Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Ασθένεια, ιατρική φροντίδα και πρακτικά ζητήματα

Αναφορές σε σοβαρά προβλήματα υγείας του συγγραφέα, αλληλογραφία με ιατρούς και φίλους, καθώς και αιτήματα για πρακτική και πνευματική βοήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 10

Τῷ Μελιτινιώτῃ Καιρὸς ἦν ὅτε ὁ πολυθρύλλητος βασιλικὸς σῖτος οὐκ ἐν νομίσμασιν, ὡς ἐπεκράτει τὸ ἔθος, ἀλλὰ σῖτος σαπρὸς ἐπεδόθη ἡμῖν· καὶ τότ’ ἐγὼ μισθὸν τοῖς μετακομίσασι τρία ἐξαναλώσας ἀργύρια, καὶ εἰς τὴν σήμερον ἀποκλαίομαι αὐτά· καὶ σὺ δὲ μαρτυρήσεις τῷ λόγῳ πολλάκις ὑπὲρ ἐκείνων ἀκηκοὼς δεινοπαθοῦντος ἐμοῦ, ὅτι μάτην καὶ κακῶς ἐξηνάλωται· ἀλλὰ τοῦ λοιποῦ ὑπὲρ ἑτέρων οὐκ ἐκείνων κλαυσοῦμαι· τίνων τούτων; τῶν ἐκ χρυσοῦ νομισμάτων· εἴθε δὲ ἦν καὶ ταῦτα ἀργύρια, ἃ τοῖς παισὶν ἡμῶν δέδωκα διὰ τὸν προσφάτως χορηγηθέντα σοι σῖτον· ἥκασι γὰρ ἐκεῖνοι, ἵνα σοι ὅπερ ἔδει πρῶτον τελευταῖον ἐξείπω, καὶ ὅπερ ἥκασι φέροντες πάντα μᾶλλόν ἐστι σπέρματα ἢ σῖτος· εἰ δέ τις ἐν αὐτῷ καὶ σῖτον εἶναι φιλονεικοίη, φημὶ μὲν εἶναι κἀγώ, πλὴν πάνυ πολὺν χρόνον ἐπικεκυφώς τις ἕνα που ἢ καὶ δύο κόκκους εὑρήσει· ὃν δὲ καὶ εὑρήσει, γεγηρακώς ἐστι, σαπρός, ἐρρυπωμένος, μυρία κοιλώματα προδεικνὺς ἐκ τοῦ τὴν ἔνδον οὐσίαν ἀποβαλεῖν· δέρμα γὰρ μόνον ὑπάρχον σίτου καὶ οὐ σῖτος, τοῖς κενώμασι συνιζάνει καὶ διὰ τοῦτο τοῖς ἰσχνοῖς μὲν πάλαι δὲ τεταριχευμένοις σώμασιν εἴκασται· ὅθεν καὶ ἀφόρητον εἶχον ἂν τὴν ὀδύνην, εἰ μή σε ὥσπερ συμμεριστὴν ἐμοὶ τοῦ σίτου οὕτω δὴ καὶ κοινωνὸν τοῦ πάθους ἐγίνωσκον.

Τῷ Νεοκαισαρείτῃ Ἴσως ζητεῖς τινα καιρὸν ἐλθεῖν πρὸς ἡμᾶς· ὁ δέ, εἰ μὲν καθ’ ὃν ἡμεῖς ἐπιδημοῦντες καὶ ὄχλου καθαρεύομεν ἔστι σοι, τὸν νῦν ὄντα τοιοῦτον βέβαιον ὄντα ἠπίστασο· μόνοι γάρ σοι τὸ ὅλον οἰκοῦμεν μοναστήριον καὶ παραβάλλει ἢ τὴν σχολὴν ἡμῖν ἐπικόπτει οὐδείς, ὡς εἶναι διὰ τοῦτο τῆς μεθ’ ἡμῶν ὁμιλίας καταπολαύειν εἴ τις βούλεται, ὅπως ποτὲ βούλεται καὶ ἐφ’ ὅσον· εἰ δὲ μὴ τὴν καθ’ ἡμᾶς ἐπιτηρεῖς εὐκαιρίαν, τὴν δὲ σαυτοῦ ἄδειαν, ἢ τὸ ἀδεὲς μᾶλλον εἰπεῖν, ἀωρία τε πᾶσα καὶ νῦν ἐστι καὶ μετὰ ταῦτα ἔσται. Καὶ σύ γε ἄδηλον εἰ ἐπισταίης ποτέ· τῷ τοῦτο δῆλον; ὅτι δέδιας περὶ τὸ πρᾶγμα κομιδῆ καὶ τρέμεις· προΐσχομεν δὲ τοῦ δεδιέναι τὰς αἰτίας ἡμεῖς ἐγκαρτεροῦντες τῇ γνώμῃ· ἐπεὶ δὲ καὶ μέχρι παντὸς ἐγκαρτερήσομεν, οὔτε τὸ δέος λυθήσεται, μένοντος ἀεὶ τοῦ αἰτίου, σύ τε ζητῶν ἀδεῶς ἥξειν ἀφίξῃ οὐδέποτε.

Τῷ αὐτῷ Πρὸ πολλῶν ἡμερῶν, οὐ πάνυ δὲ πρὸ πολλῶν ἐξυφάναι σε λόγον φασί, παιδιὰν μὲν ἔχοντα τὴν ὑπόθεσιν, σπουδῆς δὲ ὑπερτέραν τὴν δημιουργήσασαν τέχνην. Τοῦτον, εἰ μὴ αὐτῷ τις ἐλάττωσις, ἂν ἡμεῖς μετίωμεν, πέμπε καὶ μετελευσόμεθα· εἰ δὲ φαυλότητος δέδοικε κοινωνίαν παρὰ φαύλοις γενόμενος, αὐτοῦ που μένων παρὰ τῷ πατρὶ μόναις ἀκοαῖς ταῖς ἀξίαις σωζέσθω.

Τῷ Παχυμέρῃ Δέσποτά μου σοφώτατε. Ἀνέγνων τὸν λόγον πλεῖν ἢ τετράκις, ἔγνων δὲ οὐδ’ εἰς ἅπαξ· καί με μὴ διά τι μέρος ὅπερ τοῦ παντὸς οὐ κατείληφα λόγου ἀπαγορεύειν νομίσῃς, ἀλλ’ ὅ φημι τοῦτ’ ἔστι· δίδωμι ἐμαυτῷ ξυνιέναι καὶ οὑτινοσοῦν τῶν ἐν τῷ λόγῳ οὐδ’ ὅσα γεωργοῖς καὶ βουκόλοις τῶν ἐκ Πυθίας χρησμῶν καὶ ἴσως πρὸς ταῦτα τὸ τοῦ Πλάτωνος ἐρεῖς μοι καὶ ἀληθῶς ἐρεῖς, ὡς ἀμαθὴς εἷ, ἑταῖρε, καὶ οὐχ ἕπῃ· ἐγὼ δ’ ὥσπερ τὴν ἐμαυτοῦ ἀμαθίαν ὁμολογῶ καὶ οὐκ ἀποκρύπτομαι· ὁρᾷς γὰρ οὕτω καὶ φιλολόγον ἐμαυτόν φημι, καὶ πάντα λόγων ἕνεκεν καὶ μαθήσεως κινεῖν προθυμότατον, οὗ χάριν καὶ περὶ τοῦ σοῦ λόγου τοῦδε, ὥστε τὰ ἐν αὐτῷ καταλαβεῖν ἰσχῦσαι ἱκέτης γίνομαι σός, καὶ ἱκέτης θερμός· καὶ σύ γε χρηστὸς ὢν καὶ ἀεὶ πρὸς ὠφέλειαν βλέπων μὴ ἀποκάμῃς φίλον ἄνδρα διδάσκειν, τοῦτο μόνον εὐεργεσίαν ἡγούμενον ἑαυτῷ ὅ, τι ἄν ποτε πάθοι παρά τινος.

Τῷ Νεοκαισαρείτῃ Ἀνὴρ ἐκεῖνος γράμματα ἔδοξε πέμπειν ἡμῖν, οὐ μὴν δὲ τῇ ἀληθείᾳ καὶ πέπομφε· πλὴν ὅσον δηλῶσαι ὅτι ἅπερ ἔδει πρὸς σέ, ταῦτα πρὸς τὸν ἐμὸν Μανουήλ, ὥσθ’ ὥρα σοι παρ’ ἐκείνου μανθάνειν. Ἀλλ’, ὦ σύ, πάντα τοῖς σαυτοῦ εὑρισκόμενος ἐν καιρῷ τί μέλλεις ἔτι γνωρίζειν, ἅπερ καὶ πάλαι ἐχρῆν; ὡς ἔοικε μᾶλλον ταχὺς ἦν ὁ ἐκ τῆς πέραν ἠπείρου τριταῖος μέχρι σοῦ ἀφιγμένος καίπερ ἀκαιρίᾳ χρησάμενος καὶ χειμῶνι παρὰ τὸν πλοῦν· ἢ σὺ τὰ ἐκεῖθεν ἐκδιδάσκων ἡμᾶς καὶ ταῦτα οὐ πλέον διεστὼς ἢ ὅσον βουληθέντι εἰς χεῖρας ἡμῖν αὐτὰ τὰ γράμματα ἐκβαλεῖν, ἢ ἄλλος διδάξαι κεκυφότα πρὸς οὗς ἀπόνως διδάξαι· ἀλλά τί σοι πλέον ἐκ τῶν μακρῶν λόγων; ταῦτα μὲν γάρ σοι συνήθη καὶ πράττειν καὶ πάσχειν καὶ παρ’ ἡμῶν ἀκούειν· πάντα δὲ πράγματα τὸ σὸν μέρος καὶ μικρὰ καὶ μείζω ἀπόλοιτο· οὐ γάρ σοι, ὅτι μὴ σαυτῷ σχολὴ τῷ προσέχειν τὸν νοῦν, οὔτ’ ὀδυνωμένῳ ὄντι, καὶ ταῦτα ἐξ αἵματος, οὔτε φίλῳ ἀλγοῦντι οὔτ’ ἄλλῳ ἀνθρώπων οὐδενί, φιλανθρωπία δὲ καὶ τὸ τὸν πλησίον ὡς ἑαυτὸν στέργειν καὶ εἴτι θεῖναι πρόσταγμα παραπλήσιον ἄλλως ῥήματα παρὰ σοί, ἐφ’ οἷς εἴτις ἀνὴρ φίλα σοι φρονῶν ἐν τῷ βίῳ, δυοῖν τούτοιν δικαίως θάτερον εὔξαιτ’ ἂν ὑπὲρ σοῦ· ἢ γνώμης τῆσδε μεταβαλόντα ἀμείνονα κτήσασθαι, ἢ μὴ τυχεῖν ποτε ἀνδρὸς προῃρημένου τοιούτου φαίνεσθαι περὶ σὲ καὶ τὰ σά, ὁποῖός τις αὐτὸς νῦν ὁρᾷ περὶ τοὺς σαυτοῦ.

Τῷ μοναχῷ Ἰασίτῃ Ὅς σοι τὴν ἐπιστολὴν ἐγχειρίζει τῶν καθ’ ἑταιρίαν ἐμοὶ προσηκόντων σχεδὸν ὢν παλαιότατος, τῆς ἑταιρίας ἔχεται μέχρι καὶ νῦν καὶ ἐπιτήδειός ἐστιν ἀμετάβλητος· οἰκεῖ δὲ μᾶλλον δὲ ᾤκει τὴν τοῦ Παντοκράτορος μονήν, ἀλλὰ νῦν ἐκεῖθεν ἀπελαθείς, καὶ τὴν αἰτίαν αὐτὸς διδασκέτω, εἰς ταὐτὸν κοσμικοῖς ἀνδράσι συνάγεται, ὅτι μηδ’ ἔχει μετὰ μοναχῶν οἰκεῖν, ἀπορρηθὲν εἰς μηδεμίαν αὐτὸν δέχεσθαι τῶν ἐν Βυζαντίῳ μονῶν. Καὶ τοίνυν ὡς ἄχθεται τῇ τοιαύτῃ διατριβῇ καὶ οὐκ ἀνεκτῶς φέρει θορύβῳ κοσμικῶν ἀνδρῶν ἀναμίγνυσθαι, ἤθεσι τοῖς μοναχῶν καὶ διαίτῃ ἐξ ἔτι νηπίων ἀνακεκραμένος, τί χρὴ λέγειν;

πλὴν οὕτως ἔχοντα, λογισμός τις ἐνέπεισεν, ὥς τισιν ἡμῖν προσιέναι—καὶ γάρ τοι δοκοῦμεν τοῖς πολλοῖς εἶναί τι, ἀπατωμένοις ὡς τὰ πολλὰ τοῖς ἔξωθεν ἡμῶν πλάσμασι—καὶ προσιόντα αἰτεῖν ὥσθ’ ὑπὲρ αὐτοῦ δέησιν πρὸς τὸν θειότατον πατριάρχην ἀνενεγκεῖν, ἵν’ ὥσπερ τῆς ἑαυτοῦ μονῆς προστάγματι ἐξερρίφη πατριαρχικῷ, οὕτω δὴ καὶ νεύσει τῇ πατριάρχου τῆς εἰς ἐκείνην αὖθις εἰσόδου τύχῃ· ἀλλ’ εἰ μή με δέος ἅμα καὶ αἰδὼς εἶργον περὶ τῶν τοιούτων προσελθεῖν τῷ μεγάλῳ, κἂν ἡψάμην θερμότερον τῆς πρεσβείας, κἂν ἔπραττον ὡς οὗτος αἰτεῖ· ἐπεὶ δ’ ἐμποδὼν ἵσταται τὰ εἰρημένα, καὶ τὸ τοσοῦτον θαρρεῖν ἀφαιρεῖται, ἀπεῖδον πρὸς δεύτερον πλοῦν, τὴν σὴν λέγω φιλίαν, ᾗ δὴ καὶ συνίστημι τὸν μοναχόν, θαρρήσας αὐτὴν ἔσεσθαι τὰ πρὸς τὸν πατριάρχην τῷδε, ὅσα περ καὶ Γεώργιος ἔμελλεν, εἰ ἀδείας ἐπειλημμένος ἐτύγχανε.

Τοῦτον τοίνυν εἴπερ εἰς δύναμιν εὖ ἐργάσῃ, ἀληθῶς μὲν ἔσῃ κἀμοὶ χαριζόμενος, χρὴ δὲ νομίζειν, ὡς πολὺ μᾶλλον τῇ σαυτοῦ ἀρετῆ, δι ἣν εἰκὸς καὶ τῶν ὑπὲρ δύναμιν ἅπτεσθαι, ὅταν τίς σου δεόμενος φαίνηται· ὅτι δ’ εἰ μόνον ἐπιχειρήσεις, καὶ εὗ ποιῆσαι δυνήσῃ, καὶ διαμαρτεῖν οὐκ ἔσται, θαρρῶ μὲν ἐγώ, θάρρει καὶ σύ, γινώσκων ὡς δυσωπηθῆναι ταχὺς ὁ τὴν ἱκεσίαν δέχεσθαι μέλλων καὶ ὡς οἴκοθεν βιάζεται πρὸς συμπάθειαν· ὃν εὖ ἴσθι καὶ ἐπὶ πλέον πρὸς ταῦτα κινήσων, εἰ μεταξὺ πρεσβεύων παρενείροις καὶ ὅσος τῷ ταλαιπώρῳ τούτῳ ἐπήρτηται κίνδυνος ἐπὶ χρόνον ἔξω διατρίβοντι τῆς μονῆς καὶ δυοῖν τοῖν παλαμναιοτάτην ἐχθροῖν μέσῳ ἐναπολαμβανομένῳ βελίαρ τε καὶ σφριγώσης νεότητος· καὶ ἃ μὲν ἐγὼ ζητῶ σε, σὺ δὲ τὸν δεσπότην μέλλεις τὸν πατριάρχην, οὕτως εὔλογα· οὐκοῦν θαρρήσας Θεῷ δικαίων αἰτήσεων πληρωτῇ αὐτίκα μάλα πράττε τὴν ἱκεσίαν.

Τῷ Μελιτινιώτῃ Εὔχομαι εἰς Θεὸν ἵνα κἂν αὐτὸς ὑγιαίνοις ἐγὼ δὲ περὶ τούτου πολλάκις εὐξάμενος καὶ πολλάκις αἰτήσας Θεὸν οὐκ ἠδυνήθην τυχεῖν· τάχα ὅτι κακῶς αἰτῶ καὶ ἀσυμφερόντως ἐμοί, ὡς μέλλων ἐν οἷς μὴ φίλον Θεῷ καταδαπανῆσαι τὴν εὐεξίαν τοῦ σώματος· ἀλλ’ ἴσως περὶ τῆς ψώρας ὑπολαμβάνεις δυσχεραίνειν ἐμέ, ἤτις βαρεῖά τε καὶ ἐπὶ χρόνον ἤδη πολὺν ἐνσκήψασά μοι οὐ μόνον τὴν ἐν σαρκὶ ἐκμυζήσασά ἐστιν ὑγρότητα, ἀλλὰ καὶ εἴ τις ἰκμὰς ἐν βάθεσιν ὀστέων ἐκρύπτετο· ἐγὼ δὲ οὐ περὶ ταύτης νυνί, οἶδα γάρ σε ὡς καὶ ὀφθαλμοῖς αὐτοῖς ἔχεις τὸ τοιοῦτον ἕλκος κατειληφώς, τὸ δὲ πρότριτα δεινὸν ἐκεῖνο λέγω, ὅπερ παρὰ προσδοκίαν συμβάν, εἰ μὴ ὁ ἀγαθὸς ἐρρύσατο, οὐκ ἂν ἐπεσχέθη οὐδενὶ τρόπῳ τοῦ μὴ ἐκστῆσαι ἡμᾶς τῶν παρόντων· πυνθάνῃ ὅ, τι ποτὲ ἦν ἐκεῖνο καὶ ὅπως συνέστη; τρίτη παρῆλθεν ἐκ τῆς πρώτης τῶν νηστειῶν ἡμέρα, κἀγὼ προσηρχόμην τῷ ὕδατι καὶ ἔπινον ἀμφότεροι ἀδεῶς καὶ ἡδέως· σὺ δέ μου καὶ ἄλλοτε κατηγόρησας ὡς ἀσυμμέτρως ὑδροποτῶ, καὶ πάλιν κατηγορεῖς ὡς ἔγωγε ὁ αὐτός εἰμι ἔτι καὶ νῦν, καὶ ἠλλοίωμαι οὐδὲ μετὰ τὴν πληγήν.

Καὶ τοίνυν ὡς ἔπινον τοῦτον τὸν τρόπον, ἧσαν μέντοι λυπηροὶ τῇ κεφαλῇ μου καὶ οἱ ἐκ τῆς ψυχροποσίας ἀτμοὶ εἰς αὐτὴν ἅπαντες ἀνιόντες καὶ ἀποκαθιστάμενοι, ἐλύπει δὲ οὐχ ἥκιστα καὶ τὸ ἔξωθεν ψῦχος, ὅπερ ἦν ἐκ τῆς ὥρας, καὶ ἦν ὁ πόλεμος ἑκατέρωθεν πολὺς τῇ ἀκροπόλει τοῦ σώματος καὶ ἐπεκράτει σαφῶς ἐν αὐτῇ τὰ χείρω· ἐντεῦθεν γὰρ κατάψυξις ἐγκεφάλου καὶ πλήρωσις κεφαλῆς ἐξ ἀπέπτων ὑγρῶν, καὶ κατάρρους καὶ ὅσα τοῖς τοιούτοις ἀκολουθεῖ· ἔδει γὰρ συμφόρησιν τοιαύτην γενέσθαι ἵν’ ἱκανῶς ὁ ἡμέτερος ὄλεθρος συγκροτῆται· ἀλλ’ εἰ μὲν οἱ μυκτῆρες ἐλευθέρως εἶχον καὶ δίοδος ἦν τοῖς ὑγροῖς, τάχα σὺν χρόνῳ ταῦτα ἐκφορηθέντα παρέσχον ἄν ποτε ῥαΐσαι τῇ κεφαλῇ· νυνὶ δ’ ἐκείνων πνεύματι, εἴ τινι ἄλλῳ συμπτώματι ἀποφραγέντων, ἡ πᾶσα ἐπιρροὴ κατὰ τοῦ φάρυγγος γέγονε· καὶ ἐτραχύνθη μὲν οὗτος ἐκ τῆς ψυχρότητος καὶ τοῦ τῶν ῥευμάτων πλήθους, ᾤδηκε δὲ ἡ ὑπερώα, ἐπεσχέθη δέ μοι ἡ φωνή, ἀπεκλειόμην σιτίων, ἀπεκλειόμην πόματος, ὅτι οὐκ ἀπραγμόνως ἔσπων οὐδ’ αὐτοῦ τοῦ ἀέρος· βῆχες ἐπὶ τούτοις συνεχεῖς ἧσαν ἀπὸ τοῦ στήθους, πνιγμοὶ συνεχέστεροι, ὁ κίνδυνος προφανὴς καὶ ἀνθρωπίνως εἰπεῖν, τῆς σωτηρίας ἀπόγνωσις.

Καὶ τὸ μὲν δὴ συνενεχθὲν ἡμῖν τοιοῦτόν τι ἦν καὶ οὕτω συνέστη· ἀνηνέγκαμεν δὲ ὅμως ἐκ τούτου νεύσει Θεοῦ, ὃς δὴ καὶ πνεῦμα ἐξήγειρεν ἀνδρὸς ἰατροῦ τὴν ἴασιν εἰς ἡμᾶς ἐνεργῆσαι, καὶ ἐνήργησεν οὗτος καλῶς· ὁμοῦ τε γὰρ ἐν τούτοις ὄντας εἶδεν ἡμᾶς καὶ συμφέρον εἶπε τὴν φλεβοτομίαν, καὶ προσέταξε χρήσασθαι, καὶ ἐχρησάμεθα· καὶ ἐξ ἐκείνου ῥᾷον μὲν ἔσχομεν, πλὴν οὔπω καὶ σήμερον καθαρῶς ἀπηλλάγημεν· ἥ τε γὰρ βὴξ ἔτι μένει πολλή, ἥ τε περὶ τὸν ἦχον τραχύτης, τῶν ἄλλων δὲ πλὴν τῆς ἐσχάτης ἀδυναμίας καὶ τῆς δίψης τό γε νῦν ἔχον οὐδὲν ἐνοχλεῖ. Τὴν δὲ δὴ ψώραν ὡς ἀλλότριόν τι παρὰ ταῦτα εἶδος κακοῦ καὶ πάλαι γνώριμον ἐξαίρω λόγου· εἰ δὲ καὶ πάλιν ἀκούειν, τί περὶ ταύτης αἱρῇ, νέα τις ἔστι καὶ ἀκμάζουσα τὸν ἀεὶ χρόνον ἄλλη ἐπ’ ἄλλην ἐκ βάθους ἐγειρομένη, οἵους τοὺς τοῦ Σύλλα φθεῖρας παρὰ Πλουτάρχῳ ἀκούεις, δι’ ἣν οὔτε καθεύδειν συγχωρούμεθα, καὶ πᾶσαν ἣν ἄν τις ὀνομάσοι βρῶσιν· ἀηδῶς προσιέμεθα· ἧς δὴ καὶ τῶν ἄλλων ἀπαλλαγῆναι ὅσα τῷ ταλαιπώρῳ ἐνοχλεῖ σκήνει, εἰ συμφέρει, εὔχου καὶ αὐτός, ναὶ δυσωπῶ πρὸς Θεόν· εἰ δὲ μὴ συμφέρει, οὔτ’ ἐγὼ βουλοίμην ποτὲ τὴν ἀπαλλαγήν, μήτε σὺ εὔχου· εἰ γὰρ καὶ τῶν ἡδέων ἔσθ’ ὅτε ἀποτυγχάνοντες δυσχεραίνομεν, ἀλλ’ οὐ πάντοτε φίλα ἡμῖν τὰ τοιαῦτα τοῦ συμφέροντος προτιμᾶν, ἐκεῖνο δὲ τοῦτο ὡς ἐπὶ τὸ πολύ.

Τῷ μοναχῷ κὺρ Μεθοδίῳ Ἐρωτᾷς τί ἡμῖν ἡ ἀφέλεια τῶν πρὸς σὲ βούλεται γραμμάτων, οὐκ εἰωθὸς ὂν δέχεσθαί σε τοιαῦτα τὰ παρ’ ἡμῶν· οὐδὲν ἕτερον, ὦ ’γαθέ, ἀλλ’ ἢ σαφέστερον τὰ ἐπεισπεσόντα ἡμῖν ἀνιαρὰ καὶ τὴν ἀλλοίωσιν, ἣν διὰ ταῦτα πεπόνθαμεν παραστῆσαι· καὶ γάρ τοι ἵνα συντόμως ἐξείπω τὸ πᾶν νόσος ψυχῆς ἐκ προαιρέσεως πονηρᾶς καὶ φαύλης συστᾶσα τὸν ἡγεμόνα νοῦν τῶν ὑψηλοτέρων κατὰ φύσιν δρόμων κατήνεγκεν, ὡς ἐντεῦθεν χαμαίζηλα καὶ νοεῖν καὶ φθέγγεσθαι συμβαίνειν, καὶ οἷα οὐδέποτε πρότερον, ὅτ’ ἐκεῖνος μετέωρος ὢν πάντα συμμετεωρίζων ἦν τὰ ἡμέτερα· τῷ δὲ δὴ τοιούτῳ δεινῷ οὐ μετρίῳ ὄντι ἄνθρωπον ταπεινῶσαι καὶ σώματος ἀρρωστία συνεπιθεμένη καὶ αὐτὴ χαλεπωτάτη ὅσῳ καὶ πολυχρονιωτάτη ὧν οἶδα ἐμοὶ συμβῆναι, τὸ πᾶν ἡμῶν ἀνέτρεψεν εἰς γῆν καὶ κατέβαλε· κείμεθα λοιπὸν ἔχοντες λέγειν ὡς καλῶς πράττομεν κατ’ οὐδὲν τῶν ἡμετέρων, κατὰ πάντα δὲ ὅτι κακῶς, εἶτα τὸν οὕτως ἔχοντα ἐπιστολῶν ζητεῖς ἀρετὴν μετὰ τὴν τῆς ψυχῆς, μετὰ τὴν τοῦ σώματος καχεξίαν; καὶ πῶς οὐκ ἂν ἀδιακρίτως αἰτίης; ἐγὼ μὲν οὖν ἔργα παρασχεῖν μοι τὰ τῶν ὁλοκλήρως ὑγιαινόντων οὐδ’ ἄν ποτε, οὐδὲ τὸν καθ’ ἓν μόνον τούτων νοσοῦντα ἠξίωσα· ὅταν δὲ κατ’ ἄμφω ὁρᾶταί τις κακῶς διακείμενος, ἢ τίνος ἀπολογίαν πρός γε τοῦτο δεήσει;

τῷ ὄντι γὰρ μέγιστον εἰς λόγους ἐμπόδιον ὅταν φαύλως περὶ τὸ καλὸν διάκηται ἡ ψυχὴ καὶ περὶ τὴν διασκόπησιν τῶν ὄντων ὁ τεχνίτης νοῦς ἔχῃ πεπλανημένως· καὶ τὸ σῶμα δὲ καὶ αὐτὸ πονήρως ἔχον οὐ μικράν τινα τὴν ἔνστασιν πρὸς ἐπίδειξιν καλῶν λόγων παρέξεται· αἴτιον δὲ τούτου ὅτι δύναμις ἅπασα ἧς τινοσοῦν ἐπιστήμης καὶ τέχνης ἐκ νοὸς ὡρμημένη τὸ πρῶτον, οὐκ ἄν ποτε τοσοῦτον προέλθῃ ὥστε καὶ ἔργῳ φανῆναι καὶ αἰσθήσει γενέσθαι καταληπτή, ὅτι μὴ διὰ σώματος καὶ τῶν σωματικῶν ὡς δι’ ὀργάνου τινός· οὐκοῦν μέλλει τι δεξιὸν ἐκεῖθεν φανῆναι, ἀμφότερα ἐρρῶσθαι δεῖ τὸν τεχνίτην αὐτόν, καὶ τὸ δι’ οὗ ἡ τέχνη γίνεται ἐμφανής· ἂν δὲ καὶ ἄμφω ταῦτα ἢ καὶ θάτερον πλημμελῶς ἔχον ἐστίν, ἀνάγκη πᾶσα καὶ τὸ τῆς τέχνης ἀποτέλεσμα ὡς πλεῖστον λείπεσθαι τῆς ὀρθότητος· ὅγε δὴ καὶ εἰς ἡμᾶς συμβαῖνον ὁρῶν τὰ ῥηθέντα ἤδη αἴτια εἶναι καταλογίζου.

Τῷ Κορέσῃ μοναχῷ Ἀγάθωνι Ἔτι περιττῶς ἔχομεν τῶν ἀνιαρῶν καὶ πλοῦτον ἁμαρτωλῶν πλουτοῦμεν τὰς ἀσθενείας, καὶ τοῦτο πάνυ δικαίως· οἶα γὰρ ἐσπείραμεν τοιοῦτον πάντως ἡμῶν καὶ τὸ γεώργιον ἔσται· ἀλλὰ τυχεῖν ἀπαλλαγῆς ποτε ἢ μὴ βαρέως φέρειν τὴν μάστιγα ἔργον ἂν εἴη Θεοῦ καὶ τῶν σῶν εὐχῶν. Ἐπεὶ δὲ μέλλομεν ἤδη καὶ πόματα καθάρσια σὺν Θεῷ προσφέρειν, πληθυντικῶς δὲ εἴρηκα, ὅτι καὶ πρὸς πολλὰ παρεσκεύασμαι, γενοῦ μοι καὶ σὺ ἐντονώτερος τὴν πρὸς Θεὸν ὑπὲρ ἡμῶν ἱκεσίαν, ὡς ἂν εἰ μὴ ὠφελείας ἐκ τῆς χρήσεως τύχωμεν, εἰς γοῦν τὴν ἀρχαίαν ἕξιν μὴ ζημιωθῶμεν· ὅτι δὲ οὐ μέτριος ἐν τοῖς τοιούτοις ὁ φόβος πάντως γε καὶ αὐτὸς συνεπίστασαι, καί γε ἀγωνιᾶν σε ἤδη νομίζω καὶ μετέωρον εἶναι τὴν τοῦ πράγματος οἵαν ἕξει ἀπεκδεχόμενον τελευτήν· εἶεν.

Σὺ δὲ μὴ τὴν ἀσθένειαν συμβῆναι ἐκ τοῦ μὴ ἐπιμελεῖσθαι τοῦ σώματος νόμιζε· καὶ γὰρ ἕνεκα τούτου καὶ πολλὴν ἔδει τὴν ὑγείαν παρεῖναι ἡμῖν, καὶ πρώην βλακείᾳ προκειμένοις καὶ νῦν βλακικωτέροις ἑαυτῶν γεγονόσιν, ὡς καὶ τῷ φίλτρῳ μᾶλλον ἐπιδεδωκόσι τοῦ σώματος· ἀλλ’ ἔστιν ἡμῖν αἰτία τῆς φανερᾶς τῆς δὲ νόσου ψυχῆς ἀθέατος νόσος, ἣν ἤσκησαν ἐκ πολλῶν ἤδη τῶν χρόνων προαίρεσις ἄτοπος καὶ γνώμη νεύουσα πρὸς τὰ χείρω· ἣν εἰ μὴ δεόντως ἰατρεῦσαι θελήσομεν—πρὸς γὰρ ἡμῶν ἡ ταύτης ἐστὶ θεραπεία—οὐδὲ τῆς ἐν ὀφθαλμοῖς ὁρωμένης ἀπαλλαγησόμεθα· πρὸς ταῦτα πρόφερέ μοι σὺ διαίτης πονηρίαν καὶ μοχθηρίαν τροφῆς καὶ σκήνους ἀτημελησίαν καὶ ὅσα σοι φίλον ἀνεπιστημόνως ἐμοὶ ἐγκαλεῖν· ὡς οὐδείς γέ σοι ἐπιτιμῶν ἔσται μὴ τὰ κατὰ προαίρεσιν λέγειν· ἐγὼ δέ σε τὴν τιμίαν ἐμοὶ κεφαλὴν τοῦτ’ ἀξιῶ ἀντὶ πάντων· εὔχου περὶ σωτηρίας ψυχῆς, ἧς δὴ ἕνεκα μήπως ἀποτυχεῖν γένηται, καὶ ὁ πᾶς ἐμοὶ φόβος ἐστί, τοσαύτην γὰρ ἐμαυτῷ πρὸς αἵρεσιν τοῦ καλοῦ σύνοιδα ῥᾳθυμίαν, ὑγείας δὲ πέρι καὶ νόσου πάντως, ὅγε τοῖς δυοῖν συμφέρον ἐστίν, ἐκεῖνο ἐν ἡμῖν καὶ πρὸς τοῦ σώζοντος οἰκονομηθήσεται.

Τῷ Μελιτινιώτῃ Ἰδού σοι πέπομφα καὶ τὸ ἕτερον Ἀριστείδου βιβλίον· πέπομφα δὲ οὐχ ἑκών, ἀλλ’ ὑπὸ τῆς ἀγάπης τυραννηθείς· τετυράννημαι δὲ οὐκ ἄκων ἀλλ’ ἑκουσίως, ὡς συμβαίνειν ἐντεῦθεν αἴνιγμα εἶναι καὶ λέγεσθαι τὴν ἀποστολὴν τοῦ βιβλίου, ἑκουσιοακούσιον, τοῦτο δὴ τὸ περὶ τὰς φονικὰς δίκας θρυλλούμενον· καὶ ὥσπερ ἐγὼ τοὐμὸν μέρος θεσμὸν φιλίας πεπλήρωκα, οὕτω που καὶ σὺ τὸ σὸν ἐκπληρῶν φάνηθι, ἵνα μὴ τῷ ἴσῳ σκάζον, ἀλλὰ παντάπασιν εὐτελὲς τὸ ἡμέτερον ᾗ· ἐκπλήρωσις δὲ πῶς; ἂν καὶ σὺ λέγοντος ἐμοῦ τάχιόν σε χρὴ διελθεῖν τὸ βιβλίον καὶ τάχιον ἀποκαταστῆσαι ἡττηθεὶς τοῦδε τοῦ λόγου, καὶ ἀποκαταστήσῃς· οὕτω γάρ πού φασι, καὶ ἀληθέστατά γέ φασι, τὴν φιλίαν συνίστασθαι, εἰδέναι τοὺς λέγοντας· ἀλλήλους φιλεῖν καὶ παρὰ μέρος ἀλλήλων ἡττᾶσθαι· τὸ δ’ αὐτὸν ἀξιοῦν ἀεὶ θατέρου κρατεῖν, ἡττᾶσθαι δὲ ἀνέχεσθαι μηδεπώποτε, οὐ φιλίως ἀλλήλοις χρωμένων ἔργον ὑπάρχειν, τῶν δὲ εἰρημένων δεσποτῶν καὶ εἶναι καὶ ὀνομάζεσθαι· εἶεν. Τὰ δ’ ἄλλα γράφειν, ὅτι τὸ πυκτίον πόνος ἐμὸς καὶ στέργω καὶ βούλομαι μηδεμίαν μηδέποτε φθορὰν αὐτῷ εἴ τινα ὅλως ἐπισυμβῆναι βλάβην, ταῦτα μὲν γράφων σοι περιττὸν οἶδα.

ἥγημαι γάρ σε πάλαι εἰδέναι· καί μοι διὰ ταῦτα τηρήσοις τοὐμὸν οἷον μάλιστα χαίρω καὶ αὐτὸς ὁρῶν· τοῦδε δέ, εἰ μνησθήσομαι οὐ περιττὸν ἐρεῖς, ἀλλὰ σαφῶς εἶναι τῆς χρείας· πολλῆς τῆς διορθώσεως χρῇζόν ἐστι τὸ βιβλίον· οὐκοῦν ἢ αὐτὸς ἔσο ὁ ταύτης ἀξιώσων αὐτό, ἢ τό γε δεύτερον καὶ ἀπονώτερον κατὰ τὴν χώραν γενόμενος ἔνθα μὴ ἄμεινον ἔχειν δεῖ, πρὸς τῇ λευκῇ περιφερείᾳ κατ’ εὐθεῖαν τοῦ πταίσματος, σημεῖόν τι γράφε διορθώσεως· καταδήλων γὰρ ἐκ τῶν σημείων τῶν μὴ καλῶς ἐχόντων χωρίων γεγενημένων, οὐ δυσχερές τι τοῦ λοιποῦ πρᾶγμα φανήσεται τὸ προσῆκον ἡμᾶς ἀποδιδόναι τῇ βίβλῳ.

Τῷ Σταυρακίῳ Ὁ μὲν καιρὸς ἐξ ὅτου σε τὴν σεβασμίαν ἐμοὶ κεφαλὴν οὐ προσείρηκα, καὶ ταῦτα περὶ πλείστου τοῦτο ποιούμενος, πάνυ πολύς, ἀλλὰ σύ γε οὐ διὰ τοῦτο ἡμᾶς εὐθυνεῖς, οὐδ’ ἐθελήσεις λόγον ἀπαιτῆσαι οὐδένα· ἢ τίνα ἂν ἀπαιτήσῃς, ὅπου γε τὸ ἐμπόδιον οὐχ οἶον καὶ λανθάνειν ἐστίν;

ἀλλ’ ἐπειδή περ ἐκεῖνο, ὅ, τι περ ἄρα καὶ ἦν, ἐκποδὼν ἐγένετο νεύσει Θεοῦ, πάροδος δὲ ἤδη τοῖς ἡμετέροις γράμμασιν ἀκωλύτοις μεθ’ ὁτουοῦν ἥκειν πρὸς σέ, τὸ εἰκὸς ἀφοσιούμεθά σοι καὶ ἅμα μὲν προσφθεγγόμεθά σε, ἅμα δὲ καὶ ὑγείαν σώματος καὶ ῥῶσιν καὶ ψυχῆς εὐθυμίαν καὶ πᾶν ὅ, τι καλὸν ὡς καὶ ἡμῖν αὐτοῖς, οὕτω καὶ σοὶ παρὰ Θεοῦ ἐπευχόμεθα· ἅμα δὲ καὶ ἀδελφικωτέρᾳ, ἵν’ οὕτως εἴπω, στοργῇ κινούμενοι πυνθανόμεθά σου· πυνθανόμεθα δέ, πῶς ποτε ὁ πάντα καλὸς κἀγαθὸς σὺ τὸν μεταξὺ χρόνον διήνεγκας, ὅτε καὶ τὰ πρὸς ἀλλήλους ἡμᾶς ἀνομίλητα ἔμενεν, εἴκοντα καὶ αὐτὰ τῇ βαρύτητι τοῦ καιροῦ· ἀλλ’ εἴη καὶ πρὸς ταυτηνὶ τὴν ἐρώτησιν, καὶ εἴ τις παραπλησίως γένοιτο ἐν τῷ μετὰ ταῦτα χρόνῳ, ἔχειν σε περὶ σαυτοῦ τὰ κρείττω ἀποκρινεῖσθαι, ὁποῖα δὴ καὶ τὰ τῶν ἡμετέρων εὐχῶν, ὡς ἂν καὶ ἡμεῖς, εἰ καὶ μηδὲν ἔχομεν ἴδιον, οἷον εὐφραίνεσθαι ἐπ’ αὐτῷ, διὰ σὲ γοῦν καὶ τὴν σὴν εὐεξίαν εὐδαιμονεστέρων ἡμῶν αὐτῶν αἰσθανόμενοι, μετὰ τῶν εὐφραινομένων ὦμεν· τοῦτο δὲ δίδωσί μοι οὕτω καὶ ὑπολαμβάνειν καὶ λέγειν, ὅ τε τῆς ἀγάπης δεσμός, εἰς ἓν ἡμᾶς ὡς κάλλιστα συνάγων καὶ συντιθέμενος, ἥ τε πολυύμνητος παροιμία, ἡ κοινὰ τὰ τῶν φίλων εἶναι θεσπίζουσα.

Τῷ αὐτῷ Ἄνω καὶ κάτω σου τῶν ἐπιστολῶν οὐκ ἀνίης εὐδαιμονίζων ἡμᾶς, καὶ θαυμαστὸν οὐδέν· οὐ γὰρ αἰσθάνῃ τῆς ἐν βίῳ ταλαιπωρίας ἡμῶν· εἰ δ’ ἐτύγχανες αἰσθανόμενος, πάντως ἀφεὶς ᾄδειν εὐδαιμονίας καὶ μακαριότητας, μεταβαλὼν ᾖσας ἂν τὴν παλινῳδίαν· οὐ γὰρ οἶμαί τινα τῶν ἡμετέρων ἔχοντα ἐπιστήμην ἐθελῆσαί ποτε, εἰ μὴ παίζοι, τοιούτων πρὸς ἐμὲ μνησθῆναι φωνῶν, ὁποίων αὐτὸς οὐκ οἶδ’ ὅπως καὶ ὑπὸ τίνος κινούμενος μέμνησαι. Τὰ μὲν γὰρ ἔνδον ἡμῖν καὶ ὅσα αἰσθήσεσιν ἄβατα, πονηρὰ καὶ ἐφάμαρτα, ὥστε καὶ τὸ τῆς γεέννης ὑμνούμενον πῦρ, εἰ τούτου κολάζοντος τύχοιεν, φιλάνθρωπος ἂν αὐτοῖς νομίζοιτο τιμωρία· τὰ σωματικὰ δὲ καὶ φαινόμενα κόπων καὶ πόνων πλήρη καὶ οὐδαμοῦ ῥᾳστώνη, νόσοι δὲ συνεχεῖς καὶ ποικίλαι, καὶ φθίσεις καὶ ἐκλύσεις τοῦδε τοῦ σκήνους καὶ ἰδέα πᾶσα κακοῦ. Τὰ δὲ τῆς ἔξωθεν φαντασίας, εἰ ταῦτά σε διεγείρει μακαρίζειν ἡμᾶς, —καὶ τί γὰρ ἄλλο; —σκιὰ καὶ ὄναρ εἰσὶ καὶ αὐτὸ τοῦτο σαφὴς φαντασία, τοσοῦτον πρὸς εὐδαιμονίαν τελοῦντα, ὁπόσον τι καὶ πρὸς γένεσιν ὄμβρων καὶ ὑετῶν συνεισφέρει καπνός, ἢ πρὸς τὰς μεθ’ ἡμέραν καὶ ἀληθεῖς ἡμῶν ἐργασίας, τὰ ἐν ὕπνοις φαινόμενα.

καὶ ὅπερ οὖν ἔφην, οἷς ἡμεῖς κάμνομεν, σὺ μηδὲν ἐπαΐων μηδέ τι περὶ τούτων λέγειν ἔχων σαφές, κάθησαι προσέχων τοῖς ἡμετέροις ὀνείρασι, καὶ εὐδαίμονας λέγεις καὶ μακαρίους ἀνθρώπους τοὺς εἰς ἔσχατον ἥκοντας ἀθλιότητος, ὀνειροπολῶν οἶμαι τρόπον τινὰ καὶ αὐτὸς καὶ φάσμασιν ἀλλοτρίοις καὶ σκιαῖς εὐωχούμενος. Ἀλλ’, ὦ χρηστέ, ἥκιστα τοῦθ’ ἡμῶν ἔργον τῶν φιλοσόφων τὸ τοιαῦτα θαυμάζειν οὐδ’ ἁπλῶς ὅ, τι τύχοι περὶ οὑτινοσοῦν ἀποφαίνεσθαι, ἀλλὰ φιλοπονίᾳ πρότερον ἡμμένους τῆς ἀληθείας, ὅταν μὴ ἐξῇ ἐκ τοῦ προχείρου ταύτην λαμβάνειν, τοὺς λόγους μετὰ ταῦτα ἐκφέρειν, φύσει τε κατωχυρωμένους, καὶ ἀκολουθίᾳ πραγμάτων, καὶ πανταχόθεν τὸ ἀναντίρρητον ἔχοντας. Οὔτω γὰρ ἂν καὶ οὗτοι ἡμῶν οἱ λόγοι δόγματα καλούμενοι δικαίως καλοῖντ’ ἄν· καὶ τὰ πρεσβεῖα φέροντες κατὰ πάντων τῶν ἄλλων, τὸ ἀρχαῖον σφίσιν ἀξίωμα σώζοιεν.

Τῷ Μαρμαρᾷ Γεωργίῳ Ἐξότου τὰς μεμβράνας εἰλήφεις μῆνες ἤδη παρήλθοσαν τρεῖς· ἔργον δὲ ἦν ὥστε αὐτὰς γράψαι, ἐπὶ τούτῳ γὰρ οἶμαι καὶ ἔλαβες, οὐ τοσούτου χρόνου, ἀλλ’ ἡμερῶν πεντεκαίδεκα. Τί λοιπὸν οὐκ ἀποστέλλεις αὐτὰς ἢ γεγραμμένας ἢ μή; ἢ εἰ μηδ’ ἀποστεῖλαι βούλει, τί μὴ γνώριμον ἡμῖν τοῦτο ποιεῖς καὶ ματαίας ἐλπίδας καὶ προσδοκίας ἀπάγεις; Πρὸς Θεοῦ φίλος, δυοῖν θάτερον ὡς ἔχεις ταχέως ἔργασαι, ἢ ὡς ἔχουσι τὰ δοθέντα ἀπόστειλον, ἢ ὅτι οὐκ ἀποστέλλω οὐδ’ ἂν ἀποστείλαιμι μήνυσον.

Καὶ ἡμῖν γε τοῦτο ἀντὶ παντὸς ἀποχρήσει· ἐντεῦθεν γὰρ καὶ τοῦ ἀνήνυτα ἐλπίζειν παυσόμεθα, καὶ τὸ δέον τῷ ἡμετέρῳ βιβλίῳ ἑτέρωθεν φροντίσομεν συμπορίσασθαι· σὺ δ’ ὡς καὶ πρώην φίλος ἡμῖν διαμενεῖς, καὶ τὸ κεῖσθαί σοι παρ’ ἡμῖν χάριν, οὐ μᾶλλον διὰ τὸ τελευταῖον τοῦτ’ ἀπολέσεις, ἢ σωζόμενον ἕξεις τῶν ἄλλων σου πόνων ἕνεκεν, οὓς πολλοὺς καὶ καλοὺς ἡμῶν γε χάριν καὶ τῶν ἡμετέρων ἐπόνεσας. Καὶ γὰρ πρὸς ἡμῶν αὐτῶν καὶ πρὸς ἄλλων διδασκάλων μυρίων σχεδὸν πεπαιδεύμεθα μὴ τοῖς ἐλάττοσι, τοῖς δὲ πλείοσιν ἀεὶ νέμειν τὴν ψῆφον, καὶ ἓν ἐλάττωμα πολλοῖς ἀγαθοῖς συσκιάζειν, ὃ δὴ καὶ νῦν τηρήσομεν ἐπὶ σοί· καὶ πολλὰ μέν σου καὶ καλὰ λογιούμεθα· τὸ δὲ ἓν τοῦτο ἐκ τῆς μνήμης ἀφανιοῦμεν καὶ τῇ ὀρθῇ κρίσει εἰς οὐδὲν λελυμασμένοι ἐσόμεθα.

Τῷ Θεογνώστῳ Ἰωάννῃ Χρηστὰ ταῦτα ἢ ὅλως ἀνεκτά, ἃ σὺ ποιεῖς εἰς ἡμᾶς; ποῦ αἱ ἔναγχος ὑποσχέσεις; συνέθου ἐλθεῖν, καὶ οὐκ ἦλθες· εἴθε μηδὲ συνέθου· δυοῖν γὰρ ἂν οὕτως ἦμεν τῶν χειρίστων ἀπηλλαγμένοι, τοῦ τε ἀπατηθῆναι ὥσπερ παιδία, καὶ τοῦ μὴ δυσκρασίᾳ ἐκ βαλανείου περιπεσεῖν, ὀλεθρίῳ ἔμοιγε πάθει καὶ δυσιάτῳ· καὶ νῦν μάλιστα ὅτε θέρος ἐστί, καὶ πάντα πρὸς τὸ ξηρότερον μετατίθεται· πλήν, ὦ πρὸς Θεοῦ, φράσαις καὶ ἡμῖν τὸν λόγον, ὃς κατανεῦσαι μὲν εἰς κοινὴν τράπεζαν συνελθεῖν ἔπεισεν εἶτ’ ἀνασχετῆσαι καὶ ἀθετῆσαι καὶ ἡμᾶς εἰκῆ καθημένους ἐᾶσαι δεδοικότας μή, ὅπερ σὺ πεποίηκας εἰς ἡμᾶς, ὦμεν καὶ αὐτοὶ πεποιηκότες πρὸς σέ· καὶ διὰ τοῦτο νήστεις ὥραν ἐξ ὥρας ἀμείβειν, νῦν λέγοντας ἐλθεῖν, ἀλλὰ νῦν μέχρις οὖ τὴν ἡμέραν ὅλην λαθεῖν ἀναλῶσαι· καὶ ὄφελον εἶχές τι τῶν εὐλόγων εἰπεῖν καὶ ἀπεκδύσασθαι τὰς αἰτίας ἰσχῦσαι, ἵνα καὶ αὐτὸς τοῦ μέμφεσθαί σοι ἀπέσχον—οὕτω φιλάνθρωπός εἰμι πρὸς γοῦν σὲ καὶ ἀδικούμενος—ὅμως ἐρεῖς οὐδέν· οὐδὲ γὰρ ἔχεις· ὅθεν καὶ ἀναγκαίας δέχου τὰς μέμψεις καὶ τιμωρούμενος φέρε.

Ἀλλὰ τί ἄν σοι δικαίως μέμφοιτό τις; τί δὲ καὶ εἰς τιμωρίαν ἐπάγοι; μέμφοιτο μὲν ὅτι χαίρεις ἀπάτῃ, καὶ λέγεις μὲν πράττειν, πράττεις δ’ ὡς λέγεις οὐδέποτε· καὶ τρίτον, ὅ σοι μάλιστα προσφιλές, θέλεις ἐπὶ τοῖς αὐτοῖς οὐδαμῶς ἵστασθαι· τιμωρίαν δ’ ἐποίσει μήτ’ αὐτὸς προσκαλέσασθαί ποτε, μήτ’ ἄκλητον ἰόντα προσδέξασθαι, ἄστροις δὲ μόνοις ἐᾶσαι τὰ ἐνταῦθα τεκμαίρεσθαι· καὶ οἶδα μὲν ὡς παρὰ πᾶν ἕτερον ἐλαφρόν σοι τουτί· πῶς γὰρ οὔ, ὅς γε καὶ καλούμενος χαίρεις μὴ ἐνδημῶν; ἀλλ’ ἔμοιγε ὡς ἄρα καὶ ἔχει, ἱκανῶς ἔχει· οὐ γὰρ μόνον ἃ σοὶ παθεῖν, ἀλλ’ ἃ κἀμοὶ ποιεῖν δίκαιον σκοπεῖν βούλομαι.

Τῷ Σαπωνοπούλῳ Ἐπαινῶ καὶ σὲ τῆς ἐπιστολῆς καὶ τὸν εἰρηκότα περὶ αὐτῆς· ἐκεῖνον μὲν ὅτι εὐκτῶς εἰρήκει ἐμοὶ καὶ ὡς οὐκ ἂν ἄλλως ἠβουλόμην ἀκούειν, σὲ δ’ ὅτι οἵαν καὶ περιλαλεῖσθαι ἐξήνεγκας αὐτήν. Ἀλλὰ τί; δώσεις καὶ δι’ ἡμῶν αὐτῶν ἀκοῦσαι αὐτῆς, ἢ φήσεις τοῖς ῥηθεῖσιν ἀρκεῖσθαι καὶ μὴ ζητεῖν περαιτέρω τῆς διὰ πολλοῦ τοῦ μέσου φήμης προβαίνειν; δώσεις εὖ οἶδα· θάτερον δὲ ὡς αἰσχύνην ἅμα καὶ λύπην φέρον εἰς ἐμέ, οὐκ ἄν ποτε φᾶναι θελήσῃς. οὐ γὰρ ἀνέξῃ τοσοῦτον ἐμὲ παριδεῖν, ὥστε πρὸς τοὺς πυνθανομένους περὶ τῶν σῶν—εἰσὶ γάρ, εἰσὶ πολλοὶ τοῦτο σπουδάζοντες—τὸ τοῦ Ὁμήρου μόνον λέγειν ἔχειν, κλέος οἷον ἀκούειν, μηδὲν δὲ εἰδέναι, καὶ μόνον Ἀργείων καταλελεῖφθαι ἀγέραστον.

Καὶ ταῦτα τοσοῦτον φάσκοντα ἀγαπᾶν, μᾶλλον δὲ ἀγαπῶντα πολὺ πλέον ἢ φάσκοντα. Ἀλλ’ ἐπειδὴ δώσεις, μᾶλλον δὲ δίδως ἤδη —τὸ γὰρ σὸν τόδε σὺν ἠρεμίᾳ μειδίαμα τέλος ἐμοὶ καθυποφαίνει τοῦ πράγματος—ἐγώ σοι χάριν οὐ μόνον τοῦ δοῦναι, ἀλλὰ καὶ τοῦ ταχέως καὶ σὺν ἐλευθερίᾳ δοῦναι ὁμολογῶ.

Τῷ Ξιφιλίνῳ Τὸ μὲν βιβλίον ἰδού σοι εἰς χεῖρας καὶ χρῶ ὁπόσον καὶ ἡμεῖς τῷ σῷ ἐχρησάμεθα· εἰ δὲ βούλει καὶ ἐπὶ πλέον χρῶ· ἐσμὲν γὰρ πρόθυμοι οὐ πρὸς ἀπόδοσιν μόνον τοῦ χρέους, ἀλλ’ ἤδη καὶ τοῦ τόκου, ἂν ἄρα τις λαμβάνειν ἐθέλῃ· οὒς δὲ παραληροῦντας ἔμαθον καὶ κατὰ τῶν ὀχυρωμάτων τῆς ἡμετέρας ἐπιχειροῦντας φιλίας, τοὺς τοιούτους ὁπόσοι καὶ οἵτινες χαίρειν ἔα· οὐ γὰρ ἐξ εὐνοίας αὐτοῖς ὁ λόγος, ὃν ἡμῖν παρεμβάλλουσιν, ἀλλ’ ἐκ βασκανίας καὶ κακουργίας, ὥστ’ αὐτούς, ἵνα καὶ πάλιν τὸν αὐτὸν ἐρῶ λόγον, χαίρειν ἔα· τὸν γὰρ καὶ ὁπωσοῦν προσιέμενον τοὺς τοιούτους οὐ μικρός τις καταλήψεται κίνδυνος, ἀλλὰ τοῖς μεγίστοις ἀνάγκη κινδυνεύειν αὐτίκα αὐτόν· ἐπειδή περ οὐ μόνον τὴν πρὸς τοὺς ἔξω φιλίαν ἀτιμάσαι δεήσει, ἀλλά που καὶ γένους οἰκειότητα παριδεῖν καὶ ἀδελφῶν ἀρνήσασθαι γνησιότητα, καὶ ἅπαν ἀθετῆσαι τὸ ἐπιτήδειον· ἃ δὴ πάντα συνεωρακυῖαν καὶ τὴν μεγάλην σου σύνεσιν, ὡς ἔσχατα τῶν κακῶν ὄντα, χρεὼν ἀποτροπιάζεσθαι πολλῇ τῇ σπουδῇ καὶ πρό γε τούτων τοὺς πονηροὺς ἐκείνους τοὺς τῶν τοιούτων πατέρας, ὡς ἂν εἰρηνικῶς μὲν ἔχοις καὶ πρὸς τοὺς ἄλλους καὶ ἡδὺς αὐτοῖς ὑπάρχοις καὶ ἀγαπώμενος ἐκ τοῦ γνησίως ἑκάστῳ προσφέρεσθαι· εἰρηνεύοις δὲ καὶ ἐν σεαυτῷ τῷ μήτ’ ἄλλους ὑποπτεύειν, μήτ’ αὐτὸν ἐν ὑποψίᾳ ὑπάρχειν τινί.

Τῷ Σταυρακίῳ Ὃν σὺ περὶ ἡμᾶς πόθον σαυτῷ μαρτυρεῖς, κἀμέ σοι συμμαρτυροῦντα τοῦτον ἐπίστασο, καὶ οὐκ ἔστιν ὡς ἀποκρύψομαι τοῦ μὴ πρὸς πάντας τοῦτον ἐκφαίνειν. Εἰ δὲ καὶ ἡμεῖς τοῖς ἴσοις μέτροις ἀνταγαπῶμεν, Θεῷ τε καταλείπω εἰδέναι καὶ σοί, μυρία ἐν μυρίοις τῆς ἡμετέρας ἀγάπης λαβόντι τεκμήρια· τὸ δὲ μὴ δύνασθαι ἀλλήλοις συνεῖναι καὶ τὸν τοσοῦτον ἡμῶν πόθον ἡμῖν μὲν συναύξειν, τοῖς ἔξωθεν δὲ δημοσιεύειν, ὀδυνηρὸν μὲν ἐμοὶ πρᾶγμα καὶ παντὸς ἄλλου βαρύτερον, ἀλλὰ δυστύχημα καὶ τύχης ἔργον, οὐχ ἡμέτερον· ὥστε καὶ οὐκ ἀφίσταμαι ὑπὲρ τοῦδε μέμφεσθαι καὶ ἐγκαλεῖν τῇ δαίμονι τοσαύτην ἡμῶν ἐργασαμένῃ διάστασιν· πλὴν βουλομένων ἡμῶν, ἔσται τις ἴσως οὐ φαύλη τῆς ὀδύνης ταύτης παραμυθία· ἔσται δὲ πῶς; εἰ σὺ μὲν τοῖς ἐς Βυζάντιον ἐκ Θεσσαλονίκης βαδίζουσι γράμματα ἐγχειρίζειν οὐκ ἀποκνήσεις, ἐγὼ δ’ αὖ ἐγχειρίζω τοῖς ἀπὸ Βυζαντίου ἐπιδημοῦσιν ὑμῖν. Τὸ δὲ σκιαδοψείδιον ἱστουργεῖσθαι φής, καὶ ὁ λόγος ἐμοὶ πιστός· ὅμως μέχρι τίνος πιστὸς προβήσεται, διετίαν ὅλην ἱστουργούμενον; Εἰ γὰρ Κύκλωπος, τί λέγω Κύκλωπος, εἰ γὰρ ὅρους εἴχομεν κεφαλήν, καὶ ὑπερπεριττεῦον ἂν ἐφάνη τὸ διὰ τοσούτου γινόμενον· νυνὶ δὲ μικρῶν τε ὄντων αὐτῶν, καὶ μικρῷ πίλῳ σκεπομένων τὴν κεφαλήν, τί τοσοῦτον αἱρῇ ὑπὲρ τοῦ μηδεμίαν ἡμῖν παρέξοντος χρείαν ἀναδέχεσθαι κάματον;

Ἐγὼ μὲν οὖν περιττὸν εἶναι τὸν πόνον ἡγοῦμαι· εἰ δὲ λέγεις ὅτι κἀνταῦθα ἀνάλυσις γίνεται καὶ μνηστῆρες διαγελῶνται, καὶ ἡ μήτηρ Τηλεμάχου διὰ τοῦδε τοῦ δόλου τὴν τῶν ἐξ Ἰθάκης νεωτέρων διαδιδράσκει ἐπήρειαν, στέργω τῇ ἐπινοίᾳ καὶ τὸ γινόμενον ἐπαινῶ.

Τῷ Θεογνώστῳ ἰητρῷ Ἐντιμότατε δέσποτα· οὐκ οἶμαί σε τὸν ἐμὸν ἀγνοεῖν τρόπον, ἀλλ’ εἰδέναι καλῶς ὡς εἰς δύο ταῦτα μερίζεται, ἀγάπην τε τῶν ποιουμένων μελέτην τοὺς λόγους, ὡς τὸ κεφάλαιον τῶν ἀνθρωπίνων μεταδιωκόντων καλῶν, καὶ οἶκτον τῶν πασχόντων κακῶς· ὅθεν προσήκει τὴν σεμνότητά σου συλλογιζομένην αὐτίκα συνάγειν, ὅτι καὶ τὸν παῖδα Ἀγάλλωνος ἀγαπῶ τε ἅμα καὶ ἐλεῶ· μελέτημα γὰρ αὐτῷ οὐδὲν ἕτερον ὅτι μὴ λόγοι, καὶ τούτους ἐπιτηδεύει οὐκ ἐν πατρῴᾳ διάγων ἑστίᾳ, καὶ παρὰ γονεῦσι καθήμενος, οὐδὲ τροφῆς μεταλαγχάνων ἀταλαιπώρου, ἵν’ αὐτῷ ὑπ’ οὐδενὸς ἐγκόπτοιτο ἡ σπουδή, ἀλλὰ πόρρω καὶ γένους καὶ πατρίδος ἀναστρεφόμενος, καὶ πάντων ἐνδεῶς ἁπτόμενος, ὅσα ποτὲ τὴν ἀνθρωπίνην συνέχει ζωήν. Πρόσεστι δὲ τοῖς εἰρημένοις καὶ τρίτον, ὅ με καὶ αὐτὸ βιάζει λόγον τοῦδε ποιεῖσθαι. Ἀγάλλωνός ἐστι παῖς· ὁ δ’ ἀμφότερα τυγχάνει ὤν, ἀνὴρ ἀγαθός, καὶ φίλος ἐμός, καὶ ἀμφοτέρων ἕνεκεν ἐπιμελητέον εἶναί φημι Ἀγάλλωνος τοῦ μικροῦ· ὑπέρ τε γὰρ τῆς πατρικῆς ἀρετῆς δίκαιός ἐστι παρ’ ἡμῶν χρηστοῦ τινος ἀπολαύειν, εἰδότων οἵου πατρός ἐστι καὶ τὸ φίλου παῖδα πατρὸς εἰς δύναμιν εὖ ποιεῖν φιλικώτατος πάντων τρόπων καὶ δικαιότατος.

Οὐκοῦν τόν τε δικαίου λόγον εὖ καὶ καλῶς ἀναπλήσομεν ἐπιμελούμενοι οὗπερ ἐπιμελεῖσθαί φαμεν, καὶ τῷ φίλῳ ἐκείνῳ μέγα δόξομεν τοῦ ἀντιφιλεῖν παρασχέσθαι τεκμήριον· ὁ δὲ ἀγαπήσει ὁρῶν ἡμᾶς εἰς τὸν ἐξ ἑαυτοῦ ποιοῦντας τὴν χάριν· καὶ μᾶλλον ἀγαπήσει, εἴπερ εἰς αὐτὸν ἐκεῖνον ἐγίγνετο ὅτι καὶ τὸ πρᾶγμα τοῦτον συμβαῖνον τὸν τρόπον ἀνόθευτον εἶναι δοκεῖ, καὶ κολακείας ἐλεύθερον. Καὶ ἃ μὲν ἐμὲ πείθει τοῦ εἰρημένου ποιεῖσθαι λόγον, ταῦτά ἐστι, καὶ ποιοῦμαι· καὶ σὺ δὲ βουλόμενος εὖ ποιεῖν αὐτόν, ἔχεις μὲν ἀφορμὰς τὰ προειρημένα· καὶ γὰρ βούλημά σοι κατὰ τὸ δυνατὸν τοὺς φιλολόγους τῶν νέων εὐεργετεῖν, καὶ δῆλον ἐξ ὧν κάθησαι πάσας τὰς ἡμέρας σαυτὸν ἐκείνοις παρέχων διδάσκαλον, τρόπου τε αὗ φιλοικτίρμονος εἶ, καὶ τὸν πρεσβύτην Ἀγάλλωνα φίλον καλεῖς· ἔχεις δὲ παρὰ ταῦτα καὶ ἕτερον μεῖζον πολλῷ τῶν εἰρημένων εἰς τὸ πείθειν καὶ ἰσχυρότερον· τὸ δέ ἐστιν, ὅτι ἐγὼ κήδεσθαι δοκῶ τοῦ μικροῦ, καὶ τοὺς φίλους ὡς τοῦτο παρακαλῶ.

ὡς τοίνυν τοσούτων ἕνεκεν καὶ τοιούτων, καὶ αὐτὸς ἀνεχόμενος τοῦ νεανίου φροντίζειν, ἥκοντά σοι δέχου· καὶ δεξάμενος παίδευε ἀφθόνως αὐτῷ τοὺς βελτιώσοντας αὐτὸν λόγους παραδιδούς· τὸν δ’ ὑπὲρ τούτου μισθὸν ὅτι σοι διπλοῦς κείσεται, οὐδ’ αὐτὸς ἀμφιβάλλεις· οἶδας γὰρ ὡς ἀμείβεται Θεός, ἄν τις ἄνθρωπος ὢν εὖ ἐργάσηται ἄνθρωπον· οἶδας καὶ Ἀγάλλωνα, εἰ καὶ μείων σοι περὶ τούτου ὁ λόγος, πλὴν οἶδας τὸν ἄνδρα, ὡς οὐκ ἀνέξεται δωρεὰν αὑτοῦ τὸν παῖδα διδάσκεσθαι· εἰ δ’ ἐκεῖνον ἀγνοεῖς, ὅπερ οὐκ οἶμαι, ἐμὲ τέως οἶδας· καί μοι λέγοντι, ὡς εἰ μὴ Ἀγάλλων ὑπὲρ τοῦ υἱοῦ κατάθηται τὸν μισθόν, ἀλλ’ οὖν ἐγὼ καταθήσομαι, ἀπιστήσεις οὐδέποτε.

Θεοδοσίῳ μοναχῷ τῷ Κυζίκου Παχὺς ἡμῖν ὁ πεμφθεὶς οἶνος, ἡδὺς καὶ μέλας· ἀλλὰ τοῦ καλὸν εἶναι πολὺ ἀφιστάμενος, τοσοῦτον δὴ καὶ τοῦ δοκεῖν ἐπαινετὸς εἶναι ἀφίσταται· φασὶ γὰρ κατὰ πάντα τρόπον οἵ γε εἰδότες προκεκρίσθαι τοῦ μέλανος τὸν λευκόν, ἢ τὸν ὡς πλεῖστον μετέχοντα τοῦ λευκοῦ τὸν κιρρόν, πρὸ δὲ τοῦ παχέος εἶναι τὸν λεπτόν, καὶ πρὸ τοῦ ἡδέος τὸν στύφοντα· τὸν γὰρ τοιοῦτον οὐ μόνον εἰς αἷμα καλὸν μεταβάλλειν, καὶ τὸν ἐγκέφαλον ὠφελεῖν μάλα εὐῶδες καὶ θερμὸν θυμιῶντα, ἀλλὰ καὶ τῷ στομάχῳ συγκατεργάζεσθαι τὰ σιτία μεγάλην αὐτῷ κατ’ αὐτῶν παρέχοντα τὴν ἰσχύν· οὐ μὴν ἀλλ’ ἔγωγε εἴπερ ἄρτι πρώτως σκοπὸν ἐποιούμην μεταβὰς ἐξ ὑδροποσίας οἰνοποσίαν ἀσκῆσαι, τὸν στύφοντα καὶ λεπτὸν καὶ ἄλλως κεχρωματισμένον ἀφείς, ἠσπασάμην ἂν τὸν σόν, ἢ τὸν κατὰ τὸν σόν· ἔμελλε γάρ μοι γλυκὺς ὢν τέως, ὑδροποτεῖν ἀνεχομένῳ καὶ νηπιάζοντι τὴν οἰνοποσίαν οἷον δέλεαρ καὶ παγὶς πρὸς ταύτην φανῆναι, καὶ κατὰ μικρὸν εἰς τὸν ὠφελοῦντα, ἤτοι τὸν στύφοντα ἀγαγεῖν· ἐπεὶ δὲ πάντα ἐκεῖνα ὑπερβεβηκώς εἰμι καὶ ἰατρικὸς ἐκ τῆς πείρας—ἔστι γὰρ ἔστι καὶ αὕτη διδάσκαλος—οὐκ ἀπαρνήσομαι τὸ μὴ διαφορὰς οἴνων εἰδέναι καὶ φιλοκρινεῖν ἐθέλειν, τίς μὲν καὶ ὁπόθεν ἥκων καλός, τίς δὲ ἀνθοσμίας, τίς δὲ ὠφέλιμος, καὶ τοῦδε μηδένα ἕτερον ἀνθαιρεῖσθαι μηδ’ αὐτὸν τὸν γλυκύν, ὅτι μηδὲ φίλος ὁ τοιοῦτος ἐπιστημόνων ἀνδρῶν, καὶ τὸ χρήσιμον εἰδότων μεταδιώκειν, ἀλλὰ παῖδας μόνον εὐφραίνει, οἷς ἡ πᾶσα σπουδὴ πάντων ἀμελοῦσι τῶν ἄλλων ἡδῦναι δυνηθῆναι τὴν γεῦσιν.

Πλὴν σοῦ γε χάριν, τόνδε τὸν σὸν μέλανα καὶ παχὺν καὶ γεώδη, τὸν ἡδὺν καὶ ἀσθενῆ καὶ καλὸν τοῖς ἀνεπιστήμοσι, τὸν ψυχρὸν καὶ βαρὺν καὶ τοῖς σπλάγχνοις πολέμιον, ἐν τοῖς πρώτοις συγκαταλέγω τῶν οἴνων, οὐ τὴν φύσιν ἐκθειάσας αὐτοῦ, τὴν δὲ σαυτοῦ περὶ ἡμᾶς προθυμίαν ἀγάμενος· πίομαι δὲ αὐτὸν οὐδαμῶς, ἀλλ’ ἔστ’ ἂν οἷνος μένῃ οὕτως ἔχων διαμενεῖ· δύο ταυτὶ τοῖς ἄλλοις τῶν φίλων ἐπιδεικνύμενος, τό θ’ ὑπερβάλλον τῆς ἑαυτοῦ γλυκύτητος, καὶ τὴν πρὸς ἡμᾶς τοῦ πεπομφότος διάθεσιν.

Τῷ αὐτῷ Ὅτι μὲν ἐχρῆν αὐτίκα μετὰ τοῦ ἀδελφοῦ τὸ ἀναγεγραμμένον ἀποστεῖλαί σοι γράμμα, καὶ μὴ οὕτως ὑπερήμερον, ἴσον δ’ εἰπεῖν καὶ ἄχαρι ἐᾶσαι γενέσθαι ὁμολογῶ καὶ αὐτός· ἀλλὰ τότε δείλη τε ἦν ὀψία, καὶ νῆστις ἔτι ἐγώ· καίγε τὸν καιρὸν ἐκεῖνον τροφῆς καὶ μόνης οἰηθεὶς εἶναι καιρόν, πάντα παριδών, ὅπως ἑστιαθήσομαι ἔβλεπον· ἐκ δὴ τούτου καὶ ὁ ἀδελφὸς μοναχὸς ὑποστρέφει μόλις γοῦν καὶ ψιλῆς προσρήσεως ἀξιωθείς· νυνὶ δὲ ἥκει σοι τὸ γράμμα. Εἰ δὲ λέγεις διατί νῦν καὶ μὴ τὴν χθὲς ἢ τὴν πρότριτα, τὰς ἐγγυτέρω τῆς πρώτης ἡμέρας, ἐγώ σοι καὶ τούτου τὴν αἰτίαν ἐρῶ· δύο ἡμῖν ἤστην παιδίσκω θεράποντε, ὧν ἅτερος ἐξ οἱασοῦν αἰτίας ἑαυτὸν ἡμῶν ἀποστήσας, θάτερον λέλοιπε παρ’ ἡμῖν· ὃν δὲ λέλοιπεν ὁρᾷς καὶ αὐτὸς παρεστῶτά σοι.

Τούτῳ δὴ πρὸς τῷ ἔχειν τὰ ἑαυτοῦ πράττειν καὶ τὰ τοῦ ἐκλελοιπότος ἐπέπεσεν ἔργα, ὡς συμβαίνειν ἐξ ἀνάγκης αὐτῷ διπλοῦν ἢ πρότερον ὑφίστασθαι κάματον· ἐπειδὴ καὶ βλέπειν ἡμᾶς ἐξ ἡμισείας θεραπευομένους καὶ διὰ τοῦτο ταλαιπωροῦντας μὴ ἀνεχόμενος πάντα ἐξανύττειν ὅσα τῆς ἡμετέρας ὑπηρεσίας, εἷς ὢν προθυμεῖται. Τοίνυν καὶ βαδίζουσιν ἡμῖν εἰς τὰ ἀνάκτορα ἕπεται, οἴκοι μένουσι σύνεστι, τὰ ἔνδον εὖ διατίθεται, εἰς ἀγορὰν ἐμβάλλει, ἀποστέλλεται ὅπου δήποτε, ταῖς ἄλλαις ἡμῶν χρείαις ἐφίσταται· ὅθεν καὶ τὰς ἐν μέσῳ εἴς τινα τῶν ἐν χερσὶν ἀναγκαιότερα μεθελκόμενος τὴν σήμερον ἐκεῖθεν ἀποσπασθεὶς δρομαῖος ἐπιστῆναί σοι πέμπεται· ἅμα τε γράμμα περὶ τοῦ οἴνου κομίζων, καὶ ἀπολογίαν γράμματος δι’ ἧς καὶ ἐλπίζομέν σε ἢ παντάπασι τῆς ὑπερημερίας συγγινώσκοντα ἕξειν—εἰ τέως εἰς ἔγκλημά σοι τὴν ἀρχὴν λελόγισται, τὸ μέχρι δεῦρο παρενεχθῆναι τὴν ἐπιστολήν—ἢ μὴ σφόδρα καταγινώσκοντα.

Τῷ Σαπωνοπούλῳ Εἰ δεῖ τι ἀκοῦσαι ἡμᾶς παρὰ σοῦ διὰ τοῦ ἀγροίκου τοῦδε καὶ ἀφελοῦς ἀκουσόμεθα· διὸ ἀνάγκη δίς που καὶ τρὶς τοὺς αὐτοὺς λόγους ὡς εὐσυνόπτους μάλιστα καὶ σαφεῖς παρακαταθέσθαι αὐτῷ· ἀλλὰ καὶ οὕτω μόλις ἂν συμβαλοῦμεν ὅ, τι ποτὲ εἴρηται ἢ ὡς ἐκ σκιᾶς τινος, ὅτι καὶ σκιάς τινας ὁ ἡμέτερος οὗτος ἥξει κομίζων ἡμῖν καὶ πλέον οὐδέν· ἴσασιν ὅσοι τὴν αὐτοῦ φύσιν ἴσασιν, ὡς μὲν ἀμβλεῖα, ὡς δὲ νωθρά, ὡς παντὸς μᾶλλον τῶν ἔνδοθεν κινουμένων ἀκίνητος.

Τῷ Νεοκαισαρείτῃ Τὸν μὲν καιρὸν ὅτι χειμέριος ὁρᾷς, ἡμᾶς δ’ ὅτι τῶν ἄλλων ὡρῶν ταύτην πολεμίαν ἡγούμεθα γινώσκεις. Οἶσθ’ οὖν ὅ, τι δράσεις ἐπειδὴ μάλιστα καὶ χλαινηφόρων ἀνδρῶν καὶ χλαινεργατῶν τινων χωρία πατεῖς, χλαῖνάν μοι τάχιστα ζήτησον τοὺς χρυσίνους τούσδε λαβὼν ἐξ ἐρίου καὶ πέμψον· ζητήσοις δὲ δίπλακα μέν, οὐ μὴν δὲ καὶ μαρμαρίνην· οὐ γάρ εἰμι τῆς ὁμηρικῆς ἐκείνης ἐπαινέτης ἐγώ, καὶ τὰ φαιδρότερα τῶν χρωμάτων ὡς ἑτέροις μᾶλλον ἡμῶν προσήκοντα παραιτοῦμαι· μᾶλλον δέ τινα πέμψοις σκοτεινὴν καὶ βαθεῖαν μᾶλλον, εἰ δὲ βούλει, καὶ πηγάδα μᾶλλον, καὶ οἵαν ὁμηρικός τις ἀνὴρ φήσειεν ἂν εὐθὺς ἰδών, οἵη ἂν τελέθοι ἐπὶ σκέπας ἀνέμοιο καὶ νυκτερινῶν πάγων ἀλεωρή.

Τῷ Μελιτινιώτῃ Καινῶν τινων ὅτι γεγόνασιν ἀκουσθέντων μοι, ἐσκόπουν πυθέσθαι ἐπιστὰς ἐπὶ σέ, ἀλλ’ ὁ δοθεὶς ἡμῖν εἰς παιδαγωγίαν σκόλοψ καὶ κατὰ τοῦ προσώπου ῥαπίζων συχνὰ ἐκώλυσεν ἐπιστῆναι· ὅτι τοσοῦτον καὶ μετὰ τοιαύτης σφοδρότητος τὸ ἀπαραίτητον τοῦτο κατῄει κακόν, ὡς οὐδέποτε, ναὶ μὰ τὴν ἱεράν σου εὐχήν, ὅτι οὕτως ἐγένετο μνημονεύω. Καὶ ἵνα δὲ συμβαλεῖν ἔχῃς, ὀδύνη τις καὶ αὐτὴ δριμυτάτη, τὸν ἄνω μοι πρῶτον τῆς κεφαλῆς περιέτρεχε τόπον ἢ καὶ διέτρεχεν· εἰκὸς γὰρ ἀλγοῦντα μὴ ἔχειν ἐξακριβώσασθαι· καὶ ἣν ἐν τῷ προσώπῳ εἰώθει τὸ ῥεῦμα καταλαμβάνειν χώραν, καὶ αὐτὴ ἐξεπυροῦτό τε πρὸ τῆς καταρροῆς καὶ ἐπάτασσε καὶ δήλη ἦν προαισθομένη τοῦ μέλλοντος· ὁ δὲ γείτων αὐτῆς ὀφθαλμὸς οὐδ’ αὐτὸς εἶχεν ἠρέμα, ἀλλ’ ἐπηρεάζετο συνεχέσι παλμοῖς καὶ ἐδακρυρρόει καὶ οἶον ἀνέθρωσκεν ἐκ τῆς ἕδρας ὑπὸ τῆς δριμύτητος ἐνοχλούμενος.

Καὶ ἵνα μὴ διατρίβω, τὸ μὲν ἔπασχέ μου τῆς κεφαλῆς, τὸ δὲ συνέπασχε, τὸ δ’ οὐκ ἦν ὅπως ἀναίσθητον ἔμενε, τοῦ κακοῦ πολιορκοῦντος ἤδη τὰ γειτονοῦντα καὶ συγγενῆ. Καὶ ταῦτα μὲν ἦν πρὶν ἢ κατιέναι τὸ ῥεῦμα· ἐπεὶ δὲ κατῄει, ὡς οὐκ ὤφελε, τὰ μὲν ἄλλα ἐῶ λέγειν· ἀλλ’ ἐφυσήθην τὸ πρόσωπον, καὶ ἐγγωνιάζω, καὶ τὴν ἐν ὑπαίθρῳ βραχεῖαν διατριβὴν ἀπαναίνομαι· τὸ μέν, ὅτι καὶ τὴν μεταβολὴν τοῦ ἀέρος —βλέπεις δὲ πάντως ὁποία—εἰς χεῖρόν τί μοι ἀπαντήσεσθαι ὑποπτεύω, ἢν ἐφίκηταί μου τῆς κεφαλῆς, τὸ δ’ ὅπως καὶ τῶν ὁρώντων τὰς ὄψεις ἐκκλίνω, καὶ μηδένα τῶν ἔξωθεν θεατὴν τοῦ οἰδήματος, οὐδὲν δ’ οἷον καὶ τοῦ αἴσχους λέγειν ἐφέλκωμαι· ἀπαλλαγήσεσθαι δὲ οὐκ εἰς τετάρτην ἡμέραν δοκῶ, οὔμενουν οὐδ’ εἰς πέμπτην· ἀγαπητὸν δὲ καὶ ἐκ τῆς ἕκτης ἐλθούσης μὴ εὑρέθημεν ἐν ᾧ πέρ ἐσμεν· οὕτω τὰ πάντα τοῖς πρότερον ἄνισα συνέπεσέ μοι τὰ νῦν. Κατὰ τόδε γοῦν κωλυθέντες, ὃν ὁρᾷς τρόπον, πυθέσθαι σου ἔγνωμεν.

Εἰ τοίνυν καὶ αὐτῷ σοι δοκοῦν ἐστιν, ἐκ τοῦ ἴσου γνώριζε τρόπου, εἴ τι κατὰ τὴν πρώτην τῆς δὲ τῆς ἑβδομάδος ἡμέραν συμβὰν ἡμᾶς ἀγνοοῦντας ἐπίστασαι· εἰ δὲ μὴ τῷ παρόντι φὴς ἁρμόζειν καὶ τρόπῳ καὶ καιρῷ, ἀλλὰ συνελθόντων ἡμῶν, τοῦτο τὸ νόημα ἐπαινῶ καὶ αὐτὸς καὶ ἄγομαι καθότι κελεύεις, ὡς μὴ ἐξὸν ἀρχιδιακόνῳ ὄντι σοι βίαν κἂν τὴν ἐλαχίστην προσαγαγεῖν ἀναγνώστην ὄντα ἐμὲ καὶ παρὰ τοῦ συντρόφου λόγου πεπαιδευμένον τὸ δίκαιον.