νὺξ ἡ μεταξὺ Σαββάτου καὶ Κυριακῆς· καὶ εὐθὺς ἀρχομένης, οἷον διενοεῖτο καὶ ἔπραττεν ὁ δεινὸς καὶ ἐπίτριπτος ἄνθρωπος· ἀκόλαστον περὶ αὑτὸν συνεκάλει νεότητα, καὶ εἱστία μάλα λαμπρῶς· ὁ μέντοι πότος καὶ εἰς αὐτὸν παρετείνετο ὄρθρον· ἐπεὶ δὲ ἱκανῶς ἦσαν βεβρεγμένοι —ὄρθρος δὲ ἦν—οἱ δὲ τοῦ μεγάλου ναοῦ κώδωνες εἰς τὰς ᾠδὰς ἐκάλουν τοὺς ἅπαντας, σκότος δ’ ἐπεῖχε βαθύ, καὶ πολύ τι παριέναι τὸν ὑπὲρ ἡμᾶς οὐρανὸν ἔδει, καὶ οὕτως τὴν ἡμέραν αὐγάζειν, ἐνταῦθα τοὺς συμπότας ἀνίστησι καὶ ὁπλίζει καὶ παρὰ τὴν οἰκίαν λόχον αὐτοὺς ἄγει καθίσας τοῦ ἡμετέρου πρεσβύτου—τὸν μέγαν τῆς Ἐκκλησίας Σακελλάριον λέγω πρεσβύτην ἡμέτερον—καὶ ἐπειδή περ οὐδὲν οὗτος τῆς ἐπιβουλῆς προαισθόμενος τὸ εἰωθὸς αὐτῷ καὶ τότε ποιεῖν ἔσπευδεν —εἴωθε δὲ μηδ’ αὐτῆς ἀπολιμπάνεσθαι τῶν νυκτερινῶν συνάξεων τῆς ἀρχῆς—εἷχε μὲν ὁ ναὸς αὐτὸν τῶν οἴκοι ἀφρόντιδα· ὁ δέ γε κορύβας Φραγγόπουλος τοῖχόν τινα τῆς οἰκίας καταβαλών, ὅσον ἑαυτῷ καὶ τοῖς μεθ’ ἑαυτοῦ ῥᾳδίαν θέσθαι τὴν εἰς μέσαυλον φέρουσαν, ὁμοῦ τοῖς γενναίοις ὁπλίταις ἀναρριχᾶται, καὶ τῆς αὐλῆς ἔνδον γίνεται· κἀνταῦθα οἱ πάντες σπῶσι τὰ ξίφη, καὶ ταῖς θύραις ἐνάλλονται· συνθλῶσί τε ὅσα ἦν ἐν αὐταῖς, μοχλοί, ὅσα τε κλεῖθρα, καὶ εἰς αὐτὰς τῶν γυναικῶν τὰς εὐνὰς εἰσπηδῶσι· καὶ παίδων θηλειῶν τεττάρων οὐσῶν τῷ πρεσβύτῃ καὶ γυναικός, παρθένων μὲν τῶν παίδων, πρεσβύτιδος δὲ τῆς τῶν παίδων μητρός, τὰς μὲν ἄλλας τῶν ἀδελφῶν καὶ πρὶν σχεδὸν φθῆναι διυπνισθῆναι, αἴσθησίν τε λαβεῖν τῶν δρωμένων ἄλλην ἐπ’ ἄλλης διιστῶσι, καὶ ὡς πορρωτάτω ἀλλήλων ἀπάγουσι· τὴν μέντοι τρίτην τῇ ἡλικίᾳ, ἥν φασι καὶ τῷ τῆς ὄψεως κάλλει τὰς ἄλλας νικᾶν, ὁμοκοιτοῦσαν τῇ μητρὶ καὶ παρ’ αὐτῆς ἐχομένην αὐτῆς ταῖς ὠλέναις, εἴτε τῷ ὑπεραγαπᾶσθαι αὐτήν, εἴτε τῷ τι δέος παρέχειν μή τινας ἐπιβούλους ἐρεθίζῃ τῆς ὥρας, ἀποσπῶσι βιαίως τὰς τῆς τεκούσης ἐξαρθρώσαντες χεῖρας· ὁμοῦ δὲ καὶ συνέχοντες τὸ στόμα καὶ ἐμφραγνύντες, ὡς πολλοῦ γε δεῖν ἆσθμα ῥᾳδίως προϊέναι δύνασθαι μήτοι γε φωνὴν ἐκρηγνύναι, καί τινας εἰς ἐπικουρίαν καλεῖν.