αὐτῶν μὲν τὸ θεομάχον διαλελυμένον σύνταγμα, ἡμᾶς δὲ καὶ τὰς ἐκκλησίας ἀπηλλαγμένους τῆς ἐπηρείας. Ἡ μὲν οὖν ὑπὲρ τῶν τοιούτων εὐχὴ τοιαύτη, τοῖς δὲ Κυριζηνοῖς εἴτουν ὀξυρριζίταις—λεγέσθων γὰρ καὶ οὕτως ἐπειδὴ δοκεῖ καὶ οὕτω τῷ ῥήτορι—πάλαι τό γ’ ἐξ ἡμῶν συγκεχωρημένοις οὖσιν, οὐκ οἶδα τίνος ἐκ δευτέρου δεῖ συγχωρήσεως. Εἰ μὲν γάρ τινος ἡμῶν χαλεποῦ πειρῶνται, δίκαιόν που πεισθῆναι τῷ ῥήτορι, καὶ τοῖς ἀνθρώποις ἀνεῖναι τὴν ἀγανάκτησιν· εἰ δ’ οὐδὲν ὑπολείπεται τῆς ὀργῆς, γνώτωσαν περιττὰ ἀξιοῦντες.

Ἐγκαλῶ μὲν ἀληθῶς αὐτοῖς ὅτι μοναχοὶ θέλοντες εἶναι οὐδὲν φαίνονται τοῦ ὀνόματος ἐπιτηδεύοντες ἄξιον, καὶ ἐγκαλεῖν γε οὐ παύσομαι, εἰ μὴ καὶ αὐτοὶ μεθαρμόσοιντο καὶ τοῦ μὴ ἐπαινετῶς πράττειν παύσονται· θυμοῦμαι δὲ οὐδαμῶς, εἰ μή τις ὀνοματοθέτης βιάζων θυμὸν ὀνομάζοι τὴν μέμψιν· πλὴν σοῦ γε χάριν, σοφώτατε, συγχώρησιν αὐτοῖς καὶ αὖθις αἰτοῦσι καὶ αὖθις νέμω, καὶ εἴ τί μοί ποτε ἐξεγένετο κατ’ αὐτῶν βάρος καὶ οὐκ ἔφθην ἀφιέναι, ἀφίημι δή· οὐ μόνον δέ, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν θερμῶς εὔχομαι, σῶτερ, λέγων, Χριστέ, σὺ τὴν φύσιν ἡμῶν ἀνεκαίνισας τῇ ἀρρήτῳ κενώσει σου, σὺ καὶ τοῖς δὲ δὸς ἀφεμένοις τοῦ χείρονος προκόπτειν ἔν τ’ ἀγαθῷ, ὥστε καὶ τὸν τοῦ γένους πολέμιον δαίμονα καταγέλαστον ἐπὶ τέλους ὀφθῆναι καὶ μάτην ἐκεῖνα διενηργηκέναι, ὅσα τούσδε πρὸς τὸν τῆς ψυχῆς συνήλαυνε κίνδυνον οὕτω πολλοῦ τινος δέω ὀργὴν τοῖς ἀνδράσι φυλάττειν. Ἀλλ’ ἔχεις πεπληρωμένην σου τὴν ἀξίωσιν· ἐπεὶ δὲ καὶ διδασκαλίας ἐμνήσθης καὶ ταύτης λέγειν προσδεῖν, νῦν γὰρ ἀνεμνήσθην, σὺ ἀνθ’ ἡμῶν αὐτοῖς ἔσο διδάσκαλος· ἐφεῖται γάρ σοι καὶ πάλαι γ’ ἐφεῖται, καὶ πεῖθε λύειν καὶ δι’ ἑαυτῶν τὰ ἐγκλήματα, τῷ μήτε τοῖς ἔργοις τοῖς ἀκάρποις καὶ ἃ παροξύνει Θεὸν προστιθέναι καὶ ἀκριβῶς ἱκανῶν ἔχεσθαι, οἷς Θεὸς μόνοις ἐξευμενίζεται.

Ταῦτα λέγε, ταῦτα πεῖθε, καὶ ἔσται αὐτοῖς μὲν ὁ βραχὺς οὑτοσὶ λόγος ἀντ’ ἄλλης ἁπάσης παραινέσεως πολυστίχου τε καὶ μακρᾶς· σοὶ δὲ αὔτη τῷ λέγοντι εἰς ἀπόλαυσιν καὶ πλουσιωτέρας χάριτος παρ’ εἰς ἄνωθεν ἔχει πεπίστευται.

Τῷ μεγάλῳ Λογοθέτῃ Ἡμῖν αὔξει τὴν ὑπέρθεσιν ἡμέρα ἑκάστη, ὥρα δὲ πᾶσα τοῖς πονηροῖς τὴν σπουδὴν ἐπιτείνει· πάντα ἐκείνοις ἐντεῦθεν βουλεύματα προκόπτει τε καὶ περαίνεται· παντὸς ὑμεῖς διὰ ταῦτα καὶ καιροῦ καὶ πράγματος ὑστερίζετε, ἐκ τοσούτων καὶ ταῦτα τῶν πλεονεκτημάτων ὁρμώμενοι. Εἰ τοίνυν καλὸς τῆς ἀναβολῆς ὁ καρπός—αἰσθάνεσθε γὰρ αὐτοῦ ἤδη—εἰ τὸ τοῦ σκοποῦ διηνεκῶς ἀποπίπτειν ἡδύ, ἔτι μᾶλλον ἐπὶ πᾶσιν ἀναβάλλεσθε· καὶ ὁμοῦ μὲν ὑμῖν αὐτοῖς τοὺς καλοὺς καρπούς, ὁμοῦ δὲ καὶ τὰς θαυμασίας ἡδονὰς πληθυνεῖτε.

Τῷ αὐτῷ Πρὸς τὸν Ἀντιοχείας πατριάρχην μὴ πέμπειν ἡμᾶς γράμμα μηδ’ ὁτιοῦν, ὀλιγωρίαν ἐκείνῳ δόξειν ἐνόμισα καὶ σαφῆ περιφρόνησιν. Ὅθεν καὶ τὸ ἐπιστόλαιον καὶ ἀφελὲς τουτὶ συνθέμενος κέκρικα σοὶ πρῶτον ἀναγνῶναι πέμψαι· εἶτα δὴ καὶ ὡς ἂν αὐτὸς ἐρεῖς δρᾶσαι. Δίελθε οὖν αὐτὸ ἔχων εἰς χεῖρας ἤδη, καὶ πέμπειν λέγε, εἰ πέμπειν γε ἄμεινον ἢ θάτερον πράττειν. εἰ θάτερον βέλτιον. Τὸν δ’ ὄλεθρον Παφλαγόνα Ἰγνάτιον, τὸν πολλὰς μὲν τῶν ὦδε ἀνθρώπων ψυχάς, πολλὰς δὲ καὶ τῶν ἐκτὸς λυμηνάμενον καὶ λυμαινόμενον ἔτι, καί γε μὴ λήξειν ποτὲ λυμαίνεσθαι κατὰ πολλὴν ἀπόνοιαν φάσκοντα, ὅτι καὶ μόνος αὐτῷ φησι διδάσκαλος ἀληθείας ὁ δεῖνα καὶ μόνος δικαιοσύνης ἀντιποιούμενος, ἡμᾶς δὲ πᾶν τοὐναντίον φρονοῦντας καὶ λέγοντας, καὶ φυλάξεται μὲν αὐτός, φυλάξεται δὲ καὶ ὅστις αὐτῷ φίλος. Τοῦτον πόνῳ πολλῷ χθὲς μεταπεμψάμενος, σήμερον πρὸς σὲ διαπέμπομαι καί φημι ὡς, εἰ μὲν ἐᾶν χρὴ προβαίνειν εἰς ἄπειρον τὴν τοῦδε λύμην, ἐατέος καὶ αὐτὸς περινοστεῖν ἐλευθέρῳ ποδί, ἐλευθέρως ἀφιστὰς ὅσους ἂν δύναιτο τῆς Ἐκκλησίας, τοῦ βαπτισμοῦ, τοῦ ἁγιασμοῦ, τῶν πάντων, οἷς τελούμεθα καὶ χριστιανός τις εἶναι καὶ χαρακτηρίζεται.

Εἰ δὲ μὴ χρή, ἀλλὰ δεῖ καί ποτε διακονοῦντας Θεῷ στῆναι κατὰ τῆς μανίας καὶ ληρεῖν ἐᾶν ὅσαι πονηραὶ γλῶσσαι καὶ βέβηλοι, ἴτω καὶ αὐτὸς καὶ εἰς τὸν αὐτὸν συνεληλάσθω σηκὸν τοῖς λοιποῖς μοχθηροῖς διδασκάλοις, οὓς δυστυχῶς ὁ καθ’ ἡμᾶς ἐπλούτησε βίος, καὶ σὺν αὐτοῖς τὰς τῶν ἰδίων προρρήσεων ἐκβάσεις, δι’ ὧν γυναῖκάς τε σχεδὸν πάσας καὶ τοὺς ἀνδρῶν ἀπεπλάνησαν γυναικώδεις, ἀναμενέτω ὡς τούς γε ἀπαιδεύτους τούτους φόβον ἅπαντα θεῖόν τε καὶ ἀνθρώπινον τῶν ψυχῶν ἀπεληλακότας κἀπὶ τοσοῦτον εἰς ἕξιν τοῦ περιφρονεῖν προεληλυθότας, οὐκ οἶδα τίς ποτε πείσειε λόγος, τοῦ κακοὺς εἶναι καὶ τὴν οἰκουμένην λωβᾶσθαι παῦσαι· ὥστ’ εἰ μέλει τισὶ μὴ μέγα γίνεσθαι τὸ κακόν—πάντως δὲ μέλει—οὐ λόγοις ἔτι χρηστέον—οὐδὲ γὰρ ἄνυσις αὐτῶν ἔσται—ταῖς δὲ χερσὶν ἀνειρητέον αὐτούς, καὶ τῷ τῶν χειρῶν κράτει, καὶ τάχα τις οὕτω συνεφαπτομένου καὶ τοῦ Θεοῦ, ὃ βούλεται χρηστὸν κατορθῶσαι δυνήσεται.

Τῷ αὐτῷ Ὁ παρὼν Ὑρτακηνὸς οὐκ ὢν Ὑρτακηνὸς τὸ ἀνέκαθεν, ἀλλὰ Κύπριος, δεῆσαν αὐτῷ εἰς πόλιν παραγενέσθαι, ἧκε καὶ ἐς ἡμᾶς φίλτρου τι ἴσως διὰ τὴν τῆς πατρίδος κοινωνίαν νέμων ἡμῖν. Καὶ τοίνυν ὡς ἧκεν ἐρωτώμενος εἰπεῖν περὶ ὧν τε εἶδεν, ὧν τε ἤκουσε πραγμάτων καὶ μάλιστα τῶν ἐκκλησιαστικῶν, τί δήποτε ἀπεκρίνατο, αὐτὸς παρών, αὐτὸς δὴ καὶ λεγέτω· ἀλλ’ ἐπειδὴ λέγοντος ἀκούσεις, ὅτι Λουκᾶν τινα δεῦρο ἄγουσι βλάσφημον, μηδείς σε λογισμὸς ἀναπείσῃ μὴ δεῦρο τοῦτον ἀχθῆναι κελεῦσαι· ἀγέσθω δέ, ὅτι καὶ συμφέρει ἄγεσθαι καὶ περιάγεσθαι· δημοσίᾳ τὸν τοσαῦτα κατὰ βασιλέως καὶ τοιούτου βασιλέως μαινόμενον. Ἐρεῖ πρὸς τοῦτο οἶμαι, ὁ Ὑρτακηνὸς Κύπριος, ὅτι καὶ Ἀρσένιον ἄγουσιν· οἶδα τὸν Ἀρσένιον ἐγώ, μοχθηρότατον καὶ ἀδιαφορώτατον ὧν οἶδα ἀνθρώπων· ἄγουσι δὲ καὶ ἄλλους. Κέλευσον δὴ τοὺς ἄλλους τούτους μὲν ἄγειν, ἀλλ’ ἢ ἐᾶν πορεύεσθαι, ἢ ἐν τοῖς ἔξω που καθειργνύναι Ἀρσένιον δὲ ἄγειν· ἔστι δὲ εἰ μέμνησαι ὁ βδελυρὸς ἐκεῖνος, ὁ τῶν πολλῶν φλυαριῶν ἐν Ἀτραμυττίῳ τῷ Πάπυλᾳ Ῥωμανῷ κοινωνήσας, καὶ καλὸν τοῦτον μηκέτι ἄνετον μηδ’ ἀστηλίτευτον περινοστεῖν συγχωρεῖν. Ταῦτα δὲ ἀκηκοὼς καί τι νενοηκὼς ἐπὶ τούτοις δεῖν ἔκρινα δηλῶσαι καὶ σοὶ καὶ δεδήλωκα· ὅπως δὲ ὡς ἄριστα πεπράξεται, τῇ σῇ μεγαλοφυΐᾳ μελήσει.

Πρὸς δὲ τὸνἐάν τις πεμφθεὶς ἐπανῆκεν, ἅμα δὲ καί τι τῶν ἀποκρίσεων κεκόμικεν ἐπανιὼν γνωριζέσθω ἡμῖν. Εἰ δὲ μήπω τις ἀπῆλθεν, ἀλλὰ τάχος γε πορευέσθω, ἵνα καὶ ταχέως εἰδῶμεν ὅ, τι καὶ ἐρεῖ· μέλει γάρ μοι καὶ πάνυ πολλὰ μέλει περί. Ἐπειδή φασι καὶ ὅσοι πονηροὶ ἐκεῖσε ἐπέβρισαν ; , ἀπροστατεύτους ἐμοὶ δοκεῖν καὶ μετὰ τὴν τοῦδε χειροτονίαν τοὺς λαοὺς εἶναι καταμαθόντες.

Τῷ μοναχῷ Δανιὴλ τῷ Γλυκεῖ Κατέλαβες ἐνταῦθα, ἴσχυσας ἐκμειλίξασθαι καὶ παῦσαι τοῦ χαλεπαίνειν τὸν ἔπαρχον· ἀκόλουθον ἦν καὶ ὡς ὑπέστρεψας οἴκαδε ταῦτα κατὰ βούλησιν διαθέμενος, πέμπειν καὶ τὸν σάκκον, ὃν οἱ ἐπαρχικοὶ μὴ συμβάντες ὑμῖν ἐφ’ οἷς δικαίως ᾐτοῦντο, αὐτόθι κατέλιπον· οὐ γέγονεν οὕτως ὅτι τις ἐπιγέγονε λήθη; ἰάσιμον τὸ πρᾶγμα· πεμφθήτω γοῦν νῦν, καὶ τὴν καταλλαγὴν βεβαιούτω· ἔχων δὲ πλήν, ὡς ἐτύγχανεν ἔχων ὅτε κατελιμπάνετο, οὕτω γὰρ πλήρης ἥκων, πληρεστάτην ὑμῖν καὶ τὴν εἰρήνην ποιήσει· εἰ δ’ ἠδικῆσθαι λέγετε—καὶ γὰρ ἠδίκησθε—χαρίσατε νῦν μὲν τὴν ἀδικίαν ταύτην, εἰ μὲν βούλεσθε τῷ ἐπάρχῳ, εἰ δ’ οὖν ἀλλ’ ἐμοί· ἐς νέωτα δὲ συνθήκης ἐμφανοῦς γεγονυίας ἐπὶ πόθῳ τῷ καταβαλλομένῳ, ἀλήθειν δεῖ τοὺς ἐκ τῆς ἐπάρχου οἰκίας, οὐδὲν ἐπιζήμιον ὑποστήσεσθε ἡμῶν τε μαρτυρεῖν ἀεὶ βουλησομένων τοῖς συγκειμένοις, καὶ ἄλλου ταῦτα μηδενὸς παραβαίνειν διὰ τὸ τῆς ἀδικίας πρόδηλον, μήτε. πειρασομένου, μήτε μὴν ἐθελήσοντος.

Τῷ μεγάλῳ Λογοθέτῃ Ὁ τῆς ἐν νήσῳ Χίῳ μονῆς τῆς Νέας λεγομένης καθηγησάμενος εἶθ’ ἱερωσύνην μεταιτῶν, παραγενόμενος ὧδε καὶ μὴ λαμβάνων, οὗτος ὅτι μὴ εἴληφεν ἀπομηνίσας ἡμῖν καὶ πολλὴν καθ’ ἡμῶν ἐκχέας ἀδολεσχίαν—ἐπειδὴ καὶ φύσει κόβαλός ἐστιν ὁ ἄνθρωπος, καὶ ἀγαπᾷ γλωσσαλγεῖν μᾶλλον ἢ ζῆν, ἀναπεισθεὶς εἴθ’ ὑπὸ τοῦ λογισμοῦ εἴθ’ ὑπό τινος ἀνθρώπων οὐκ οἶδα—πρὶν καθαρῶς ἡμέραν εἶναι τὴν σήμερον ἀφίκετο πρὸς ἡμᾶς, τοῦτο μὲν δηλώσων ὅτι νηὸς ἐς νέωτα ἢ μετ’ οὐ πολλὰς ὕστερον ἡμέρας ἐπιβήσεται καὶ εἰς Ἱεροσόλυμα καὶ τὴν λοιπὴν Παλαιστίνην ἀφίξεται, τοῦτο δὲ καὶ ἀπειλήσων ὅτι καὶ μὴ βουλομένων ἡμῶν ἱερωσύνην, ἧς ἡμεῖς μεταδιδόναι οὐκ ἠξιοῦμεν, ἐκεῖσε γενόμενος δέξεται, ὅτι καὶ τὴν ἀφ’ ἡμῶν πάντως ἀμυνόμενος ἡμᾶς τῆς περιφρονήσεως πάσης ψυχῆς εἰ δυνατὸν διενεργήσει διάστασιν.

Καὶ μέντοι δεδήλωκε ταῦτα καὶ ἠπείληκεν· εἰ δὲ καὶ δράσει γε κατὰ ταῦτα, ἄνθρωπος ὢν ἐγὼ καὶ παντελῆ τοῦ μέλλοντος ἔχων ἄγνοιαν ἄντικρυς λέγειν οὐκ ἔχω· ὅτι δὲ ἀσυνείδητος ὢν καὶ ἀνόητος καὶ κεκράκτης, τό γ’ εἰς αὐτὸν οὐ φείσεται τῶν ὅσα δεινὰ καὶ πρᾶξαι καὶ λέξαι τοῦτο παντὶ δῆλον ὄν, βεβαίως λέγω κἀγώ· πλὴν ἐπειδήπερ οὐ δηλῶσαι μόνον ἀπόχρη ταῦτα, ἀλλά τινα πρὸς ταῦτα καὶ γνώμην εἰσενεγκεῖν, εἰσάγω δὴ καὶ φημὶ ὡς εἰ μὲν καὶ προνοίας ἀνθρωπίνης τὰ τῶν ἀνθρώπων χρῄζει πράγματα καί γε βουλεύεσθαι δεῖ, κατὰ τὸν εἰπόντα, καὶ πραγματεύεσθαι, εἰρκτέον εἶναι σθένει παντὶ τὸν ἄνθρωπον καὶ τὴν κακίαν ἕρπουσαν ἐφεκτέον· εἰ δὲ μὴ χρῄζειν φατέ, ὁ μὲν ἴτω τὴν ἑαυτοῦ, ἡμεῖς δὲ σκοπῶμεν ὅπως ἀπέραντα πάσχοντες, ἀπέραντα δή που καὶ καρτερῶμεν· ἀπαλλαγὴν γὰρ ἐλπίζειν ἀνθρωπίνως εἰπεῖν ἐκ τῶν ὁρωμένων οὐκ ἔνι, τῶν ἐχθρῶν ἄλλου ἐπ’ ἄλλῳ διεγειρομένων ἀεί, καὶ τὴν σφετέραν ἀνομίαν πρὸς τὰς τοῦ αἰῶνος ἡμέρας ἐφ’ ἡμῖν ἐκτεινόντων.

Ἀλλὰ ταῦτα μὲν ἐχέτω, καὶ ἔχοιεν ἦ Θεὸς βούλεται· ἐμοὶ δὲ καί τι ἕτερον παρέστη, νοῆσαι, μὴ ἄρα τις τῶν ἡμετέρων καὶ οὐχ ἡμετέρων, ὁποίους πολλοὺς ἀμφισβητησίμους ὁρῶμεν καὶ πλέον ἀλλοτρίως ἔχοντας ἢ πρὸς ἡμᾶς νεύοντας, αἰσθόμενός ποθεν ἡμᾶς εἰς Ἱεροσόλυμα μέλλοντας πέμπειν, φθάνῃ τῷ ταράκτῃ τῷδε ὑποθέμενος τὸν ἀπόπλουν, σπουδὴν ἴσως ἔχων ἡμῖν τὰ ἐκεῖσε προανασοβῆσαι πράγματα· ὥστε καὶ διὰ τοῦτο φθάσατε καὶ ὑμεῖς καὶ περὶ τοῦ πρακτέου ἐπιμελείᾳ τῇ πάσῃ καὶ διαλογίζεσθε καὶ βουλεύεσθε, ναὶ μὴν καὶ τοῖς πονηροῖς τὰς ὁδοὺς ὡς οἷόν τε προϋποτέμνετε.

Τῷ αὐτῷ Οὔθ’ ὁ τὸν βίον ἀπολιπὼν Χατζύκης ὑπὲρ τοῦ ζῶντος τὴν εἰς τὸ κομμέρκιον ἀτέλειαν ᾔτησεν, οὔτε τις ἕτερος πλὴν ἐμοῦ· καὶ μάρτυς βασιλεὺς αὐτὸς προστάγματι βεβαιῶν, ὅτι ἐγὼ αἰτησάμενος εἴληφα· νῦν ἀνασκευάζειν ἔδοξεν οὒ μόνον τὴν εἰς τὸ ἑξῆς, ἀλλὰ καὶ τὴν γενέσθαι φθάσασαν δωρεάν, πρόθυμοί τε καὶ ἄσμενοι τὸ δόξαν δεχόμεθα· καὶ ἑκατὸν μὲν χρυσίνους ἐκ τῶν τῆς ἐκκλησίας πτωχικῶν τῷ Σγουρῷ—τοσούτους γὰρ ὁ τῶν χρημάτων καινοφανὴς συλλογεὺς οὖτος ᾔτησε—τὸ πρόσταγμα δὲ τῇ σοφίᾳ σου πέμπομεν, ὡς ἂν μὴ τῷ δεξαμένῳ ἀνθρώπῳ ἐναπολειφθὲν αἴτιόν τινος ὠφελείας παρὰ τὴν ὑμετέραν γνώμην μετόπισθεν γένηται· πέμπομεν δὲ πῶς ἂν εἴποις ἡδέως, ἐπειδὴ καὶ ἀταραξίαν ἡμῖν αὐτοῖς ἐκπρίασθαι ἐντεῦθεν συμπίπτει· ἡμεῖς τε γὰρ μαθησόμεθα μηδὲν αἰτεῖν ὑπὲρ μηδενὸς τοῦ λοιποῦ, εἰ μὴ βουλόμεθα οἴκοθεν αὐτοὶ κατατίθεσθαι, καὶ τὰς εὐπόρων γαστέρας τῶν ἀναγκαίων ἀποστερεῖν, ἄνθρωποί τε ἀπομαθήσονται ὑπὲρ τοιούτων ἡμῖν προσιέναι, καὶ ἡμεῖς βασιλεῖ.

Τοῦτο· δὲ ὅσον ἐστὶν εἰς εὐφροσύνης λόγον, ἄλλοις εἰκάζειν ἀφίημι· ἀλλὰ δέχου τὸ πρόσταγμα καὶ γραμμάτιον ἡμῖν γενέσθαι πρὸς τοῦ Σγουροῦ κέλευσον, διαγορεῦον μὲν ὅτι Νικόλαος ὁ Χατζύκης ἀτελείας γευσάμενος, ἣν αὐτῷ πατριάρχης παρὰ βασιλέως πολλαῖς δεήσεσιν ἐμνηστεύσατο, αὖθις ἵν’ εὐσημότερον εἴπω ἀπέτισεν, ἀνεῖργον δὲ καὶ τοὺς μετὰ ταῦτα τελῶνας καὶ πράκτορας μήπως ἐν τῷ θερίζειν ἅπερ οὐκ ἔσπειρεν, καὶ τὰ τούτου συλλέξωσι, καὶ πολλαπλάσιος αὐτῷ οὐ μόνον ἡ ἕκτης τῆς εὐτελείας, ἀλλὰ καὶ ἡ τοῦ ταύτης ὅλως ἐπιθυμῆσαι μετάνοια γένηται.

Τῷ αὐτῷ Χρυσοκομπᾶς τις στρατιώτης τὴν παρὰ Σκάμανδρον χώραν οἰκῶν, υἱὸν ἔχων ἐκ πρώτης γυναικὸς καὶ συνοικῶν δευτέρᾳ, ἐπειδὴ τοῦ βίου μετῆλθεν ἡ πρώτη, ὡς ἤδη ἔφηβος ἦν ὁ υἱὸς καὶ πέρα ἐφήβου, ὅπλα τε ἱκανὸς αἴρειν, καὶ εἰς στρατιωτικὴν παράταξιν ἀριθμεῖσθαι, ἐξέπεμπεν αὐτὸν εἰς στρατόπεδον, αὐτὸς οἴκοι μένων, ἢ τοῦ κοινοῦ πάντως ἐπιμελούμενος βίου, ἢ καὶ τὸ γῆρας διαναπαύων· οὐκ ἦν ἀνεκτὸν τοῦτο τοῖς ἐκ μητρὸς τῷ νέῳ στρατιώτῃ προσήκουσι, καὶ μάλιστα ἐπειδὴ ἦτε πρόνοια ἦτε οἰκία καὶ ὅ, τι ἕτερον ἐτύγχανεν ἐφ’ ᾧ στρατεύειν ὠφείλετο, μητρόθεν διέφερε τῷ παιδί. Ὅθεν καὶ ὡς ἐδέησεν ἐκείνῳ οἴκαδέ ποτε ἐπανιέναι ἄνεσιν ἐκ τῶν ὅπλων λαβόντα, δέχεται μὲν παρὰ τῶν ἀνθρώπων λόγους ὥς τινα λύμην τοῦ οἴκου τὴν μητρυιὰν ἀπελάσαι, οὐ πείθεται δὲ δυοῖν ὥς φησιν ἕνεκεν, τοῦ τε μὴ τὸν γέροντα ἀνιᾶσαι πατέρα, ἀγαθὸν καὶ ταῦτα παιδοτρόφον φανέντα, καὶ ὅτι λώβην πρὸς τῆς γυναικὸς οὐδεμίαν ἑώρα προστριβεῖσαν τῷ οἴκῳ. Τί τὸ ἐπὶ τούτοις;

τὸ τοῦ ψαλμοῦ γίνεται· συλλαμβάνουσιν οἱ βάσκανοι πόνον, καὶ τίκτουσιν ἀνομίαν· καί τις ἐντεῦθεν αἴρεται φήμη ὡς εἴη καὶ αὐτὸς κατὰ τὸν παρὰ τῷ ἀποστόλῳ Κορίνθιον, τῇ μητρυιᾷ συνεχόμενος· καὶ πτερὰ ὁ δημόσιος ἐπὶ τῇ· φήμῃ λαμβάνει, καὶ τῇ τῶν στρατιωτῶν οἰκίᾳ ῥαγδαῖος ἐφίπταται· καὶ αὐτὴν ἐκεῖνα δρᾷ ἃ καὶ βάρβαροι ἂν ἀνδραποδισταί, ἢ πῦρ ἐν ἀκάνθαις πεσόν, ἢ ποταμοὶ μεγάλῳ καὶ ἀνυποίστῳ ῥεύματι κατ’ ὄρεσφιν ἢ οἰκειότερον εἰπεῖν Ἴδηθεν ῥέοντες ἔδρασαν· ἀλλ’ εἰ σχολὴν καὶ βραχεῖαν ἄγεις προσερωτάσθωσαν καὶ οἱ πεπονθότες αὐτοὶ παρεστῶτές σοι, καὶ ἀκούσῃ ὅτι καὶ μετέωρος ὅτι καὶ ἀμφ’ αὐτόν, ὅ φησιν Ὅμηρος, πολλὰ ῥόπαλα ἐάγη ὅτι καὶ ὁ Λογαριαστής—τοῦτο γὰρ ἐπώνυμον τῷ μετά γε τὸν Ἐσκαμματισμένον τὴν τῶν δημοσίων ἐπιμέλειαν ἐν Σκαμάνδρῳ λαχόντι—βαρβαρικώτερον μᾶλλον αὐτοῖς ἐχρήσατο ἢ χριστιανικώτερον· καὶ ἐλεήσεις ἀκούσας καὶ τοὺς ἱκέτας παρακεκλημένους καὶ τεθεραπευμένους ἐκπέμψεις. εἰ μὴ τὰ ἀπὸ τῶν στρεβλώσεων καὶ τῆς αἰώρας, τὰ γοῦν ἀπὸ τῆς οἰκίας καὶ τῆς περιουσίας ἀφαιρεθέντα.

Τῷ αὐτῷ Ἔσται μὲν ἀληθῶς κρίσις τῷ Θεῷ πρὸς ἅπαντας ἀνθρώπους κοινῶς, ἔσται δὲ μικρὸν ὕστερον· νυνὶ δὲ οὐ πρὸς πάντας, πρὸς ἔνα δὲ μόνον τὸν θεοστυγῆ Ἰωάννην δικάζεται· δικαστὴς δὲ μεταξὺ Θεοῦ τε καὶ τοῦ πολεμίου Θεοῦ κάθηται βασιλεύς. Τί οὖν; εἰ μὲν ᾦ πολλὴ σοφία καὶ ἐπιστήμη καὶ δύναμις ὁ δικαστὴς χαριεῖται, Θεοῦ σοφώτερον καὶ ἰσχυρότερον οὔτ’ ἤκουσέ τις, οὔτ’ οὐ μὴ ἀκούσει γενόμενον ἄλλον. Εἰ δὲ μὴ ᾧ ταῦτα πρόσεστι, κατὰ δὲ τὸν μικρὸν καὶ τὸν μέγαν κρινεῖ, καθὰ κελεύει Θεὸς καὶ οὐ μὴ λήψεται πρόσωπον ἐν κρίσει δίκαιος Κύριος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ πιστὸς ὁμοίως, ἀλλὰ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ ἐν πίστει, καὶ ἀλήθεια πρὸ προσώπου αὐτοῦ πορεύσεται, πᾶς δὲ ἄνθρωπος ψεύστης καὶ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, καὶ πᾶς ἄνθρωπος δόλῳ πορεύεται, καὶ πτέρνῃ τὸν πλησίον αὐτοῦ πτερνιεῖ, ταῦτα πᾶς ἄνθρωπος· πάντων δ’ ἐπέκεινα ὁ ῥηθεὶς Ἰωάννης· ὥστε καὶ οὕτω τὴν νικῶσαν Θεὸς ἀποφέρεται· εἰ δὲ κατ’ οὐδέτερον ἔσται τῶν τρόπων ἡ κρίσις, ἀλλὰ φευξεῖται τὴν δίκην ὁ Θεοῦ καὶ τῆς Ἐκκλησίας πολέμιος, Θεὸς δ’ ἀπέλθῃ νενικημένος, φορτικὸν μὲν οἶδα ἐρῶν λόγων, εἰρήσεται δὲ ὅμως, ὅτι σκοπεῖν δεῖ τίνων καὶ ἡμεῖς ἐπιτευξόμεθα, ἐπειδὰν κριτὴς ὁ νῦν καθήσῃ κρινόμενος.