Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαί

Γρηγόριος Βʹ Κύπριος

Ρητορική και παραμυθία

Ανταλλαγή και αξιολόγηση ρητορικών έργων με τον Μέγα Λογοθέτη και τον Νεοκαισαρείτη, καθώς και παραμυθητικές επιστολές για την απώλεια οικείων προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 10

Τῷ Νεοκαισαρείτῃ Τί τοῦτο; ἐπέστης καὶ τρίτην ἄγεις σήμερον ἐξ οὗπερ ἐπέστης· ἧκε δέ τις παρὰ σοῦ μηνύων τὴν παρουσίαν, καὶ εὐχὴν ἐπὶ ταύτῃ διδοὺς καὶ λαμβάνων ὥσπερ ἦν ἔθος, οὐδείς· τί τοῦτο; εἰ μέν τις ὀργή, ἡμεῖς δὲ κεκινήκαμεν, μηδὲν ἀποκρυψάμενος ἔλεγχε· καί τις ἴσως ἡμῖν μετάνοια τὴν συγγνώμην ἀνακαλεσαμένη ταχέως ἐν τοῖς προτέροις ποιήσει· εἰ δὲ περιφρόνησις, φράζεο τοῦτο, καὶ ἐπιγνωσόμεθα ἡμᾶς αὐτοὺς ταπεινοὺς ὄντας μηδὲ νῦν ἴσως ἀγνοοῦντες, εἰ καὶ τοῖς ὑπὲρ ἡμᾶς ἐκ τοῦ ἴσου ἀγαπητικῶς, ἀλλ’ οὐκ αὐθαδῶς προσφερόμεθα.

Εἰ δὲ τῶν εἰρημένων οὐδέτερον, ἀλλ’ αὐτὸς ὅπερ ἐστὶν ὀνόμαζε, καὶ τὰς πολλὰς ἡμῶν ἵστα τῶν διανοημάτων ὁδούς, εἰς ἃς ἐρχόμεθα διὰ σὲ χρήσασθαι μὴ βουληθέντα τῇ συνηθείᾳ.

Τοῦ αὐτοῦ ὡς πρὸς ἑαυτὸν ὑφ’ ἑτέρου Οἶδα καὶ τὴν ἐμαυτοῦ περὶ λόγους ἀσθένειαν, οἶδα καὶ τὴν σὴν περὶ τούτους ἀκρίβειαν· ἀλλὰ καὶ οὕτω πέπομφα τὸν λόγον μηδὲν ἀναβαλόμενος· τίνι θαρρήσας; τῷ τοῦ δεξαμένου τρόπῳ· πεφυκότος μὲν καὶ εἴτι καλῶς εἴργασται τῶν δικαίων οὐκ ἀποστερεῖν ἐπαίνων, εἰωθότος δὲ καὶ τοῖς ὡς ἑτέρως ἔχουσιν ἐπάγειν μὲν εἰς δύναμιν τὴν διόρθωσιν, κατηγορεῖν δὲ καὶ φανεροῦν πρὸς οὐδένα τὴν ἁμαρτίαν, ἰατροὺς ἐν τούτῳ ζηλοῦντος τοὺς περὶ τὰ τῶν ψυχῶν ἄκη σπουδάζοντας, ἀλλ’ οὐ τοὺς ὑλικοὺς καὶ παχεῖς τούτους καὶ περὶ σώματα στρεφομένους, οἳ κἂν τὸ βραχύτατον νοσημάτων ἢ τραυμάτων τύχωσι καταδήσαντες ἢ θεραπεύσαντες, ἐκπομπεύουσι τῷ πράγματι καὶ πάσαις ἀκοαῖς ἐνοχλοῦσι τὸν κάμνοντα τὸ πάθος τὴν περὶ θεραπείαν δεινότητα διηγούμενοι· ὥστε ποῦ δίκαιον φρίττειν καὶ δεδιέναι πρὸς τοιοῦτον πέμπουσι λόγον, παρ’ οὖ καὶ κατορθώσασι καὶ μὴ κατορθώσασι μέγα κέρδος προσέσται; τὸ μὲν ἐπαινεθεῖσι τὰ εἰκότα, τὸ δὲ θεραπευθεῖσιν ἀκατηγόρητα.

Τῷ Νεοκαισαρείτῃ Τί μὲν τοῖς ἄλλοις διεληλυθόσι τὸν λόγον ἐπῆλθε διὰ τοῦτον εἰπεῖν, εἰδεῖεν ἂν αὐτοὶ καὶ οἷς σχολὴ παρ’ ἐκείνων μανθάνειν· ἐγὼ δ’ αὐτὸν ἅπαξ διῄειν, καὶ ὅτι καλὸς ἦν ἀγαπήσας, οὐχ ὅπως δὲ ῥῆμα θηρεύσας κατηγορήσω, αὖθις διῄειν· εἶτα δὴ καὶ ὑπεραγαπήσας ὑπερβαίνω τὴν παροιμίαν καὶ γίνομαι πάλιν πρὸς τῷ λόγῳ, καὶ τὸ τρίτον διῄειν. Θάρσει οὖν τό γ’ ἐξ ἐμοῦ περὶ σαυτοῦ, καὶ τῆς καλῆς ἐργασίας τῶν λόγων ἐρρωμένος ἐχόμενος συχνοὺς ἡμῖν φιλοτεχνεῖ. ὡς οὕς γεφιλοτεχνήσεις, νῦν μὲν ἐμοί, κἂν εἰ μηδενὶ τῶν ἁπάντων, ὅπερ οὐκ οἶμαι, οὐ γὰρ δὴ τοσαύτης βασκανίας πεπληρῶσθαι τὸν βίον ἐρεῖς, πλὴν ἔμοιγε κεχαρισμένα ἔσται καὶ προσφιλῆ καὶ ἡδίω παντὸς μουσικῆς ἀκούσματος, ἐν δὲ τῷ μετέπειτα καὶ ἄλλοις δήπου πολλοῖς, μάλιστα δὲ πᾶσιν, οἷς ἂν λόγων κριτικὴ δύναμις γένηται, τοιαῦτα φανήσεται.

Τῷ Λογοθέτῃ τῶν ἀγελῶν τῷ Πεπαγωμένῳ Ἄλλων μὲν λόγους ἡγούμην τὰ πράγματα, σοῦ δὲ πράγματα καὶ τοὺς λόγους· οὕτως σε διαφερόντως ἀληθεύειν ἐφάμην· νυνὶ δέ σοι ὅτι μὴ τῆς ἐπαγγελίας ἐμέλησε μηδὲ περάνας ἔχεις οὕτω πρόχειρον πρᾶγμα καὶ ταῦτα σπουδῇ περαίνειν διατεινάμενος, κινδυνεύω τὴν γνώμην μετατεθῆναι καὶ εἰς λόγους τιθέναι τὰ σά· λήθην ἐρεῖς ἴσως ἐπισυμβῆναι καί σε τοῦ πράττειν ὅτι ποτὲ ἦν ἐκεῖνο, ταύτην ἀπαγαγεῖν· λήθην κἀγὼ γενέσθαι φημί· δεδόσθω γάρ· καί σου τοὺς λόγους ἔργα γενέσθαι, ταύτην ἀποκωλύσαι. Ἀλλ’ ὅταν ἐγὼ μὲν καὶ αὖθις ἀναμνήσω, καὶ δὴ ἀναμιμνήσκω, ὡς εὐφράναι με καλλίστῳ λόγῳ τοῦ πάντα σοφοῦ Λογοθέτου ὑπέστης, σὺ δ’ εἰ μηδ’ οὕτω τελοίης μηδ’ εὐφρανθῆναι δίδως, πῶς οὐ πᾶν μᾶλλον ἕτερον ἢ λήθη τοῦτο; ἀλλ’ ἡμεῖς ὡς ἂν μὴ εὐχερεῖς τινες πρὸς τὰς τῆς γνώμης μετακλίσεις δοκοίημεν, καὶ ἀνεμνήσαμεν ἤδη, καὶ τὴν λήθην ἀνείλομεν, καί τινα πρόφασιν τοῦ μὴ τὸν λόγον πέμπειν οὐ κατελίπομεν· σὺ δὲ σκόπει μὴ τὴν εἰς ἣν κινδυνεύομεν μεταπεσεῖν περὶ σοῦ δόξαν βεβαιώσῃς, τὴν δὲ προτέραν καὶ ἧς ἔτι ἐχόμεθα· ὧν τὸ μὲν ἔσται πέμψαντός σου τὸν λόγον, τὸ δὲ μὴ πέμψαι σπουδάσαντος.

Ὁ μέγας Λογοθέτης τῷ πατριάρχῃ Ἐγὼ δὲ ᾐσχυνόμην ἐπίδειξιν, καὶ σφόδρα γε λαθεῖν ἔσπευδον ὁμολογῶν σε τυγχάνειν πάντα ἡττημένος· τοῖς ἄλλοις δὲ οὐκ ἀποκρύψομαι καὶ ἠγάπων ἐμφανίζειν καὶ προτιθεὶς εἰς ἀκρόασιν ἐπεθάρρουν ὡς καλῷ πεποιημένῳ μοι τῷ λόγῳ, κἀκεῖνοι δὲ ἐπευφημοῦντες ἐθαύμαζον· νῦν δὲ πεισθεὶς κελεύοντι ἐκπέμπω· ἀγωνιῶ δὲ ὅμως οἵαν τὴν ψῆφόν μοι ἐποίησας· οἶδα δὲ ὅτι ἀληθῆ καὶ οὐ πρὸς χάριν· ἢ γοῦν ἐπαινέσας ὡς ἐπὶ καλῷ τῷ λόγῳ βεβαιώσεις μοι τὴν δόξαν, ἢ μεμψάμενος δικαίως διορθοῦν αὐτίκα πείσας ἐν ὁπόσοις τοῦ καλοῦ παρεσφάλην.

Τῷ μεγάλῳ Λογοθέτῃ Οὔτ’ ἐπαινεῖν κρίνω τὸν λόγον δεδιὼς μὴ παρὰ τὴν ἐμαυτοῦ φαυλότητα τῇ ἀληθείᾳ μυμήνωμαι sic, οὔτε δὴ μέμφομαι τὸ τοξεύειν εἰς οὐρανὸν καὶ ἀδικίας εἰς τὸ ὕψος λαλεῖν εὐλαβούμενος. Τί οὖν ἕτερον ποιῶ ἐπειδήπερ τῶν εἰρημένων οὐδέτερον;

σιγῇ κάθημαι θαυμάζων· κἂν ἐπέλθοιμι τοῦ θαύματος ἀνενεγκεῖν καί τι φθέγξασθαι, ἐκεῖνο δὴ φθέγγομαι, ὅτι λόγων πατέρας πολύπαιδας τοὺς αὐτοὺς καὶ καλλίπαιδας ὀλίγους μὲν ὁ βίος προήνεγκε, πλήθει συνιέναι τῆς ἀρετῆς· ὅμως εἰ καί τινας ἑτέρους, καὶ σὲ τοιοῦτον προήνεγκε πλήθει συνιέναι τῆς ἀρετῆς· πλήθει τε γὰρ τοιούτων γεννημάτων νικᾷς περιφανῶς τοὺς ἄλλους· καὶ τοσοῦτον δὴ ταῦτα διαπρέπουσι τῷ κάλλει, ὁπόσον δὴ καὶ τῷ πλήθει νικᾷς· οἷς ἔδει καὶ ἐπαινέτου οὐχ οἶος ἐγώ, ὁ καὶ αὐτὸ δήπουθεν τὸ δύνασθαι θαυμάζειν ἀξίως ἐν εὐχῆς λόγῳ ποιούμενος, ἀλλ’ ἥρωός τινος ἔδει ῥήτορος, καὶ ὡς ἔπος εἰπεῖν ὁμοτίμου σοι καὶ τὴν παίδευσιν, καὶ τὴν γλῶτταν, ὃς ἐξ ἀντιρρόπου δυνάμεως προσβάλλων τοῖς σοῖς ἔμελλεν ἂν καὶ τὴν ἀξίαν σῶσαι, ἑαυτόν τε ὡς ἐλάχιστα καταισχύναι τῷ μηδὲν ἐπικεχειρηκὼς φανῆναι ἢ ὅσον ἡ δύναμις τέταται· ἀλλ’ ὅτι σοι τοιοῦτος οὔτε νῦν ἔστιν οὐδεὶς οὔτ’ οὐ μὴ γένηται ὕστερον, αἴσθησις ἅμα καὶ παροιμία διδάσκουσιν· ἡ μὲν οὐδένα τῶν ὄντων ὁρῶσα οἶον ὁ λόγος ζητεῖ, ἡ δὲ μηδ’ ἔσεσθαι βεβαιοῦσα, τῷ τὰ πέρισυ καὶ προειληφότα τῶν παριόντων ἀεὶ προτιθέναι καὶ προτιμᾶν· ἐμὲ δὲ καὶ τὸ ἦθος τοῦ λόγου, ὃ διὰ πάσης ἧκον ἁρμονίας ψυχή πως τῷδε κατέστη τὴν ὅλην σύστασιν ἀνακινοῦν ὥσπερ καὶ διεγεῖρον, τοῦτο δή με καίπερ οὐ κλαυστικὸν ὄντα πρὸς τῷ θαυμάζειν καὶ κλαίειν ἠνάγκασεν· ἀνεγίνωσκον μὲν γὰρ κατ’ ἐμαυτὸν γενόμενος ἠρεμαίᾳ τὸν λόγον φωνῇ —εἰωθὸς ὂν ἐμοὶ ποιεῖν οὕτω τὰ περὶ τὴν συνθήκην ἀκριβολογουμένῳ καὶ τοὺς ῥυθμούς—τὸ δὲ προσβάλλον μετὰ τοῦ πάθους ἀνέκοπτε καὶ συνέχεε καὶ πρὸς θρήνους ἐκίνει, καὶ ναὶ μὰ τοὺς λόγους, τοσοῦτον κατεῖχεν ἐν δάκρυσιν, ὥστε δυοῖν γενομένοιν τοῖν χρόνοιν, τοῦ τε τῆς ἀναγνώσεως καὶ τοῦ πένθους, τὸν ἕτερον ἐνίκα παραπολύ.

Ἀλλ’ ὦ τοὺς λόγους ἀπαράμιλλε σύ, τοὺς δ’ αὐτοὺς καὶ μουσικώτατε, καὶ πρὸς τἀναντία ψυχὴν εὐπετῶς διαθεῖναι δυνάμενε, μένοις ἐπὶ πλεῖστον τῷ βίῳ, θρήνοις μὲν οὐδαμῶς, ἄλλαις δὲ χαριεστέραις λόγων ὑποθέσεσι τὸν ἀεὶ χρόνον ψωμίζων καὶ θέλγων τοὺς ἐραστάς.

Τῷ αὐτῷ Δέχου τὸν λόγον πολλάκις ὑφ’ ἡμῶν ἀναγνωσθέντα καὶ θαυμασθέντα, καὶ τῷ συντεταχότι διπλῆν ὡς παρ’ ἡμῶν ὁμολόγει τὴν χάριν· τὴν μὲν ὅτι καλῶς καὶ οὐκ ἂν ἦν βέλτιον συντεταχέναι συνέταξε, τὴν δ’ ὅτι καὶ ἡμᾶς ἀναγνῶναι δοῦναι οὐκ ἀπηξίωσεν, ἵνα καὶ αὐτῷ σοι ἐκ τοῦ χάριτας διαβιβάζειν καὶ τοιαῦτα βούλεσθαι φιλικῶς ὑπουργεῖν, εἰ καὶ μηδὲν τῷ πάντα καλῷ συνεβάλου μηδ’ ἐνίδρωσας λόγῳ, ὅμως καὶ οὕτω χάρις σοι κέηται παρ’ ἡμῖν, ἧς δὴ καὶ μνημονεύειν ἡμᾶς πρὸς σὲ ὡς ὀφλήματος ὑπέρ τε τοῦ παρόντος τοῦδε καὶ ὁτουδήποτε οὐκ ἂν οἶμαί σοι λογίζοιτο· λέγω δὲ τοῦτο τῇ φιλίᾳ τεκμαιρόμενος, οὔτε μὴ καθ’ ἡδονὴν ὂν πρᾶγμα, οὔθ’ ὡς πόρρω παντάπασι χάριτος.

Τῷ αὐτῷ Ἐγώ σου τὸν λόγον ἀναγνοὺς τὴν πρώτην οὐκ ἀπώκνησα μὴ καὶ αὖθις ἀναγνῶναι καὶ αὖθις· τὸ δ’ αἴτιον οὐχ ὅτι τοσοῦτον ἐραστής εἰμι λόγων αὐτός, εἴτ’ ἐπειδὰν τοιοῦτον ἐφεύρω οὐ ῥᾳδίως ἐντεῦθεν ἀναχωρῶ, ἀλλ’ ὅτι σφόδρα καλῷ καὶ γενναίῳ τετυχηκὼς αὐτῷ καὶ εἰς τρίτον προῆλθον ἀναγινώσκων, φιλονεικῶν ὥσπερ κόρον λαβεῖν τοῦ καλοῦ· καὶ ἐπειδήπερ τοῦτο μὲν οὐχ οἷός τε γέγονα, ἐκεῖνος δὲ δρᾶσαι πάντα τρόπον προσῆκε, τὸ σὸν ἀποκαταστῆσαί σοι, πέμπω δή· εὐδαίμονά σε καὶ λέγων καὶ νομίζων, οἷς ἐπὶ τοσοῦτον ἰσχύος προελήλυθας λόγων ὥστε με ῥᾷστα χειροῦσθαι ἄνθρωπον, ἵνα τί καὶ νεανιεύσωμαι, μὴ ῥᾳδίως παρὰ τῶν ἄλλων χειρούμενον.

Τῷ Νεοκαισαρείτῃ καὶ τῷ Χούμνῳ Κακοπαῖδας μὲν οἶδα καὶ μάλα οἶδα ὑμᾶς, παῖδας δὲ ἐμοὺς οὐδαμῶς, ὅτι μηδὲ γέγονα πατήρ· εἰ δ’ ἴσως καὶ ἔμελλον, παντὸς μᾶλλον ἂν ηὐξάμην γενέσθαι ἢ τοιούτων γενέσθαι. Τὸ δὲ βιβλίον κελεύεις τῷ ἀδελφῷ σοι δοθῆναι, ἀδελφὸν λέγω σὸν οὐχ ὃν ἡ φύσις—οὐ γὰρ ἐκείνης ἔργον κακὸν ἐπισυνάπτειν κακῷ—ἀλλ’ ὁ τρόπος σοι πεποίηκε, καὶ δοθήσεται· τῶν δὲ λοιπῶν ἐντολῶν ἔστιν ἃς μὲν ποιήσομεν, ἃς δὲ οὐ ποιήσομεν· κριτὴς μὲν οὐκ ἔσομαι ὑμῶν, τοῦτο μὲν οὖν οὐ ποιήσω· οὐ γὰρ οἶδα τοιούτοις διαιτᾶν ἀνθρώποις, ἐφ’ οἷς ἀφρόνως σύνθωνται μετ’ ἀλλήλων, μάρτυς δὲ ὑμῖν ἀφίξομαι· τοῦτο δὲ ὃ ποιήσω· πλὴν κομιοῦμαι οὐχ’ ἣν αὐτοὶ βούλεσθε μαρτυρίαν, ἀλλ’ ἣν ἐγώ γε πολλῶν ἐτῶν δοκιμάσας ὡς ἀληθεστάτην κέκρικα εἶναι· ἔχει δὲ οὕτως· ἀληθείᾳ οὔτ’ ἐν λόγοις ὑμεῖς κέχρησθε ὁμιλοῦντες τοῖς ἔξωθεν, οὔθ’ ἑαυτοῖς λαλοῦντες ἐν νοήμασιν ἔχετε.

Τὸ γὰρ πρᾶγμα τοσοῦτον ὑμῶν ἠλλοτρίωται, ὅσον θανάτου ζωή· καὶ ἃς δὲ μετ’ ἀλλήλων ποιεῖσθε συνθήκας γελοίως ἀλλήλοις προσχόμενοι ποιεῖσθε, τὰ πάντα δὲ ὑμῶν πράγματα εἴτ’ ἐν λόγοις ἐστὶν εἴτ’ ἐν ἔργοις καὶ ἀληθείας ἀπατηλὰ εἴδωλα· ὥστ’ εἴτις ἐν ὁποιῳδήτινι προάγεται πιστεύειν ὑμῖν, οὐκ ἀπιστητέον ὡς ἐξ ἀνάγκης ἀπατηθήσεται. Ταῦτα ὑμῖν ἐκ πολλῶν ὀλίγα μεμαρτύρηκα· εἰ δ’ ὅτι ἐνδεῶς ἔχει λελύπησθε, ἰάσιμον τὸ πρᾶγμα· δευτέρᾳ πείρᾳ καὶ τὰ πλείω προσθεῖναι οὐκ ἀποκνήσω.

Τῷ Σκουταριώτῃ Ἐβουλόμην μὲν λέγειν ἐν προοιμίοις ὅτι βιβλίον εἰληφὼς παρὰ σοῦ καὶ ἀποδιδούς, ἐπειδὴ ἀποδίδωμι, ἕτερον ἀντ’ αὐτοῦ αἰτοῦμαι λαβεῖν, ἀλλ’ ἵνα μὴ χρεωστικῶς τις οἴηται ἀξιοῦν λαμβάνειν ἡμᾶς, καὶ οὐ κατὰ χάριν, οὕτω μὲν αὐτίκα παραιτοῦμαι λέγειν· αὐτῷ δὲ μόνον τὰ εἰς τὸν Πλάτωνος Παρμενίδην ἐκπονηθέντα τῷ Συριανῷ. Εἰ δ’ ἴσως αὐτὸς καὶ διὰ τὴν ἀείμνηστον παροιμίαν, καὶ διὰ τὸν φιλικώτατόν σου τρόπον οἴει δεῖν πάντα τὰ σαυτοῦ κοινοποιεῖσθαι ἡμῖν, καὶ ὅτι ἄρα δίδως, χρεωστικῶς λέγεις διδόναι, ἕτερος οὗτος λόγος οὐ πρὸς ἐμέ· τὸ δ’ οὖν ἐμὸν ἀρτίως ἀξίωσίς ἐστι· καὶ αὕτη σοῦ γε χάριν, ἀλλ’ οὐκ ἐμοῦ, ἁπάσης καθαρεύουσα παρακλήσεως. Σὺ γὰρ οὐ χαίρεις εἴ τις φίλος ὤν, ἐν οἷς ζητεῖ τι τῶν σῶν λαβεῖν, μεθ’ ἱκεσίας σοι καὶ θερμῶν λόγων πρόσεισι, καὶ τὸ τοῦ Ὁμήρου φθέγγῃ ἐσσύμενον κατεπείγεις· ἐγὼ δὲ παντὸς μᾶλλον οὐκ ἀπαξιῶ ἐν τοῖς τοιούτοις φορτικός τις καὶ δημώδης προσαίτης καὶ ὡς εἷς τουτωνὶ τῶν ἐπὶ τῶν τριόδων καθημένων φαίνεσθαι· ἀλλ’ οὖν σοῦ χάριν, ὡς εἴρηται.

ἁπλῶς οὑτωσὶ αἰτῶ τὸ βιβλίον λαβεῖν· ὅτι δὲ καὶ ἀποδίδοταί σοι ὃ πρόσθεν εἰλήφειμεν, καὶ οὐ πολλοῖς ἅμα τοῖς σοῖς βιβλίοις τὸν οἰκίσκον καταβαρύνομεν, ἀλλὰ μετὰ τὴν ἐξαγωγὴν τοῦ προτέρου ἀντεισάγομεν ἕτερον, εἰ καὶ ἄντικρυς οὐκ ἐμφαίνει τὰ γράμματα, ἀλλ’ οὖν ὁ τῶν γραμμάτων διάκονος ἔργῳ τοῦτο παρίστησιν, οὐ μόνος ἀλλὰ μετὰ τοῦ βιβλίου σοι παριστάμενος.

Τῷ Νεοκαισαρείτῃ Ὑπεσχημένος ἀποστεῖλαι τὴν βίβλον ἀπέστειλας οὐδαμῶς. Τί τοίνυν ἕτερον τοῦτο πλὴν τοῦ σκοπὸν θέσθαι ἀπατῆσαι ἡμᾶς βούλεται; οὐ γὰρ δὴ ὅτι θέλων, μεθ’ ὅτου πέμψαι οὐκ εἶχες ἐρεῖς, εἰς ὑπηρέτας τοσούτους ἀργοὺς καὶ τούτους καθ’ ἡμέραν ἐκδαπανώμενος· ὅμως εἰ τοῦτο φιλονεικεῖς εἶναι καὶ μὴ τὸ πρῶτον, οὐδὲ νῦν ἀληθεύσεις, εἰ μὴ νῦν δείξεις· πῶς δὲ νῦν; ὅτι σοι παρ’ ἡμῶν ἐπὶ τούτῳ οὐχὶ παῖς ἥκει, ἀλλ’ ὡς ἂν ἀσφαλέστερον τὸ βιβλίον διακομισθῇ, σοί τε φάσις πᾶσα περιαιρεθῇ, ὑπηνήτης ἀνήρ, καὶ ὧν ἔχομεν ἄραι βάρος ὁ γενναιότερος.

Τοιοῦτός σοι διάκονος παρ’ ἡμῶν, καὶ μετὰ τούτου, δώσεις πεῖραν εἴτε θέλων ἠπόρεις εἴτε μὴ θέλων, μόνου τοῦ ἐξαπατῆσαι χάριν ἐποιοῦ τὴν ὑπόσχεσιν.

Τῷ μεγάλῳ Λογοθέτῃ Ἄρτι πρώτως ἡμᾶς ἡ περὶ τοῦ σοῦ φιλτάτου πικρὰ κατέλαβεν ἀγγελία, πάλαι τοῦ πάθους συμβάντος, οὐ μὴν δὲ παρὰ τοῦτο καὶ ἀμβλυτέρα γέγονεν ἀνιᾶσαι· αὐτὸ μὲν οὖν τοὐναντίον ὅσον ὀψιαίτερον ἧκε, τοσοῦτον δὴ καὶ σφοδρότερον ἥψατο· τὸ μὲν ὅτι συμφορὰν φίλου τοσαύτην κατήγγελλε, τὸ δ’ ὅτι καὶ βουλομένους ἴσως ἡμᾶς εἰπεῖν τι πρὸς παράκλησιν ὑπερημέρους, ἴσον δ’ εἰπεῖν καὶ περιττοὺς εἰργάσατο παρακλήτορας· καὶ τρίτον ὅτι καὶ ἀφίλους νομισθῆναι πεποίηκεν, οὐδὲν δόξαντας πρὸς τὸ πάθος τῶν ἐρασμιωτάτων παθεῖν οὐδ’ ὡς εἰκὸς συναλγῆσαι οὐδὲ προσενεγκεῖν λόγον παρήγορον.

Ταυτὶ μὲν οὖν ἡμᾶς ὅσα δηλαδὴ τὸ παρὰ καιρὸν αἰσθέσθαι τοῦ πράγματος ἔφερεν, οὕτω πονήρως διέθηκε καὶ λελύπηκε, σφοδρότατα δ’ ὅμως καὶ τούτων ἐπέκεινα τὸ πάθος αὐτό· τοῦτο μὲν τὸν ἀποιχόμενον ἐννοοῦντας οἷος ὤν, οἵαν καὶ ὁ μετὰ ταῦτα βίος ὑποίσεται τὴν ζημίαν ἀνδρὸς στερηθῆναι μέλλων ἀρίστου τῶν κατ’ αὐτὸν ἐσόμενον, καὶ ὁποῖον, ἵνα συντεμὼν εἴπω, ὁ τῶν ζώντων βίος τὸν ἐκείνου πατέρα πλουτεῖ· τοῦτο δὲ τὴν θεοφιλῆ μητέρα, ἧς ἐφείσατο μὲν ἡ χαλεπωτάτη νόσος καὶ μακροτάτη, διεδέξατο δὲ ἡ τοῦ παιδὸς ἐκδημία τῷ φιλοτίμῳ τῆς συμφορᾶς πολλῷ τὴν νόσον νικήσασα· τοῦτο δὲ καὶ τὸν φιλοστοργότατόν σε διὰ μνήμης ἔχοντας πατέρα θρηνοῦντα τὸν κείμενον, θρηνοῦντα καὶ τὴν αὐτίκα κείσεσθαι προσδοκωμένην, τὴν ἐκεῖνον δηλονότι γεννήσασαν, ἅτε νόσῳ κατειργασμένην, καὶ παιδὸς τελευτῇ ἐπισπεύδουσαν πρὸς τὸν ὅμοιον κίνδυνον. Εἰ μὲν οὖν μὴ ἔξωρός τις ἔμελλον δόξαι καὶ παντάπασι περιττὸς θρηνητήρ, καὶ φίλου συμφορὰν παρὰ τὸ εἰκὸς ἀναξαίνειν, τάχα ἂν ἐπὶ μικρὸν τοὺς θορύβους παρεωσάμην, τάχα καὶ τῶν σπαραττόντων μικρὸν ὑπεχώρησα λογισμῶν καὶ εἰς ἐμαυτὸν συστραφεὶς τοῖς περὶ τοῦ παιδὸς θρήνοις ὁμοῦ καὶ λόγοις ἐχαρισάμην τῇ τε φιλίᾳ ἀφοσιούμενος τὰ εἰκότα, καὶ τῆς ὀδύνης ἐμοὶ παρέχων τὸ πλεῖστον ῥαΐσαι.

Ἐπεὶ δ’ ἔξω τοῦ καιροῦ γεγόναμεν, καὶ κατόπιν θρήνων, ἀλλ’ οὐχ ἑορτῆς ἀφίγμεθα, λείπεται μᾶλλον σιγᾶν· ἐκεῖνο δὴ μόνον εἰπόντας, ὡς οὔτε τῷ μουσικῆς ἢ ἀριθμητικῆς ἤ τινος ἑτέρων τῶν ἐπιστημῶν διδασκάλῳ πρέπον ἂν γένοιτο ἔξωθεν ἄλλον ἱστάμενον ἐπιφωνεῖν κατὰ τρόπον κεχρῆσθαι, οὔτε σοί γε προσήκειν τῷ φιλοσοφωτάτῳ καὶ γενναιοτάτῳ φιλοσοφίας μεμνῆσθαι κελεύειν ἕτερον, καὶ φέρειν ἀπαθῶς ἔχοντα, συμφορᾶς ἐπιστάσης.

Τίς γὰρ ὡς σὺ παρὰ τῆς εὐσεβείας μεμύηται; τίς καὶ παρὰ φιλοσοφίας πεπαίδευται εἰδέναι τῷ κρείττονι πειθαρχεῖν καὶ εὐχάριστον ἐν ἅπασιν εἶναι, εἴτ’ ἀγαθύνει εἴτε παιδεύει εἴτ’ ἄλλως πως διεξάγει καὶ οἰκονομεῖ τὰ ἡμέτερα; Οἶμαι μὲν γάρ, ἀληθῆ δὲ οἶμαι ὡς μᾶλλον ἂν τὰ ἴδια ἢ τὰ τῶν ἑτέρων ἐνέγκῃς καρτερικῶς· καὶ ἄλλοις μὲν ὅσοι συμφορᾶς ὁμοίας πεπείρανται συναλγήσεις δήπου καὶ συνθρηνήσεις διὰ τὴν ἐντολήν· σαυτῷ δὲ καὶ τοῖς σοῖς εἰς ἀνάγκην τοῦ πενθεῖν ἀφιγμένοις ἀφίκοισθε καὶ μηδέποτε, παντὶ σθένει κατακοιμήσεις καὶ κατασβέσεις τὸ πένθος· ἐκεῖνο δὴ πρὸς τοῖς ἄλλοις παραμυθητικῶς κατεπᾴδων, ὡς οὐδὲν καινὸν τοὺς θνητοὺς θνητὰ πάσχειν· καὶ νόμος οὗτος ἄλυτος ἐξότου γεγόνασιν ἄνθρωποι, εἰς γῆν τοὺς ἐκ γῆς ἀποστρέφεσθαι, καὶ τὸ χρεὼν αὖθις οὐκ ἔστιν ὡς οὐ μὴ γένηται χρεών. Πλὴν σὺ μὲν γνήσιος ὢν τοῦ δεσπότου τῆς ἐκείνου παιδείας ἤδη καὶ νουθεσίας αἴσθησιν εἴληφας· λάβοις δὲ τῆς χρηστότητος πεῖραν, καί σε παρακελεύσειεν ὁ ἀγαθὸς ὅσον οὐδέποτε πρότερον, ἔν τε δὴ ἄλλοις εὐεργετήμασι καὶ κτήσεσι τέκνων ἑτέρων, κάλλει τε καὶ ἀρετῇ νικώντων τὸν ἀποιχόμενον.

Τῷ αὐτῷ Νῦν ἡ χρεία κινεῖ, νῦν ὑποβάλλει λέγειν πρὸς σὲ ὡς ὑπὲρ ἡμῶν τι λέγειν καιρός· νῦν καὶ σὺ προσάγαγε πεῖραν καὶ φθέγξαι τί, πλὴν ἐγκείμενος ἢ κατεπείγων καὶ ῥήματα πλείω τῶν δυοῖν ἀναλίσκων, ἀλλ’ ὡς ἔνεστιν ἀκροθιγῶς καὶ ὁμαλῶς καὶ οἷον ἀποπειρώμενος. Εἰ μὲν οὖν οὕτω τι προχωροίη, εἰ δ’ οὖν, ἀλλ’ ἐπιστραφεὶς πρὸς ἡμᾶς τέτλαθι φθόγγου· ἀτρέμας ἦσο, ἀνάσχεο, κηδόμενός περ τά γε ὁμηρικὰ ταὐτί, καὶ εἴτι καρτερίας ἑτέρωθεν ἔστι σοι καὶ ῥῆμα καὶ ἀπομνημόνευμα· τάχα γὰρ καὶ ἄλλοτε χρῄζων ἔτλης μόνῳ δὴ τῷ τῆς φύσεως παραμυθούμενος λόγῳ, ὃς ἡμᾶς ἐν τῷ τέλει θνητοὺς ὁριζόμενος, χρείας ὡς ἐλάχιστα πείθει τῆς διὰ τὴν φθειρομένην ζωὴν τοὺς ἑαυτῶν ἐπιγνώμονας ἐπιστρέφεσθαι.

Τῷ Νεοκαισαρείτῃ Ἐκ πολλοῦ σοι διανοούμενος ἐπιστεῖλαι, ὅτι παρὰ σοῦ πρὸς ἡμᾶς οὐδὲ ψιλὴ μεθ’ ὁτουοῦν πρόσρησις ἧκεν, ἀνεβαλόμην καὶ ἐς δεῦρο τὴν ἐπιστολήν, κἂν ἐπὶ πλέον παρέτεινα ἀναβαλλόμενος δέει τοῦ μὴ οὐ κεχαρισμένα σοι δόξαι ποιεῖν ἐπιστέλλοντα, εἰ μὴ καὶ ἄκοντας γράφειν ἡ τοῦ παρὰ σοὶ ἡμετέρου Ἀριστείδου χρεία ἠνάγκαζε. Γράφομεν οὖν, καὶ σὺ ἄν τι διὰ τοῦτο παρανομῶμεν, συγγίνωσκε· τῆς γὰρ χρείας ἡττήθημεν· καὶ γράφοντες ἀξιοῦμεν πέμπειν τὸ βιβλίον, οὐχ ὅτι κτῆμα ἡμέτερον, σὺ δ’ αὐτῷ χρώμενος ἔχεις ἡμέρας ἐνιαυτοῦ μέτρον ὑπερβαινούσας, φθόνος γὰρ οὐδείς σε κεχρῆσθαι καὶ ἐπὶ πολὺ κεχρῆσθαι τοῖς ἡμετέροις, ἀλλ’ ὅτι χρῄζομεν· ὅ γε κἂν εἰ σὸν ἦν, ὥσπερ δῆτα ἐμόν, δοῦναι χρῄζειν φάσκουσιν, οὐκ ἂν παρῃτήσω.

Πάντως δὲ δόξαν σοι πέμπειν οὐκ ἀπορήσεις μεθ’ ὅτου πέμψεις, τοσούτων ὄντων τῶν κατὰ πᾶσαν ἡμέραν, ὡς ἀφ’ ὑμῶν πρὸς ἡμᾶς βαδιζόντων, ὧν ἐγὼ πολλοὺς οὐ μόνον οὕτω φαύλην καταθέσθαι σοι χάριν ἑτοίμως ἔχοντας οἶδα, ἀλλὰ κἂν ταύτης ἐπιπονωτέραν αὐτοὺς αἰτοίης καὶ μείζονα, εὐκταιότατα κἀκείνην δώσειν, ὥσπερ ἑαυτοῖς ἐν τούτῳ λαμβάνειν, ἀλλ’ οὐ διδόναι οἰομένους· ὡς οὖν εὔπορον πέμπειν καὶ ῥᾴδιον, διά τε τὴν τῶν οἰσόντων προθυμίαν καὶ ἀφθονίαν, καὶ ὅτι θέρος ἐστὶ καὶ τῆς ὥρας ἐκεῖνο μάλιστα καθ’ ὃ βιβλία κομίσειεν ἄν τις ἐν ὁδῷ ἀσφαλέστατα, οὐ τῶν ἄνωθεν ὄμβρων ἐνοχλούντων τοῖς ὁδοιποροῦσιν, οὐ ποταμῶν, οὐ τῆς τῶν παντοίων ὑδάτων φορᾶς, πέμπε ταχύνας, καὶ ὑγίαινε, χορηγὸν τῆς ὑγείας αὐτὸν πλουτῶν τὸν Θεόν.

Τῷ Σαπωνοπούλῳ Τοὺς ἐν χερσὶ τοὺς δὲ λόγους ἔοικας πάλαι ποτὲ ὅτε καὶ μείραξ ἦσθα οὐ μὴν ἐξ οὗπερ ἀνὴρ γέγονας ἀναγνῶναι· ὥστε εἰ μὲν καὶ νῦν αὖθις ἀναγνοὺς πύθοιό μου πῶς τε δόξης ἔχων εἰμὶ περὶ τούτων εὐδαιμονίσω τότε δὴ τῆς ἀγαθῆς τὸν πατέρα τύχης, ἥ γε αὐτὸν ἐν τοῖς πρώτοις Ἑλλήνων καὶ ἔταττεν ἤδη καὶ τάξειέ γε τὸν ἑξῆς ἅπαντα χρόνον· εἰ δὲ καιρὸν οὐδαμῶς περιττεύειν ἐρεῖς παρὰ σοὶ ὡς καὶ ἐπὶ τούτοις ἀναλίσκειν ἔχειν, κἀγὼ πάντως σοι σιωπὴν ἔχων ἀνέξομαι, δέει τοῦ μὴ δόξαι φθεγξάμενον ἐπιτιμήσεως ἄξια φθέγγεσθαι ἐκ τοῦ τολμᾶν τύχην αἰτιᾶσθαι ὑψοποιὸν τοῦ σοφοῦ καὶ διὰ ταύτην αὐτὸν μακαρίζειν, ἀλλ’ οὐ δυνάμεως περιουσίαν, ἣν ὁ πολὺς ἐκεῖνος ἐν λόγοις πλουτῆσαι πεπίστευται.

Τῷ αὐτῷ Ὥσπερ ἀληθῆ οὕτω δή σοι καὶ πιστὰ λέξεως οἶδα, εἴπερ καινὸν οὐδὲν ἐν αὐτοῖς οὐδ’ ἀπίθανον, παρ’ ὃ καὶ ἐλέγχοιτο ψευδὴς ὁ λόγος καὶ δυσπαράδεκτος. Οὐκοῦν καὶ εἰρήσεται· ἧκέ μοι τὴν πρότριτα ὁ νεανίας τὴν θαυμασίαν φέρων ἐπιστολήν, κἀγὼ δὴ δεξάμενος καὶ ἀναγνοὺς ὅλος τε αὐτῆς τοῦ θαύματος γεγονὼς δεῖν μὲν ᾠήθην ἀπολογήσασθαί τι πρὸς αὐτήν, ἀλλ’ ἦν ἐνταῦθα στάσις αὐτοῦ τε τρόπον τινὰ τοῦ διακόνου καὶ τῆς ἐπιστολῆς· ὁ μὲν γὰρ τῆς πάλιν ὁδοῦ σπουδὴν ἀμήχανον αἰτιώμενος ταχυτέραν ὡς εἰπεῖν καὶ αὐτῆς τῆς ἀναγνώσεως τὴν ἀπολογίαν ἀπῄτει· ἡ δὲ φροντίδα περὶ αὐτῆς οὐ μετρίαν ἡμῖν παρασχοῦσα, μήτε αὐτὴ φαύλη τις οὖσα μήτε μὴν τοῦ δι’ αὐτῆς βαλόντος ἡμᾶς, οὐ τάχους κατ’ ἐκεῖνον ἐδεῖτο· ἀλλά τινα δεόντως τοῖς ἀπολογουμένοις καὶ σκέψιν προσγενέσθαι καὶ χρόνον· εἰ μή τις ἔμελλεν ἀπερισκέπτως ἀπολογούμενος δυοῖν ἀναγκαίως θάτερον δόξειν, ἢ μηδὲν τῆς τῶν ἐν χερσὶν ἀρετῆς συνιέναι, ἢ ἀφροντίστως ἔχειν πρὸς τὸν κατάγελων, ὅν. ὦφλεν ἂν πάντως ἔποψ ἢ κίττα φανεὶς πρὸς τὴν ἀηδόνων φωνὴν καὶ κύκνων ἀντιφθεγγόμενος. Καὶ τοίνυν οὕτω δὴ τούτων ὑπεναντίως ἐχόντων, σὺ δή μοι λέγε τί ποιεῖν ἐχρῆν παρ’ ὃ δὴ πεποίηκα; τί οὖν πεποίηκα;

μέσος ἀμφοῖν γίνομαι, καὶ διαιτῶ τῶν μερῶν ἑκατέρῳ, καὶ τότε μὲν ἐπειδήπερ τὸν ὑπηρέτην μετ’ ἐπιστολῆς ἥκοντα οὐκ ἦν ἀποπέμπειν κενόν—ἢ γὰρ ἄν τις αὐθαδείας τοῦτο ἢ καὶ χείρονος πάθους οὐκ ἀπεικότως ἐγράψατο—ἐπιστόλιόν τι συνθεὶς βραχύ τι καὶ ἀσφαλὲς καὶ δεδημευμένον, εἰρηνικὸν δὲ ἄλλως ὡς ἐμαυτὸν πείθω καὶ ἐπιεικὲς καὶ φιλονεικιῶν ἀποτρεπτικόν—εἶναι γὰρ οὐχ ἡμέτερον ἔριδας ἀνάπτειν καὶ ἀπὸ γῆς ἀναβιβάζειν εἰς οὐρανόν, ὅτι μὴ τοὐναντίον καὶ μᾶλλον κἂν ἀναφθῶσι κἂν ὑψωθῶσι σβεννύναι πειρᾶσθαι καὶ ἄνωθεν κάτω καθέλκειν καὶ πρὸς τοὐλάχιστον ὡς οἶόν τε καὶ τὸ μηδὲν καθιστᾶν—οὕτω δὴ δράσας ἀπέστειλα, οὐδὲν ὅτι τις ἐπ’ αὐτῷ φθέγξεται φροντίσας· μόνον αὐτὸ ἑαυτοῦ πεποιηκὸς ᾖ.

Καὶ τότε μὲν οὕτως· νυνὶ δὲ καὶ τὴν μείζονα ῥῆσιν ἀνταπέδωκα τῇ ἐπιστολῇ· ὑπερήμερον ἴσως ἐρεῖ τις καὶ πόνῳ συντεθειμένην, ἀλλ’ οὐδὲν ἐμοὶ πρᾶγμα μόνον εἰ καλῶς συντέθειται, καὶ κατ’ ἴχνος βαίνει τῆς σῆς· ἐπειδὴ καὶ αὐτὸ δή μοι τοῦτο, ἡ ἀρετὴ λέγω τῶν σῶν, αἴτιον τοῦ τὴν ἀρχὴν ἐγκαταστῆναι εἰς γενναιοτέραν ἀπολογίαν κατέστη παρακνίζουσά πως καὶ διεγείρουσα, καί, εἰ μή τι καὶ αὐτὸν γενναῖον εἴποιμεν πρὸς αὐτόν, ἠρεμεῖν οὐκ ἐπιτρέπουσα.

Ταύτῃ τοι καὶ εἴρηται μέν, οὐ μὴν δὲ καὶ κατ’ εὐχήν· ὅμως χρὴ νομίζειν εἰρῆσθαι οὐ μεταμελείᾳ τῶν πρόσθεν λόγων ἐκείνων τῶν ὑποπεπτωκότων τε καὶ εἰρηνικῶν, ἀλλά τινος γυμνασίας χάριν καὶ πείρας τῆς ἐνούσης δυνάμεως· καὶ γοῦν ὅπερ εἴρηται τοῦτο, εἰ μὴ σὺ δήπουθεν βαρέως ἰδεῖν ἀξιώσεις πεμψάντων, κατὰ δὲ τὸ ἴσον τῆς διαθέσεως, καθ’ ἣν ἐγὼ τεθεαμένος τυγχάνω τὰ σά, καὶ γὰρ ἄσμενος—πόρρω δὲ καὶ κολακείας καὶ ψεύδους ὁ λόγος—καὶ ἐδεξάμην καὶ ἀνέγνων καὶ εἰς εὐφροσύνην καὶ ζῆλον ἐχρησάμην αὐτοῖς, καὶ οὐδὲ νῦν ἔτι λήγω χρώμενος· κελεύσαντος δέ σου πέμψειν, πέμψομεν αὐτίκα μάλα καὶ ἀναγνώσῃ ῥήματα διαδικασίας μέν τινα σκιὰν ὑπεμφαίνοντα, ἕτερον δέ τι τῶν ἁπάντων οἷον καὶ δόξαι βαρὺ οὐδὲν ἔχοντα, εἰ μή τις ἐκεῖνο φαίη βαρύ, ὃ φύσει πρόσεστι τῇ δικαιολογίᾳ σκληρόν· πλὴν ἀλλὰ καὶ τοῦθ’ ἡμεῖς σοι τὴν τῶν ἀγωνιστικῶν ὥσπερ ἐκβιασόμενοι φύσιν λειότερον εἰς δύναμιν πεποιήκαμεν ἁπανταχοῦ τὸ τοῦ ἤθους πικρὸν κἀν ταῖς. ἀληθείαις, κἀν ταῖς παιδιαῖς, κἀν τοῖς πλάσμασιν ἀποστρέφεσθαι πεφυκότες· εἰ δ’ ὡς ὄχλον τοῦτό τε καὶ εἴτι τοιοῦτον σπουδῇ τῇ θειοτέρᾳ προσεπαγόμενον εὖ ποιῶν· οὐ προσίεσαι, ἕξομεν δήπου καὶ καθέξομεν παρ’ ἑαυτοῖς οὐ χαλεπανοῦντες μᾶλλον ἢ ἐπαινέσοντές σου καὶ τὴν κρίσιν καὶ τὴν ἐπὶ τοῖς ἀνονήτοις ἀργίαν, κἂν αὐτοὶ μιμεῖσθαι οὐδ’ ὅλως ἰσχύωμεν.

Τῷ αὐτῷ Οὐ πόρρω τοῦ τῶν σοφιστῶν πάθους καὶ τὸ κατὰ σὲ δοκεῖ γεγονέναι· ἐκεῖνοί τε γὰρ μὴ ἐξαρκεῖν τὰ ὄντα σφίσιν οἰόμενοι, ὥστ’ ἐπ’ αὐτῶν τοὺς λόγους ποιεῖσθαι, ὑποβάλλονται δήτινα τῶν μὴ ὄντων ὡς δῆθεν ὑπάρχοντα σκιάν φασιν ἀντὶ σώματος, εἶτα λέγουσι κατ’ αὐτῶν ὅτι δήποτε· σύ τε ζητῶν ἐφ’ ᾧ τοὺς καλοὺς ἐνδείξει λόγους, εἶθ’ ὥσπερ τῶν ὑφεστηκότων οὐχ ὡς ἱκανῶν δέξασθαι καταγνοὺς πλάττεις σαυτῷ τὴν ὕλην καὶ ὑποτίθεσαι, καὶ τὸ πλάσμα ἡμεῖς σοι πεῦσιν προτείνοντες, ἣν οὔτε προὐτείναμεν οὔτε μὴν προτεῖναι διενοήθημεν· ὅθεν οὐδ’ ἀπήντηκας οὐδ’ ἀπολελόγησαι πρὸς αὐτόν· οὐ γὰρ σὸν ἦν, οἶμαι, προδήλως σκιαμαχεῖν, πρὸς ἐμὲ δὲ τῷ λόγῳ τραπόμενος τὸν δῆθεν προτείναντα, ἔα φῄς, ὡς ἐν συμβουλῆς εἴδει, μὴ ἐνόχλει τοῖς πάλαι κειμένοις μηδ’ ἐπήρειαν πρόστριβε, ἐχέτωσαν δόξης ὡς ἔχουσι. Καὶ τὸ μὲν σχῆμα τῆς λέξεως πρᾴως ἔχον ἐστί, βαρύτητος δὲ πλήρης ὁ νοῦς· ἀλλ’ ἐμοὶ μὲν ὅσον ἀφανὲς οὐ θέμις περιεργάζεσθαι· πρὸς δ’ οὖν τὸ τῆς συμβουλῆς πρόδειλον τί ποιεῖς ἄνθρωπέ φημι; χρήσομαι γὰρ νῦν δὴ ἐμαυτῷ λόγου χάριν ὑποθέμενος ἐμὲ πυνθανόμενον· εἶτά μοι ὡς ἀληθῶς πυνθανομένῳ κέχρησαι καὶ πολὺς γίνῃ παραινέσεις οὐδὲν ἐχούσας πρὸς ἐμὲ καὶ συμβουλὰς ἐπαντλῶν, ποῦ σοι πεῦσιν ἡμεῖς προὐτείναμεν; εἶθ’ ὡς οὐ δικαίως προτετακότων διώκεις· τίνες ἔριδες ἡμῶν καὶ κραυγαὶ τὴν σὴν περιηχήσασαι ἀκοήν;

τίνες ὑπὲρ φιλοτιμιῶν διαπληκτισμοὶ ὥσπερ αἰσχυνθῆναί σε πεποιηκότες διαναστῆναι πρὸς τὴν παραίνεσιν ἔπεισαν; μὴ ἐνόχλει λέγεις τοῖς κειμένοις· καλῶς γε σὺ λέγων καὶ κηδεμονικῶς, καὶ ἀδικοίημεν ἂν μὴ δεχόμενοι· ἀλλ’ εἴγε δὴ τέως ἐνοχλοῦμεν, εἰ ἐπίτηδες αὐτῶν τὰς τιμὰς περικόπτομεν ἢ κατορύττομεν—καὶ πρόσθες γε τοῖς συμβουλευτικοῖς καιρὸν ἔχουσιν ἐφ’ ἡμῖν· οὐδὲ γὰρ δυσχεραίνομεν νουθετούμενοι μόνον τοῦ δικαίως νουθετεῖσθαι προσόντος—εἰ δὲ μή τε ζῶσι μήτε τὸν βίον ἐκλελοιπόσιν οὔτ’ ἐπηρεάζει τίς που τῶν ἀνδρῶν οὔτε πράττει ἢ πέπραχε μνήμης ἄξια, ποῦ σοι καλῶς ἡ παραίνεσις ἔχει; Ἀγαμέμνων μὲν γάρ—τὸν Ἀτρέως ἥρωα πάντως ἀκούεις—οὖτος Ἀγαμέμνων Τεῦκρον ἰδὼν ἐπὶ παρατάξεως ἑαυτοῦ στρατιώτην βάλλοντα μὲν ἀπὸ τόξου, πολέμιον δὲ καθ’ ἕκαστον τόξευμα καταβάλλοντα ὅτι βάλλ’ οὕτως ἐπεφώνησε, καὶ ταῦτα μετ’ ἐγκωμίων, Τεῦκρε φίλη, προσειρηκώς, κεφαλή, καὶ τὸ δὴ μεῖζον ὡς φὼς χρηματίσεις τοῖς φίλοις, φορτικὸς ἐνομίσθη, καὶ τοὺς τῶν προτρεπτικῶν καιροὺς ἀγνοῶν, καί τι ὅτε με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις, αὐτοῦ δὴ Τεύκρου πρὸς αὐτὸν λέγοντος ἤκουσε· σοῦ δὲ τοὺς λόγους ὁπόταν τοὺς πολὺ μᾶλλον ἀπεχθημοσύνης ἀφεστηκότας ἢ καθ’ ὅσον ἀλλήλων τἀναντία, ὡς οὐδὲν ἀφισταμένους ἀξιῶσιν ἀφίστασθαι, τίς λόγος ἕτερος, ποία πιθανότης τεχνικῆς ἐπιτυχοῦσα συνθέσεως τῆς τοῦ φορτικὴ εἶναι μέμψεως ἐξαιρήσεται;

ἦ που διὰ ταῦτα πρός σέ τις εὐκαίρως ἐρεῖ· ἰατρὲ μετάβαινε πρὸς τοὺς κάμνοντας τοὺς εὐεκτοῦντας παραδραμών· ἧ που καὶ τὸ τοῦ Σοφοκλέους μετὰ τῆς αὐτῆς εὐκαιρίας προσθήσει· ἄλλοισι παραστατεῖ, τὸ γὰρ καθ’ ἡμᾶς οὔ ποτ’ ἐκρήξει μάχη. Εὐπορίας μὲν οὖν σου τὴν τῶν λόγων ἡμεῖς, ἦθος, ὀνομάτων συνθήκην ὅπως μὴ ἐπαινῶμεν οὐκ ἔχομεν· τί δ’ ἡμεῖς λέγω; κἂν εἰ παρῆν αὐτὸς μῶμος, εἶτα τῶν ἑαυτοῦ τι πρὸς ταῦτα λέγειν ἐβούλετο, οὐκ ἂν ἑαυτὸν παρέσχεν ἀμώμητον· ἀλλ’ οὐ δὴ καὶ τοὖργον ἐπῄνεσα καὶ πρόνοιαν ἣν ἔθου περὶ τὴν συμβουλὴν φαίη ἂν μετὰ τῆς μικρᾶς προσθήκης ὁ Σοφοκλῆς, ὅτι μηδὲ μέμνημαι σοῦ τι πεπυσμένος, μάλιστα μέντοι καὶ σαφῶς οἶδα ὡς οὐδ’ ὁτιοῦν τυγχάνω πυθόμενος.

Καὶ ὅτι ἀληθῶς λέγω, κάλει μοι φησὶ Δημοσθένης τούτων τοὺς μάρτυρας· σὺ δὲ μὴ μάρτυρας ἥκοντας δέχου, ἀλλ’ εἰς χεῖρας ἔχων τὸν ἔλεγχον, αὐτὴν δηλαδὴ τὴν ἐπιστολὴν αὗθις ἀναπτύξας αὖθις ἀνάγνωθι· κἂν εὕρῃς με σοῦ πυνθανόμενον ἐν αὐτῇ, κἂν λάβῃς με τὸ μέγα σοι τοῦτο καθ’ ἡμῶν ἔγκλημα ἐρίζοντά τινι τῶν νῦν ἢ τῶν πάλαι διαλοιδορούμενον, ἀντιφιλοτιμούμενον, ἴχνος ἐπηρείας δεικνύμενον, ἵν’ εἴπω σοι τὸ τοῦ Δημοσθένους καὶ πάλιν τηνικαῦτα, στίζε λαβών· θυμουμένου καθαρῶς ἐρεῖς εἶναι τὰ ῥήματα, ἀλλὰ φημί· λέγε δή με τοῦ λοιποῦ ὑγιὲς μήτε λέγειν μήτε πράττειν, καὶ δεῖσθαι παροιμίας ἀκούειν, τῆς ἡ ὗς πρὸς τὴν Ἀθηνᾶν ἔριν λεγούσης· χρῄζειν νουθεσίας, χρῄζειν σωφρονισμοῦ καὶ πολὺ μᾶλλον ἢ Θερσίτης χρῄζοντες ἦσαν καὶ λέων· ὁ μὲν πρὸς τοὺς ἥρωας πρότερον, ὁ δὲ πρὸς Περικλέα τὸν μέγαν ἐρίζοντες ὕστερον· ἂν δ’ ἄρα τοιούτους μὲν ἡμᾶς οὐ φωράσῃ, σὲ δὲ παρέδραμε τὰ τοῦ γράμματος τῆς αὐτοῦ κατωλιγωρηκότα φαυλότητος, σὺ μὲν εἰδείης ἂν ὁποῖον σαυτῷ τὸν ἐπίλογον δώσεις, ἐγὼ δὲ σιγήσομαι ἀποχρῆναι καὶ τοῦτο νομίζων, εἴ γέ σε ἀντὶ κατηγοροῦντος ἀπολογούμενον, καὶ σαυτῷ ἀπολογούμενον λήψομαι.