Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Εκκλησιαστικές και λόγιες συναναστροφές

Επιστολές σχετικά με τη μελέτη κλασικών έργων, την αξιολόγηση ρητορικών κειμένων, καθώς και ζητήματα καθημερινής συναναστροφής με κρατικούς αξιωματούχους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 10

Τῷ Κορέσῃ μοναχῷ Ἀγάθωνι καὶ τῷ Νεοκαισαρείτῃ Περὶ οὗ τὴν σήμερον εἰρήκατε βιβλίου εἶναι παρ’ ὑμῖν, ἔστιν ἐκεῖνο ἤδη παρ’ ἐμοί· ἀπέστειλε δὲ οὐκ οἶδά τις ὑμῶν· πλὴν ὅστις ἄρα καὶ ἦν, εὖ ἐκείνῳ γένοιτο παλαιὰν ἐμοὶ ἐπιθυμίαν πληρῶσαι θελήσαντι, ἣν εἶχον ἐπὶ τῷ συγγενέσθαι τοῖς λόγοις τοῦ ῥήτορος· ἀλλ’ ἐπεί, ἥ τε βίβλος ἐνταῦθα καὶ ἡμεῖς ἔχομεν περὶ τοὺς λόγους, αἰδεσθέντες τὸ λόγιον καὶ ὃν ἐγὼ περὶ τὰ προκείμενα ἐνδείκνυμαι ἀγῶνα μὴ αὐθημερὸν ποιεῖσθε τὴν ζήτησιν, συγχωρήσαντες δὲ ἐπὶ ῥηταῖς ἡμερῶν τὰ μάλιστα ἡμῖν δοκοῦντα μετ’ ἀδείας διελθεῖν, οὕτως αὖθις ἀπολαμβάνετε, ὡς ἂν καὶ ἡμῖν ἐκ τῆς ἡμετέρας ταυτησὶ χάριτος προσείη τις ὠφέλεια, καὶ ὑμῖν γε τοῖς ἀποστείλασιν ἡ πρέπουσα ἀνθομολόγησις, ὅτι ἂν ἄλλως ἢ τοῦτον τὸν τρόπον ποιήσητε ἐπειχθέντες τὴν ταχίστην τὸ βιβλίον ἀφαιρήσειν ἡμᾶς οὐκ ἔχω πῶς εἰπεῖν ὅτι οὐ μᾶλλον λυπήσετε διὰ τὴν παρὰ χρῆμα ἀφαίρεσιν, ἢ εὐφρᾶναι δόξετε ἐκ τοῦ μᾶλλον ἐκκαῦσαι πρὸς ἔρωτα. Ἐπειδήπερ καὶ τῷ κάμνοντι βρωτοῦ τινος ἢ ποτοῦ ἀπορίᾳ οὐχ οὕτω λυπηρὸς καὶ ἐν αἰτίᾳ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τοιούτου τινός, ὧν ἐκεῖνος χρῄζει μιμνήσκεσθαι πρὸς αὐτόν, ὡς ὁ προτεινόμενος μὲν καὶ ἐγχειρίζων, πρὶν δὲ ἢ καθαρῶς εἰς χεῖρας λαβεῖν αὖθις ἀποστερῶν· ὅτι καὶ τὸ εἰς πεῖραν ἧκον φησί τις σοφὸς ἀνιαρότερον εἰς ἀφαίρεσιν.

Ταῦτά μοι πρὸς ὑμᾶς περὶ τοῦ βιβλίου· αὐτοὶ δὲ ὑμεῖς τὴν ἡμετέραν γνώμην παραγυμνώσαντες, κἀμὲ πρὸς ὑμᾶς μεθαρμόσατε· ἐν οἷς γὰρ οὐκ ἔστιν ἰσχύειν ἡμᾶς οὐδ’ ἀντιτείνειν ἐμάθομεν.

Τῷ Μελιτινιώτῃ Ὁ ἀρχιδιάκονος ὑγιαίνοις· τοῦτ’ ἔστω μοι τῆς ἐπιστολῆς τὸ προοίμιον, ἵν’ ἑνὶ γοῦν σε ἀγρεύσω τῷ τρόπῳ ἢ τῷ προοιμιάζεσθαι, ἐπειδή σε οὐ πάνυ τοι καταμανθάνω σπενδόμενον τοῖς ἀπροοιμιάστοις τῶν λόγων ἢ τῷ ἐξ ὧν χαίροις αὐτὸς φίλων ὀνομάτων προοιμιάζεσθαι· ὁ ἀρχιδιάκονος γοῦν εἴργασμαί τι; ὁποτέρως ἔχον εὖ ἢ καὶ ἑτέρως, ἄλλοι λεγόντων καὶ σύ γε πρὸ τῶν ἄλλων ἱκανώτατος ὢν ἑκάτερον διαγνῶναι· πλὴν εἴργασμαι· τί τοῦτο; οὐκ ᾠήθην δεῖν τὴν τῶν ἀσπασμῶν ἀτιμάσαι συνήθειαν, ἀρχαίαν τε οὖσαν καὶ ἱεράν· διὸ καὶ τὴν χθὲς τῆς ἡμέρας ἤδη πρὸς ἑσπέραν ἰούσης, ἵν’ ἡσυχώτερά μοι ἀπαντήσῃ τὰ πράγματα ἀπῄειν ἐκεῖσε, ὅποι πορευτέον ἦν, πρὸς τὸν πατριάρχην· ἐπεὶ δ’ ἀπῄειν καὶ εἰσῄειν οὐχ εὗρον ὡς ἤλπιζον πλήθους ἐρημίας, πολὺ μὲν οὖν τοὐναντίον· ἀριθμὸς γὰρ ἦν καὶ τῶν συνεδριαζόντων καὶ περιισταμένων ἐκείνων πάνυ πολύς· πλὴν τί ἔδει ποιῆσαι; κατηγξάμην ὡς εἶχε τὸ πρᾶγμα, καὶ τὸ ἔθος ἐπλήρωσα· καὶ τοῦθ’ ὡς ἐγένετο, κελευσθεὶς καθεσθῆναι καὶ καθεσθεὶς ἠρωτώμην· ἠρώτα δέ τις τῶν ὁμολογουμένως ἐπιτηδείων ἡμῖν· ὁ δ’ ἀρχιδιάκονος ποῦ; καὶ πῶς οὐ παραγένοιτο; μάλιστα δὲ τί ἂν τοῦθ’ ὑμῖν βούλοιτο, θάτερον μὲν ὑμῶν ἐνταῦθα ὀφθῆναι, θάτερον δὲ μηδαμῶς;

βουλομένης ἐμοὶ δοκεῖν τῆς ἐρωτήσεως δεῖξαι ὡς οὐκ ἔστιν οὐδ’ αὐτοὺς τοὺς ἔξωθεν ἀγνοεῖν ὡς ἡνώμεθα καὶ παρ’ ἀλλήλοις ἐσμέν· πρὸς ὅν, ἐμὲ μηδὲ τὸ βραχύτατον διασχόντα, ἐμὲ μὲν ἥκειν εἰπεῖν ἀπὸ τῆς οἰκίας τῆς ἐμαυτοῦ, ἐπειδὴ καὶ ἦγον σχολήν, ἐκεῖνον δὲ ἀπαραίτητον τὴν πρὸς τὰ ἀνάκτορα ποιούμενον ἄφιξιν ψαλλομένου τοῦ ἑσπερινοῦ, μὴ ἂν δυνηθῆναι καὶ ὧδε ἐλθεῖν· ἐπεὶ μηδ’ οἶόν τέ ἐστιν ἀμφότερα τὸν αὐτὸν ἐκπληροῦν ἔχειν κατὰ τὸ ταὐτὸν τῆς ὥρας. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐρομένους ἐγώ, ἐπακροωμένου καὶ τοῦ πατριάρχου, τὸν λόγον διαμορφωσάμενος καθότι μάλιστα θεραπεῦσαι διενοούμην· σὺ δ’ εἰ μὲν ἐμοὶ πείθῃ, τὴν αὔριον πρὶν εἴ τι ἕτερον πρᾶξαι ἐκεῖσε φοιτήσεις· εἰ δ’ ἕτερον αὐτὸς πολὺ τούτου γινώσκεις σοφώτερον ἐκείνου προτιμητέον τὸ σόν, ῥιπτέσθω δὲ τὸ ἐμὸν καὶ οὐκ ἂν ἀλγήσω τῆς συμβουλῆς μοι διαπεσούσης· εὐφρανθήσομαι δὲ μόνον, εἰ οὕτω μάλιστα μέλλει συνοίσειν, ὅτι μηδὲ πάντα νικᾶν ἐθέλων τἀμὰ πρὸς τοὺς φίλους ἐκφέρω, ἀλλ’ ὅπως ἐξετασθέντος τοῦ ἀκριβοῦς ἑκατέρωθεν τῶν λόγων μετὰ τοῦ μάλιστα συμφέροντος γίνωμαι.

Πρὸς τὸν Μουζάλωνα καὶ τοὺς ἄλλους ὁμιλητάς Ἄνδρες φίλοι, Ἑρμοῦ τρόφιμοι καὶ μουσῶν· εἰ μὲν ἦν κατὰ τὴν βούλησιν τὴν ἐμαυτοῦ προχωρεῖν καὶ τὸ πρᾶγμα, ἀδύνατον ἂν ἦν μὴ ἀφικέσθαι τὴν τήμερον παρ’ ἡμᾶς, Τετράδος τε οὔσης ἡμέρας καὶ ὡρισμένης εἰς ἔργον ἡμῖν, κἀμοῦ τε αὐτοῦ σκοπουμένου, ὡς καὶ πάλαι τὰς ὡρισμένας τῆς ἑβδομάδος εἰώθειν, καὶ τὴν νῦν οὖσαν ποιεῖν· ἐπεὶ δ’ οὐκ ἔστιν ὅπως ἀνθρωπίνῃ διανοίᾳ ἡ τῶν πραγμάτων ἔκβασις δουλεύοι ἀεί, ἀλλὰ καὶ μικρὰ περιπέτεια ἔσθ’ ὅτε καὶ ἐφ’ ὧν καὶ ἀνέκαθεν μεμελετημένων πραγμάτων ἐμπόδιον γίνεται, καὶ ἡμῖν δὲ ἄν που μεταξὺ σκοπουμένοις τὴν πρὸς ὑμᾶς θέσθαι πορείαν, ἕτερόν τι ἐπισυμβὰν ἐπέσχε τε καὶ οἴκοι μένειν ἠνάγκασεν, οὐ χρὴ βαρέως ἔχειν ὑμᾶς ἢ συνόλως ἀγανακτεῖν· μάλιστα δὲ συγγινώσκειν προσήκει καὶ τῆς ὀργῆς καθυφίεσθαι, ὡς οὐκ ἐκ προνοίας, τῷ δ’ ἀκουσίῳ τῆς γνώμης προκεχωρηκότος τοῦ πράγματος· εἰ δὲ μὴ φίλον ὑμῖν αὐτίκα χρῆσθαι συγγνώμῃ, ὅτι λελύπησθε, καὶ χρὴ πρότερον, ἵνα καθ’ ὑμᾶς εἴπω, κατὰ τοῦ λελυπηκότος ὀργίζεσθαι, εἶτα καὶ τοῦ χαλεπαίνειν λῆξαι, μὴ κατ’ ἐμοῦ πρὸς Θεοῦ δυσωπῶ, τοῦ δὲ ῥεύματος ὅπερ κατὰ τοῦ προσώπου μου ῥεῖν εἰώθει συχνά, κατ’ ἐκείνου τρέπετε τὴν ὀργήν· ἐπεὶ διὰ τὸ τοιούτῳ αἰφνιδίως καὶ ὡς οὐκ ὤφελέ ποτε ἀπαντῆσαι, ἐγὼ μὲν ἐπεσχέθην καὶ τὴν πρὸς ὑμᾶς οὐκ ἤνυσα, ὑμεῖς δὲ λελύπησθε τῶν ἐλπίδων σφαλέντες.

Ῥήτορι τῷ Ὁλοβόλῳ Κόρος τῶν πάντων καὶ αὐτοῦ γε τοῦ δοκοῦντος ἡδέος· εἰ γοῦν καὶ τούτου πόσῳ μᾶλλον ἀπεχθείας καὶ μίσους; ἔρρωσο.

Τῷ ἐπὶ τῶν δεήσεων Πράττε ὡς ἂν ἐθέλῃς, ἀτὰρ ἐγὼ οὐκ ἐγκαλέσω—εἰ γάρ σοι φίλον οὕτως οὐδ’ ἐμοὶ ἐχθρόν—ἀλλ’ ἡ πρόφασις τῶν συλλαβῶν· δεῖ με παρακάμνοντα βαδίσαι· δεῖ δὲ οὐκ ἄλλως ἢ ἐπιβεβηκότα τινὸς ἵππου πάντως ἢ ἡμιόνου· εἰ πέφρικας τὴν ἐντολήν—δεσποτικὴ γάρ—ἐπισκέπτεσθαι τοὺς ἀσθενοῦντας, εἰ μέλει σοι ταύτης πληρωτὰς φανῆναι ἡμᾶς, κέλευε ἵππον ἀχθῆναι καὶ ὑγίαινε.

Τῷ αὐτῷ Χάριν οὐδεμίαν ἡ πρότριτά σου τοῦ ἵππου εἶχεν ἀποστολή· ἦν γὰρ κατόπιν τῆς χρείας φανεῖσα· ἅρπασον τὴν ἐπὶ τούτῳ γοῦν χάριν, ὡς τὴν μεγάλην ἅπασαν, ἣν ἄν ποτ’ ἤλπισας πρὸς ἡμῶν ἕξειν ἀπολώλεκας.

Τῷ αὐτῷ Ἐφάνη τὸ δεύτερον τοῦτο κατὰ καιρὸν πεμφθεὶς ὁ ἵππος, καὶ ἐχρησάμεθα καὶ χάρις τῷ πέμψαντι προσλελόγισται.

Ῥήτορι τῷ Ὁλοβόλῳ ᾮ τινι μὴ φιλοτιμίας μέλει, βλὰξ ἐκεῖνος φάσιν· ᾧ δ’ ἀληθῶς μέλει, τὴν εὔνοιαν εἰ μὴ τῶν πάντων τῶν δ’ οὖν πλείστων ἢ τῶν ὅ, τι μάλιστα θηρᾶσθαι προσήκει, ἀντεπιδεικνυμένῳ μοι καὶ αὐτῷ ὧν ἐρᾷ πρὸς τοὺς φίλους τὰ ἴσα· οὐ γὰρ ἔστι δυσκόλῳ γνώμῃ χρώμενον πρὸς τοὺς ἄλλους, εὐκόλου αὐτῶν τῆς τῶν ἄλλων πειρᾶσθαι. Εἰ τοίνυν φιλοτιμίας ἀντιποιῇ, ἔχε περὶ τὰ λεχθέντα, καὶ ὧν σὺ χρῄζεις παρὰ τῶν ἄλλων λαμβάνειν, ἔχειν κἀκείνους ἀξίου τὰ αὐτὰ παρὰ σοῦ.

Τῷ Μελιτινιώτῃ Εἰ μέν τι νόσου μεταξὺ καὶ ὑγείας ἔχεις εἰπεῖν ἐν ἐκείνῳ —ὅ, τι ποτέ ἐστιν καὶ ὀνομάζεται—μάνθανε ὄντας ἡμᾶς· εἰ δὲ μηδὲν ἀναμέσον, ὡς ἀξιοῦσιν, ἀλλ’ ἔστι τὰ τοιαῦτα στέρησις ἢ ἀντίφασις ἐν τῷ αὐτῷ γένει—δεῖ γάρ με καὶ ταῖς φωναῖς αὐταῖς χρήσασθαι τῶν περὶ ταῦτα δεινῶν—νοσοῦντας καὶ μὴ πάνυ νοσοῦντας γίνωσκε· τὸ μὲν ὅτι οὒ καθαρῶς ὑγιαίνομεν, τὸ δὲ ὅτι τοῦ ἀντιθέτου οὐ πλέον ἢ ὅσον ἀδυνάτως ἔχειν τι ποιεῖν αἰσθανόμεθα· αἴτιον δ’ εἰ ζητεῖς—πάντως δὲ ζητεῖς— τῆς εἴτε ἀνωμαλίας ταύτης ἢ νόσου χρὴ λέγειν, οὐχ ἓν εὑρίσκω, ἀλλὰ δύο τοὐλάχιστον· πρῶτον καὶ δεύτερον· εἰ δὲ βούλει προσεχές τε καὶ πόρρω· ὀφθαλμῶν μὲν γὰρ καχεξία συμβᾶσα, ὅθεν ἀκριβῶς οὐκ οἶδα, ὡς δ’ οὖν φάσιν ἐξ αἵματος πλεονάσαντος, ἀναγκαίαν μοι δόξαι τὴν φλεβοτομίαν ἐποίησεν· ἡ δὲ κεχρημένη διὰ τοὺς ὀφθαλμοὺς ὡς οὐκ ὤφελε, πρόξενός μοι πρὸς τὰ χείρω ἐγένετο.

Ταῦτα μὲν οὖν αἴτια δοκοῦντα τῆς καθ’ ἡμᾶς διαθέσεως· εἰ δὲ δεῖ κατὰ τοὺς ἐπὶ τοῦ αὐτοῦ συχνὰ βάλλοντας, ἵν’ ἑνὶ γοῦν τῶν βελῶν μὴ διαμάρτωσι τοῦ σκοποῦ, καὶ τρίτον τι αἴτιον θεῖναι τοῦ πράγματος, ψυχῆς καχεξία τὴν νόσον ἐπάγει τοῦ σώματος καὶ ἐπὶ τὴν ὑγείαν τοῦ χείρονος ὕλην τοῦ κακῶς ἔχειν τὸ κρεῖττον ποιούμεθα· δεῖ γίνεσθαι τὴν καλὴν ἀντιστροφήν, ἵν’ εἰ μὴ ἑκάτερον, κατὰ τὸ τοῦ συνδήσαντος πρόσταγμα, τὸ γοῦν κρεῖττον κατὰ τὸν τοῦ δικαίου λόγον ὑγιῶς ἔχον φυλάττοιτο.

Νοσοῦμεν τοίνυν ὡς ἄρα καὶ νοσοῦμεν, Θεοῦ πάντως τὰ ἡμέτερα πρὸς τὸ λυσιτελέστερον διεξάγοντος, ἵν’ ἓν πάντως τῶν δύο ποιήσῃ· ἢ μετὰ τῶν κρειττόνων ἀξιώσει στῆναι ἱκανῶς ἐν τῷδε παιδευθέντας τῷ βίῳ, ἢ φιλανθρωπότερον κολάσει μὴ πάντας τρόπους πονηρίας ἐνταῦθα διεξελθόντας, ἀλλ’ ἔστιν οὓς τῷ ἐκείνου νεύματι καὶ κωλυθέντας ποιῆσαι.

Καὶ τὰ μὲν ἡμέτερα οὕτως· σὺ δὲ εἰ προσῄεις τῷ μεγάλῳ, εἰ προσιὼν ἔγνως περὶ ὧν ἡμῖν πολλὴν εἰκὸς εἶναι φροντίδα, δήλωσον, ὅντινα λυσιτελεῖν οἶδας τρόπον. καὶ μή μοι προφέρῃς μικροψυχίαν ταῦτ’ ἀξιοῦντι μαθεῖν πρὸ τοῦ σε τὴν γλυκεῖαν ἐμοὶ θέαν ἰδεῖν καὶ ἀκόρεστον· ἐπειδή περ ἂν μὲν ἔχῃς ἀγγεῖλαι χρηστά, τοῦ χάριν ἡμῖν τοῦ χρόνου φθονήσεις καὶ τῆς μάλιστα διαρκοῦς ἡδονῆς· καὶ διατί μὴ τὸ σὸν ἀγαθὸν μᾶλλον σκοπήσεις, ἡδὺν φανῆναι καὶ ἀγαθὸν ἐκ τοῦ καλὰ κἀγαθὰ ἔχειν μηνῦσαι, ἢ τοὐλάττωμα τοὐμὸν διὰ τὸ ἐπισπεῦσαι τὴν αἴτησιν; εἰ δὲ τοιαῦτα μὲν οὐδαμῶς, τὰ δ’ ἐναντία κατὰ πολύ, πρῶτον μὲν οὐ μικροψύχων ἔργον λέγεις, ἐθέλειν ἀκούειν ἃ μὴ πρὸς ἡδονὴν ὄντα τυγχάνει· ἔπειτα δὲ πῶς οὐ χρὴ πᾶσαν εἰσάγειν σπουδὴν ἐν αἰσθήσει γίνεσθαι τῶν λυπούντων αὐτίκα, ἅ γε καὶ προκαταλαμβάνειν λυσιτελέστερον ἦν ὥσπερ κἀπὶ τῶν σωματικῶν ἔχει κακῶν, ἵνα καὶ πλείω ἐκ τοῦ χρόνου ἔχοιμεν ἄδειαν μετ’ ἀσφαλείας καὶ τοῦ καθεστηκότος καὶ βουλεύεσθαι καὶ πραγματεύεσθαι;

Τῷ ἐπὶ τῶν δεήσεων Σήμερον ὀρθρίσαντί μοι, ἐπιθυμία ἐγένετο ἀναγνῶναι, μηδὲν τοιοῦτον ἐξ ἡμερῶν ἤδη πολλῶν δεδρακότι· ἐπεθύμουν δ’ οὐκ ἄλλο ἢ μετιέναι τινὰς τῶν τοῦ μεγάλου θεολόγου ἐπιστολῶν· καὶ δὴ τὸ σὸν ἔργον μετὰ χεῖρας λαβὼν εἶχον περὶ αὐτό· διιόντι δέ μοι, μεταξὺ θαυμάζειν ἐπῄει, πρᾶγμα ὁρῶντι μηδέπω καὶ τήμερον παρὰ σοῦ γεγονός· τὸ δὲ ἦν, οὐχ οἷον ἑνὶ λόγῳ περιλαβεῖν· ἥ τε γὰρ τάξις τῶν γεγραμμένων μετὰ τῆς συνθέσεως ἄριστα ἔχειν ἔδοξεν ὡς οὐδέποτε· αἱ πανταχόθεν ἠγμέναι γραμμαὶ μεθόριον ἐσόμεναι τῆς καταγεγραμμένης ἐπιφανείας καὶ μή, ἀκριβῶς ἧσαν δεικνῦσαι ὅπερ ἐγένοντο· τῶν στοιχείων οἱ τύποι μετὰ τοῦ ὁλοκλήρου καὶ ἀσύγχυτοι ἔμενον ῥᾳδίαν εἴ τις πειρῷτο παρέχοντες τὴν ἀνάγνωσιν· ὧν πάντων μία τις αἰτία ἔμοιγε κατεφάνη· ἡ δὲ τὸ βούλεσθαί σε πᾶσι τρόποις θεραπεύειν ἐμὲ καὶ ὑπὲρ τούτου πᾶσαν εἰσφέρειν σπουδήν· ἐπεὶ δὲ τοῦτο—καὶ τί γὰρ ἕτερον; —τῷ καλῷ τούτῳ ἔργῳ προσκείσθω καὶ τάχος, ὅπως ἑκατέρωθεν ἔχῃς συγκλείσας ἡμᾶς οὐδαμόθεν ἀποφυγεῖν ἔχοντας τοῦ σοὶ χάριν εἰδέναι τῆς σπουδῆς τε ἅμα τῆς περὶ τὸ ἔργον καὶ τῆς ἀρετῆς, δίκην θριγγῶν συγκλειουσῶν ἀσφαλῶς· ὡς εἴγε τῶν δύο θάτερον ἀπείη, εὔδηλον δήπου ὡς ἔσται ἡμῖν χώρα τὴν πρέπουσαν μὴ ἀποδιδόναι εὐχαριστίαν· ἢ τοῦ ἔργου μεμφομένοις ὅτι οὐ καλόν, ἢ τοῦ τάχους ὅτι μὴ μετὰ τὸν προσήκοντα χρόνον· ὑπὲρ ἀμφοτέρων δὲ μέμφεσθαι, καὶ τοῦ ἔργου καὶ τοῦ χρόνου καὶ αὐτοῦ γε τοῦ λόγου ἀπείη.

Τῷ Σταυρακίῳ Τύφον ἡμῖν ἐγκαλεῖς, ὦ ’γαθέ, καὶ οὐχ ἁμαρτάνεις λέγων, εὖ ἴσθι· τετυφωμένοι γὰρ ἀληθῶς ἡμεῖς καὶ ὑπεροπτικοί, κἂν μὴ πρὸς οὐδένα ἕτερον, πρὸς δ’ οὖν τοὺς καταφρονητὰς τῶν ἡμετέρων, εἴπερ εἰσί τινες τὰς σφῶν ὀφρῦς αἴροντες καθ’ ἡμῶν. Περιφρονοῦμεν τοίνυν περιφρονούμενοι, καὶ οὐκ ἄλλους ἢ τοὺς ὑπερόπτας ὑπερορῶμεν, ἵνα κατὰ τὴν παροιμίαν παττάλῳ ἐκκρούηται πάτταλος, καὶ οὐκ ἔσθ’ ὅπως τετυφωμένοις ἀνδράσιν ἐπιεικῶς ἡμεῖς προσενεχθῶμεν· οὐ μὰ τὴν ἡμετέραν φιλίαν, κἂν ἐπὶ γῆς μὲν ἐκεῖνοι τοὺς πόδας, εἰς οὐρανὸν δὲ τὸ κάρα ἐρείδωσιν· ἀλλὰ καὶ μεγαλαυχησόμεθα κατὰ τῶν μεγαλαύχων, καὶ αὐθαδιούμεθα, καὶ τὴν ὀφρὺν κατὰ ταὐτὸν ἐκείνοις ἢ καὶ ἔτι μᾶλλον ἀντάρωμεν· ἐπειδὴ καὶ οὗπερ ἐγκαλούμεθα πάθους οὐ μᾶλλόν γε ἡμεῖς αἴτιοι, ἤπερ οἱ ὀλιγώρως διακείμενοι πρὸς ἡμᾶς, ἐξ ὧν δρῶσι διδάσκοντές με τὸν τύφον, καὶ τὰς τῆς ὑπεροψίας παρέχοντες ἀφορμάς· ὥστε σωφρονιστέον ἐστὶ πρῶτον ἐκείνους ἀνθρωπικώτερον προσφέρεσθαι τοῖς ἀνθρώποις, μετὰ δὲ καὶ αὐτὸς ἕψομαι, φησὶν Ὅμηρος· καί γε ἐπιεικὴς μᾶλλον παντὸς καὶ πόρρω τύφου φανήσομαι· τῆς γὰρ πρώτης ἀποψυγείσης πηγῆς, στήσεται παραχρῆμα καὶ ὁ ἐκεῖθεν φερόμενος ῥοῦς· καὶ φλόγα πυρὸς οὐκ ἄν τις ἴδῃ συνισταμένην μὴ ὄντος τοῦ ὑπεκκαύματος· καὶ ταῦτα μέν σοι ὡς ἐν μετρίοις φάναι τοῦ τύφου χάριν τοῦ ἡμετέρου.

Τῆς ἀγραφίας δὲ πέρι, ἣν καὶ τεκμήριον αὐτὸς τοῦ κατ’ ἐμὲ τύφου ποιεῖς, ταύτης ἕνεκα, εἴτι μοι μέμφῃ—πάντως δὲ μέμφῃ ἂν —ἐκ μέρους καὶ σαυτὸν αἰτιῶ· ἔργα καὶ ταῦτα ἀνδρὸς δικαίου ποιεῖν· ἐπίσης γὰρ ἄμφω σύ τε κἀγὼ αἴτιοι τοῦδε τοῦ πράγματος, ἵνα μὴ λέγω καὶ μᾶλλον εἴπερ ἐγὼ σύ· πλεῖστα μὲν γραμμάτων πρὸς ἐμοῦ δεδεγμένος, ἀνταποστείλας δὲ οὐ τοσαῦτα· εἰ δ’ ἐμοὶ μόνῳ ἀντεγκλήματος τὸ μὴ γράφειν προφέρεις, σαυτὸν δ’ ὑπεξάγεις αἰτίας, οὐχ ὁρῶ πῶς οὐχ ὑφαιρῇ λαθραίως τὰς ψήφους, μᾶλλον δ’ οὐ λαθραίως, ἀλλ’ ἀναίδην τῆς ὀρθῆς κρίσεως κατορχῇ· ὧν ἕνεκα καὶ ἀδικεῖς οὔτ’ ἐμὲ οὔτ’ ἄλλον ἀνθρώπων οὐδένα, τὴν δ’ ἀλήθειαν αὐτὴν καὶ τὴν ὅμαιμον δίκην· καὶ ταῦτα φιλόσοφος ἀνὴρ ὤν, καὶ τὴν τῆς γεωμετρίας ἰσότητα ἐπαινῶν, καὶ πρός γε χαρτοφύλακος ἔχων ἀξίωμα ἐν οὕτω περιφανεῖ καὶ μεγάλῃ τῇ πόλει, καὶ τοῦ δικαίου προβεβλημένος, εἰ καί τις ἕτερος ἐν Θεσσαλονίκῃ.

Τῷ μοναχῷ κυρῷ Μεθοδίῳ Ὑγιαίνοις ἐν Χριστῷ τιμιώτατε· ἐξ εὐχῆς μοι τὸ τοῦ γράμματος ἔστω προοίμιον· ἃ δὲ μετὰ τὸ προοίμιον καὶ τὴν εὐχήν, τὸ βιβλίον ἡμῶν ὁ Δημοσθένης, εἰ καὶ μὴ μόνον Δημοσθένης, ἀλλ’ οὖν οὕτω λεγέσθω ἐκ τοῦ πλεονάζοντος, ὃν τρόπον καὶ Ἀναξαγόρας ἠξίου καλεῖσθαι τὰ πράγματα· τὸ τοιοῦτον οὐδὲ βιβλίον ἐστί, κἂν ἡμεῖς ὀνομάζωμεν, οὕτω τοῦ πόθου βιάζοντος, ἀλλ’ ἐν ὕλῃ ἔτι καὶ διακεχυμένον καὶ ἄτακτον, ὥστε δεῖσθαι, εἰ μέλει ὅπερ ὀνομάζεται εἶναι καὶ χρήσιμόν τι ἔχειν τῷ καμόντι περὶ τὴν κτῆσιν αὐτοῦ, τῆς συνδεκτικῆς καὶ εἰδοποιοῦ εἴτε τέχνης χρὴ λέγειν εἴτε δυνάμεως· ἐπεὶ δὲ τέχνη καὶ δύναμις προσαρμόζειν τοιᾷδε ὕλη τὸ οἰκεῖον εἶδος ἐν σοὶ εὖ ποιοῦσαι συνέδραμον, σοῦ λοιπὸν αὐτῷ χρεία καὶ παρὰ σοὶ τὸ μὴ ἀτέλεστον μηδὲ παρερριμένον κεῖσθαι τὸν τοσοῦτον Δημοσθένην. Οὐκοῦν ἔχου ἔργου ταχύνας καὶ εἰς δέοντι εἶναι τὸν ῥήτορα ποίησον, ὡς κινδυνεύει γε μηδὲν εἶναι· καὶ τί γὰρ εἴη τὸ εἴδους ἐστερημένον, μὴ σοῦ ἐπιβαλόντος τὴν χεῖρα αὐτῷ;

ἀλλ’ ἵνα μὴ δόξω σοι ἀνδρῶν ἀδιακρίτων πρᾶγμα ποιεῖν τοιούτων ἅπτεσθαι καταναγκάζων ἐν τῷ τοῦ πνευματικοῦ ἀγῶνος καιρῷ, προθεσμία σοι τοῦ ἀπαρτίσαι οὐ μιᾶς ἑβδομάδος ἔστω χρόνος, οὐδὲ δυοῖν, ἀλλὰ τριῶν ὅλων, μέχρι τοῦ πάσχα τοῦ ἱεροῦ· διὸ ἐν τῷ τοσούτῳ καιρῷ μετὰ ῥᾳστώνης ἐκτείνων τὰς χεῖρας εἰς τὸ ἔργον, μᾶλλον δὲ εἰς τὸ πάρεργον εἰπεῖν ἀληθέστερον, ποίει ὅ, τι ἂν Θεὸς εὐδοκοίη διὰ σοῦ. Ταῦτα θαρρούντως πρὸς σὲ τέως εἰ δυνατά σοι· εἰ δ’ οὖν, οὐ βιάζω ὅτι καὶ μᾶλλον ἔμοιγε φίλον, μηδέποτε κτῆμα ἐμὸν Δημοσθένην γενέσθαι, ἢ σοὶ ὁπωσοῦν φανῆναι βαρὺν τὸν Γεώργιον· πρὸς γὰρ τὴν σὴν ἀγάπην καὶ σὲ λῆρος· ἐμοὶ σαφὴς καὶ ἡ ἐκείνου δεινότης καὶ μέθοδος καὶ πάντα κτήματα καὶ μικρὰ καὶ μείζω.

Τῷ αὐτῷ Ἐπανήκομεν ἐκ τῆς ἐκδημίας ἢ περιπλανήσεως ἢ ὅπως σοι φίλον τὴν μηδένα σκοπὸν ἔχουσαν ἔξοδον ὀνομάζειν, καὶ ἐπανήκομεν ἐρρωμένως καὶ εὖ τοῦ σώματος ἔχοντες· εἴη δὲ καὶ περὶ σοῦ ταῦτα ἀκοῦσαι, ῥῶσιν δηλονότι καὶ ἄλλην ἅπασαν εὐεξίαν. Εἰ δ’ οὐκ ἐπέστημεν παρὰ σέ—εἰκὸς ὂν ἐπιστῆναι—μὴ θαυμάσῃς· μυρία γάρ τινα ἐπισυμβάντα ἐμπόδια ἐπέσχε τε καὶ οὐ συνεχώρησεν ὡς ἐκ τοῦ ῥᾴστου τὴν πρὸς σὲ παρουσίαν ποιῆσαι· ἀλλ’ εἴπερ τό γε νῦν ἔχον, παρὰ τὰ ῥηθέντα ἐπισχεθῆναι συνέβη ὥστε μὴ παρεῖναι, ἀλλ’ οὐ καὶ τὸν ἑξῆς ἅπαντα χρόνον τοῦτ’ ἔσται συμβάν, ὅτι μηδ’ ἀεὶ τὰ σκῶλα προσέσται· παύσεται δὲ τῷ χρόνῳ ποτὲ κατὰ τὴν φύσιν τῶν ὑπὸ γένεσιν πάντων ὥσπερ δῆτα καὶ τῷ χρόνῳ συνέστη.

Οὐκοῦν προσδόκα τὴν πρὸς σὲ παρουσίαν ἡμῶν ἐσομένην αὐτίκα μάλα μετὰ τὴν ἐκ τοῦ μέσου τῶν κεκωλυκότων ἀπαλλαγήν.

Τῷ Φακρασῇ Ἰωάννῃ Βαμβακίνας ἐκ μόνης θατέρας τῶν ἐπιφανειῶν γεγραμμένας πέπεισμαι οἴκοι σοι παρερρίφθαι πολλάς· αἱ δὲ σοὶ μὲν εἰς οὐδὲν χρήσιμαι, εἰ μὴ ἄρα λέγεις εἰς ἔξαψιν φλογὸς ταμιεύειν αὐτάς, ἐμοὶ δ’ εἰ πέμψεις, μεγάλην μὲν πληρώσαιεν τὴν χρείαν, μείζονα δὲ καὶ σὺ δι’ αὐτῶν τὴν χάριν ἀποίσεις· ὅρα γοῦν εἰ δόξεις τοσοῦτον τόλμης ἀνθάπτεσθαι, ὥστ’ ἐπὶ συμβάσεις τοιαύτας χωρῆσαι, ἐξ ὧν ἔσται χάριν οὐ φαύλην εἰκῆ παραβεβλημένοις πράγμασι καὶ ὅλην τὴν ἡμέραν πατουμένοις ὠνήσασθαι.

Τῷ Μελιτινιώτῃ Ἴσως μὲν γράψεις, ἴσως δ’ οὐ γράψεις ἀμνηστίας ἡμᾶς μὴ φανέντας σοι ἐν τῷ παρόντι ὁποίους ἐχρῆν· πλὴν ὅπως σὺν τῷ δικαίῳ ἑκάτερον ἔχεις ποιεῖν, κἀμοῦ λέγοντος ἀνάσχου· οὕτω γὰρ κἀν τοῖς δικαστηρίοις νομίζεται· λέγω τοίνυν ἀπολογούμενος, εἴτε ἐγκαλεῖ τις, εἴτε καὶ μή· ἡμέραν τὴν Κυριακὴν καὶ πρώτην ἤμην παρὰ σοί· ἐχρῆν δὲ καὶ τὰς ἑξῆς καὶ τὰς πάσας· ἀλλὰ τήν γε Δευτέραν ὀδύνη τις συνήθης ἐπὶ κακῷ τῷ ἐμῷ ἐστρόβει μου τὰ ἔνδον, πολὺ δὲ πλέον περὶ τὴν κύστιν· μάλιστα δὲ ἵνα μὴ ἔρχωμαι κύκλω, τὰ περὶ τὴν τοῦ ὑγροῦ περιττώματος ἔξοδον· οὗ χάριν ἔγνων χρήσασθαι βαλανείῳ τοῦτ’ ὠφελεῖν καὶ πάλαι καὶ νῦν τῶν ἰατρῶν λεγόντων ἀκούων, καὶ αὐτῆς γε διδασκούσης τῆς πείρας. Ἐκείνην γοῦν τὴν ἡμέραν οὐκ ἦν χρήσασθαι, ἀλλὰ τὴν ἑξῆς, καὶ ἐχρησάμην γε τὴν ἑξῆς τρίτην τε οὖσαν τῆς ἑβδομάδος καὶ ἀνειμένην εἰς ἐλαίου μετάληψιν, εἴτις βούλοιτο· ἡσυχάζειν ἔδει μετὰ τὸ βαλανεῖον, καὶ ἡσύχασα· οὐ διὰ τοῦτο καὶ μόνον, ἀλλ’ ὅτι καὶ ὁ ἀὴρ ἀνωμάλως ἔχων ἄκοντας ἡσυχάζειν ἐποίει. Τί οὖν;

διεσκοπούμην τὴν ὑστεραίαν, ἡ Τετρὰς δὲ ἦν, ὡς ἀπαραίτητόν τι πρᾶξαι τὸ ἐλθεῖν παρὰ σέ· ἀλλ’ ὅρα πῶς κἀπὶ τῶν μάλιστα ῥᾳδίων ποιεῖν τὰ τῆς γνώμης οὐκ ἐκ τοῦ εὐκόλου προβαίνει· ὡς γὰρ διεσκοπούμην, αἰφνίδιον ἤρξατό μου ἡ παρειὰ τὸ σύνηθες πάσχειν, ὀγκοῦσθαι· τοῦτο πάσχουσα σχολάζειν ἐποίει· ὠγκοῦτο δὲ δυοῖν ἕνεκα, ἢ ὅτι τὴν πεντεκαιδεκάτην ἡμέραν τοῦ κατιόντος ῥεύματος ὥσπερ τακτὴν περίοδον ἔχοντος, ταύτης ἤδη καταλαβούσης, οὐκ ἦν οὔτε ἡσυχάσαι τὸ ῥεῦμα τοῦ μὴ κατελθεῖν, οὔτε μὴ ἐξῳδηκέναι τὴν εἰωθυῖαν χώραν δέχεσθαι τὸ ὑγρόν, ἢ ὅτι καὶ τοῦ βαλανείου τὰ τῆς κεφαλῆς περιθερμήναντος, ὡς εἰκός, ἔδει κίνησίν τινα τῶν ταύτῃ γενέσθαι ὑγρῶν καὶ μέντοι ἐγένετο· πλὴν οὐχ ὡς εἰώθει τοῖς ἄλλοις ἀνθρώποις, ἀλλὰ κατὰ τὸ ἐκείνοις μὲν ἀσύνηθες, ἐμοὶ δὲ καὶ λίαν εἰωθός· ἀφ’ οὗ γε δὴ καὶ ἡσυχάζω καὶ τὴν ἐν ὑπαίθρῳ διατριβὴν ἀποστρέφομαι. Ταῦτ’ ἦν ἐμοὶ βουλομένῳ πρὸ τῆς γραφῆς καὶ τῆς ψήφου διεξιέναι, καὶ διεξῄειν· σὺ δὲ ὁποῖόν ἐστιν αἱρουμένῳ σοι πρᾶττε· καὶ δίωκε ἢν βούλῃ, καὶ μὴ διώκῃς, εἰ τοῦτό γε νικῷ παρὰ σοί· ὡς ἡμεῖς γε καταδεξόμεθα καὶ μάλα ἀσμένως τὴν παρὰ σοῦ ψῆφον ὁποία ποτ’ ἂν ᾗ· πλὴν ὅπως ὅ γε ἐπὶ τοῖς παροῦσι ποιῆσαι κρίνεις, ἔχοιεν καὶ ἄλλοι συνεπαινεῖν.

Τῷ Δουκαίτῃ Λόγος ὅτι πταίσματα ἐνῆσαν τῷ γράμματι, ὅπερ ἔναγχος ἐπεπόμφειν πρὸς σέ, καὶ τῷ λόγῳ οὐκ ἀπιστῶ· τί γὰρ καινόν, εἰ πταῖσαι συνέβη μοι, εἴτε τῷ ἐπιλελῆσθαι εἴτε τῷ ἀπροσεκτῆσαι εἴτε τῷ τι παθεῖν ἕτερον, οἷα πολλὰ πάσχειν εἰκός ἐστιν ἀνθρώπους ὄντας ἡμᾶς· τὸ δ’ ἐξ ἑνός, ἀσκέπτως καὶ τούτου συμβάντος, διαβολὴν ἡμῶν καθ’ ὅλην τὴν τέχνην ἐργάζεσθαι, οὔ μοι δοκεῖ εὐγνωμόνων εἶναι ἀνδρῶν, οὐδ’ ἔξω πάθους διαιτώντων τοῖς πράγμασιν· οἱ γὰρ αὐτοὶ οὕτως ἔχοντος διακρίσεως ῥᾳδίως ἄν μοι δοκοῦσι καὶ τὸν ἀέρα λέγειν κακῶς, ὃς ἀπὸ πάντων τῶν αἰσθητῶν ἡμῖν τοῦ ζῆν ἐστιν αἰτιώτατος, ἢν ἐπέκεινά ποτε τοῦ μετρίου θερμοτέρου αἴσθωνται ἢ ψυχροτέρου, καὶ τὴν γῆν ἣ κἀπὶ τοῦ νώτου φέρει ἡμᾶς, ὡς ἄχρηστον διαβάλλειν, ἂν ἐπὶ καιροῦ τινος οὐ δώσει τὰ σπέρματα εἰωθυῖα τὸν ἅπαντα χρόνον διδόναι, καὶ τὴν φύσιν αὐτὴν καὶ τὴν τέχνην, ὅτι ἐστὶν ἐφ’ ὧν οὐδετέρα τοῦ κατ’ αὐτὴν ἐφικνεῖται σκοποῦ· καὶ δῆλον ἔκ τε τῶν ὅσα ἀποκυΐσκεται τέρατα, καὶ ὅσα τεχνῖται ἐν οἷς ἐργάζονται ἁμαρτάνουσιν· ἀλλ’ ἐκεῖνοι, φίλον μὲν ὂν αὐτοῖς οὕτω κρίνειν, κρινόντων· οὐ γάρ μοι περὶ τούτων λόγος πολύς, οὐδ’ ἔστιν αὐτοῖς προσεκτέον τὸν νοῦν, ἀπαιδεύτοις γε καὶ εἰ μὴ ἄλλοθέν ποθεν οὖσιν, ἐκ δ’ οὖν τῆς προσφάτου κρίσεως ταυτησί· σὺ δὲ τῆς ἡμετέρας ὠφελείας κηδόμενος ἐθέλησον ἀνταποστεῖλαι τὸ γράμμα ἡμῖν· τοῦ χάριν;

ἵν’ ἐν τούτῳ τὰ οἰκεῖα κατανοήσαντες ἁμαρτήματα, μᾶλλον ἡμᾶς αὐτοὺς ἀκριβεστέρους εἰς τὸ μετὰ ταῦτα τοῦ χρόνου παράσχοιμεν· μνήμη γάρ τι σφαλμάτων πλείστη γένοιτ’ ἂν πρὸς διόρθωσιν ἀφορμή.

Τῷ Παχυμέρῃ μεμφομένῳ ὅτι οὐ καθ’ ἡδονὴν γράφει Ἐπικροτεῖν οὐκ οἶδα πρὸς ὀργάνων φωνὰς οὐδ’ αὖ καθὼς ἂν μάλιστα τοῖς ὁρῶσιν ἡδὺ γένοιτο διακλᾶσθαι τὰ μέλη καὶ περιφέρεσθαι, ὃ δὴ ὀρχουμένων ἐστὶν ἔργον καὶ λυγιζομένων αἰσχρῶς, ἀλλὰ κατὰ τὴν ἀρχαίαν ἐκείνην παραίνεσιν τὴν ἀδελφικὴν καὶ κοινὴν πᾶσιν ἀνθρώποις οἶδα ἐμαυτὸν τίς εἰμι, καὶ πράττω κατ’ ἐμαυτὸν ὡς ἄριστα νοῶ συμφέρειν ἐμοὶ οὐδὲν οὐδαμῶς τοῦ θεάτρου καὶ τῆς περὶ ἐμὲ κρίσεως τῶν ἄνωθεν καθημένων εἰς τὴν θεωρίαν φροντίδων· ἐπειδή περ ἢ οὐκ ἴσασι πῶς ἂν τὴν ψῆφον περὶ τῶν ἐξεταζομένων ἐκφέρωσιν οὐκ οὔσης τῆς τοῦ διαγινώσκειν δυνάμεως, ἢ εἰδότες οὐ καθαρεύουσαν φθόνου τὴν κρίσιν ἐργάζονται· ἑλλανοδίκης δ’ ἔμοιγε ἀκριβὴς καὶ πρὸ παντὸς ἄλλου στεργόμενος ἡ ἀλήθεια, παρ’ ἧς, καὶ δικαιῶν κρίνεσθαι τὰ ἐμά, κἂν ἁλίσκωμαι, οὐ βαρέως φέρω· κἂν αἰτιάματος ὑπέρτερος φαίνωμαι, τότε θαρρούντως ἐμαυτὸν εὐδαιμονίζω καὶ ἄνω ἔχων τὸ κάρα πορεύομαι.

Τί γοῦν; ὅσα τις ἐπαινεῖ, ὅσα τις σκώπτει μὴ μετὰ τῆς ἀληθείας ταῦτα ποιῶν, διαβολαὶ καθαραὶ καὶ ὕθλος ἐμοί· καὶ οὔτ’ ἐπαινοῦντός τινος ἐπιστρέφομαι, ἂν ἥκιστά μοι τῶν ἐπαίνων προσήκῃ, καὶ τοῦ ὑβρίζοντος περιφανῶς ἀλογῶ, ὅταν ἐκεῖνος ἐπὶ ματαίοις ληρῇ. Τοιγαροῦν οἷς φίλον σκώπτειν εἰς τὰ ἡμέτερα καὶ διασύρειν μὴ ἀμελούντων, ἀνεῖται γὰρ κατ’ ἐξουσίαν ἀνοηταίνειν τοῖς ἄφροσιν· ἐπειδή περ οὔτ’ ἂν ἐγὼ φαῦλος, εἰ οὐκ εἰμί, παρὰ τὰς ἐκείνων ἔσομαι φλυαρίας καὶ σφίσιν οὐδέν ποτ’ ἄλλο κερδάναι προσέσται, ὅτι μὴ τὸ βάσκανοι δόξαι καὶ μιαροί, τοῖς τῶν ἄλλων καλοῖς, ὅσα γε τὸ κατ’ αὐτοὺς λυμαινόμενοι· τῷ γὰρ εὐδαίμονι καὶ τρισολβίῳ καὶ πλοῦτον περιβεβλημένῳ μακρόν, τίς ἂν γένοιτο λόγος τῶν πέριξ, ἂν ὑπ’ ἀναισθησίας ἐκεῖνον οὑτινοσοῦν ἡγῶνται πενέστερον; οὐδεὶς οὐδέποτε πάντως· σαφῶς εἰδότι ὡς οὐκ ἔστιν οὐδὲ κἂν γένοιτο πρὸς τὰς ἀνθρωπίνους δόξας τὰ πράγματα μετατίθεσθαι· διὸ καὶ λαμπρὸς λαμπρῶς καθεδεῖται ἐκεῖνος οἷς ἔχει καὶ ἅπερ ἔχει τρυφῶν, καὶ πρός γε πλατὺν τῶν ἀνοήτων κατασκεδάζων τὸν γέλωτα· οἱ δέ, ἂν μὲν εἰδότες ὑποκρίνωνται τὸν ἀγνῶτα, σκαιότητος καὶ βασκανίας ἀποίσουσιν ὄνομα· ἂν δὲ σαφῶς ἀγνοοῦντες ἀποπλανῶνται τῆς ἀληθείας, τὴν τοῦ εὐήθεις εἶναι τέως οὐκ ἀποκρούσονται δόξαν.

Τῷ Σταυρακίῳ Τὸ μὲν πρὸς ἡμᾶς σου γράμμα λακωνικόν· ἐγὼ δὲ ἄρα πολυλόγος τις, καὶ ὡς Ὅμηρος εἴπῃ ἀμετροεπής, ὥσπερ οὐκ ἐν Σπάρτῃ μέσῃ, ἀλλ’ εἰς δικαστήρια διατετριφὼς ἀττικά· τί οὖν ποιήσομεν; τῷ ἡμῶν αὐτῶν τρόπῳ καὶ αὗθις χρησόμεθα ἢ τῷ σῷ πρὸς σέ; ἀλλ’ ἐκεῖν’ ὡς μὲν εὖ οἶδα χρωμένων ἀποκναισθήσεται ὁ Σπαρτιάτης· οὐδὲ γὰρ οἶδε μὴ ἀηδίζεσθαι εἴ τις ἐκτείνει τοὺς λόγους· οὕτως δέ γε ὡς οἰκεῖα ἑαυτοῦ ἀγαπήσει τὰ ῥήματα. Ἵνα τοίνυν μὴ τῇ δριμύτητι τοῦ πρὸ τοῦδε γράμματος καὶ ἡ τοῦδε ἀηδία συνέλθῃ, κᾆτα ὥσπερ ἐκ συμμαχίας ἐπικρατεία τοῦ χείρονος γένηται, ἀπορριπτέον Γεώργιον τοῦ Γεωργίου ἦθος, μεταληπτέον δ’ ἕτερον ὡς ἐν τῷ παρόντι καὶ μεθαρμοστέον πρὸς τὴν μηδέποτε συνήθη βραχυλογίαν αὐτῷ· ἃ δὲ ὧν ἕνεκα βραχέα τε ἅμα καὶ πεφεισμένως μέλλομεν λέγειν, ἔξωθεν νοητέον τὸ ταῦτά ἐστιν· οὔτε δάκνον ἦν οὔτε δριμύ σου τὸ γράμμα· πῶς γὰρ τὸ ἐν παιδιᾷ καὶ γυμνασίου χάριν προενηνεγμένον οἶα θαμὰ παίζειν φιλοῦμεν οἱ τοὺς λόγους ἐπιτηδεύοντες; ἀλλὰ θαρροῦντος ἦν τὰ πρὸς σὲ ὥστε καὶ θαῦμα ἔγωγε οὐκ ἐν ὀφθαλμοῖσι κατὰ τὸ ἔπος ὁρῶμαι, ἀλλὰ τοῖς ὠσὶν ἐνωτίζομαι· εἰ οὐ μόνον οὐχ ἡδονῆς σοι ἐκεῖνο τὸ γράμμα ἔδοξεν, ἀλλὰ καὶ λύπης ἐπακτικὸν ὥσπερ εἰ μὴ τοιοῦτον ἦν ὁποῖον εἰκὸς ἐξ ἐμοῦ πρός σε τὸν ὁμόψυχον εἶναι.

Ἀλλ’ ἵνα μὴ καὶ αὖθις μακρολογῶ, τὸ μὲν ὁποῖα ἐγὼ γράφειν κεχρημένων ἐστὶ παρρησία καὶ θαρρούντων τοῖς φίλοις· τὸ δ’ αὖ εἴργειν τὰ τοιαῦτα γράφειν, παρρησίας ἀποστερούντων προσηκούσης τοῖς φίλοις. Τοῦτο δὲ τί ἄλλο ἢ τῆς φιλίας ἀπόρρησις; ὅπερ τρόπον τινὰ συμβῆναι εὐλαβηθεὶς καὶ αὐτὸς δριμὺ μὲν τὰ πρῶτα ἔφης εἶναι τὸ γράμμα· εἶθ’ ὥσπερ ἐκ μεταμελείας τοῦ ῥήματος τοῦδε κατεγνωκὼς δεῖν ᾠήθης ἐπαναλαβεῖν τεχνηέντως καὶ τὴν θεραπείαν τοῦδε προσθεῖναι μάλα σεμνῶς· ἡ δὲ ἦν τὸ φάναι· ἀλλὰ τὸ δριμὺ τοῦτο τῇ εὐνοίᾳ κρινόμενον, οἷον ὑπῆρχεν οὐκ ἔδοξε· ταῦτα δὲ πῶς οὐκ ἀνδρὸς σοφοῦ τε ἅμα καὶ εὐλαβοῦς; πῶς δ’ οὐ φίλου· σαφοῦς, καὶ ἀγαπᾶν ἐπισταμένου καθὼς ἂν καὶ ὁ τῆς ἀγάπης ἐπαινέσειε νόμος καὶ νομοθέτης. Ἀλλ’ ἀγαπῴης οὕτως ἡμᾶς ἅπαντα τὸν ἑξῆς χρόνον, ὦ φίλη μοι κεφαλή, μεταβάλλων τῆς δὲ τῆς διαθέσεως ὑπ’ οὐδενὸς μηδέποτε, μήθ’ ὑπὸ ἀξιωμάτων τῶν κακῶς φυσιούντων, μήθ’ ὑπὸ πλούτου τοῦ ἀεὶ συρομένου, καὶ τοὺς ἔχοντας διαπαίζοντος, μήθ’ ὑπὸ ἄλλης οἷας οὖν εὐημερίας, ἀλλὰ μήθ’ ὑπ’ αὐτῆς τῆς αὐστηρότητος τῶν μοι πρὸς σὲ γραφομένων, ἐπειδὰν κατὰ σύμβασίν τινα ἐνθεωρηθῇ τι τοιοῦτο τοῖς γράμμασιν· ἀλλ’ ὁ αὐτὸς μένων ἐν ἅπαντι τῷ παρεστῶτι, ἡγοῦ σοι πρὸς τοὺς ἐπιτηδείους λέγειν ἁρμόζειν, ὡς ἀνδρὶ φιλοσόφῳ τὸ θεσπέσιον ἐκεῖνο ῥητόν· ἐρωτᾷς δὲ ποῖον; τὸ ἐγὼ ὁ αὐτός εἰμι καὶ οὐκ ἠλλοίωμαι.

Τῷ Θεογνώστῳ ἰητρῷ Εἴθε ὥς περ ὀξύτατος εἶ πρᾶξαι, οὕτω δὴ καὶ νοῆσαι τὰ δέοντα, κἂν οὐδὲ τοῦτο ἄξιον εὐχῆς τοῖς εἰδόσι λογίζεσθαι· πλὴν ἐπὶ σοὶ μέγα καὶ τοῦτο ἡμῖν· καὶ εἴθε σου ἡ ἐπὶ τῶν ἔργων ὁρμὴ εἷχε καὶ λογισμὸν συνεπόμενον, ἢ μὴ μακρόθεν ἑπόμενον· νυνὶ δὲ οὐ τοῦτο· πολλοῦ γε καὶ δεῖ· ἀλλὰ καὶ πράττεις ταχύτατα ὥσπερ ἄλλος τις νοεῖ· δίδως δὲ τάχος τῷ νῷ, οὐχ ὅσον ἄλλος τοῖς ἔργοις· ἢ τἀληθέστερον φάναι, πράξεις μέν σου γίνονται ὅσα καὶ νοῦς, προκαταλαμβάνουσαι πάντα· ὁ δὲ τῶν ἡμετέρων πάντων τὴν ἡγεμονίαν ἔχων, τὸ κεφάλαιον τῶν ἀνθρωπίνων καλῶν, ὀπισθόπους σοι ἥκει καὶ ὕστερος· ὁποίας ἥκειν ἐκ Θεοῦ καὶ τὰς ἐπ’ ἀδικήμασι τιμωρίας λέγουσι ποιηταί· καὶ ἥκει μὴ διακρινόμενος τί μὲν ποιητέον ἐστί, τί δ’ οὔ, καὶ πρὸς τοῦτο μὲν ἐπιτρέψων, ἀπάξων δὲ ἀπὸ τοῦδε· μόνον δὲ ὅπως σοι μέμψηται τῶν γεγενημένων καὶ τόγε περὶ τῆς τοῦ νοὸς ταχυτῆτος λεγόμενον, ὡς ἅπαντα χρήματα ὑπερβάλλει, ἐπὶ τῶν ἄλλων ὡς ἀληθέστατα ἔχον, ἐπὶ σοὶ καὶ μόνῳ ἐλέγχεται· καὶ περιτρέπεις ἡμῖν οὐ μόνον δὴ φιλοσόφων ἀνδρῶν λόγους τὸ σεβάσμιον κἀκ τοῦ χρόνου κἀκ τῆς ἀληθείας λαβόντας, ἀλλ’ ἤδη καὶ τὰς φύσεις αὐτάς, καὶ καινότερόν τι χρῆμα ὑπάρχων φαίνῃ τῷ βίῳ· ἐφ’ οἷς καί τί σοι συμβαίνει ἢ καὶ τί συμβήσεται, μηδεμίαν σαυτοῦ πρᾶξιν μηδ’ ἐπαινεῖν μηδ’ ἀγαπᾶν, κἀπὶ πᾶσι μεταμελεῖσθαι καὶ μικροῖς καὶ μείζοσι· καὶ οὐδ’ ὃ τοῖς ἄλλοις ἐπταικόσι λυσιτελεῖ ἡ τῶν ἐναντίων πεῖρα λέγω καὶ μεταχείρισις κἀπὶ σοὶ τὴν αὐτὴν δύναμιν ἕξει, ὅταν μετίῃς· οὐδὲ τἀναντία σοι τῶν σφαλμάτων ἐν καλῷ ποτε λογισθήσεται· διατί;

ὅτι οὐδ’ ἐπ’ ἐκείνοις λογισμὸς προηγήσεται· ἀλλ’ ὥσπερ ἔρημα ἡγεμόνος ὑπῆρχε τὰ πρότερα, εἶτα ἀπέβη κωφὰ καὶ οἶα οὐκ ἄν ποτε ηὔξω, οὕτω καὶ τἀναντία μὴ ἔχοντα ἐκεῖνον ἐπιστατοῦντα, ἁμαρτηθήσεται ὁμοίως τοῖς πρώτοις, καὶ τὸ καὶ αὖθις μεταμελεῖσθαι ἀναγκαίως ἀκολουθήσει τῷ δεδρακότι. Τοιγαροῦν εἰ καὶ μήπω, τὸ γοῦν ἀπὸ τοῦδε λογίζου, κἂν ᾗς ἐπταισμένος τοῖς ὅλοις.

Τῷ πρωτασηκρήτῃ Νεοκαισαρείτῃ Καλὲ κἀγαθὲ Μανουὴλ ὑγιαίνοις· τοῦτό μοι τῆς ὁμιλίας εὐχὴ καὶ προοίμιον· τὸ δὲ μετὰ τοῦτο ὁ ὑμέτερος Γεώργιος· δευτέραν τῆς ἑβδομάδος καὶ ἑβδόμην βαδίζει παρ’ ἡμᾶς, τὰς ἐν μέσῳ δὲ οἰκουρεῖ· καὶ εἴθε οἰκουρῶν διετέλει, ἀλλὰ μὴ ἄλλο τι τούτου χεῖρον ἔργον ἦν αὐτῷ· πλὴν δεδόσθω καὶ ἡ οἰκουρία. Οὐκοῦν τί φροντίδας ἐμοὶ παρέχει ἐπὶ ματαίῳ; εἰ μὲν οὖν οὐ βούλεται παιδεύεσθαι, ἀπειπάσθω, καὶ ἡμῖν ἡ ἀπόρρησις εἰς ἕρμαιον ἔσται. Ἐπιθυμοῦμεν γὰρ ἀληθῶς νωθρᾶς καὶ ἀφυοῦς ἀπαλλαγῆναι ψυχῆς· εἰ δ’ αἱρεῖσθαί φησι τὴν παίδευσιν, ἥ γε πρᾶξις αὐτοῦ τἀναντία κατηγορεῖ· καὶ μάλιστα ἐξ ὧν δρᾷ, ἀποστρέφεσθαι εἴποι τις ἂν αὐτὸν παίδευσιν ἢ ἀγαπᾶν.

Ὁρᾷς γὰρ καὶ αὐτὸς τὸν ἄνδρα, ὡς οὔτε φύσεως ὀξείας, καὶ πάντα πόνον ὑπὲρ μαθήσεως ἀπαναίνεται. Καὶ πῶς ἂν γένοιτο κατορθῶσαι τὸν οὕτω ῥᾳθύμως κινούμενον; ᾧ γε οὕτως ἐσπανισμένῳ γνώσεως ὄντι, ἀγαπητὸν ἂν ἦν, καὶ εἰ πάσας ἡμέρας καὶ νύκτας σπουδάζοντι, ἀνῦσαί τι χρηστὸν ἐπεγένετο· ἀλλὰ τῷ γε ἢ ἀνθεκτέον σπουδῆς μὴ φύσεως εὖ ἔχοντι πρὸς ἃ κινεῖσθαι δοκεῖ, ἢ καὶ ἡμᾶς ἀπαλλακτέον τῆς ἀνηνύτου σπουδῆς.

Τῷ σοφωτάτῳ μεγάλῳ Λογοθέτῃ Οἶμαι πολλούς τινας ἔσχες ἰδεῖν ἀνδρείους μὲν οὐδαμῶς, ἐπαινέτας δὲ ὄντας ἀνδρίας καὶ φρονήσεως ἐραστὰς πρὸς δὲ καὶ δικαιοσύνης, ἀδίκους δὲ παντάπασι καὶ σωφροσύνης ἀμετόχους πεφηνότας ἐπὶ τῶν ἔργων. Τοιοῦτον δή τινα μάνθανε ὄντα καὶ αὐτὸν ἐμέ· διαπύρως ἐρῶ τοῦ καλοῦ καὶ τῆς ἀρετῆς, καὶ σφόδρα ἐπαινέτης ἀμφοτέρων εἰμί, μέτεστι δέ μοι ἄλλως τῆς περὶ ταῦτα ἕξεως οὐδὲν οὐδαμῶς. Ἐπεὶ τοίνυν τοιοῦτος ἐγώ, ἐρωτικῶς ἔχω τῷ λόγῳ συγγενέσθαι τοῦ ῥήτορος, ὅτι καὶ σφόδρα καλὸν αὐτὸν ἡ φήμη παρέπεμψεν εἰς ἡμᾶς· πάντως δὲ καὶ ἐπαινέτης εἰμὶ τοῦ λόγου, εἴπερ τοιοῦτον ὄντα ὑπείληφα.

Ἀλλ’ ὅπως καὶ σὺν ἐπιστήμῃ ἐπαινῶν εἴην, καὶ ἀληθῶς ἐπαινῶν, σὸν γένοιτ’ ἂν ἔργον, γενήσεται δὲ χρόνον οὐ πλείονα ἢ ὅσος ἂν εἴη μιᾶς νυκτός, τὸν λόγον ἡμῖν βουληθέντος καταπιστεῦσαι.

Τῷ Μελιτινιώτῃ Ὅτι οὐδ’ ἡντιναοῦν ἡμῖν χρείαν τὸ τοῦ Βαλιανίτου παρεῖχε βιβλίον, ἡ οἰκία ἡμῶν καὶ τὴν ἀρχὴν ἐνταῦθα φανὲν οὐκ ἤθελε δέξασθαι· ἀλλὰ πρὸς τὸν δεῖνα αὐτίκα παρέπεμψεν, ὥστε κἂν ἐκεῖνον ἀπόνασθαι αὐτοῦ δυνηθῆναι· καὶ νῦν παραφανὲν ἐξορίζει ἑαυτῆς· μηδὲ γὰρ εἶναι τόπον κενὸν ἐν αὐτῇ, ὃν ὁ περιττὸς Βαλιανίτης δι’ αἰῶνος καθέξει ἀκίνητος. Ἀλλὰ τί πικρῶς δέχῃ τὸν λόγον, καὶ σκυθρωπάζων ἐθέλεις; δέχου τὸν σόν· οὐ βούλομαι αὐτὸν ἵστασθαι οὐδὲ μετὰ τῶν ἐμῶν σκευοφόρων· καὶ δεξάμενος, ἵνα ἐκ τοῦ ἴσου ἀντιτρώσας ἡμᾶς ἀνιάσῃς, ἐν τῷ καλλίστῳ σου τῆς οἰκίας δίδου κεῖσθαι αὐτῷ. Εἰ δὲ βούλει, καὶ πλείονος ἀξίου τιμῆς, ἢ καθ’ ὅσην Ἀλέξανδρος ἔχειν παρ’ ἑαυτῷ τὸν ποιητὴν ἐδικαίωσε· κἂν ἐντεῦθεν λυπήσῃς ἡμᾶς, δίκαια ἔσῃ πεποιηκώς· ἔφθημεν γὰρ καὶ αὐτοὶ προλυπήσαντες, τῷ Βαλιανίτῃ τῷ σῷ πᾶσαν εἴσοδον ἀποφράξαντες.

Τῷ Ἀκροπολίτῃ μεγάλῳ Λογοθέτῃ κυρῷ Γεωργίῳ διδασκάλῳ αὐτοῦ χρηματίσαντι Κύριέ μου διδάσκαλε· ἐπεὶ πρὸς τοῦ κρείττονος ὁδηγηθεὶς ὑπέσχου δοῦναι τὴν βίβλον, καὶ αὖθις ὁδηγηθεὶς φάνηθι δούς· δόσιν δηλαδὴ τὴν δι’ ἔργου καὶ πληρεστάτην, μεθ’ ἣν λαβόντας οὐκ ἂν εἴη εἰς δευτέραν ἑαυτοὺς ζήτησιν καθιέναι, ἀλλ’ αὖθις πρεσβεύω· καὶ πῶς οὐ περιττός εἰμι μετὰ τὴν ὑπόσχεσιν πράττων ἅπερ πρὸ ταύτης ἐχρῆν; πλὴν ἐπειδὴ δώσεις, καὶ μᾶλλον προθύμως εἴπερ ἐγὼ λαβεῖν ἐθέλεις ὡς τῆς ἐμῆς ὠφελείας κηδόμενος καὶ μᾶλλον ἢ αὐτὸς ἐμαυτοῦ ταχέως ἴσθι τοῦτο ποιῶν, ὡς ἂν μὴ μόνον ἐν τῷ διδόναι, ἀλλὰ καὶ τῷ ταχέως διδόναι εὐεργετῇς· ὅτι δέ ποτε δώσειν ὑπεσχημένος τὴν βίβλον ἀμφισβήτησις οὔτ’ ἐμοὶ οὔτ’ ἄλλῳ τῶν πάντων ἐστί, τῶν εἰδότων λέγω ὁπόσον ἐπὶ τὸ ἀληθεύειν ὑπερβάλλει τὸ σόν· οὐ γὰρ οἶδας ἐπὶ τοῦ αὐτοῦ κατανεύσεις καὶ ἀνανεύσεις, οὐδὲ συγκαταθέσεις καὶ ἀναβολάς, οὐδὲ τόδε μὲν λέγειν, εἶτ’ ἐξ ἐπιστροφῆς τὸ λεχθὲν ἀφανίζειν, οἶον καὶ τὰ μειράκια ὅταν καθήμενα παίζῃ καὶ γραμμὰς ἄγῃ κατὰ τῆς κόνεως· ἀλλ’ ἔργου καὶ λόγου τοῦ σοῦ οὐδέν ἐστι τὸ διάφορον. Καὶ Ὅμηρός γε εἴπερ ἦν, λέγω, εἴτ’ ἐβούλετο τὰ δίκαια λέγειν, ὡς παρὰ σοῦ μᾶλλον ῥηθὲν τὸ οὐκ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν ἐποίησεν ἂν ἢ παρὰ τοῦ συζύγου τῆς Ἥρας.

Ἀλλὰ ταῦτα μὲν περὶ σοῦ λέγειν ἐπὶ πλέον ἐάσθω, μήπως καὶ πέρα τῷ τοῦ δέοντος δόξω κολακικώτερον φθέγγεσθαι· οὐ γὰρ δέος μὴ καὶ παρὰ σοί· πάλαι γὰρ ἱκανήν σοι δεδωκὼς ἔχω τὴν πεῖραν, ὅτι τοὐμὸν πρὸς σὲ εἰλικρινές ἐστι καὶ ἀνόθευτον καὶ πλάσματος τοσοῦτον ἀπηλλαγμένον καὶ διεστὼς ὅσον γῆς τε καὶ σελήνης τὸ μεταξύ· ἀλλ’ ὅπερ εἶπον ἵνα μὴ τοῖς ἄλλοις οὕτω νομίζηται, ὧδέ πη τὸν τοιοῦτον λόγον καταθετέον· Νικόλαον δὲ τὸν ἐμὸν πέμπω ἐπὶ μετακομιδῇ τοῦ βιβλίου, οὐκ ἐκ τοῦ παρέργου τοῦτον εὑρὼν οὐδὲ τυχαίως ὡς ἂν οἰηθῇς, ἀλλὰ ταῦτα διανοηθείς, καὶ μάλιστά γε διανοηθείς, ὡς ἐγώ μοι δοκῶ· τί δὲ διενοήθην; τὸ βιβλίον τῶν ὑπερλάμπρων ἐστί· φίλτατος δέ μοι ὁ Νικόλαος καὶ αὐτῆς τῆς ζωῆς προτιμώμενος· δεῖ τοίνυν τοὐμῷ φιλτάτῳ τὸ παρ’ ἐκείνῳ ὑπηρετεῖσθαι στεργόμενον· καὶ τοῦτο μὲν δὴ ἐν ἐμοὶ διανόημα καὶ τοιοῦτο τοῦ πέμψαι πρὸς τὸν Νικόλαον· δεύτερον δὲ κατὰ τὸν σὸν Πλάτωνα ἐκ τοῦ αὐτοῦ γυμνασίου ἵνα σοι τόν τε γνήσιον τὸν ἐμαυτοῦ θεασάμενος καὶ γνωρίσας ἐντεῦθεν οἷον τρέφω πρὸς τοὺς λόγους τὸν ἔρωτα, ὅς γε δι’ αὐτοὺς καὶ ὑπηρέτου σχῆμα τὸν ἀδελφὸν ἀναλαβεῖν ἔπεισα, μᾶλλον ἔτι δυσωπηθῇς καὶ παράσχῃς παραυτίκα τὴν βίβλον, τὸν περὶ τὰ τοιαῦτα πόθον ἐμοῦ ἀγαπήσας καὶ τὴν προθυμίαν ἀποδεξάμενος.

Καὶ ταῦτα μὲν οὕτω γέγονε καὶ διὰ ταῦτα· σὲ δὲ εἴη τὴν ἐπιστολὴν εὐμενῶς διελθεῖν εἴ τι ἐν αὐτῇ πεπλημμέληται συγγινώσκοντα, ὡς ἔγωγε σφόδρα δειλιῶ περὶ ταύτῃ μήτε πῆ ἥμαρτον εἰδέναι μήτε τὰ δόξαντα ἡμαρτῆσθαι διορθώσεως ἀξιῶσαι δυνάμενος· τὴν βίβλον δ’ ἐγχειρίσαι τῷ Νικολάῳ, ὥστε καὶ δι’ ἀμφοτέρων εὐφρᾶναι ἡμᾶς· ἢ διὰ μὲν τοῦ συγγνῶναι τοῖς ἡμαρτημένοις μὴ σφόδρα λυπῆσαι, διὰ θατέρου δ’ εὐφρᾶναι, δοὺς ὡς τάχιστα ἀμφοτέραις ἐπιλαβέσθαι τοῦ ποθουμένου βιβλίου· ὅτι δὲ μετακομισθέντος, αὐτῇ ἐν πάσῃ τηρήσομεν φυλακῇ, ὑπισχνοῦμαι μὲν ἐγὼ καὶ ἐλπίζω μὴ ψεύσασθαι οὗτινος ἔργον καὶ τὸ πεῖραν διδόναι περὶ παντός.

Τῷ μεγάλῳ Λογοθέτῃ Οὐκ ὀλίγοι τῶν φίλων τὸν λόγον αἰτοῦσιν ἡμᾶς, τοῦτον δὴ λέγω τὸν προσφάτως ἡμῖν ἐπὶ τῷ μεγάλῳ συντεθειμένον Διονυσίῳ· αἰτοῦσι δὲ οὐχ ὅπως ἀναγνόντες ἀηδισθῶσι, τοῦτο γὰρ οὐδὲ πρὸς ἐνθυμήσεως αὐτοῖς, μάλιστα μὲν οὖν ὡς πλείστης μεταλάβωσιν ἐκεῖθεν εὐφροσύνης· καὶ γὰρ ἄτοπός τις ἐλπὶς ἔνεστι τοῖς ἀνδράσι, καινοτέρων τινῶν χαρίτων ἀναπεπλῆσθαι αὐτόν· κἀγὼ δὲ πολλὰ λέγων μὴ οὕτως ἔχειν, ὅτι μηδὲ ἔχει, μηδὲ δεῖν οὕτω θαυμαστά τινα οἴεσθαι περὶ αὐτοῦ, οὐ πείθω· οὐ δέ μοι κατὰ μικρὸν γοῦν προσέχειν αἱροῦνται, πρὶν ἢ καὶ αὐτοὺς αἰσθέσθαι, καὶ τὸν περὶ τοῦ πράγματος ἔλεγχον ἀκριβεστέρᾳ πείρᾳ λαβεῖν.

Διὰ ταῦτα τοίνυν ἥγημαι πρέπον τὴν τοῦ λόγου κρίσιν ἐπὶ τὴν σὴν ἐπιστήμην ἀνενεγκεῖν, κἀκεῖθεν ὥσπερ ἑλλανοδίκου καὶ ἀπαραλογίστου κριτοῦ, τί περὶ τούτου ὑπολαμβάνειν διδαχθῆναι· οἷόν τι δὴ λέγω· σύνοιδάς τι δεξιὸν τῷ λόγῳ ὁ καλὸς καὶ δίκαιος σὺ βραβευτής, ὡς μὴ παντάπασι τὴν τῶν φίλων ἐπ’ αὐτῷ ἐξελεγχθῆναι ἐλπίδα, τοῦτο δὴ καὶ ἡμῖν γνωριεῖς, καὶ τοῖς αἰτοῦσιν ἐγχειριοῦμεν αὐτόν· οὐ θαρρούντως μὲν καὶ τότε, πλὴν μετὰ πολλῆς τῆς τῶν ἡμαρτημένων ἕνεκεν παραιτήσεως ἐγχειριοῦμεν· εἰ δὲ μηδὲν κατείληφας ἐν αὐτῷ, οἷον ἀκοὴν εὐφρᾶναι, καὶ ἀκοὴν οὕτω πόρρω σοφίας ἡκόντων ἀνθρώπων, καὶ πολλοὺς μὲν ἐκ τῶν πάλαι καὶ καλούς, πολλοὺς δὲ καὶ τῶν νῦν ὄντων εἰσδεξαμένην τοὺς λόγους καὶ τοῦτο ἐλευθερίαν, ὃν δή που τρόπον καὶ αὐτοὶ παρὰ σοῦ μανθάνειν ἐδοκιμάσαμεν, γνωριεῖς· ὡς ἂν ἀθέατον τὸν λόγον τηρήσαντες ζυγοστατεῖσθαι σφίσιν ἐκ τούτου τὰς γνώμας δώσομεν περὶ ἀρετῆς καὶ κακίας τοῦ λόγου, καὶ οὐχὶ σαφῶς ἐκ τοῦ εἰς χεῖρας ἔχειν τἀναντία καὶ περὶ αὐτοῦ δοξάσαι, καὶ περὶ τῶν δημιουργησάντων ἡμῶν. Πάντως δὲ κοινῶς τοῦτο πᾶσιν ἀνθρώποις αἱρετόν, ἐθέλειν ἕκαστον ἡμῶν περὶ αὐτοῦ τοὺς ἄλλους ἢ σαφῶς τὰ κρείττω δοξάζειν, ἢ μηδὲ τἀναντία βεβαίως.

Τῷ μοναχῷ Ἰασίτῃ Γινώσκεις τὸν ἐμὸν τρόπον· βουλοίμην ἂν γεύσασθαι μηδέποτε, μὴ ἐλαίου, μὴ ἄλλου τινὸς τῶν ἀνειμένων εἰς βρῶσιν, εἴ τισιν ἔμελλον διὰ τοῦτο δόξαι βαρύς· καὶ μᾶλλον ἂν ἔσχον χάριν, εἴ τις οὐδὲ τὰς ἀρχὰς ἐπήρκεσέ μοι αἰτήσαντι· ἢ ἐπήρκεσε μέν, οὐ μεγαλοψύχως δέ, καὶ μεθ’ οἵας τῆς τοῦ διδόναι ἐλευθερίας. Τί γοῦν; διὰ σοῦ ζητήσας ἔχω, καὶ διὰ σοῦ λήψομαι· ἀλλὰ πρὶν ἢ τοῦτο, ἀκούοις ἂν ὅ, τι καὶ λέγω· ὁ τοῦ πράγματος οἰκονόμος σὺ καὶ μεσίτης ἔχεις πρὸς ἡμᾶς ὡς ἔχεις· φιλίως μέν, εἰ εἴποιμι, ἔλαττον ἐρῶ τοῦ πράγματος, ἀδελφικῶς δὲ μᾶλλον· διὰ τοῦτο καὶ κοινοποιῇ τὰ ἡμέτερα, καὶ σπεύδεις. εἰς τοὐμὸν οὐχ ἦττον ἢ εἰς τὸ σόν. Γινώσκεις τὸν ἐμὸν ἤδη τρόπον ὡς χαίρω λαμβάνων οὐχ ὅπως δήποτε δηλαδή, ἀλλ’ ὡς εὐπρεπέστατα. Οὐκοῦν εἰ μὲν ὡς ἐμοὶ φίλον οἶδας τὴν δόσιν γενησομένην, καὶ μή με νομίσῃς λέγειν περὶ ποσότητος, περὶ τοῦ τρόπου λέγω, ὁρᾷς τὸν παῖδα· ἰδοὺ πάρεστι καὶ δεχέσθω· εἰ δ’ ἄλλως, αὖθις ἀποπεμπέσθω φέρων μηδὲν πλέον πρὸς ἡμᾶς, ἢ ὅσα ἧκε πρὸς ὑμᾶς ἔχων.

Τῷ θεογνώστῳ κυρῷ Ἰωάννῃ τῷ ἰητρῷ Τροφῆς οἷας οὖν οὐχ ἡψάμην τὴν χθές, ἀλλὰ παντάπασιν ἀσιτῶν διετέλεσα· αἴτιον τούτου ἡ οὐκ οἶδ’ ὅθεν ἐπισυμβᾶσα ταραχὴ καὶ ἀνωμαλία τοῦ σώματος· καὶ σήμερον δ’ ἔτι μενούσης τῆς καχεξίας, δέος μὴ καὶ τὸ ἄτροφον αὖθις μεῖναι προσέσται· ἀλλὰ τούτου γε ἕνεκεν πείθει μετρίως ἡμᾶς ὁ λόγος θαρρεῖν· πῶς οὖν πείθει; τῆς φύσεως ὑπομιμνήσκει τῶν παραδειγμάτων καὶ ὡς δύναμιν ταῦτα σχεδὸν ἄμαχον ἔχει διερεθίζειν τοὺς πρὸς αὐτὰ βλέποντας τῶν ἴσων ἀνθάπτεσθαι πράξεων. Οὐκοῦν τῷ λόγῳ ἑπόμενοι καὶ ἡμεῖς τρεπόμεθα παρὰ τὰ παραδείγματα καὶ ζητοῦμεν ἤδη ὅστις ἱκανὸς ἄνθρωπος τῷ κατ’ αὐτὸν ὑποδείγματι καὶ ἡμᾶς πρὸς βρῶσιν διερεθίσαι.

Εἰ γὰρ κἀπὶ τῶν ἄλλων ἄν τινας ἐνεργοῦντας ὁρῶμεν, οὐκ ἔσθ’ ὅπως ἕξομεν ἡσυχῇ μηδὲν αὐτοὶ πράττοντες, πολλῷ μᾶλλον ἐάν τις ἐσθίῃ ὁρώντων ἡμῶν οὐκ ἀνεξόμεθα ἀσιτοῦντες, οἵγε καὶ μηδενὸς διεγείροντος λίαν πρὸς τροφὴν ἔχομεν αὐθορμήτως, ὅταν ἐρρώμεθα λέγω· διὸ τίνα ἡμῖν ἕτερον ἀντὶ σοῦ προσήκει ζητεῖν ἢ πόθεν ἄλλοθεν ἡμῖν παράδειγμα τοιοῦτον συμπορισθήσεται; καὶ γὰρ ὥσπερ ἄλλος μέν τις ἀγαθὸς τὰ πολέμια, ἕτερος δὲ τὴν παίδευσιν, καὶ ἄλλος αὖ πράγματα μετιέναι πολιτικά, οὕτω που καὶ σὺ οὐκ ἀγαθὸς μόνον ἀλλὰ καὶ ἄριστος τρώγειν οὐκ ἂν εἴποιμι τὸ σὸν ἀξίωμα καὶ τὸ παρασεσυρμένον καὶ δημῶδες τοῦ ὀνόματος εὐλαβούμενος, παραθήγειν δὲ τοὺς ἄλλους εἰς τοῦτο. Τοιγαροῦν πρὸς ταύτης σου τῆς εἴτε δυνάμεως εἴτ’ ἐπιστήμης χρὴ λέγειν εἴτε τι ἕτερον χαίρεις ὀνομάζων τὸ πρᾶγμα, τὴν σήμερον ἐπιστὰς ἐνταῦθα ὁμοῦ πάσῃ παρασκευῇ πεῖσον σχεδὸν καὶ ἄκοντας ἡμᾶς τροφῆς μετρίας γοῦν μεταλαχεῖν, καὶ μὴ ἐθελήσῃς πάντη ἐκλελοιπότας ἰδεῖν, οὓς οὐδὲ τοσοῦτον ἔδει ὅσον ἐξελίπομεν ἤδη· ἐκλείψομεν δὲ τελέως ἂν μὴ τῷ ἐμφύτῳ πυρὶ τὴν τρέφουσαν ὕλην παράσχωμεν· παρέξομεν δὲ πῶς σοῦ τοῦ ἡμετέρου ἀλείπτου μὴ ἐπιστάντος;

ἀλλ’ ὦ τάν, ὦ φίλη μοι κεφαλή, ὦ παράδειγμα καὶ διδάσκαλε τῶν ἐθελόντων τρέφεσθαι ὥστε ζῆν, ἄριστε καὶ τελεώτατε, ἀνακτήσασθαι προτεθυμημένος ἡμᾶς ἐν τῇ ὥρᾳ τῇ σῇ μάλιστα παρὰ πάσας ἠγαπημένῃ, αὕτη δὲ ἣ τοὺς ἀνθρώπους ἀριστοῦντας ἔχει, κατάλαβε πρὸς ἡμᾶς ἢ προκατάλαβε καὶ τὴν ὥραν· οὕτω γὰρ ἄμεινον ὡς ἂν ἐνεργῶν παρὰ τὴν τράπεζαν ὡς εἴωθας ἐρρωμένως, καὶ ἀφ’ ἡμῶν μιμεῖσθαί σε βουλομένων πόρρω που τὴν ἀπραξίαν, ταὐτὸν δ’ εἰπεῖν καὶ ἀτροφίαν ποιήσοις· οὐ γὰρ μόνον τὰ γεωργικὰ ζηλοῖ γείτονα γείτων τὸ τοῦ Ἡσιόδου, ἀλλὰ καὶ τὸν ἐσθίοντα ὁ μὴ ἐσθίων, καὶ τὸν ἄλλο τι ἐργαζόμενον ὁ μηδοτιοῦν ἐργαζόμενος.