Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Προστασία μονών, καταγγελίες βιαιοπραγιών και κοινωνικές μεσιτείες

Επιστολές παρηγορίας, υπεράσπιση αδικούμενων προσώπων, διαμαρτυρίες για τις αρπαγές γαιών, τις επιδρομές των Γενουατών και τις αυθαιρεσίες αρχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 9 από 10

Τῇ πρωτοβεστιαρίῳ καὶ τῇ ἀδελφῇ αὐτῆς παραμυθητική Σὺ μὲν ἴσως, κυρία καὶ θύγατερ ἐν Χριστῷ, οὐκ ἀπεικότως ἡμᾶς ἀφίλους ἡγήσῃ καὶ διαθέσεως τῆς κατὰ πνεῦμα ἀμνήμονας, μηδὲν παθεῖν δόξαντας πρὸς τὴν ἐπελθοῦσάν σοι συμφοράν.

Τὸ γὰρ δι’ αἰσθήσεων ὡς ἐπὶ πολὺ τοὺς ἀνθρώπους ἡμᾶς πεφυκέναι τὰς κρίσεις ποιεῖσθαι, δώσει που καὶ περὶ ἡμῶν τοιαύτην σχεῖν τὴν ὑπόληψιν, μηδὲν παρασχόντων τοῖς ἄλλοις, οἷον ἐπὶ τῷ συμβάντι πεπόνθαμεν αἰσθανθῆναι, οὐ μὴν δὲ ταῖς ἀληθείαις ὡς ἡ ἐκτὸς ἔδειξεν αἴσθησις, καὶ τὸ πρᾶγμα συμβέβηκε πᾶν μὲν οὖν τοὐναντίον· ἐπεὶ καὶ σφόδρα ὠδινήθην ἐν ἐμαυτῷ, καὶ πικρίας ἐπλήσθην, καὶ ὅσον οὐκ οἶδα ἐφ’ ἑτέρῳ πάθει πενθήσας ἐπένθησα. Ταλανίζω τὸν βίον, ταλανίζω καὶ τὴν ζωὴν ἐμαυτοῦ, τὸν μὲν ὅτι ἄνθρωπον, οἷον οὐ πάνυ πολλοὺς ἐξ οὗπερ κόσμος καὶ βίος συνέστη, πεπλούτηκεν, ἀπεβάλετο· τὴν δ’ ὅτι παρακλήσεως ἐστέρηται, ἀνακωχῆς, συμβουλῆς, βοηθείας, πάντων ὁμοῦ τῶν καλλίστων, ἅ μοι περιοῦσα τῷ βίῳ παρεῖχεν ἡ ἐκδημήσασα. Ἐστέναξα γοῦν τῆς ὄντως μακαρίας ἐκείνης· καὶ τότε τὴν ἐκδημίαν ἀκούσας, καὶ συχνὰ τῶν ὀφθαλμῶν κατήγαγον δάκρυα· καὶ νῦν ἔτι στενάζων οὐ παύομαι· τάχα γε μὴν οὐδὲ παύσομαι, ἕως καὶ λογισμὸς ἐν ἐμοὶ μένει, καὶ πνοὴ παραμένει, καὶ δύναμις σύνεστιν ἄλλη τῶν ὧν ἐστέρημαι μνημονεύουσα· οὐ μόνον δέ, ἀλλὰ καὶ διαδικασίαν μέμνημαι τηνικαῦτα, τρόπον τινὰ πρὸς Θεὸν συστησάμενος.

Καὶ ὅτι μὲν ἔφασκον δέσποτα καὶ δημιουργὲ πάσης φύσεως εἰς ζωὴν ἐκτρέπεις τὴν θανάτου σκιάν, εἰς ἀφθαρσίαν δὲ τὸ θνητὸν μεθιστᾷς, πάντα τε ποιεῖς καὶ μετασκευάζεις μόνῳ τῷ βούλεσθαι· καὶ ἄπορον οὐδέν, οὐδ’ ἀδύνατον παρὰ σοί, πᾶς τις οἶδε καὶ πᾶς τις ὁμολογεῖ, ὁ καὶ Θεόν σε γνήσιον καὶ εἰδὼς καὶ ὁμολογῶν· ἀλλ’ ἐπειδὴ σὸς νόμος ἄλυτος οὗτος εἰς γῆν τοὺς ἐκ γῆς ἀποστρέφεσθαι, καὶ δεῖ κατὰ πᾶσαν ἀνάγκην θανάτῳ λειτουργεῖν τοὺς καὶ τὴν ἀρχὴν εἰς γένεσιν ἥκοντας, ἵνα τί μοι προσέθηκας ἡμέρας ταῖς ἡμέραις ἐκείνης ὁ χρόνων πατήρ, ὡς συμβῆναι μικρὸν ὕστερον, ἀλλὰ μὴ νῦν τὴν διάλυσιν; ἠγώνισται καλῶς ὑπὲρ τῆς σῆς δόξης, ἠνδρίσατο πρὸς τὰς ἀρχάς, ἀντέστη πρὸς τὰς ἐξουσίας, ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν, ἵνα τὴν πίστιν τηρήσῃ, ὡς δὴ καὶ τετήρηκεν. Ἐχρῆν λοιπὸν αὐτὴν καὶ παραμεῖναι μικρόν· ἐχρῆν καὶ ἔτι περιεῖναι τοῖς ὦδε, εἰ μὴ ἑαυτῆς ἕνεκεν καὶ τῶν στεφάνων—ἔχει γὰρ αὐτοὺς τελείως ἤδη ἀπολαβοῦσα—τοῦ γοῦν οἰκοδομῆσαι καὶ στηρίξαι καὶ καταρτίσαι τοὺς ἐπηρεαζομένους ὑπὸ τῆς βασκανίας καὶ σαλευομένους καὶ πορθουμένους.

Τοιαῦτ’ ἐγὼ δυσανασχετῶν ἔλεγον, ἀγνοῶν πάντως τὸ τῆς προνοίας βάθος καὶ τὸ τῆς περὶ ἡμᾶς οἰκονομίας μυστήριον· καὶ οὐδ’ ἐνίχνευσιν ἀβύσσου τῆς θείας βουλῆς τε καὶ γνώσεως πορευόμενος· πλὴν οὕτως ἔχων στεναγμῶν καὶ ὀδύνης καὶ σπλάγχνων πυρώσεως, ὡς ὑμᾶς ᾠήθην αὐτὸς ἀφικέσθαι· καὶ μικρὸν οὕτω τῆς κατεχούσης πικρίας ἀνακωχεῦσαι· ἐντεῦθεν καὶ διχόθεν μοι ὁ πρόσφατος οὗτος ἐπεταχύνετο πλοῦς· τοῦτο μὲν ἐκ τῶν βασιλικῶν γραμμάτων μὴ βραδύνειν μηδ’ ἀναβάλλεσθαι εἰς Ἀτραμύττιον ἀπαντᾶν κελευόντων· τοῦτο δὲ καὶ παρ’ ἐμαυτοῦ ἐλπίζοντος εἰς Καλλιούπολιν ὑμῖν ἐντυχεῖν, ὅπου διὰ θαλάσσης τὴν πορείαν εἰς Βυζάντιον ποιεῖν βουλομένους ἡμᾶς τὰ βόρεια τῶν πνευμάτων κατεῖχε κρατοῦντα διὰ τὴν ὥραν—χειμερία γὰρ ἦν—καὶ τῆς ἀπὸ μεσημβρίας οὐδόλως πνέειν παρέχοντα.

Διὰ τοῦτο καὶ ἐπιδίδωμι ἐμαυτὸν χειμῶνι καὶ κλύδωνι καὶ δευτεραῖος λάβρῳ ἀπαρκτίᾳ φερόμενος εἰς Καλλιούπολιν παραγίνομαι, οὐδεμιᾶς ἑτέρας ἀνάγκης ὡς τῆς ὑμετέρας ἐντυχίας καταίρειν ἐπειγούσης ἐκεῖσε· ἀλλ’ ὦδέ μοι καὶ τοῦτο ὑμῶν τε καὶ τοῦ σκοποῦ διαμαρτόντι, λύπης ἐπίτασις γίνεται, καὶ ὡς οὐκ ἦν αὖθις ἀναπλέειν διὰ τοῦ πορθμοῦ ὥς τε Προικόνησον καὶ Πείρινθον, καὶ αὐτὸ Βυζάντιον τὴν ἀπ’ αὐτῶν φέροντος· οὐ τὴν ἐς αὐτὰ τοῦ βορέου, λυπηρὸς λυπηρῶς ἐκεῖθεν καὶ δεινῶς σκυθρωπάζων πορεύομαι, πεπεισμένος μὴ ἂν ἄλλοθεν δυνηθῆναι παρακληθῆναι, εἰ μὴ ὑφ’ ὑμῶν αὐτῶν, εἰ καὶ παράδοξός πως ὁ λόγος· αἱ γὰρ πολλὰ καὶ μεγάλα τῷ πρὸ βραχέος χρόνῳ διενεγκοῦσαι ὑμεῖς ἱκαναὶ γένοισθ’ ἂν καὶ παραμυθίαν ἐπινοήσασθαι τοῖς ὀδυνομένοις, καὶ φέρειν γενναίως εἰσηγήσασθαι τὰ συμπίπτοντα. Ταυτὶ μὲν οὖν πρὸς ὑμᾶς ἐπέσταλται, τὰς γνησίας δούλας τοῦ Θεοῦ· οὐ λόγος ἄλλως ὄντα οὐδὲ συμπεπλασμένα ῥημάτια, ἀμυδρὰ δὲ μᾶλλον τῆς ἐν ἡμῖν φλογὸς ἔκφανσις· καὶ πάσης γενοίμην ἀμέτοχος παρακλήσεως, εἰ μὴ σφόδρα περιπαθῶς διετέθην καὶ ὡς ὑμᾶς ἔσπευδον οὐ μᾶλλον δοῦναι παράκλησιν, ἢ λαβεῖν.

Τέως μὲν οὖν παραμυθεῖσθε, Θεοῦ μνημονεύουσαι· καὶ ὑμῖν ὑπόθεσις ἔστωσαν τῆς εὐθυμοτέρας ζωῆς οἱ Ἀβραὰμ κόλποι, δεξάμενοι τὴν ἱερὰν ἐκείνης ψυχήν· ἔστω δὴ καὶ Θεὸς αὐτὸς παρακλήτωρ, ᾧ γε καλῶς ἐκείνη διὰ βίου πολιτευσαμένη, ζῶσα μὲν τὴν ζωὴν καὶ ὑμᾶς, τὰ τέκνα, μεταστᾶσα δὲ τὸ πνεῦμα καὶ ὑμᾶς αὖθις, τὰ τέκνα, παρέθετο· παρακαλεῖται δὲ καὶ ἡμᾶς ἑτέρωθεν δοκοῦντας ἐπὶ τῷ συμβάντι οὐδὲν ἔλαττον τῶν ἐκείνης γνησιωτάτων ὑμῶν τὴν ψυχὴν πεπονθέναι.

Τῷ μεγάλῳ Λογοθέτῃ Τὰ τοῦ Πέτρου παιδία, ὃν Πέρσαι μὲν Φαχρατίνην ἐκάλουν, πρὶν τὰ Περσῶν ἤθη καταλιπεῖν καὶ τὰ χριστιανῶν παρὰ χριστιανοῖς γενόμενον τελεσθῆναι, χριστιανοὶ δὲ ὕστερον ὡς ἑαυτῶν ἔνα ἐκ τοῦ θείου βαπτίσματος ἐγνωκότες Ἀνδρόνικον προσηγόρευσαν, τούτου μοι τὰ παιδία σήμερον προσιόντα ἐπυνθάνετο τί διαπράξασθαι ἴσχυσα ἐπ’ αὐτοῖς τῷ βασιλεῖ ὑπόμνησιν ὁμοῦ καὶ ἱκεσίαν ὑπὲρ αὐτῶν ἀνενέγκας· ἐγὼ δ’ αὐτοῖς μὴ ἔχων ὅτι μὴ ἅπερ ἤκουσα ἀποκρίνασθαι, τὴν μὲν πρόνοιαν ἔφην ἀφαιρεθήσεσθε, ἢ καὶ ἀφῄρησθε ἤδη, μετανάσται δὲ ἐπὶ τὰ πρὸς Θρᾴκην καὶ Μακεδονίαν χωρία γενήσεσθε, ὅπου καὶ ὁπλίζεσθε βουλομένοις ὑμῖν μετὰ τῶν στρατιωτικῶν Περσικῶν καταλόγων, καὶ σιτηρέσια δοθήσεται, καὶ γῆ ἀρόσιμος προσεπιδοθήσεται. Οὐκ ἔφθασαν ἐκεῖνα τὸ πᾶν ἀκοῦσαι τοῦ λόγου, καὶ ὡς εἰς ἐλεεινὰ κατέστησαν δάκρυα, καὶ ῥήματα πολὺ τῶν δακρύων ἐλεεινότερα, οὐκ ἄν ποθ’ ἱκανός σοι παραστῆσαι γενοίμην· ἐῶ λέγειν ὅτι πᾶσι τοῖς περὶ ἡμᾶς ὀδυρμὸν ἀνῆψαν καὶ θρῆνον, καὶ οὐδεὶς ἦν ὅστις οὐκ ἐνίκα τοὺς οἰκείους τοῦ πάθους τοῖς δάκρυσιν· ἀλλὰ καὶ τὸν ἀναλγητότατον ἐμὲ καὶ ἀδακρυτώτατον ὅλον τοῦ πάθους καὶ τῶν θρήνων ποιῆσαι δεδύνηνται, ὡς μὴ ἔχειν ἐμαυτὸν ἐπισχεῖν τῶν δακρύων καὶ σφόδρα βουλόμενον.

Ἐζήλωσα ἔγωγε τῶν μειρακίων τούτων, ἐζήλωσα τὴν περὶ θρήνους σοφίαν καὶ δεξιότητα, καὶ μάλιστα τοῦ νεωτέρου, ὡς οὐκ οἶδ’ εἴ τινος ἑτέρου ῥήτορος θρηνητῆρος ἐπιστήμην καὶ δύναμιν. Θαυμάζεις, εὖ οἶδα, καὶ ἀπορεῖς εἰ τῶν ὑπὸ βαρβάρων τούτων τοῖς λόγοις οὕτως ἑάλων ἐγώ· ἀνάσχου τῶν δὲ μικρὸν λεγόντων ἀκούειν· κἂν μὴ ἀφήσῃς ἐμὲ θαυμάζειν οὕτω θαυμάζοντα, περὶ δὲ τὸν ἄκομψον τουτονὶ μονῳδὸν μεταστήσας τὸ θαῦμα, αὐτίκα με ἢ ὅτι μὴ ὡς ἔδει ἐκπλήττομαι λέγε, ἢ τὴν ἔκπληξιν ὑποκρίνομαι· οὐ τούτου δὲ μόνον χάριν δεῖ τούτων ἀκοῦσαι, ἀλλὰ καὶ εἰς οἶκτον κινηθῆναι, καί τινα αὐτοῖς ὠφέλειαν ἐπινοῆσαι, ἃ δὴ καὶ βεβαίως ἔσται, εἰ μόνον τῷ νεωτέρῳ λέγειν κελεύσεις ὡς λέξοντος ἀκουσόμενος.

Τῷ αὐτῷ Καὶ τὴν χθὲς καὶ τὴν νῦν οὖσαν ἡμέραν ὁ πρῶτος ἀφίκετο πρὸς ἡμᾶς ἱκετεύων, τάχα δὲ καὶ βιάζων τὸ ἱερὸν ἡμᾶς ἐπισκέψασθαι ὄρος, οὐκ ἂν ἄλλως ἀφιγμένος ἢ τῆς δὲ τῆς προφάσεως ἕνεκεν· ἐπειδήπερ καὶ γῆρας αὐτὸν καὶ τὰ τῆς νόσου, ἣ δεινὴ αὐτῷ καὶ μακρὰ γέγονεν, εἴργει ἐγκαταλείμματα. Ἄξιον δὲ καὶ αὐτὰ τοῦ θαυμασίου πρεσβύτου ἐκθεῖναι τὰ ῥήματα· ἐγώ, φησίν, ὑμᾶς, δέσποτα καὶ κοινὲ πάτερ, περὶ τοῦτό που πολλὰ πολλάκις ὑπομνήσας ἐκείνου, καὶ μηδὲν ἀνύσας, σιγᾶν ἐπέταξα ἐμαυτῷ· οὐ μὴν οἷός τε γέγονα τὸν ὅρον τοῦτον διὰ τέλους φυλάττειν· οἴκτου τε καὶ δειλίας πρὸς τὴν τῆς σιγῆς κατὰ ἐξαγόντων· καὶ γὰρ δέδοικα μὴ καὶ ὧν ἐν αὐτῷ συνέβη—ἴστε δὲ πάντες οἷα συνέβη—συμβήσεται χείρονα, μὴ ὄντος προστάτου τοῦ τὸν πολὺν τῆς ἐκεῖσε μυριανδρίας καὶ ὡς ὁπωσοῦν καταστορέσοντος ὄχλον· τὸ δ’ αὐτό με καὶ εἰς οἶκτον κινεῖ, τὸ μέλλον ὥσπερ ἔχοντα πρὸ τῶν ὀφθαλμῶν· τί λοιπόν φημι;

ἐπειδή, φησί, τὸ τῆς σιωπῆς διέλυσα δόγμα, γραφήτω τὰ περὶ τῆς τοῦ πρώτου ἐκλογῆς προστάγματα, καὶ ἀπολυθήτω μετά τινας τῶν βασιλικῶν· οἴει με λέγειν τῶν ὑπὲρ τοὺς πολλοὺς ἑνός, οὐδὲν διοίσει πρός τινος ἄνυσιν ἔργου καὶ εἰ τοῦ πλήθους ἐκεῖνός τις εἴη· πλὴν γὰρ τοῦ τοῖς μοναχοῖς ἐγχειρίσαι τὰ βασιλέως σπουδάσει πράττειν οὐδέν· ἓν μὲν τοῦτό φησιν ὁ πρῶτος καὶ καλόν· λόγος δὲ καὶ οὖτος αὐτοῦ ἐπιταχῦναι τὴν πρᾶξιν, ὡς ἂν μὴ βραδέως πεμψάντων συνέβη, ἕτερον δὲ ὁ μοναχός, Μακάριον αὐτὸν καλοῦσιν ὃν τὴν πόλιν καταλαβεῖν ὁ πρωτοβεστιάριος ἔπεισε μοναχικὰς αὐτῷ λειτουργίας πληρῶσαι. Οὗτος ἡμῖν προσιών, ἡμᾶς μὲν γράμματα, βασιλέα δὲ δι’ ἡμῶν πρόσταγμα ᾔτησε, μετρίαν ἄμφω πρὸς τοὺς Γαλησιώτας παραίνεσιν ἔχοντα, ὡς ἂν τά τε ἄλλα ὦσιν εἰρηνικοί, καὶ πρὸς τὸν πρόεδρον Ἐφέσου ὅσα καὶ εἰς γνήσιον ἀρχιερέα συμβαίνουσι. Τὰ μὲν οὖν παρ’ ἡμῶν εἴληφα, τὰ δὲ παρὰ βασιλέως οὐκέτι· οὐ γὰρ αὐτοῦ πω τὸ αἴτημα εἰς τὰς θείας ἐλήλυθεν ἀκοάς· νῦν δὲ εἰσελθέτω διὰ σοῦ, καὶ διὰ σοῦ λοιπὸν πέρας αὐτῷ λαμβανέτω.

Ἐπεὶ δ’ οὐ τῶν πολιτικῶν τίς ἐστὶν ὁ ἀνήρ, μοναχῶν τῶν δ’ ἀνακεχωρηκότων καὶ ὀρεσιτρόφων καὶ ἀκριβῶς εἶναι ὅπερ λέγονται βουλομένων, καίγε ὡς εἰκὸς τοὺς ἐνταῦθα δυσχεραίνει θορύβους, τάχιον—καί μοι μὴ μέμφου τοσαῦτά σε ποιεῖν ἔχοντα κατεπείγοντι—τάχιον ὅπερ αἰτεῖ λαμβανέτω, ὅπως ἀνθ’ ἑνὸς μόνου οὔκουν πλειόνων τὴν ἡμετέραν αἰτιώμενος πόλιν, τοῦ ὡς πλείστους δηλαδὴ τυχεῖν ἀνθρώπους ἰδεῖν ἐν αὐτῇ, ἀρετὴ δὲ μάλιστα πόλεως τοῦτο κἂν ἐκείνῳ οὐχ οὕτω· δοκῇ, βίον τὸν μονήρη καὶ ὄρος ἠγαπηκότι, τἄλλα εὐχάριστος ἔχων ἀπίῃ, πάντων κατ’ ἐπιθυμίαν ἀπηντηκότων αὐτῷ.

Τῷ πρωτοσεβαστῷ καὶ πρωτοβεστιαρίῳ Τὸ τοῦδε τοῦ πένητος αἴτημα οὐκ Ἀρκαδία ἐστίν, ὅ φησιν ἡ παροιμία, ἵνα καὶ μέγα ᾖ καὶ μεῖζον ἢ κατ’ ἰσχὺν τελέσαι τὴν σήν· φαυλότατον δὲ καὶ οὐ μόνον, ἀλλὰ καὶ πάλαι κριθὲν ἄξιον καὶ ἀκουσθῆναι καὶ τελεσθῆναι· καὶ μέντοι καὶ τελεσθὲν τρόπον δή τινα ὡς αὐ τὸ βασιλικὸν καὶ μαρτύριον πρόσταγμα· εἰ καί τινων ἀνθρώπων ῥεῖα, ἄκυρ αὐτῷ τοῦ ἑαυτοῦ κατὰ τὸ δίκαιον. Καὶ ἐπειδήπερ τοιοῦτο, ἀρίθμει δὴ δ’ ὁπόσα δή σοι βοηθητέος ὅδε. Ἔστι μὲν γὰρ πένης, μικρὰ δ’ αἰτεῖ· ὁμοῦ δὲ καὶ δίκαια καὶ τῷ πλείονι μέρει προὐξειργασμένα· δυνατὸς δὲ σύ, ἡμεῖς δ’ ἀξιοῦμεν· τὸ δ’ ἡμεῖς ἱκανὸν οἶμαι καὶ χωρὶς τῶν ἄλλων προκείμενον, τὴν παρὰ σοῦ σπουδὴν τῷ δεομένῳ μνηστεύσασθαι κἂν εἰ μάλιστα χαλεπὸν ἀνῦσαι τὸ αἰτούμενον ἦν, ὅπερ οὐκ ἔστι καὶ δύναμιν ὑπερβαῖνον τὴν σήν· ὅμως ἃ τὴν ἐπ’ αὐτῷ σοι βοήθειαν ὑποκνίζει τε καὶ παρακαλεῖ τοσαῦτά ἐστι καὶ τοιαῦτα. Καὶ διὰ πάντα γοῦν ταῦτα ταχὺς ἐπίκουρος τῷ ἀνθρώπῳ γενοῦ, τῶν ἐπιτιθεμένων αὐτῷ κραταιῶς ἀνατρέπων καὶ διαλύων τὴν ἀχθηδόνα.

Τῷ αὐτῷ Τὸ ταλαίπωρον γύναιον, ἡ Καρυστηνή, ὑπὲρ ἧς πολλάκις, ξένην ὑποστάσης ἀδικίαν, δεηθεὶς οἶδα καὶ ἀποτυχὼν πρότερον ἐκ τῆς ἄγαν ἀπορίας εἰς νόσον ἐμπεσεῖν κινδυνεύσασα καὶ ἐμπεσοῦσα, νῦν ἤδη καὶ εἰς θάνατον ὑπὸ τῆς νόσου ἐπείγεται.

Κεῖται λοιπὸν τὰ ἔσχατα καὶ φθεγγομένη καὶ πνέουσα· συγγενὴς οὐ παρακάθηται· ξένην γὰρ τὴν ἡμετέραν ταύτην πατεῖ, καὶ εἴτις αὐτῇ πλησίον ἦν, ἀπὸ μακρόθεν ἵσταται· ἰατρὸς οὐκ ἐπισκέπτεται· εἰ γὰρ καὶ περιφανῶς ἡ τέχνη φιλάνθρωπος, ἀλλ’ οἵ γε προϊστάμενοι τῆς τέχνης ἀφιλανθρώπως τοὺς μὴ τοὺς μισθοὺς προτεινομένους παρέρχονται· φίλοι καὶ συνήθεις οὐ πάρεισι· πόθεν γὰρ παρέσονται τῇ ἐξ Εὐβοίας ἐν Βυζαντίῳ δυστυχούσῃ τοσοῦτον, ἥ γε κἂν ἐν αὐτῇ τῇ πατρίδι οὕτω κακῶς πρᾶξαι συμβέβηκεν, οὐδεὶς ἂν παρέμεινε φίλος τοῦ μὴ ἐμποδών, ᾗ φησιν ἡ παροιμία, γενέσθαι. Ἐμὲ ἐχρῆν τῇ ἀνθρώπῳ ἐπίκουρον ἐπιστῆναι, ἐμὲ ὃς ἀντὶ πατρὸς κινδυνευόντων τε καὶ ἀπορουμένων προβέβλημαι· ἀλλ’ οὐδ’ ἐγὼ κέκτημαί τι, ὅθεν ἐπικουρητέον ἔστιν αὐτῇ· ὁ γὰρ πατριαρχῶν οἶκος ἦν πάλαι ποτὲ δυστυχοῦσιν ἀνθρώποις οἶκος καὶ λιμὴν ἀναψύξεως, ὅτε δηλαδὴ καὶ πολλὰ κεκτημένος ἦν· νυνὶ δὲ βραχέα μὲν ἔχει, ἐκδαπανᾶται δὲ ὅσα περ ἔχει, οὐ μὴν δὲ τοῖς πᾶσιν ἐπαρκεῖ τῶν ἀπόρων κατὰ κλέος τῆς ἄνωθεν εὐδαιμονίας μυρίων προσιόντων αὐτῷ.

Ὅθεν κἄν τίς ποτε πρὸς τὰς αἰτήσεις ἀπαγορεύσας, ὅπερ ἐστὶν ἐξείποι, καὶ τὴν ἀπορίαν διεξίοι καὶ τὴν δαπάνην ἐνταῦθα τὸ ἀλγεινότατον, οὔτε πιστεύεται τὰ πιστότατα λέγων, αὐτῆς καὶ ταῦτα τῆς αἰσθήσεως ἐπέκεινα λόγου παντὸς τῶν ἀποριῶν ἐνεργεστάτας παρεχομένης τὰς πίστεις, καὶ φιλοχρηματώτατος ὁ πατριάρχης καὶ ἀπληστότατος ἀκούει καὶ φειδωλότατος. Τί οὖν; ἀβοήθητον εἰς τὸ παντελὲς ἀπολεῖται τὸ γύναιον; μηδαμῶς, ὦ χρηστέ, ἀλλ’ ὑμεῖς γε, οἷς ἔχειν δέδωκεν ὁ Θεός, καὶ ἔχοιτέ γε ἀεὶ ἐκεῖθεν λαμβάνοντες, χεῖρα ὀρέξατε, καί τι τῶν εἰς βοήθειαν δυνατῶν ἐπορέξατε. Δίκαιον δὲ πάντως φιλανθρώπων ὑμῶν ἀπολαύειν, οὐ μόνον ὅτι μακρόθεν ὑμῖν ἱκέτις ἥκει, ἀλλ’ ὅτι κἀκεῖνα, ὑπὲρ ὧν ἥκει, οὐχ ἕτερός τις αὐτήν, ἀλλ’ οἱ βασιλέως ὑπηρέται καὶ ὑπὲρ βασιλέως ἀφῃρηκέναι νομίζονται.

Τῷ αὐτῷ Τὸ ἐν Ῥόδῳ μοναστήριον—Ῥοδίνην αὐτὸ ἐγχωρίως καλοῦσιν—οἱ ἐξ Ἱεροσολύμων ἥκοντες οὗτοι ᾐτήσαντο λαβεῖν εἰς μετόχιον, ὡς ὂν ταῖς ἀληθείαις πατριαρχικόν· καὶ ἔσχον γε λαβεῖν ὡς ᾐτήσαντο, δόντων εὐκόλως ἡμῶν· τὸ δὲ οὐκ ἦν ἡμέτερον, ὡς ἀρτίως ἄνδρες ἀνεδίδαξαν Ῥόδιοι, ἀκριβέστατα φάσκοντες περὶ τοῦδε εἰδέναι. Τοῦ δὲ Ῥοδίων προέδρου, ἔστι γε μέντοι ἀπορώτατον, ἔφην δ’ ἂν καὶ ἄοικον, εἰ μὴ εἰς αὐτὸ κατοικῶν ἄνθρωπος κυλλὸς καὶ οὗτος τοὺς πόδας, καὶ πρὸς ἣν ἂν εἴπῃς ὠφέλειαν τοῦ μονυδρίου ἀκίνητος, ταύτην ἀπεῖργεν αὐτοῦ τὴν ἀπόφασιν. Ἐπεὶ δ’ οὐχ ἡμέτερον, καταλέλυται δηλονότι καὶ ἡ πρὸς τοὺς Ἱεροσολυμίτας ἡμῶν δωρεά· βασιλεὺς δὲ δήπου δώσει· βασιλικὸν γὰρ ἐξ ὅτου περ γέγονε λέγεται, καὶ τοῖς βασιλέως συγκαταλέγεται. Ὅθεν καὶ προσταγμάτων δυοῖν προβεβηκότων, θάτερον μὲν τὴν δόσιν αὐτοῖς ὁριζέσθω, θάτερον δὲ τῷ τῆς νήσου ποιμένι πεμπέσθω, ἱλαρῶς καὶ τοὺς ἀνθρώπους ἐπὶ τὸ παραμικρὸν ἄοικον βασιλικὸν μοναστήριον ἥκοντας ἰδεῖν, ἱλαρῶς καὶ τὴν δεσποτικὴν βασιλικὴν δέξασθαι προσταγήν.

Ταῦθ’ ἡμεῖς αἰτοῦμεν διὰ τούσδε γενέσθαι· καὶ μέλλοντα γενέσθαι, τάχιστα λαμβανέτω τὴν τελευτήν, μήπως ἀναχθείσης τῆς εἰς Ῥόδον πλεούσης τριήρους, ἀσχάλωσιν αὐτοὶ καὶ μετὰ τὸ λαβεῖν ὕστερον εἰληφότες, καὶ ὅτε διαβαίνειν πρὸς τὸ ληφθὲν ἀπορώτατον.

Τῷ αὐτῷ Συμεών τις ἔμπορος ἄνθρωπος, Σύρος τὸ γένος, Πτολεμαΐδος τῆς ἐν Παλαιστίνῃ πολίτης, φίλος ἐμός, οὐ πάνυ δὲ παλαιός, ἀλλ’ ἐξ ὅτου περ ἐς Βυζάντιον ἧκε, πρόσφατος δ’ ἧκε, καί μοι φίλος γέγονεν, ὅτι με Κύπριον ὄντα ἐμάνθανε, καί τι διὰ τὴν πατρίδα γειτονοῦσαν Παλαιστίνῃ Παλαιστιναίοις προσήκοντα, οὗτος Συμεὼν νεωστὶ προσιών, ἐπειδὴ καὶ νεωστὶ ἐκ τοῦ Πόντου κατῆρε, τά τ’ ἄλλα καὶ περὶ τῶν βασιλέως τριήρων κατήγγειλεν, ὡς εἴησαν μὲν τὰ ἑαυτῶν καὶ ἐφ’ οἷς ἐπέμφθησαν ἐργαζόμεναι, οὐ μέντοι γε εὐπρεπῶς ἐργαζόμεναι οὐδὲ πάντη κατὰ σκοπὸν τῶν πεμψάντων, ἢ δειλίας γε χωρὶς τῆς ἐξ ἀνθρώπων καὶ φόβου. Οἱ γὰρ πάλαι μὲν οὐκ ἂν ἑτέρως ἢ ὡς ἂν ἐφῆκε βασιλεύς, νυνὶ δὲ ὡς ἂν αὐτοῖς ἀρέσκῃ, καὶ οὐ κατὰ τὰ πρότερα τὸν Πόντον ἐπιπλέοντες Γενουΐται, πολλὰ μὲν πρὸς τὸν βασιλέως στόλον ἐπιβουλῆς ἔργα, πολλὰ δὲ καὶ ὕβρεως ἐνδείκνυνται καὶ περιφρονήσεως· κἂν μή τις ἐνθένδε ἀπειλὴ θᾶττον φθάσῃ κατασείσουσα τὰς ψυχὰς αὐτῶν καὶ τῆς πονηρᾶς ἐφέξουσα σκέψεως καὶ ἐπιχειρεῖν εἰσιν ἕτοιμοι, καὶ διαναυμαχεῖν πρὸς τοὺς ἡμετέρους· πλήρωμα νηῶν ὄντες ἕξ, καὶ πλείους τάχα ἢ τοσαύτας πληρῶσαι.

Οὐκ ἔγωγε διαπιστεῖν ἠδυνήθην ἀκούσας· μὴ τοίνυν μηδὲ σύ γε μαθὼν ἀπιστήσῃς· τὸ γὰρ φῦλον, οἱ Γενουΐται, καὶ ἄπιστόν ἐστι διαφανῶς εἰς φιλίαν, καὶ ὑπεροπτικὸν ἄλλως καὶ βάσκανον· καὶ οὔτε τῳ συνήνεγκέ ποτε, συνήθεις αὐτοὺς κτησαμένῳ, οὔτε ἐφάνησάν τινι χάριτας ὀφείλοντες, μὴ πικρίας ἀντὶ χαρίτων ἀποδιδόντες. Διὰ τοῦτό μοι καὶ σπουδῇ τῇ πάσῃ διαπεμπτέον πρὸς αὐτοὺς Γενουΐτας δοκεῖ, τοῦτο μὲν βασιλέως προστάγματα, τοῦτο δὲ καὶ γράμματα τῶν ὦδε παρ’ αὐτοῖς δυνατῶν, τῆς τε ναυμαχίας ἀνείργοντα, καὶ τοῖς ἄλλοις ἀποστῆναι πείθοντα τυραννίδος, ἣν ἐπὶ τοῖς ἡμετέροις οὐδὲν δέον ἐνδείκνυνται· ἔνδον τῶν νεῶν εἰσπηδῶντες καὶ τοὺς πλεῖν ἐπ’ αὐτῶν βουλομένους ἐμπόρους, ὥς τινες ὄντες δεσπόται τῶν πάντων ἁρπάζοντες, καὶ μόνον οὐκ ἐπὶ κεφαλὴν εἰς τὰς ἑαυτῶν ὠθοῦντες καὶ ῥιπτοῦντες τριήρεις, ἵνα δὴ μόνοις αὐτοῖς τὰ πορθμεῖα γένηται καὶ τὰ κέρδη. Ἐπὶ τούτῳ πρὸς ἐκείνους τὴν ταχίστην διαπέμπειν φημί· κἂν μὲν οὖν εὐλαβηθέντες ἀφέξονται, εἰ δ’ οὖν, ἀλλὰ προσθεῖναί γε τοῖς προστάγμασιν ὡς οὔτε περιόψεται βασιλεύς, καὶ πᾶσι λοιπὸν Γενουΐταις πολέμιος ἔσται, ὅτι τε σὺν ὕβρει τοῖς ἑαυτοῦ προσφέρονται, καὶ ὅτι συνθήκας τὰς πρὸς αὐτὸν οὐχ ὡς ἔξεστιν οὐδὲ κατὰ τὰ ὀμωμοσμένα φυλλάττουσι.

Ταῦτ’ ἀκήκοα, ταῦτα διέγνωκα, ταῦτα καὶ σοὶ τάχους ὡς εἶχον δεδήλωκα· ὡς δ’ ἄμεινον τὸ δέον πεπράξεται, αὐτὸς εἰδείης ὁ καὶ σοφώτατος ὁμοῦ καὶ ὀξύτατος καὶ εὑρεῖν αὐτὸ καὶ καταπρᾶξαι.

Τῷ αὐτῷ Ὅτι μὴ μόνον πρὸς Θεὸν τὴν εὐχὴν ποιουμένους, ἀλλὰ καὶ πρὸς ἀνθρώπους αὐτοὺς ἀποδιδόναι χρὴ ὅ, τι ἄν τις καὶ εὔξηται, εἰ δ’ οὖν ἀλλ’ ἄμεινον τῷ παντὶ μηδὲ τυχεῖν εὐξάμενον, πάλαι μὲν ἐμὲ θεῖος ἐδίδαξε λόγος, νυνὶ δὲ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων ἔχω μαθεῖν ἐναργέστερον. Ἀπώλεσε τὸ ἑαυτοῦ καὶ ὃ μόνον εἶχεν ὑποζύγιον ὁ Ξιφιλῖνος· ἀπώλετο καὶ ἡμῖν παρεῖχεν ἔργα τῷ κτήνει χρώμενος· ἔγνω τοὐντεῦθεν ἔλεον αὐτῷ ἵππον δοθῆναι αἰτῆσαι καὶ ᾔτησεν ὑφ’ ἡμῖν μεσίταις· ἀλλ’ ἕως μὲν ἐν δεήσεσιν ἦν τὸ πρᾶγμα, καὶ κατένευε διδόναι οὐδείς, ἠρέμα τε ἡμῖν προσήει καὶ ἱκέτης ἦν ἀκριβὴς κἀν τοῖς ῥήμασι κἀν τοῖς πράγμασιν. Ἐπεὶ δὲ ὅτι τεύξεται ἤκουσεν, οὐκέτι τὸ σχῆμα μένει τῆς ἱκετείας σώζων, ἀλλ’ ὥς τις ἀπαραίτητος δανειστὴς ἔγκειται ὁσῶραι καὶ ἀπολαβεῖν μᾶλλον ἢ λαβεῖν τὸν ἵππον αἰτεῖ. Ἀπάλλαξον τοῦ σφοδροῦ τοῦδε ἡμᾶς καὶ μὴ περιίδῃς ταῦτα παθεῖν τοῖς χρεώσταις, ὧν τὰς περιουσίας ὑπερβάλλει τὸ χρέος, ἐπὰν οἱ δεδανεικότες αὐτοὺς περιίστανται· ὡς ἂν δὲ οἷα πάσχω συμβαλεῖν μᾶλλον ἔχοις, ὁμοῦ δὲ γνοίης καὶ τὰ τοῦ καθ’ ἡμᾶς κλήρου θρέμματα, ὡς εἰς ἀπαιτήσεις εἰσὶν ἐντελεῖς, οὐχ ἁπλῶς εἶναι τόν, δῶρον ἐσόμενον, ὁ βίαιος οὖτος αἰτεῖ· ἀλλ’ ἅμα καὶ καλὸν εἶναι, εὗ σαρκῶν ἔχοντα, ὡραιότητα ἔχοντα, νεότητα, εὐκινησίαν, καὶ εἴτι ἄλλο συντρέχον τοῖς εἰρημένοις, ἀκριβῶς καλὸν τὸ ἵππου καλὸν ἀπεργάζεται.

Τοιούτοις ἐγὼ πολλοῖς ἀεὶ περιστοιχίζομαι, λεπτοῖς τε καὶ ἀκριβολόγοις ἀνθρώποις· καὶ ἔτι γε ἀφθόνοις καὶ ἐλευθέροις ὁπηνίκα ζητεῖν δεῖ. Ἀλλά με, θεῖε ἄνερ, τῶν μὲν ἄλλων ῥύοιτό με Θεός· τοῦ παρόντος δὲ καὶ σύ, ἵππον αὐτῷ παρασχών· εἰ καὶ μὴ ἐοικότα πάντη τῶν ἐν διανοίᾳ αὐτοῦ καλῶν, μικρὸν δὲ ὅμως συμβαίνοντα· εἰ δὲ μὴ ἐγὼ μὲν ἵσως οὐδέν τι δεινὸν πείσομαι παρ’ αὐτοῦ· ὁ δὲ βεβαίως ὅσα καὶ θὴρ ἐπιτιθέμενος, εἰ καὶ μὴ τοῖς ὀδοῦσι, λόγοις γοῦν σπαράσσειν οὐκ ἐκφεύξεται.

Τῷ αὐτῷ Φραγγόπουλος ὁ τὴν οἴκησιν οὐκ οἶδα, εἴτε ἐν αὐταῖς πηγαῖς, εἶτε περίπου αὐτὰς ποιούμενος, τὸ στόμαργον οἶσθά που καὶ τριχομανὲς ἀνδράριον, τὸ ἀναιδὲς καὶ μηδὲν ὑγιές, τὴν γυναῖκα θανάτῳ ἀποβαλών, καὶ πάντα τοῖς πρίασθαι βουλομένοις τὰ αὐτῆς ἀποδόμενος, ἵππω τε δύο ἐντεῦθεν καὶ χλαίνας ἐξ ἐρίου τοσαύτας ἐκτήσατο, ἐρυθροβαφεῖς αὐτὰς καὶ λαμπρὰς καὶ τῆς πρώτης ἐργασίας, ὁποίας Ἰταλῶν μὲν χεῖρες ἐπιστημόνως ὑφαίνουσιν, ἡμεῖς δὲ παρ’ αὐτῶν ὠνούμενοι χρώμεθα· ἐπεὶ δὲ τούτοις ἐκαλλωπίσατο, ἠράσθη καὶ μοιχὸς ἢ καὶ παρθένων ἠπεροπευτὴς ἀκοῦσαί τε καὶ γενέσθαι· καὶ ἀκούει καὶ γίνεται, εἰ καὶ μὴ ἀμφότερα, τὸ γοῦν ἕτερον. Πρότριτα μὲν οὖν καὶ οὐκ ὀλίγαις ταῖς ἄνω ἡμέραις, ἀγερώχῳ τινὶ καὶ γαύρῳ ἐπιφερόμενος ἵππῳ ἄνετον κόμην ἔχων ἐπὶ τῶν ὤμων καὶ παίζουσαν, καὶ εἰς ὀσφῦν ἐξ ἄκρας κεφαλῆς ἥκουσαν, πόλιν τὴν εὐδαίμονα ταυτηνὶ περιῄει, οὐκ ἐν τῷ τεταγμένῳ τὸ κτῆνος ἄγων καὶ πορευόμενος, ἀλλ’ ὥς τις πυρριχίζων αὐτόχρημα καὶ κορυβαντιῶν· χθὲς δὲ οὐ μέχρι τούτου τῆς ἀτάκτου περιφορᾶς καὶ κινήσεως ἵσταται· ἀλλὰ τί;

νὺξ ἡ μεταξὺ Σαββάτου καὶ Κυριακῆς· καὶ εὐθὺς ἀρχομένης, οἷον διενοεῖτο καὶ ἔπραττεν ὁ δεινὸς καὶ ἐπίτριπτος ἄνθρωπος· ἀκόλαστον περὶ αὑτὸν συνεκάλει νεότητα, καὶ εἱστία μάλα λαμπρῶς· ὁ μέντοι πότος καὶ εἰς αὐτὸν παρετείνετο ὄρθρον· ἐπεὶ δὲ ἱκανῶς ἦσαν βεβρεγμένοι —ὄρθρος δὲ ἦν—οἱ δὲ τοῦ μεγάλου ναοῦ κώδωνες εἰς τὰς ᾠδὰς ἐκάλουν τοὺς ἅπαντας, σκότος δ’ ἐπεῖχε βαθύ, καὶ πολύ τι παριέναι τὸν ὑπὲρ ἡμᾶς οὐρανὸν ἔδει, καὶ οὕτως τὴν ἡμέραν αὐγάζειν, ἐνταῦθα τοὺς συμπότας ἀνίστησι καὶ ὁπλίζει καὶ παρὰ τὴν οἰκίαν λόχον αὐτοὺς ἄγει καθίσας τοῦ ἡμετέρου πρεσβύτου—τὸν μέγαν τῆς Ἐκκλησίας Σακελλάριον λέγω πρεσβύτην ἡμέτερον—καὶ ἐπειδή περ οὐδὲν οὗτος τῆς ἐπιβουλῆς προαισθόμενος τὸ εἰωθὸς αὐτῷ καὶ τότε ποιεῖν ἔσπευδεν —εἴωθε δὲ μηδ’ αὐτῆς ἀπολιμπάνεσθαι τῶν νυκτερινῶν συνάξεων τῆς ἀρχῆς—εἷχε μὲν ὁ ναὸς αὐτὸν τῶν οἴκοι ἀφρόντιδα· ὁ δέ γε κορύβας Φραγγόπουλος τοῖχόν τινα τῆς οἰκίας καταβαλών, ὅσον ἑαυτῷ καὶ τοῖς μεθ’ ἑαυτοῦ ῥᾳδίαν θέσθαι τὴν εἰς μέσαυλον φέρουσαν, ὁμοῦ τοῖς γενναίοις ὁπλίταις ἀναρριχᾶται, καὶ τῆς αὐλῆς ἔνδον γίνεται· κἀνταῦθα οἱ πάντες σπῶσι τὰ ξίφη, καὶ ταῖς θύραις ἐνάλλονται· συνθλῶσί τε ὅσα ἦν ἐν αὐταῖς, μοχλοί, ὅσα τε κλεῖθρα, καὶ εἰς αὐτὰς τῶν γυναικῶν τὰς εὐνὰς εἰσπηδῶσι· καὶ παίδων θηλειῶν τεττάρων οὐσῶν τῷ πρεσβύτῃ καὶ γυναικός, παρθένων μὲν τῶν παίδων, πρεσβύτιδος δὲ τῆς τῶν παίδων μητρός, τὰς μὲν ἄλλας τῶν ἀδελφῶν καὶ πρὶν σχεδὸν φθῆναι διυπνισθῆναι, αἴσθησίν τε λαβεῖν τῶν δρωμένων ἄλλην ἐπ’ ἄλλης διιστῶσι, καὶ ὡς πορρωτάτω ἀλλήλων ἀπάγουσι· τὴν μέντοι τρίτην τῇ ἡλικίᾳ, ἥν φασι καὶ τῷ τῆς ὄψεως κάλλει τὰς ἄλλας νικᾶν, ὁμοκοιτοῦσαν τῇ μητρὶ καὶ παρ’ αὐτῆς ἐχομένην αὐτῆς ταῖς ὠλέναις, εἴτε τῷ ὑπεραγαπᾶσθαι αὐτήν, εἴτε τῷ τι δέος παρέχειν μή τινας ἐπιβούλους ἐρεθίζῃ τῆς ὥρας, ἀποσπῶσι βιαίως τὰς τῆς τεκούσης ἐξαρθρώσαντες χεῖρας· ὁμοῦ δὲ καὶ συνέχοντες τὸ στόμα καὶ ἐμφραγνύντες, ὡς πολλοῦ γε δεῖν ἆσθμα ῥᾳδίως προϊέναι δύνασθαι μήτοι γε φωνὴν ἐκρηγνύναι, καί τινας εἰς ἐπικουρίαν καλεῖν.

Καί γε ὡς ἀπέσπασαν τοὺς εἰς Ἴλιον πλεύσαντας τῶν Ἑλλήνων μιμοῦνται· καὶ ὥσπερ Ἀγαμέμνονι τῷ σφῶν στρατηγῷ καλλιστεῖον ἐξαιροῦσιν ἐκεῖνοι τὴν Χρυσηΐδα, οὕτω που τὴν παρθένον ταύτην ἡ καλὴ ἑταιρία ἐξελόντες ἀμοιβὴν τοῦ ἀκράτου τῷ παρθενοπίδῃ Φραγγοπούλῳ διδόασι· καὶ τοῦ λοιποῦ ὅσα πέπρακται, κἂν βάρβαρος ἄνθρωπος διηγούμενος πρὸς ἄλλους βαρβάρους ἐρυθριάσειε· πλὴν τοιαῦτά γε ἦν, οἷα μὴ μόνον αἰσχύνην ποιεῖν λεγόμενά τε καὶ ἀκουόμενα, ἀλλὰ καὶ τῇ πολιτείᾳ Ῥωμαίων ὕβριν φέρειν καὶ κοινὴν συμφοράν. Τέτταρας τῶν κακούργων τούτων καὶ τὸν κορυφαῖον Φραγγόπουλον συλλαβὼν ἔχω· οἱ δέ με λοιποὶ τοσοῦτοι τὸν ἀριθμὸν ὄντες, καὶ αὐτοὶ Τζάκωνες ὄντες τὸ γένος, διαπεφεύγασιν· οὐχ ὡς ὅπλα κινεῖν εἰδότες καὶ ἀμυντικοί τινες ὄντες, καὶ τῇ δυνάμει ὑπέρτεροι, ἀλλ’ ὅτι γεγόνασιν ἀφανεῖς, τοῦτ’ ἀναγκαῖον εἰς τὰς θείας καὶ βασιλείους ἐλθεῖν ἀκοάς. Οἶδ’ ὅτι περιαλγὴς ἀκούσας γενήσεται βασιλεύς· οὕτω δὲ μάλιστα προσήκει, καὶ ἀκουέτω· προστάξει γὰρ τοὺς μιάστορας φυγάδας εὑρεῖν, καὶ δίκην παρ’ αὐτῶν εἰσπράξεται τὴν ἀξίαν· ἵνα μὴ ἀτιμώρητον μεῖναν τὸ κακὸν πολλοὺς τῶν γονέων τρέμειν ποιήσῃ περὶ τὰ φίλτατα.

Ἐπεὶ τίς παρθένον ἔχων ἐκτὸς ἑστήξεται φόβου; τίς οὐ δειλιάσει τὸν κίνδυνον, εἰ τὸ ἀσωτευόμενον τῶν ἀνθρώπων ἄδειαν σχοίη ἐπὶ διαφθοραῖς οἰκιῶν ἐλευθέρων τε καὶ κοσμικῶν μισθοφορικὸν συμπορίζεσθαι; ἆρ’ οὐκ εὐπετὲς καὶ τῷ πενεστάτῳ, ἐπιθυμίαις δὲ ὅμως τοιαύταις δουλεύοντι τὰς ὀρέξεις ἀποπιμπλάναι, ῥᾳδίως εὑρισκομένων τῶν αἰρόντων ὅπλα ἐπὶ μισθῷ καὶ συνάρασθαι μέχρι θανάτου ὑφισταμένων; Ἀλλ’ ὅπερ ἔφην ἀκουέτω ταῦτα καὶ βασιλεύς· κἀγὼ μὲν οὓς συνείληφα τοῖς νόμοις παραδίδωμι καὶ τῇ ψήφῳ· ζητείσθωσαν δὲ καὶ συλλαμβανέσθωσαν καὶ οἱ ἕτεροι, καὶ τὴν ἀξίαν εὐθύνην ἀποτιννύτωσαν, ὡς ἂν οὕτω μέγα κακὸν ἄρτι ἀνακύψαν τῷ βίῳ μόνον εἴη τετολμημένον ἐν παντὶ χρόνῳ, ἀλλὰ μὴ πρῶτον ἐκ τοῦ ἀνεύθυνον μεῖναι, καὶ παράδειγμα ἀσελγοῦς τυραννίδος γενέσθαι.

Ζεὺς μὲν γὰρ Δανάην καὶ Εὐρώπην καὶ Πασιφάην, καὶ ἄλλας ἄλλοι τῶν Ὀλυμπίων βιαίως λέγονται μετελθεῖν, ἀλλὰ μῦθοι ταῦτα, καὶ τερθρείας ἑλληνικῆς ληρήματα. Καθαρῶς δέ τινα τοιοῦτον πεπραχέναι Φραγγόπουλον ἔγνων·, καὶ τὴν Φραγγοπούλου συμμορίαν· ἀνθρώπων δὲ ἕτερον ὅτι τετόλμηκεν οὐδένα παρέλαβον.

Τῷ Θεογνώστῳ ἰητρῷ Τὸν πρὸ μικροῦ κομήτην, νῦν δὲ ἀτίμῳ κουρᾷ ἀποβεβλημένον τὰς τρίχας τὸν μαστιγίαν καὶ ἐκβεβοημένον Φραγγόπουλον δεσμώτην ὄντα καὶ ἐν φυλακῆς οἴκῳ καθήμενον, λόγος διατεθρύλληται, δυοῖν θάτερον ἢ θανεῖν ἤδη, ἢ ἐγγὺς εἶναι ἀποθανεῖν· οὐκ ἔγωγε δέξασθαι ὡς ἀληθῆ τὸν λόγον δεδύνημαι, ὅτι καὶ οἱ φάσκοντες οἰκεῖοι καὶ προσήκοντες γένει, καὶ οὐδὲν ἀπεικὸς αὐτοὺς ἑὸν κακὸν ἀμφαγαπῶντας πλάττεσθαι τὸν κίνδυνον τῆς ζωῆς. Τί γὰρ εἰ λόγῳ μὲν ἀποθανόντα ποιήσαντες τὸν ἐξώλην; ἔργοις αὐτὸν ζῶντά τε καὶ δεσμῶν ἄνετον ἀπολαύωσι; πλὴν ἐπειδή περ καὶ σύ γε αὐτὸς τὸν εἰπόντα, φήμη δ’ οὐ πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίζουσιν, ὡς καλῶς εἰπόντα θαυμάζεις, τὸν ἡμέτερον τόνδε παρειληφώς, παρὰ τὸν εἰρημένον ἐπίστηθι· κἂν μὲν αὐτὸν ἐκ τῆς τέχνης θανάτου τινὰ κατανοήσῃς ἔχοντα σύμβολα, τὸ γὰρ ἀποθανεῖν αὐτὸν οὔτω ταχέως κάκιστον ὄντα, οὔτε τῇ κοινῇ παροιμίᾳ δοκεῖ, κἀγὼ ἄπιστον ἥγημαι, σπεύσας ἀνένεγκαι τῷ ἐκ Θεοῦ βασιλεῖ, ἵνα τοῖς οἰκείοις παραδοθεὶς τύχῃ τινός, οὗπερ εἰκὸς τυχόντα τὸν ὑπὲρ κεφαλῆς διαφευξεῖσθαι κίνδυνον· εἰ δὲ σκῆψιν εὑρήσεις τὸν λόγον, οἴκαδε βαδίζειν τῷ ἡμετέρῳ εἰπών, πρὸς τοὺς ἄλλους σὺ οἳ τῆς σῆς ἐπιδημίας ἀληθῶς χρῄζουσι τρέπου, καὶ τὰ σαυτοῦ πρᾶττε, τὸν σοφιστὴν Φραγγόπουλον ἀφεὶς ἐν τῇ φυλακῇ, τὰ τῶν ἀκριβῶς νεκρῶν ἢ παρὰ μικρὸν νεκρῶν ὑποκρίνεσθαι.

Τῷ πρωτοβεστιαρίῳ Εἴτ’ ἀληθές ἐστιν ὅ φασί τινες εἴτε καὶ μή, οὐκ ἔχω σφοδρῶς ἀποφαίνεσθαι· ἀλλ’ οὖν φασι τὸν ἐλαφρὸν Γεράσιμον, τὸν ἐπ’ ὀλέθρῳ τῆς καθολικῆς Ἐκκλησίας εἰς πρόεδρον τῆς κατὰ Πείρινθον ἐκκλησίας κεχρηματικότα, μὴ ἀγαπᾶν οἷς ἐς δεῦρο ἀτοπήμασιν ἔπραξεν, ἀλλὰ καὶ προσφιλονεικεῖν ἔτι καὶ προσνεωτερίζειν ἐθέλειν. Καί γε τὴν προσάγουσαν Κυριακήν, ὅτι τε χριστιανοῖς πᾶσι δημοτελής ἐστιν ἑορτή, καὶ μέλλειν περὶ τὸν μέγιστον νεὼν συνδρομὴν ἐκ γένους τε παντὸς ἔσεσθαι καὶ ἡλικίας ἁπάσης, διανοεῖσθαι καὶ αὐτὸν τηνικαῦτα μετά τινων στασιωτῶν ἐμβαλεῖν τῷ μεγάλῳ τεμένει καὶ λέξειν ἡμᾶς κακὰ καὶ δράσειν, ὅσα ἂν ᾖ δυνατός. Οὐδέν μοι δεινὸν ἔγωγε πείσεσθαι δοκῶ, ὡς ἄρα ψεύδους ἢ ἀληθείας ἔστιν ἔχων ὁ λόγος· καὶ γὰρ ὁπηνίκα καὶ ἐπισταίη, καὶ κατὰ γνώμην τὴν θαυμασίαν αὐτοῦ δημηγορίαν διάθηται καὶ τὰ ἔργα· καὶ μέν τοι καὶ ὀχλαγωγήσει, καὶ τὸν λαὸν ἀνασείσει, καὶ ἡμᾶς καταλεύσειν πείσει, καὶ τηνικάδε φημὶ πολλῷ τῷ περιόντι νενικηκὼς ἔσεσθαι, ἄδικα πεπονθὼς οὐχὶ δίκαια· τὸ γὰρ ἀδικεῖσθαι.

ἀνέχεσθαι τοῦ ἀδικεῖν, καὶ ἡ ἔξω δήπου φιλοσοφία αἱρετώτερον ἄγει καὶ βέλτιον· μεθ’ οὗ δὴ τὸ βέλτιον ἀεί, νικητὴς ἐκεῖνος ἀεί, κἂν μὴ οὕτω δοκῇ τοῖς πολλοῖς· χειρῶν κράτει τοῦ ἀδικοῦντος ἡττώμενος· νικήσομεν τοίνυν οὕτω καὶ πεπονθότες καὶ χωρὶς δὲ ταύτης τῆς νίκης· ἐρῶ δὲ τὸ τοῦ ἔπους μικρὸν ἐναλλάξας· πάρεισι καὶ ἡμῖν ἐπιτήδειοι καὶ φίλοι οἵ γ’ ἀπὸ λοιγὸν ἀμῦναι οὐχ ἧττον ἡμῶν πρόθυμοι ἢ ἑαυτῶν. Εἰ οὖν τις, ὅ φησιν Ἀλικαρνασεύς, χειροκρασία γένηται, καὶ τὸ πρᾶγμα οὐκ ἐς μόνας πληγάς, ἀλλὰ καὶ περαιτέρω πληγῶν προχωρήσει, ὃ συμβῆναι μηδέποτε Θεὸς συγχωρήσοι, πρὸς Θεοῦ, πρὸς τῆς ἀληθείας, ἔσται τις ἀνθρώπων ὀρθῆς γνώμης καὶ λογισμοῦ κύριος, ὅστις ἐμοὶ μέμψιν τῶν πεπραγμένων τούτων ἐποίσει; ἀνθρώπῳ οὐ μᾶλλόν τισιν ἀνθρώπων ἐπηρεάζοντι ἢ ἐνοχλοῦντι ἢ αὐτῷ γε οὐρανῷ καὶ τοῖς κατ’ οὐρανόν; ἀλλ’ οὖν μὴ συμβῆναί τι τοιοῦτον ἐγὼ μὲν βουλοίμην καὶ εὔχομαι· σὺ δέ με μὴ νόμιζε περὶ τῇ ζωῇ δειλιῶντα τοιαύτην εὔχεσθαι τὴν εὐχήν· ἀλλ’ ὅτι ἄμεινον τῷ παντὶ οὕτως εὔχομαι· λέγεις δήπου καὶ σὺ ἄμεινον τοῦτο, καὶ τὴν εὐχὴν ἐπαινεῖς; οὐκοῦν ἀκουέτω διὰ σοῦ βασιλεύς, ὃ παρά τινων λέγεται· ἀκουέτω καὶ ποῦ ποτε μέλλειν ἥξειν, ὃ λέγεται τοῦτο—εἴπερ ἀληθῶς λέγεται—καί τοι τοῦ μὴ ἀληθὴς εἶναι ὑποψίαν ὁ λόγος παρέχει, οὐδ’ οὕτως οὐδὲν ἐπιζήμιον ἔσται προμηθευσαμένων.

Ὁρῶμεν γὰρ καὶ τὰ πλεῖστα τῶν ἡμετέρων πολισμάτων τε καὶ φρουρίων οὐδ’ ἀπὸ τῆς ὄψεως τυγχάνειν γνώρισμα τοῖς ἐχθροῖς, τοσούτου δέουσιν αὐτοῖς προσβάλλειν· ἀλλ’ ὅμως ἐκ περιουσίας ἵσταται φρουρὰ καὶ μάλα καρτερὰ τῇ χώρᾳ· οὐ τοῖς ἐπιβουλεύουσιν ἤδη, τοῖς δ ὑπειλημμένοις ἐπιβουλεύσειν τὰς ἐφόδους προϋποτέμνοντα.

Τῷ λογοθέτῃ τῶν Γενικῶν τῷ Ἀκροπολίτῃ Ὅ ποτε τὸν Ἀτζωνᾶν ἐκεῖνον εἶχε δεσπότην Ἀριστείδου βιβλίον, νῦν δὲ σὸν εὐτυχῶς εὑρίσκεται κτῆμα, τοῦτό μοι χρῆσαι τὴν σὴν σοφίαν σήμερον ἀξιῶ. Εἰ δ’ ὅτι τις ἕλλην ῥήτωρ καὶ πόρρω τῆς θείας αὐλῆς, ἐμοὶ δὲ καὶ τοῦ γήρως ἕνεκεν καὶ τοῦ σχήματος οὐ τὰ τοιαῦτα, τὰ δὲ θεῖα σπουδάζειν ἁρμοδιώτερον, σύγγνωθί μοι σοφὸς ὢν καὶ γινώσκειν ἔχων ἐκ σεαυτοῦ ὡς ῥᾷον τοὺς ἅπαξ ἁλόντας τῷ τῶν λόγων ἔρωτι τὴν φύσιν ἀρνήσασθαι ἢ καταλῦσαι τὸν ἔρωτα. Ἐγὼ δὲ κεχρῆσθαι βούλομαι οὐχ ἵνα σπουδάζω περὶ αὐτόν—πάλαι μὲν οὖν ἐσπούδαζον καὶ μάλα μοι ἐπὶ τῷδε συχνῶς ἐξεχεῖτο ἱδρώς—νυνὶ δὲ πόνος ἄλλος ἐπείγει, ὁ τῶν ἐκκλησιαστικῶν δηλονότι πραγμάτων, τοσοῦτον οὐ διδοὺς σχολὴν περὶ ἄλλα προσέχειν τὸν νοῦν, ὅσον μηδ’ ἐξεῖναι κνᾶσθαι τὸ οὖς, ὅπερ ἡ παροιμία φησίν· ἀλλὰ τίνος ἂν ἑτέρου φήσαις αὐτό, εἰμὴ τοῦδε χάριν αἰτῶ, ὅτι τοι βιβλίον, σοφώτατε, τοῦ αὐτοῦ καὶ αὐτὸς ῥήτορος κεκτημένος ἐκ δυοῖν τούτοιν χρόνου τε καὶ ὀλιγωρίας τῶν προκτησαμένων ἐγγὺς τοῦ διαφθαρῆναι γενόμενον ἐπισκευάζειν βούλομαι, καὶ τὰ ἐλλείποντα προσαναπληροῦν αὐτῷ· ἵν’ εἰ μὴ ἐγὼ κεχρήσομαι, ἔξωρος ὢν ἤδη καὶ νωθρὸς πρὸς ἀνάγνωσιν, τοῖς δ’ οὖν μετέπειτα τῶν φιλολόγων διδασκαλεῖον ἀκριβὲς τῆς τῶν λόγων ἀπεργασίας καὶ ἀγαθὸν παράδειγμα σώζοιτο.

Ἐλλείπει δὲ δήπου αὐτῷ μέρος μέντοι τοῦ πρὸς βασιλέα λόγου, μέρος δέ τι καὶ τοῦ αἰγυπτίου, ὃν καὶ περὶ τοῦ Νείλου οἵ γε ἀκριβέστερον ἐφιστάνοντες ἐπιγράφουσιν, ὡς οὐκ οὔσης περὶ τῆς χώρας, τοῦ δὲ ποταμοῦ τῆς τοῦ λόγου σπουδῆς καὶ προθέσεως. Ταῦτ’ ἐλλείπει, καὶ παρὰ ταῦτα πλέον οὐδέν· ὥστ’ εἰκὸς μικρῶν ὄντων ἐλλειμμάτων, καὶ ἡμᾶς θᾶττον ἀπαλλαγῆναι τοῦ ἔργου, καὶ σὲ τὸ βιβλίον ἀπολαβεῖν.

Ἀλλά μοι χρῆσον αὐτὸ μεμνημένος ὡς ἦν ὅτε παρ’ ἡμῶν καὶ αὐτὸς τοῦ αὐτοῦ ῥήτορος οὐ μόνον ἐχρήσω βιβλίον, ἀλλ’ εἰ δίδως εἰπεῖν, καὶ κατεχρήσω αὐτῷ.

Τῷ μεγάλῳ Λογοθέτῃ Ἑαυτῷ τι προσήκειν ὁ δεῖνα ῥητορικῆς εὐγλωττίας οἰόμενος, ἔργον τῆς δοκούσης ποιεῖται δυνάμεως διὰ συχνῶν ἐμοῦ καθάπτεται τῶν ἐπιστολῶν, ὥσπερ οὐκ ἄλλοθεν ἔχων τοῖς ἑαυτοῦ λόγοις ὕλην ἢ ἐκ τῶν ἡμετέρων ψόγων ὑποβαλεῖν· ἃ μὲν οὖν τὰς πρώτας ἡμέρας ἐπέστελλεν ὁ κρίθινος οὑτοσὶ Δημοσθένης, πολλά τε ὄντα καὶ ὑβριστικὰ παρελήλυθε, κἀγὼ ἀμνηστίαν ἔσχον αὐτῶν καὶ λήθῃ παρέπεμψα· χθὲς δὲ ἢ καὶ πρὸ τῆς χθὲς μακράν τινα συντεθεικὼς ἐπιστολήν, καὶ πλέον γε πικρὰν ἢ μακράν—ὁ γὰρ ἄνθρωπος πίθος τις εἶναι πικρίας δοκεῖ. κἄν τι ἐπέλθῃ αὐτῷ ἐκλαλῆσαι, χολώδη τινὰ μᾶλλον δὲ ἐχιδνώδη καὶ θανατηφόρα ἐκ τῆς καρδίας περισσεύματος φθέγγεται— ἀλλ’ ὅμως τοιαύτην συντεθεικὼς τὴν ἐπιστολὴν πέμπει πρὸς ἡμᾶς, τοσοῦτον αὐτὸν λόγοις ἢ ἔργοις ἐρεθίζοντας τοιαῦτ’ ἄττα ποιεῖν, ὅσον τοὺς ζῶντας οἱ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντες.

Τοῦτον τὰ μὲν πρῶτα δεῖν ἐνόμισα μηδενὸς ἀξιῶσαι λόγου, ἀλλ’ ὅπερ καὶ ἄλλοτε ποιεῖν εἴωθα ἐπιτρέψαι τὰ κατ’ αὐτὸν τῷ Θεῷ· ἔπειτά μέ τις λογισμὸς εἰσῄει, ὅτι δειλιάσαντας ἡμᾶς τὴν σιγὴν στέρξαντας ὑπολήψεται οὐκ ἐπιεικευσαμένους καὶ ἔσεσθαί γε μέλλειν ἀμεληθέντα θρασύτερον τοῦ προτέρου καὶ ἀκρατέστερον ὑβριστήν. Ὅθεν καὶ ἔγνων ἀπολογήσασθαί τι πρὸς αὐτὸν ἀφελῶς τε καὶ ἐπιεικῶς, εἴ πως ταύτης γε τῆς καθ’ ἡμῶν ἐπίσχωμεν μανίας· καὶ ὃ σιγήσας κατορθοῦν οὐ δεδύνημαι φθεγξάμενος ἴσως δυνήσομαι. Ἀπολελόγημαι τοίνυν καὶ ἄμφω τὰς ἐπιστολὰς πέμπω πρὸς σέ, ἑτέρου χάριν τινὸς οὐδενὸς ἢ ἵνα γνῶς ἀναγνοὺς ὡς ἀθυμοῦμεν, καὶ τὴν βραχεῖαν ἡμῶν ζωὴν ὑπὸ τῶν βασκάνων καὶ πονηρῶν καθ’ ἑκάστην ἐκδαπανώμεθα, καὶ οὐδὲ οὕτω λόγοις γοῦν γενναιοτέροις ἀμύνεσθαι προαιρούμεθα.

Μοναχῷ τινι γνωρίμῳ Πρώτην εἶχον τῆς εἰς ἀσθένειαν· κατακλίσεως ἡμέραν, ὅτε σου ἡ μετὰ τοῦ προέδρου Σμύρνης ἐπιστολὴ κατέλαβε πρὸς ἐμέ, καὶ μόλις ἀναγνῶναι αὐτὴν ἠδυνήθην. Γράφειν δέ τι πρὸς αὐτὴν παραχρῆμα τότε καὶ πρὸς σὲ πέμπειν οὐ συνεχώρει ἡ νόσος. κραταιότερον ἐπιμένει, καὶ πάσης σχεδὸν πράξεως, τάχα δὲ καὶ κινήσεως, καὶ αὐτοῦ γε τοῦ λέγειν ἀργόν με ἀπεργαζομένη.

Ἀλλ’ ἐπειδὴ καὶ ἐς δεῦρο ἐξ ἐκείνου κατεῖχε, νυνὶ δὲ ἀφῆκε, Θεοῦ ἐλεοῦντος, καὶ μετρίως ἐγὼ ἐμαυτῷ κεχρῆσθαι δεδύνημαι, οὐκ ᾠήθην δεῖν μὴ ἀντεπιστεῖλαι γραφόμενα καὶ πεμπόμενα. Τοιγαροῦν καὶ ἀποδίδωμι ἐντεῦθεν ἀρχόμενος· γράφεις πρὸς ἡμᾶς οἷα γράφεις, καὶ ἐλεγκτικῶς ὁμοῦ καὶ πικρῶς ἐρωτᾷς, ποῖον ἀγαθὸν ἐν τῷ μέσῳ, ἐξ οὗ τῆς Ἐκκλησίας ἐπειλήμμεθα, εἰργασάμεθα· καὶ εἶχον ἄν σοι αὐτίκα εἰπεῖν, ὡς τό γ’ ἐμὸν εἴργασμαι πολλά· εἰ δέ τις οὐ βούλεται ἕπεσθαι, ἄλλος οὖτος λόγος οὐ πρὸς ἐμέ· ὡς ἂν δὲ μὴ περιαυτολογῶν δόξω, ἀφήσωμεν ἀποκρίνεσθαι· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι φησὶν ἡ Γραφή· ὁ δὲν πᾶν ἡμῖν εἴτι χρηστὸν κατορθώσας σύ, ὁ πᾶσι τοῖς ἔργοις σου θαυμαζόμενος, ὁ ἀνεξίκακος καὶ ἀμνησίκακος καὶ ἁπλοῦς, ἐπειδὴ μετρίων τινῶν μοναχῶν προέστης, ποῖον τῆς σῆς ἀρετῆς δεῖγμα ἐξήνεγκας; τίνα τῆς σῆς οἰκονομίας καὶ δεξιότητος ἔδωκας ἔλεγχον; πῶς αὐτοὺς τοῖς σοῖς ἴχνεσιν ἀκολουθῶν ἔπεισας; εὐφημεῖν δὲ ἐν λόγοις, καὶ μηδὲν πρὸς ὀνειδισμούς, μηδὲ τῶν πολεμίων ἐκφέρεσθαι; πῶς ἐπαίδευσας; πλὴν ἐῶ ταῦτα· σὺ δὲ δίκαιος εἶ, ἀκριβὴς εἶ, ἀληθινός, ἄμεμπτος, καὶ ὅσα τῷ μεγάλῳ Ἰὼβ ἡ Γραφὴ μαρτυρεῖ· ἡμεῖς δέ σοι τὰ τούτων ἐναντία, καὶ ἔτι πλεῖον κακοί· τίς σε ἄρχοντα, τίς σε δικαστὴν κατέστησεν ἐφ’ ἡμᾶς;

Ὁ Κύριος ἡμῶν, ὁ τοῦ Θεοῦ Πατρὸς λόγος καὶ Θεὸς ἀληθὴς λοιδορούμενος—καὶ ταῦτα παρὰ τῶν δούλων, καὶ ὧν ἐνήργει τὴν σωτηρίαν—οὐκ ἀντελοιδόρει, σὺ δὲ ὁ μέγας μαθητὴς ἐκείνου, ἡμῶν δὲ ἐπιεικείας διδάσκαλος, μήτε λοιδορούμενος, μήτ’ ὀνειδιζόμενος, μήτε τι ἄλλο ἄχαρι πρὸς ἡμῶν ἀκούων, πῶς εἰς τὰς παροινίας ἐκφέρῃ, ὅπου καὶ ἠδικημένῳ σοι ἐχρῆν τὸν σωτῆρα μιμήσασθαι, πάσχοντα μὲν τὸ σωτήριον πάθος, ἀμυνόμενον δέ, οὐδὲ μέχρις ἀπειλῆς, τῷ δὲ κρίνοντι δικαίως παραδιδόντα.

Ἔστω γε, ὦ θαυμάσιε παιδευτά, ἐμὲ κακὸν εἶναι—καὶ γάρ εἰμι—καὶ πάσης διὰ τὴν κακίαν ὕβρεως καὶ μίσους ἄξιον· σὺ δὲ οἴει δικαίως ποιεῖν ἡμᾶς καὶ τὰ ἡμέτερα ἔργα τῆς ὑβριστικῆς σου σοφίας ὕλην ὑποτιθέμενος μὴ ἀποκάμῃς, ἄνθρωπε, εὐδοκιμῶν ἐν τοιούτοις ἐπιτηδεύμασι. Καί σοι τοῦτο μόνον κατόρθωμα ἐν ἅπαντι τῷ βίῳ γνωρίζοιτο, πλὴν ἐπειδήπερ οὐ μέχρι τῶν ἐλέγχων ἔστης, οὐδέ σοι ἡ περὶ τοῦ ὀνειδίζειν δεινότης ἀπέχρησεν, ἀλλὰ καὶ ἐπίτηδες ἐρεθίζων ἡμᾶς, μάλα σοβαρῶς ἐπέταττες, ὥς τις τῶν ἡμιθέων τὸ ἀρεστὸν ἡμῖν ποιεῖν ἐπὶ σοί, ἐμοὶ τὸ ἀρεστόν ἐστι, ἐμέ τε καὶ σὲ σώζεσθαι καὶ τοὺς πάντας καὶ τῶν μισητῶν Θεῷ ἔργων τε καὶ λόγων ἀφίστασθαι. Εἰ δ’ ἡ ἀρέσκεια αὕτη δυσμενής σοι καὶ ἐχθρὰ καὶ ἐμπόδιος πρὸς σωτηρίαν καὶ ὅλως οὐκ ἀρεστή, ἐθέλεις δὲ διωχθῆναι καὶ διψᾷς ὑπερόριος γενέσθαι, καὶ ὄνομα σεμνὸν ἐντεῦθεν ἐπὶ τῆς γῆς κτήσασθαι, ἐγὼ μέν, ὦ γενναῖε καὶ εὐτολμώτατε καὶ ἔτι γε ἀνδρικώτατε ἔνθα οὐκ ἔστι φόβος οὐδ’ ὑποψία κινδύνου, ἐγὼ μὲν οὔτε γνώμην ἔσχον πρώην ποτὲ διώκτριαν οὔτε νῦν ἔχω· ἀλλ’ οὐδ’ ὑπηρέται, ἄνθρωποι διῶκται με περιίστανται· σὺ δὲ ὅμως διώκεσθαι ἀγαπᾷς. Τί τοὺς ἀπελάσοντας καὶ ἐξορίσοντας ἔξωθεν ζητεῖς;

χρῶ τῇ σαυτῷ ἐμφύτῳ κακίᾳ· χρῶ καὶ τῷ τῆς ψυχῆς ἰῷ· πάντως δὲ ἄφθονα ταῦτα παρὰ σοὶ καὶ ἱκανά γε διῶξαι καὶ πόρρω στῆσαι, καὶ τῆς ἀγάπης πάντων ἀνθρώπων καὶ τῆς σαυτοῦ σωτηρίας καὶ τοῦ Θεοῦ, καὶ αὐτῆς γε τῆς προσκαίρου ζωῆς.

Τούτοις δὴ χρῶ καὶ ἡμᾶς ὕβριζε ἀκρατῶς· κἀμοί γε ἱκανοὶ ταῦτα ὑπηρέται εἰς τὸν κατὰ σοῦ πειρασμόν. Προσγενήσεταί σοι ἐντεῦθεν καὶ ὄνομα σεμνὸν καὶ μέγα, ὁποῖον καὶ ἄλλοι δή τινες πολλοὶ τῶν λελυττηκότων καὶ τοὺς πέλας ἐπ’ οὐδεμιᾷ προφάσει δακνόντων ἐκτήσαντο. Ἐπεὶ δὲ καὶ μνήμων τις εἶναι δοκεῖν ἐθέλεις καὶ συχνά μου κατεπᾴδεις ἐκ τῆς γραφῆς ἐπὶ μόνῳ τούτῳ σχολάσας ὡς ἔοικε τὰς ὅλας τῆς νηστείας ἡμέρας, λέγω δὴ τῷ τὴν θαυμασίαν συνθεῖναι ἐπιστολήν, καὶ αὕτη δή σοι καρπὸς ἐξενήνεκται τῆς ἡσυχίας καὶ θεωρίας, καὶ πλὴν ταύτης οὐδέν, βούλομαί σε κἀγώ τινος ἱστορίας τῶν παλαιῶν ἀναμνῆσαι· ἔφευγέ ποτε καὶ Δαυῒδ ὁ μέγας ἀπὸ προσώπου Ἀβεσαλὼμ τοῦ παιδός, καί τις ἄνθρωπος Σεμεεὶ μεταξὺ φεύγοντι μικρὰν δυσπραγίαν τὴν ἄτιμον φυγὴν νομίσας τῷ βασιλεῖ ἐπιτίθεται, καταρᾶται, ὑβρίζει, καὶ τοῦτο πικρῶς διὰ μακρᾶς τῆς ὁδοῦ παραπορευόμενος· ἐζήλουν ἐπὶ τούτῳ καὶ ὥρμων ὥστε τῆς κεφαλῆς ἀποστερῆσαι πολλοί, εἰ γὰρ καὶ πρὸς τὸν πατραλοίαν πᾶς σχεδὸν ἀπέκλινεν Ἰσραήλ, ἀλλ’ οὐκ εἰς τοιοῦτο δορυφορῶν ἠπόρει Δαυῒδ ὥστε τὸν ὑβριστὴν μὴ ἔχειν ἀμύνασθαι. ἀμύνασθαι προαιρούμενος· πλὴν ἐνώπιον τοῦ κτίσαντος αὐτὸν καὶ βασιλεύσαντος ὁ βασιλεὺς ταπεινοῦται, καὶ γέρας τῆς ταπεινώσεως τὴν μετὰ μικρὸν νίκην κομίζεται.

Σεμεεὶ δὲ συγχωρεῖται, καὶ δεινὸν οὐδὲν πάσχει ἕως ἔζη Δαυΐδ· ὡς δ’ ἐκεῖνος μετέστη, καὶ Σολομὼν ἐπὶ τῶν σκήπτρων κατέστη, οἶα τῷ ὑβριστῇ ἀνθρώπῳ συμβέβηκεν ἄλλους αὐτὸς διδάξεις γραφικώτατος ὧν. Καὶ σὺ τοιγαροῦν ὁ μὴ νομίζων ὅσα ἡμεῖς πάσχομεν ἀποχρῆναι, ἀλλὰ καὶ προσεπιδαψιλευόμενος οἴκοθεν καὶ προσεπεμβαίνων τοῖς ταπεινοῖς, πρὸς τῶν συντετριμμένων ἡμῶν καὶ ὑβριζομένων, οὐδὲν τῆς ἐπηρείας ἄξιον πείσῃ· ἱκανὴ γὰρ ἐμοὶ τιμωρία τὸ εἶναί σε προδήλως βάσκανον καὶ κακόν. Δέδιθι δὲ ὅμως μή τινά σοι Σολομῶντα πατριάρχην ἀναστήσει Θεός, οὐκ ἄλλοθεν ἀρξόμενον τὴν ἀρχὴν ἑαυτοῦ καθιστᾶν ἢ ἐκ τοῦ ὑμᾶς ἀνακαθαίρειν, τοὺς κατὰ Σεμεεὶ τῇ γλώσσῃ φονεύοντας· οὐ γὰρ δή γε μεταβαλὼν ἐκφεύξῃ τὸν κίνδυνον· εἴθε δὴ μεταβέβλησαι· νῦν δὲ δῆλος εἶ οὐ μεταβληθησόμενος, εἰ μή τις μεταβολὴν ἐπὶ σοὶ τὴν τῆς μανίας ὑπερβολὴν ὀνομάσοι καὶ τὸ ἐξ ἐλάττονος κακίας προχωρεῖν ἐπὶ μείζονα.

Προὔφερες ἔτι καθ’ ἡμῶν κἀκεῖνα, ὅτι δὴ δάκνομεν ἀρχιερεῖς ὄντες ἀλλήλους καὶ καθαιρέσει ἅτερος θάττερον καὶ ἀφορισμοῖς ὑποβάλλομεν· καὶ προὔφερες μηδὲν ὅλως ψεύδους πέρι ἢ ἀληθείας φροντίσας· μόνον δὲ ἵν’—ὅ σοι φίλον ποιεῖν ἀεί, καὶ παρὰ πάντα τἄλλα σπουδάζεται—λυπήσῃς διὰ τοῦ λόγου καὶ τρώσῃς· καὶ ὅτι μὴ συκοφάντης εἲ ταῦτα λέγων καὶ πόρρω φθέγγῃ τῆς ἀληθείας, πάντες τε σχεδὸν ἴσασι, καὶ σύ γε πρὸ τῶν ἄλλων γινώσκεις· τὸ δὲ τῆς ψυχῆς πάθος ἐνδυναστεῦον προσίσταται, καὶ ἄλλη ποι φέρεσθαι βιάζει τὴν γλῶτταν ἀλογοῦν τῆς ὀρθῆς διαγνώσεως. Πλήν μοι δοκεῖς, ἄνθρωπε, σφήκειαν ἔχειν ἄντικρυς τὴν κοιλίαν, οὐδὲν ἄλλο προβάλλεσθαι ἔχουσαν ὅτι μὴ λόγους κεντρώδεις καὶ βλαπτικούς· οὐ γὰρ πεφύκασι σφῆκες μελιττουργεῖν, οὐδ’ ἀναλήψεταί τις παρ’ αὐτῶν οὐδέ τι τρυγᾶν ἕξει μετέχον γλυκύτητος· τοὐναντίον μὲν οὖν ἄν τις φιλεργὸς ᾖ μέλισσα καὶ μέλι γλυκάζον ἐργάζηται, αὐτὰς ἐπιτίθεσθαι καὶ κατεσθιούσας ἀναλίσκειν εἰς τέλος· ὡς ἂν δὲ μὴ δόξῃς ἀνεξελέγκτως ἀποσοβεῖσθαι, νομισθῶμεν δὲ ἑτέρωθεν καὶ ἡμεῖς μόναις τὰς συκοφαντίας ἀποκρούεσθαι λοιδορίαις, τίνα σοι τῶν ἀρχιερέων λέγεις ὑπ’ ἀρχιερέως ἑτέρου καθαίρεσιν ὑποστῆναι καὶ ἀφορισθῆναι; τίνα δάκνειν τὸν ἕτερον, καὶ τίς ποτ’ ἐστιν ὁ δακνόμενος;

ἢ τὸν ποτὲ Ἡρακλείας Γεράσιμον, νῦν δὲ μόλις καὶ μόνον Γεράσιμον πάσχειν τε φάσκειν ταῦτα καὶ δρᾶν, ὃς καὶ διὰ τὸ σχισματικὸς δυστυχῆσαι γενέσθαι, καὶ εἰς τὴν τῶν αἱρετιζόντων ἑκὼν ἀπερρίφθαι μοῖραν κανονικῶς καὶ δικαίως ὡς οὐκ οἷδ’ εἴτις ἕτερος τῆς ἱερωσύνης ἐκπέπτωκεν; Εἰ σύ γ’ ἐπίσκοπον ἐκεῖνον ἔτι καλεῖς, καὶ τοὺς ὕθλους ἐκείνου ἀφορισμοὺς ὀνομάζεις, πεῖθε ἡμᾶς τὴν δι’ ἔργου πίστιν τῷ λόγῳ παρεσχηκώς· ἀπότρεχε πρὸς τὸν ἄνθρωπον, δέχου τὰς εὐλογίας αὐτοῦ, δέχου δὴ καὶ τὰς ἐφ’ ἱερωσύνῃ χειροθεσίας· οὐκ ἄν γε τύχῃς καὶ πολλά γε καμὼν εὖ ἴσθι, εἰ μὴ πρότερον τὴν εἰς τὸν ἀοίδιμον ἐν πατριάρχαις Ἰωσὴφ στοργὴν αὐτοῦ κελεύοντος ἐξομόσαιο τήν τε τοῦ ὀνόματος ὡς πατριάρχου ἀναφοράν τε καὶ μνήμην πόρρω βάλῃς τῆς μνήμης· πλὴν ἀρχιερεὺς οὐδεὶς τῶν ἁπάντων, οἳ νῦν εἰσι λέγω, τὸν συνεπίσκοπον δάκνει. Οὔκουν οὐδὲ δάκνεται ὑπ’ αὐτοῦ, πολλοῦ γε δεῖ ἀφορίζειν ἢ ἀφορίζεσθαι· ἀφορίζουσι μὲν τὸν καὶ ἀφώρισαν ἤδη πολλοί γε πολλούς, οὐ γὰρ ἀρνήσομαι, ἀλλὰ λαϊκούς τε καὶ ἰδιώτας οὐκ ἰδίου πάθους ἕνεκεν, οὐδὲ τοῦ τὸν σφέτερον θυμὸν θεραπεύειν, παιδείας δὲ μᾶλλον καὶ νουθεσίας καὶ τῆς εἰς τὸ δέον ἐπιστροφῆς.

Τούτων εἷς ὢν καὶ αὐτὸς τυγχάνεις· ἐπειδή σε ἀφορισμῷ καὶ μάλα ἐνδίκῳ ὁ τῆς κατὰ Πόντον Ἡρακλείας ἐδέσμησε πρόεδρος, οὗ τοσοῦτον ἐφρόντισας τῆς κανονικωτάτης ἐκείνης ἐπιτιμήσεως καὶ ἔτι νῦν φροντίζεις.

Καὶ γὰρ ἔτι νῦν ἐνέχῃ ὅσον εἰ λίθος ἦσθα ἢ πίστις ἢ δρῦς ἤ τι ἕτερον τῶν ἀψύχων τε καὶ ἀναισθήτων· καὶ θαῦμά γε πῶς ἡμῖν ὁ μέγας ἀσκητὴς σὺ καὶ καθηγητὴς καὶ διορθωτὴς τῶν πνευματικῶν οὐ μνήμην τούτων λαμβάνεις, ἢ πῶς ἐνθυμούμενος οὐκ εὐχὴν αὐτίκα ποιῇ χαυνεῖν σοι τὴν γῆν, ἀλλ’ ἐθέλεις τοιαῦτα τοῖς λόγοις κινεῖν, οἷά περ ἀκίνητα μένοντα σοὶ μάλιστα τῶν ἄλλων συνέφερε. Βούλει καὶ ἀφορισμοῦ ἑτέρου μνησθήσομαι, ἢ φείσομαί σου μὴ καὶ ἀκούσας διαρραγῇς; ἀλλ’ ἐγὼ μὲν μνημονεύσας, ἐπειδή περ οὐκ οἴκοθεν, ἀλλὰ σύ γε τὴν μνήμην ἡμῶν ἐρεθίζεις καὶ πρὸς τὸν λόγον ὠθεῖς, οὐκ ἂν πάντως νομισθείην ἐξαμαρτάνων παρὰ δικαίοις κριταῖς· εἰ δ’ ἄρα τι καὶ πρόσεστι τῷ λόγῳ ἁμάρτημα, ἐπὶ τὸν ἡμᾶς διεγείραντα τρέποιτο, καὶ ὁ πρῶτος εἰς τὸν λόγον κινήσας τῆς εὐθύνης κληρονομείτω, μὴ ἡσυχάζειν ἀγαπῶν, καὶ ταῦτα παρὰ μηδενὸς ἐνοχλούμενος, μηδ’ ἠρεμεῖν τοῖς ἄλλοις διδούς, ἀλλ’ ἐκβιάζων ἐκφέρειν εἴ τι καὶ κρύπτειν ἔχουσιν ἐν τῇ ψυχῇ καὶ σιγῆς ἄξιον κρίνουσιν οἱ περὶ Ὑάκινθον, ὦ γενναῖε κατήγορε, ἥ τε τῶν Μονεμβασιωτῶν μοῖρα καὶ ὁ πολὺς ἀριθμὸς τῶν νῦν ἀντικειμένων τῇ Ἐκκλησίᾳ τίνα θρυλλοῦσιν ἄνω καὶ κάτω ἀφωρίσθαι καὶ ἀφωρισμένον τεθνᾶναι καὶ παρὰ τίνος τοῦτο παθεῖν;

ἆρ’ ἔσχες αἴσθησιν ἤδη ὡς ὑπὸ τῆς ἄγαν φιλονεικίας ἔλαθες σαυτὸν πρὸς τὰ ξίφη τῶν ἐναντίων ὠθήσας καὶ δοκῶν τιτρώσκειν τοὺς ἄλλους εἰς αὐτὴν τὴν καρδίαν ὑπέλαβες τὴν πληγήν; Ἐγὼ μὲν οὖν εἰ καὶ συγκρίσει τῆς καλλιεπείας ἀγροικικῶς ἐξαγγέλλω καὶ ταπεινῶς, ἀλλ’ οὖν καὶ περαιτέρω τὸν τῆς ἀποκρίσεως λόγον προάγειν βουλόμενος νοημάτων οὐκ ἂν ἠπόρησα πολλῶν τε καὶ ἀληθῶν, δι’ ὧν σὲ μὲν ἐλέγχειν εἶχον καὶ μάλα σφοδρῶς, τὴν δὲ σὴν σοφίαν καταχωννύναι· νυνὶ δέ με πολὺς πραγμάτων περιϊστάμενος ὄχλος ἁπάσας μου πρὸς ἑαυτὸν τὰς φροντίδας μεθέλκει· εὐτύχημα τοῦτο σόν. Ἤδη μὲν οὖν ἐγὼ πλειστάκις καὶ ἄλλοτε ἐξ ὅτου περ εἰς ὃ νῦν εἰμι παρελήλυθα εὐξάμην ἰδιώτης ὡς τὸ πρότερον εἶναι καὶ πραγμάτων ἐκτός· νυνὶ δὲ μάλιστα ταύτην εὔχομαι τὴν εὐχήν, ὅτε καὶ τῆς σῆς περὶ λόγους δυνάμεως ἐπίδειξιν ἐκ τῶν ἡμετέρων ψόγων καὶ προπηλακισμῶν ποιεῖσθαι προῄρησαι· καὶ ἠβουλόμην ἀρτίως γοῦν τυχεῖν αὐτῆς· ἢ γὰρ ἂν τολμήσας τοιοῦτόν τι δρᾶν, ὁποῖον νῦν τολμᾷς ἀδεῶς, τὸ τῆς χύτρας ἐφάνης πεπονθὼς πρὸς τὸν λέβητα.

αὐτὸς προσκρούων, αὐτὸς δήπου καὶ συντριβόμενος· ἢ γὰρ ἂν καὶ σαυτὸν ἐταλάνισας ὅτι τῶν κεραυνῶν ἠρεμούντων παραβόλως αὐτοὺς κατὰ τῆς σῆς κεκίνηκας κεφαλῆς· ἀλλ’ ὅπερ ἔφην, δύο δή σε ταῦτα τήμερον σώζει καὶ ὥσπερ ἀναιμωτὶ τοῦ ἀγῶνος ἐξάγει· τό τε σχῆμα τῆς ἀρχῆς ἣν περικείμεθα, λόγοις ἢ ἔργοις ἀμύνεσθαι διὰ τέλους οὐ συγχωροῦν, καὶ ἡ περὶ τἀναγκαιότατα τῆς Ἐκκλησίας σπουδή, ἧς ὀλιγωρεῖν καὶ τῶν τῆς σῆς γλώττης διαμένων ψόφων φροντίζειν οὔτ’ ἐμοὶ προσῆκον ὁρῶ, καί σοί γε προσθήκη τοῦτο γένοιτ’ ἂν ὑπερηφανίας, εἰ πρὸς τὰς σὰς ἀηδίας, ὥς τινας οὔσας ἀξίας λόγου, αὐτὸς τῶν σπουδαιοτάτων ἀφέμενος ἐπιστρέφομαι.

Τῷ μεγάλῳ Λογοθέτῃ Γεώργιόν τινα Ξιφιλίνον, ἄνδρα θεῖον καὶ ὑπὲρ τοὺς κατ’ αὐτὸν ὄντα τὴν ἀρετήν, ὅτι γέγονε πατριάρχης ἀκήκοας οἶμαι· γέγονε δὲ ἐπὶ τῶν ἔμπροσθεν ἡμερῶν τῶν χρυσῶν κεκλημένων, ἡνίκα δηλαδὴ τἄλλα Ῥωμαίων εὐεκτικῶς εἶχε, καὶ αὐτὰ δὴ τὰ τῶν πατριαρχῶν πράγματα. Ὁ τοίνυν θεῖος οὗτος ἀνὴρ πρὸς τοῖς ἄλλοις οἷς ἐχρῆν αὐτῷ ἐπὶ τοιούτων ἀναδειχθέντι τῶν χρόνων ἐξενεγκεῖν δείγμασιν ἀρετῆς, καὶ μοναστηρίου δομήτωρ ἀγαπᾷ γενέσθαι καὶ γίνεται· τούτου δὴ μοναστηρίου, ὅπερ ἐν δεξιᾷ εἰσπλέοντι ἐκ τῆς Προποντίδος τὸν Εὔξεινον πρὸς αὐτῷ που τῷ ἱερῷ καλουμένῳ στόματι καταφανές ἐστιν ἐπί τινος λόφου ἱστάμενον· τῷ τοιούτῳ ὅτι καὶ πατριάρχου δομήτορος ἔλαχε τὴν ἀρχήν, ὅτι καὶ τῷ μεγάλῳ τῶν ὀρθοδόξων βασιλέων συμμάχῳ καὶ διαφερόντως τοὐμοῦ βασιλέως, ὡς ἐλπίζω καὶ εὔχομαι, τῷ τροπαιοφόρῳ ἀνεῖται κηδεμονίας πλέον τι νέμειν ἢ τοῖς ἄλλοις δοκῶ· οὐκ ἐφ’ ᾧ προστιθέναι τοῖς αὐτοῦ, οὐ γὰρ ἔστιν ἡμῖν ὅθεν προσθήσομεν, ἀλλ’ ἐφ’ ᾧ φυλάττειν αὐτά.

Ταύτῃ δήπου τῇ σπουδῇ καὶ προθέσει καὶ τὰ παρὰ τῆς βασιλικῆς εὐδοκίας ἀκολουθεῖ, ὥστε καὶ διήγομεν ἂν τούτου γ’ ἕνεκεν ἀπραγμόνως ἔχοντες τοῦ λοιποῦ, εἰ μὴ ἀνθίστατο ἑτέρωθεν τὰ παρὰ τοῦ σεβαστοῦ καὶ κριτοῦ· νυνὶ δὲ πράγματα ἔχομεν δι’ αὐτόν· καὶ γὰρ ὅσον ἐμοὶ τῆς τοῦ μοναστηρίου συστάσεως μέλει, ὅσον τε τῷ θείῳ βασιλεῖ ὑπεξίστασθαι εὐλαβῶς καὶ χαρίζεσθαι τῷ ἐν αὐτῷ τιμωμένῳ μεγαλομάρτυρι, τοσοῦτον οὗτος καταμερίζει καὶ διαλύει, καὶ εἰς τοὐλάχιστον ἢ καὶ οὐδὲν φιλονεικεῖ καθιστᾶν· ἑνί γε πάντως τῶν τριῶν δυσμεναίων καὶ πλαγίως αὐτὸν ἀμυνόμενος, ἢ βασιλεῖ τῷ τὴν σύστασιν εὐδοκοῦντι, ἢ ἔμοιγε τῷ φροντίζοντι, ἢ τῷ ἀθλητῇ, τῷ τὸ μοναστήριον ἀνάθημα ἔχοντι.

Πίστεις τῆς τοιαύτης τοῦ ἀνδρὸς προαιρέσεως πάμπρωτα μὲν μοῖραν μεγάλην γῆς τῆς δοκούσης ἀρίστης ἀποτεμόμενος, τῷ Ὀστρειδίῳ λεγομένῳ μοναστηρίῳ δίδωσι φέρων· ἔπειτα μέρος ἕτερον ἀποσπάσας, καὶ τρίτον ἕτερον μετὰ ταῦτα τῷ Ὀστρειδίῳ καὶ πάλιν αὐτὰ δίδωσι φέρων· τάχα δ’ ἂν καιρὸν εἰληφὼς οὐδ’ αὐτὸ τοῦ νέω τοὔδαφος ἀπέσχετο μὴ ὅπου καὶ τὰ πρῶτα διδόναι· φέρων. Οὐκ ἠρκέσθη τοῖς εἰρημένοις ὁ δίκαιος κριτής, ἀλλὰ καὶ μυρίοις ἄλλοις τρόποις λωβᾶσθαι ἐπέθετο· καὶ λωβᾶται νῦν μὲν οὕτως, νῦν δ’ οὕτως· ἐγὼ δ’ ἀκούων καταστενάζω πολλὰ τῆς τοῦ λωβητῆρος ψυχῆς· ὁ δὲ πυνθανόμενος, πῶς ἂν εἴποις ἡδέως γελᾷ καὶ πλεονάζων ἐστὶν ἐν ἐκείνοις, ἅπερ ἐμοὶ ἐπαύξει τοὺς στεναγμούς· ἐμφορείσθω τῶν γελώτων αὐτῶν, ἀλλὰ περὶ τῶν ἀδικιῶν τούτων καὶ τῶν ἀφαιρέσεων καὶ πρώην μὲν οἶδα πολλὰ δεηθείς, καὶ νῦν δὲ αὖθις τοῦ θειοτάτου δέομαι βασιλέως, ὁμοῦ δὲ καὶ τὴν σὴν περὶ τὰ καλά τε καὶ δίκαια σπουδὴν ἐπικέκλημαι γενέσθαι θεραπείαν τινά, καὶ μὴ συγχωρῆσαι φιλαπεχθήμονος ἀνθρώπου ἄδικον ἐπιθυμίαν εἰς πέρας ἐλθεῖν· μάλιστα μὲν οὖν ἀνακόψαι μὲν ταύτην, αὐτὸν δὲ τὸν τῶν κακῶν ἐπιθυμητήν, καὶ εἴ τις ἕτερος κατ’ αὐτὸν διοικεῖν τι τῶν δημοσίων πεπίστευτο σωφρονίσαι καὶ πεῖσαι μηκέτι τοιαῦτα τολμᾶν, καὶ μάλιστα ὅπου μὴ τολμᾶν ὁ διὰ Θεοῦ δεσπότης τῶν ὅλων καὶ βασιλεὺς σφοδρός ἐστιν ἐντελλόμενος καὶ προστάσσων.

Τῷ αὐτῷ Ἀλλ’ ἔμοι γε τοσοῦτον φέρει τὴν αἰσχύνην τὸ καὶ μόνον κόλαξ εἶναι δόξαι παρὰ σοί, ὅσον λέγειν οὐκ ἂν δυναίμην, καὶ σφόδρα λέγειν βουλόμενος, ὥστε μοι κἂν τοῖς ἀεὶ πρὸς σὲ γράμμασιν εὐπροοιμίων εὐθὺς ἐκείνοις σε βουλομένῳ καλεῖν τοῖς ὀνόμασιν, οἷς δὴ καὶ τὸν πολὺν ἐν ἁγίοις Βασίλειον ὁ ἑταῖρος αὐτοῦ καὶ ὁμόψυχος· τῇ γὰρ Ἐκκλησίᾳ παρὰ Θεοῦ τοιοῦτος καὶ αὐτὸς δεδώρησαι σήμερον, ὁποῖος δὴ κἀκεῖνος αὐτῇ ἐπὶ τῶν χρόνων τῶν ἑαυτοῦ· ὅμως τὸ δειλιᾶν μὴ νομισθείην κολακεύων παρίσταται· διὰ τοῦτο τὸ μὲν εὐσεβείας σε πρόμαχον καὶ πίστεως ἔρεισμα καὶ στύλον καὶ ἑδραίωμα τῆς Ἐκκλησίας ὀνομάζειν ἐκ τῆς εἰρημένης αἰτίας ἀφίημι, καὶ ταῦτα τῶν πραγμάτων παρεχομένων τὰς τῶν κλήσεων ἀφορμάς, νομίζω δέ· σε τοιοῦτον, καὶ εἴ γε ταῖς ἀληθείαις, κἂν ἄλλο τι νῦν ὁ λόγος ὑφορώμενος ἐκφέρειν συστέλληται. Ἀλλ’, ὦ μέγα θρέμμα τῆς Ἐκκλησίας σύ, οὐχ ὁρᾷς ἢ ἀκούεις ὡς τοῦ τῆς εὐσεβείας κινδυνεύομεν ὀνόματος ἐκπεσεῖν διὰ τοὺς τῶν οἰνοπλήκτων ἀνθρώπων ὀνείρους καὶ λήρους;

Ἀπηχθανόμεθα μὲν οὖν καὶ πρώην τοῖς πονηροῖς καὶ ἐλυμαίνοντό γε ἡμῶν ὅσα ἦν αὐτοῖς δυνατά, ἀλλ’ ἦν αὐτοῖς καθ’ ἑαυτῶν ταῦτα, τῷ μήτε τινὰ καθ’ ἡμῶν αἰτίαν τῆς δυσμενείας ἔχειν καὶ βασκανίᾳ δοκεῖν οὐ ζήλῳ ἀληθείας κεκινῆσθαι πρὸς τὴν ἀπέχθειαν, νυνὶ δὲ οὐχ οὕτως· ἀλλ’ ἀφοῦ σάτυροί τινες καὶ τοῦ οἰνηροῦ δαίμονος θιασῶται εἰς τοὺς λογίους ἑαυτοὺς ἐνέκριναν καὶ εἰώθησαν καὶ τῶν ὑψηλῶν τε καὶ οὐρανίων καὶ λόγων καὶ γνώσεων, ὡς οὐδέεσιν ἑτέροις ἑαυτοῖς μετεῖναι ἐνόμισαν, βαβαὶ ὅσον καθ’ ἡμῶν πλατύνεται τὸ τῆς βλασφημίας ὄνομά τε καὶ ἔγκλημα Καὶ μέν τοι καὶ τὸ πρὸς ἡμᾶς τῶν πολεμίων μῖσος οὐκέτι κωφὸν ὡς τὸ πρότερον καὶ εἰκαῖον, μετὰ δέ τινος εὐλόγου λόγου καὶ ἱκανῆς τῆς προφάσεως, οἳ καὶ τὴν συκοφαντίαν ὥσπερ τι τρόπαιον ἄνω τῆς κεφαλῆς ἄραντες περιιᾶ ἁπανταχοῦ ὁ δεῖνα λέγοντες καὶ ὁ δεῖνα, ἐν τοῖς συγγράμμασι τῶν σήμερον τῆς Ἐκκλησίας προστατῶν βλασφημίαν ἐφώρασαν, καὶ βλασφημοῦσί γε ἀληθῶς· οἱ γὰρ φωράσαντες ἀξιόπιστοι, ἐπειδή περ καὶ λόγιοι· ὅθεν καὶ σεσίγηται μὲν τὰ παλαιὰ καθ’ ἡμῶν ἐγκλήματα, τὰ διονυσιακὰ δὲ ταυτὶ καὶ πρόσφατα παρρησιάζεται καὶ κηρύττεται, καὶ τὸ τοῦ Σοφοκλέους ὁ κλύων τοῦ λέγοντος χαίρει μᾶλλον. Τί οὖν; σιγᾶν ἔτι καλὸν κατάκλειστον ἔχοντας τὸν ἄκρατον συκοφάντην καὶ ὄντως βλάσφημον;

ἀλλ’ ἡ τῆς πονηρίας φήμη προβαίνει τῷ χρόνῳ καὶ μείζων γίνεται· καὶ ὁ πρὸς τοῦ τείχους Ἰωάννης, τὸ τοῦ γένους ὄνειδος, τοῦ τε οἰκείου καὶ τοῦ κοινοῦ Ῥωμαίων, ταύτην καὶ παρὰ ταύτην οὐκ ἄλλην τῶν ἐγκυκλίων τῶν ἐπιστολῶν αὐτοῦ ποιεῖται ὑπόθεσιν καὶ ἄνω δήπου καὶ κάτω οὐχ ὑγιεῖς περὶ τὸ σέβας καλούμεθα ὥστε οὐ μενετέον ἔτι φησὶν ὁ εἰπών· οὐδὲ τοῖς ἐχθροῖς καθ’ ἡμῶν ἐκ τοῦ χρόνου παρακερδαίνειν δοτέον, ἀλλ’ ἐπειδὴ κἀγὼ μετρίως ἀνείληφα ἐμαυτὸν ἐκ τῆς νόσου καλοίμην, καὶ ἕτοιμός εἰμι κληθεὶς ἀπαντᾶν· καλείσθωσαν δὲ καὶ οἱ μεγάλοι τὴν ἀρετήν, Γεννάδιός τε καὶ Ἀθανάσιος καὶ ὁ πατριάρχης δὲ Ἀλεξανδρείας κεκλήσθω, καὶ εἴ τις ἄλλος τῇ προκλήσει προώρισται· καὶ καλείσθων ἀπ’ ἄρτι, καὶ μάλιστά γε ὁ πατριάρχης ἀποδημῶν πόρρω τοῦ ἄστεος, ἵνα κατὰ καιρὸν καὶ μὴ ὕστερος ἀπαντῴη, ὡς ἄν, εἰ δοκεῖ τῷ εὐσεβεῖ καὶ παντὸς καλοῦ ζηλωτῇ τε καὶ σπουδαστῇ βασιλεῖ, τὴν μετὰ τὴν αὔριον ἅμα πρωῒ πάντες ἀθρόοι πρὸς αὐτὸν ἀπαντήσωσι· καὶ μέν τοι καὶ ἡμῖν ἑτέρωθεν δόξαν τι τελεσθῆναι προκαταγγέλλειν καλόν, ἵν’ ἅμα καὶ τὸν κλῆρον ἢ τοὺς μάλιστά γε δοκοῦντας ἄγοντες ἀφικώμεθα· ἀγαπῶσι γὰρ πάντες ἀκροαταὶ γενέσθαι, ἐπεὶ καὶ πάντες δυσχεραίνουσιν εἰ μὴ θᾶττον τοῦ τοιούτου ἡ Ἐκκλησία ὀνείδους ἀπαλλαγείη, τοῦ ἐγείραντος αὐτὸ ἐν αὐτῇ ἀπελεχθέντος ὅτι ληροίη καὶ τῆς ἰδίας ἀπονοίας καὶ ἀφροσύνης ἀξίως στηλιτευθέντος, πρός τε νουθεσίαν τῶν ὅσοι κατ’ αὐτόν εἰσι κοῦφοι διαφανῶς καὶ τὸν νοῦν ἐν οὐδενὶ ἐπερείδοντες, καὶ τῶν ἄλλων διὰ ταῦτα θορυβουμένων, καὶ γάρ φασιν ἐκ τοῦ κατ’ αὐτὸν καὶ ἐς δεῦρο σεσιγῆσθαι οὔ τι μικρὸν ἐγείρεσθαι θροῦν, μὴ μόνον παρὰ τοῖς ἀντιθέτοις, ἀλλὰ καὶ τοῖς κοινωνικωτάτοις αὐτοῖς καὶ εἰρηνικωτάτοις.

Τῷ αὐτῷ Εἶπέ τις, μᾶλλον δὲ κατεῖπεν ἐπὶ τῆς σῆς τελειότητος ὡς εἴη ὁ πρόεδρος Αἴνου τὰ καὶ τὰ ποιῶν, πράγματα δηλονότι ἥκιστα τῇ ἀρχιερωσύνῃ προσήκοντα, ἐχρῆν ἐκεῖνον εἴπερ εἶχεν ἑαυτῷ τε καὶ ἀληθείᾳ θαρρεῖν ἐναντίον οὗπερ κατηγόρησε στῆναι, ἐλέγξαι τε ἧ θέμις ἐστὶ καὶ κατὰ πρόσωπον αὐτοῦ τὰς ἀνομίας αὐτοῦ παραστῆσαι· ὁ δ’ οὐχ οὕτω πράξας ἔχει· μόνον δ’ ἐν σκοτομήνῃ τοξεύσας οἴχεται καὶ δῆλος γέγονεν ὅτι κατεψεύσατο μᾶλλον ἢ κατηγόρηκε νῶτα δεδωκὼς πρὶν ὅλως τὸ πρόσωπον ἀνασχέσθαι δεῖξαι καὶ συμμίξας τῷ ἀνταγωνιστῇ. Ἐκεῖνος μὲν οὖν οὕτως· ἐγὼ δ’ εἰ καὶ τἄλλα νωθρὸν ἔχω τὸν νοῦν καὶ τοῖς πράγμασιν οὐκ ὀξέως προσβάλλοντα, ἀλλ’ ἔν γε τούτοις οὐκ οἶδ’ ὅπως ταχύτητος γέγονα καὶ τὸν ἄνδρα τὸν συκοφάντην καὶ σφόδρα λανθάνειν βουλόμενον, ὅστις εἴη πεφώρακα, ᾦ καὶ ἐγκαλεῖν εἶχε μὲν ὁ κατηγορηθεὶς ὑπ’ αὐτοῦ, εἶχον δ’ ἑτέρωθεν καὶ αὐτὸς ἐγώ· ἐκεῖνος μὲν οἷς ὑπ’ αὐτοῦ ὑβρισταὶ καὶ τὰ δεινότατα πέπονθεν, ἀφαίρεσιν πρὸς τοῖς ἄλλοις καὶ χρυσίνων ἑξήκοντα ὑποστάς, ἐγὼ δ’ ὅτι τρὶς καὶ τετράκις καλέσας ἐλθεῖν ὡς ἡμᾶς, καὶ καθ’ οὓς ταῦτα δέδρακε λόγους διδάξαι, πεῖθεν ἐλθεῖν καὶ διδάσκειν οὐκ ἴσχυσα· ἀλλ’ αὐτὸς τῶν ἑκατέρωθεν ἐγκλημάτων αἰσθόμενος, ἅμα δὲ συνιδὼν μὴ εἰς καλὸν αὐτῷ ἔσεσθαι, ἐὰν ἡμεῖς αὐτοῦ κατείποιμεν πρότερον, φθάνει δήπως ἡμᾶς καὶ πλάττεται καὶ σοφίζεται.

καὶ ἀντὶ κατηγορουμένου κατήγορος γίνεται καὶ φάσκει τὸν ἀρχιερέα—ἀναιδέστατα δὲ φάσκει καὶ κατὰ τὸν εἰωθότα φορολόγοις τε καὶ δασμολόγοις τρόπον—ἁρπάζειν τε καὶ εἰς ἑαυτὸν βιάζειν τὰ τῷ δημοσίῳ προσήκοντα. Πόθεν, ὦ τάν, φαίην ἂν ἐγὼ πρὸς αὐτόν. πόθεν ταύτην τὴν ἰσχὺν εἰληφότα καὶ τὴν ἐξουσίαν ἢ τοσοῦτον δυνάμενον, ποτ’ ἂν σὺ τοὺς τοσούτους αὐτὸν ἀφείλου χρυσοῦς, ἀφελόμενος δὲ τίνα παρασχεῖν ἔχεις. τῆς ἀφαιρέσεως λόγον; ἢ μόνον γ’ ἐκεῖνον ὃν καὶ πανταχοῦ περιφέρων θρυλλεῖς, γυνή τις, λέγων, μοιχαλὶς καὶ τοῦ νομίμου λέχους ἐπίβουλος πόρρω τῆς οἰκίας νύκτωρ γενομένη, καὶ τὸν οὐκ οἶδ’ εἴτ’ ἐρώμενον χρὴ φάναι εἴτ’ ἐραστὴν ἐκζητοῦσα, αἰσθήσεως γενομένης καὶ ἐπελθόντος τοῦ συνεύνου ἀπὸ τῶν τοῦ νεὼ μετεώρων ὅπου καὶ τῷ μοιχῷ συνῄει, ἐπὶ κεφαλὴν ἀφῆκεν ἑαυτὴν ἐπὶ τοὔδαφος· τοῦ δὴ τοιούτου πτώματος τὴν αἰτίαν πάντα μᾶλλον πᾶς τις ἐσχηκέναι φαίη ἢ τὸν τοῦ νεὼ προϊστάμενον· εἶτ’ ἐπὶ τὸν οὕτω πόρρω πάσης εὐθύνης ἱστάμενον, σύ γ’ ὡς ἐπὶ μόνον αἴτιον δραμεῖν ἐδικαίωσας καὶ λείαν τῶν αὐτοῦ ποιήσασθαι τῶν ἄλλων ἀφέμενος;

ἦ πού γε πιστὸς ὁ λόγος, ὡς ὁ ταῦθ’ ὑφιστάμενος παρ’ αὐτοῦ δὴ τοῦ τῶν δημοσίων λωβητῆρος δουκός, καὶ ἔτι εἰς κρίσιν ἀγόμενος καὶ περιυβριζόμενος καί τισιν ἀγνώμοσι τῶν ὑπ’ αὐτὸν κληρικῶν εἰς γέλωτα διὰ ταῦτα ἐκκείμενος, καὶ τοσοῦτον ὥστ’ αὐτοὺς καὶ ἀναισχυντεῖν τολμᾶν αὐτῷ, ὡς οὐδενί γε τοῦ λοιποῦ ἐσομένῳ, καὶ ἐπανίστασθαι καὶ ἐπ’ αὐτὸν δὴ συνίστασθαι, οἷός τε γέγονε τὰ τοῦ δημοσίου τυραννεῖν καὶ μεθέλκειν εἰς ἑαυτόν· οὐ παύσονται, ὦ θεῖε ἄνερ, οὐ συκοφάνται ὀψέποτε τοῦ τολμήματος; οὐ γνώσονται ὅτι γινώσκονται, ἀλλὰ πάντων καὶ μικρῶν καὶ μειζόνων κατορχήσονται καὶ δόξουσι πάσης γνώσεως τῇ ψευδολογίᾳ κρατεῖν; Τί μοι ὁ κατήγορος προσῆλθεν ἐμοὶ εἰς ἐρώτησιν καλοῦντι; ἀλλ’ ἐῶ μέν· ἐμέ, ἐπὶ σοῦ δὲ τί μὴ διαλεχθῆναι γοῦν τῷ ταλαιπώρῳ ἐτόλμησεν ἀρχιερεῖ; ταλαίπωρον γὰρ αὐτὸν καλῶ, εἴπερ ἀδικούμενος μὴ πάσχειν νομίζεται, ἀλλ’ αὐτὸς ποιεῖν εἰς ἑτέρους τὴν ἀδικίαν ὑπολαμβάνεται· ἢ δῆλον ὅτι κατεγίνωσκεν ἑαυτοῦ ἀδικήσαντος μὲν τὰ πρότερα, ἀδικήσαντος δὲ καὶ τὰ δεύτερα ταῦτα· καὶ ἵνα μὴ καταφανὴς γένηται ᾔτησεν ὑποχωρῆσαι, ἔλαβεν ὡς ᾐτήσατο καὶ ὑπεχώρησεν· ὅτι δὲ ἐγκαλεῖσθαι καὶ οὐκ ἐγκαλεῖν ἄξιος, καὶ τὸ πρὸς αὐτὸν τοῦ μεγάλου λογαριαστοῦ παρίστησι γράμμα, ὅπερ ἔχων εἰς χεῖρας ἤδη καὶ διελθεῖν ἀξιώσας, οὐκ ἂν ἐρεῖς τὰ πάντα ψεύδεσθαι τὸν πρὸς σὲ τὸν Ἀμινσέλην δοῦκαν πάντα ψεύσασθαι λέγοντα.

Τῷ αὐτῷ Ἔοικεν ὁ θαυμάσιος τοῦ φοσσάτου κριτὴς ὁ πανσέβαστος παλαιάν τινα πρὸς τὸν τροπαιοφόρον τρέφειν δυσμένειαν, ὥστε καὶ ὡς ἐξουσίας νῦν ἐπελάβετο, οἶα δὴ πολλὰ παρὰ τὸ εἰκὸς τῷ μακρῷ γίνεται χρόνῳ, τὸν οὐρανὸν ἄντικρυς ἀνάσσει τῇ κεφαλῇ, καί πως τὸ τηλικοῦτον ἀμύνεσθαι οὐκ ὀκνεῖ· διαπορήσει τις ἴσως πῶς ὅδε χοῦς ὢν παχύς τε καὶ γάστρων καὶ κατωβριθὴς ἀμύνεται τὸν οὐρανόν· ἀλλ’ ἔγωγε τὴν πρᾶξιν ἐρῶν, λύσιν οἶμαι παρέξειν αὐτάρκη τῇ ἀπορίᾳ· ἔστιν ἡ τῶν Φρυγανῶν μονή, μονὴ διαφερόντως τοῦδε τοῦ μάρτυρος· ἔστι γε μὴν τοῦ αὐτοῦ καὶ ἡ τῶν Μεσαμπέλων λεγομένη· ἔστι δὲ τρίτη κἀκείνη, ἣν οἱ πρώτως τοὔνομα θέντες Τραχιναρίας καλέσαντες, καὶ ἡμῖν οὕτως ὀνομάζειν ἀφῆκαν· τῆς μὲν οὖν δευτέρας καὶ μέσης προὔστη ὁ ἀδελφός, καὶ ῥύεταί γε ἀδελφὸς ὢν καὶ αἰδέσιμος τῷ κριτῇ· αἱ δέ που δύο καὶ τὸν κατὰ τῆς ἀδελφῆς παρὰ τοῦ κριτοῦ ἀνεδέξαντο χόλον· χθὲς μέντοι καὶ πρότριτα τῇ τῶν Φρυγανῶν ἐπιτεθειμένος, ἐκεῖνά γε αὐτήν, ἁπάντως σχεδὸν ἴσασι, δρᾷ, καὶ πάντες ἀντὶ τούτων καταρῶνται αὐτῷ· νῦν σφοδρὸς ἐπέσκηψε καὶ τῇ τρίτῃ· καὶ αὐτὴν ὡς τὴν πρώτην εἰς τὸ μηδὲν συνελάσαι πειρᾶται. Οὐ στήσεσθε κατὰ τοῦδε πάντες ὁμοῦ ὅσοι τὸν ἀθλητὴν ἐκείνου συμμαχίαν, ὡς Θεοῦ δὴ συμμαχίαν, ἐν πᾶσι πράγμασιν ἐπικέκλησθε; οὐ πείσετε τὸν ἄφρονα μονομάχον.

ὡς ἔστι Θεὸς γνῶναι, ὁμοῦ δὲ γνῶναι καὶ ὅτι ζῶσιν οἱ μάρτυρες, καὶ οὐρανόθεν μετέρχονται τοὺς πηλίνους ἑαυτῶν καταφρονητάς; ὑπὲρ τοῦ δημοσίου τις ἴσως φαίη τάδε μονομαχεῖν καὶ μαίνεσθαι τὸν κριτήν· ὑπὲρ τοῦ δημοσίου εἰπέ μοι κατὰ τοῦ τοσούτου τῶν βασιλέων συμμάχου τε καὶ προμάχου.

καὶ τῶν κοινῶν συνασπιστοῦ καὶ ὑπερασπιστοῦ ταῖς πρεσβείαις Εἴθε δὴ τούτων ἕνεκεν ἡ πρᾶξις ὑπῆρχεν αὐτῷ· νυνὶ δὲ δέδοικα μὴ Πάτροκλος ταῦτα πρόφασις ᾖ· ὁ δὲ λωβώμενος τὰ κοινά, τὰ ἴδια παντὶ σθένει ὀνίνησι· καὶ ὡς οὐκ ἔξω λόγου εἰς τόνδε τὸν φόβον ἐλήλυθα, πάρεστιν οὐκ ἀμυδρὰν καὶ ἐξ ἑνὸς τοῦδε λαμβάνειν ἀπόδειξιν· ἀγρόν τινα κτᾶται περίπου ποταμὸν τὸν ὄφιν λεγόμενον, πότε μὲν καὶ ὅπως οὐκ οἶδα, ἀλλ’ ἐκτήσατό γε καὶ τὴν ἀρχὴν ἐπέβη τοῦ τόπου, δράκων τις εὐθὺς ἔδοξεν ἀμήχανος τοῖς ἐκεῖσε κατά τι θεῖον μήνυμα ἐπιστῆναι ἀγρόταις· καὶ νῦν μὲν τῷ δ’ ἐπιπίπτων, νῦν δὲ τῷδε, ἐκείνους μὲν ἄλλον ἀλλαχοῦ διεσκέδασεν, αὐτούς τε καὶ γυναῖκας καὶ τέκνα καὶ θρέμματα νέμεσθαι ἀφεὶς ἐν τῷ μηδενί· ἀρούρας δὲ τὰς ἐκείνων καὶ εἴτι γ’ ἕτερον ἔτυχον ἀκίνητον ἔχοντες, μᾶλα ἀγαπητῶς πεποίηκεν ἑαυτοῦ· ὡς ἂν δὲ μή τινες δεῦρο πρὸς τὴν μόνην καταφυγήν, τὸν θεῖον δή φημι βασιλέα, ἰόντες βοῶσί τε καὶ τῆς τοῦ κριτοῦ ἀδικίας καταβοῶσι, γῆν δίδωσιν αὐτοῖς ἀντὶ γῆς, καὶ ἔστιν ἢν δίδωσι τῆς τῶν Τραχιναρίων μονῆς, ἧς Ἰωαννίκιος ἐξηγούμενος ὅδε ἄνω καὶ κάτω φοιτᾷ εἰς ἐπικουρίαν παρακαλῶν τοὺς τοῦ μάρτυρος ἐραστάς.

Φιλόμαρτυς εἶ διαφερόντως αὐτός—οἶδα τοῦτο ἐγώ—ἔχεις δὴ καὶ βασιλέα, — καὶ ἔχοις γε βασιλέων ἁπάντων νικητικώτατόν τε καὶ μακροβιώτατον, —τοὺς μαρτυρικοὺς ἄθλους ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος θαυμάζοντα καὶ τιμῶντα. Εἰπέ τινα λόγον, ἱκέτευσον ὑπὲρ τῶν μοναστηρίων, ἀντίπνευσον καὶ μικρόν τι τοῦ ζήλου, καὶ τῶν ἐμπύρων τοῦ δράκοντος Χειλᾶ φυσημάτων ὑπέρτερα βεβαίως ποιήσεις αὐτά. Εἴπω καὶ τὰ ’πὶ τούτοις κελεύεις; ἡμᾶς τε δείξεις οὐ μικρόν τι παρὰ βασιλεῖ ὑπὲρ τῶν δικαίων πρὸς βασιλέα λέγοντας δυναμένους· εἰ δ’ ἥττονος τοῦτο λόγου, καί τοι καὶ βασιλέως τοῦτ’ ἔπαινος, οὐχ ἡμέτερος, ἀλλὰ πᾶσιν ἀνθρώποις ἀπολογήσῃ· τῷ γὰρ δὴ Θεῷ ἀπολελόγησαι πάλαι, ὡς ταῦτά τε καὶ τὰ τοιαῦτα οὔτε βασιλεὺς ὁ δικαιότατος καὶ φιλανθρωπότατος βούλεται καὶ προστάσσει, οὔτε τις οὐδεὶς εἰσηγεῖται, ἀλλ’ ἔστι μόνης τῆς μοχθηρᾶς ἐκείνου ψυχῆς ἔργα καθαρῶς καὶ γεννήματα βουλομένης ἀεί τι κακὸν ἐκφέρειν ἐν βίῳ, ἐπειδὴ καλὸν ποιεῖν οὐ μεμάθηκεν.

Τῷ Χειλᾷ Πανσέβαστε· ἄνθρωπος εἶ, καὶ ἀνθρώπου πατρὸς υἱός· γνῶθι τοίνυν σαυτόν, καὶ μὴ φρόνει μείζων τῆς φύσεως· μικρᾶς καὶ κατεψευσμένης εὐημερίας τυχὼν οὐχ οἶός τ’ εἰ κατέχειν σαυτόν, πρὸς δ’ αὖ τὸν Θεὸν ἄντικρυς μάχην ἀπὸ γῆς αἴρεις· τίς ἂν γένοιο, εἰ μείζονός ποτε καὶ ἀληθεστέρας τετυχηκέναι συγχωρηθείης· φράζεο Τυδείδη φησὶ τὸ ἔπος καὶ χάζεο· καὶ αὖ μὴ ἔθελε βροτὸς ἐὼν Θεῷ μάχεσθαι, τοῦ αὐτοῦ ποιητοῦ λόγος.

Φράζεο δὴ καὶ σὺ καὶ σαυτὸν ἔπεχε· τόν τε πρὸς τὴν ἐκκλησίαν ὀψέποτε κατάλυε πόλεμον· οὐδέν σοι κοινὸν καὶ αὐτῇ· δίκαζε κοσμικοῖς· δίκαζε φορολόγοις τε καὶ τελώναις καὶ ὅσοι τῆς ἀγορᾶς καὶ τοῦ δήμου· τοῦ κλήρου δὲ πάμπαν ἀπόσχου· καὶ τῇ ἐχούσῃ αὐτόν, διαιτᾶν αὐτῷ παραχώρει· οὐ γὰρ δή σοι καὶ ἐπ’ αὐτὴν ἔξεστιν ἐκτείνειν τὴν ἐξουσίαν. Εἰ δὲ βιάζεις τὰ μὴ προσήκοντα, συνεσίους ἂν εἴποιμι τρέφειν τὴν Ἐκκλησίαν, γελάσεις, οἶμαι, τὸν λόγον ὡς ὑπερβολὴν ἔχοντα· ἀλλὰ τρέφει γε, ὦ οὗτος, συνετοὺς λογίους καὶ μάλα πολλούς· τούτους δέδιθι, καὶ λῆγε τὴν πρὸς τὴν μητέρα σφῶν φιλαπεχθημοσύνης· λῆγε ἔριδος καὶ θρασύτητος, ἐπειδήπερ ἀπειλοῦσι, καὶ ἐπισχήσει τις αὐτοὺς οὐδεὶς μὴ πράξειν ὡς ἀπειλοῦσιν, οὐ, κἂν σφόδρα τις σεβαστὸς ᾖ, κἀπὶ σοφίᾳ φρόνημα μεῖζον ἢ καθ’ Ἡράκλειτον ἔχῃ, τὸ μὲν Βερονικέως ὄνομα μέχρι σοῦ θρυλλούμενον τέως, σιγῇ τοῦ λοιποῦ δοῦναι, τὸ σὸν δ’ ἀντ’ ἐκείνου διαβόητον καταστῆσαι ἀνθρώποις· ἢ σχέτλιον ἂν εἴη καὶ πέρα σχετλίου, εἰ σὺ μὲν οἴει πάντα σοι προσήκειν ὅσα δεινὰ λέγειν τε καὶ δρᾶν ἐπ’ αὐτοῖς, αὐτοῖς δὲ μηδὲ τοσοῦτον τολμᾶν ἐξεῖναι, ὥσθ’ ἃ πεπόνθασιν ἐκτραγῳδοῦντας, χρόνῳ τῷ μετέπειτα δοῦναι διήγημα.

Τῷ αὐτῷ μεγάλῳ Λογοθέτῃ Τετρὰς ἦν ἡ τῆς ἐνεστώσης ἑβδομάδος, καὶ τὸ πρὸς ἑσπέραν ἐντυχών σου τῇ τελειότητι, τὴν ἀπευκτὴν ὡς οὐκ ὤφελον περὶ τῶν ἑαλωκότων φρουρίων ἠνώτισμαι ἀγγελίαν. Ἡμέρα τὸ ἀπ’ ἐκείνου εἰς τὴν παροῦσαν τετάρτη, καὶ λύπη τις ἡμᾶς ἔχει βαρεῖα διὰ παντὸς σκυθρωπάζειν ποιοῦσα. Γνώρισον ἡμῖν, εἴτι τῶν χρηστοτέρων χρόνῳ τῷ μεταξὺ πυθέσθαι σε δέδωκεν ὁ Θεός· καὶ θέλε κοινωνοὺς ὥσπερ τῶν δυσχερεστέρων οὕτω δὴ καὶ τῶν ἀμεινόνων ἔχειν· γνωρίσαις δέ, σὺ δὲ σῶτερ Χριστὲ οὕτω δὸς γνωρίσαι, οἷον ἂν μὴ μόνον τὴν παροῦσαν ἡμῖν ἀθυμίαν, ἀλλὰ καὶ πᾶσαν λῦσαι καὶ εἰς τοὐναντίον περιστῆσαι· θάτερον δὲ ἢ σὲ παρά του πυθέσθαι ἢ ἡμᾶς παρὰ σοῦ, ἀπείη καὶ τοῦ λόγου.