Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολὴ πρὸς τὸν σεβαστοκράτορα Θετταλίας Ἰωάννην

Γρηγόριος Βʹ Κύπριος

Εισαγωγή και έλεγχος των λατινικών κακοδοξιών

Προοιμιακές νουθεσίες, αναίρεση της επιμιξίας με τους Λατίνους και απαρίθμηση των δογματικών και λειτουργικών παρεκκλίσεών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 4

1.... ἡμῖν ἔσται ἐκ τούτων ὄφελος. φανῶμεν περὶ τῶν εὐεργετῶν εὐγνώμονες καὶ μὴ ἀποτροπαίοις ἔργοις τὰς δωρεὰς ἀμειβώμεθα. οἰκονομήσωμεν συνετῶς τε καὶ εὐσεβῶς τὰ δοθέντα ἡμῖν, ὡς ἀκούσωμεν· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ. οὐκ ἔστιν ὁ νῦν καιρὸς ἀνέσεως καὶ τρυφῆς, ἀλλ’ ἐργασίας καὶ προσοχῆς. καλὴ μὲν καὶ ἡ τοῦ βίου εὐημερία καὶ εὔρροια, ἀλλ’ ὅταν τὸ θεῖον δοξάζηται, ἡνίκα δὲ μείζων ἡ ζημία καθίσταται καὶ θεός ἐστι τὸ κινδυνευόμενον, πάντα ἐρρέτω, πρὸς τὸ μὴ ὂν χωρείτω καὶ αὖραι ταῦτα φερέτωσαν. 2. εἰπὲ δέ μοι φιλοπευστοῦντι· διὰ τοῦτο πατὴρ ἐγένου, ἵνα διὰ τὴν ῥέουσαν εὔκλειαν τῆς ἀνωλέθρου δόξης στερήσειαν τὸν σὸν τοκετόν; ὡς μικρολόγος σὺ ὄντως γονεύς. γυνὴ δέ τις ὁλόκληρον παίδων χορὸν αὐτῷ θανάτῳ ἐκδοῦναι προείλετο ἢ δρᾶσαί τι προτρέψασθαι παρὰ τὸ διατεταγμένον θεῷ. κἀκείνη μὲν ἑβραία οὖσα καὶ παῖδας ἑπτὰ καὶ τούτους ἀρρενικοὺς ἐκαρποφόρησε τῷ θεῷ, σὺ δὲ οὐδὲ θῆλυ ἓν ἐν εὐσεβείᾳ καὶ τρόποις χρηστοῖς βούλει ἐκθρέψαι, ὅπως ἂν τότε πεπαρρησιασμένῃ φωνῇ εὐφραινόμενος εἴπῃς· ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. 3. καὶ μήν, φησίν, τὸ Λατίνων ἔθνος οὐκ ἀσεβές. ποία γὰρ σύνοδος τούτους ἀνεθεμάτισε καὶ ἡμᾶς συμμίγνυσθαι τούτοις διέστειλεν; οὐ μία, ὦ οὗτος, σύνοδος, ἀλλ’ ὁμοῦ σύμπασαι.

ἐπεὶ γὰρ καὶ αἱ οἰκουμενικαὶ καὶ αἱ τοπικαὶ σύνοδοι καὶ πᾶς ὁ δῆμος τῶν θεοφόρων πατέρων τὸν ἀφαιροῦντα ἢ προστιθέντα τι ἐν τῷ συμβόλῳ τῆς πίστεως ὑπὸ ἀνάθεμα εἶναι προστάττουσιν. προστιθέασι δ’ οὗτοι καὶ τὸ ἑξῆς δῆλον καθέστηκε καὶ ἐν τῷ συνοδικῷ δὲ ἑκάστοτε τῷ ἀναθέματι παραδίδονται. πᾶσι γάρ, φησίν, τοῖς κοινωνοῦσι τοῖς αἱρετικοῖς ἀνάθεμα. τίνες γοῦν οἱ τῶν Ἀρμενίων κοινωνικοὶ καὶ τῶν λοιπῶν τῶν αἱρετιζόντων; οὐχ οὗτοι; λέγει δὲ καὶ ὁ κανών· εἴ τις ἐκκλησιαστικὴν παράδοσιν ἔγγραφόν τε ἢ ἄγραφον ἀθετεῖ, ἀνάθεμα ἔστω. δεῦρο, λοιπὸν λέξον· οὐχ οὗτοι τὴν ἔνζυμον ἀθετοῦσι θυσίαν; οὐχ οὗτοι κατὰ τὴν τυροφάγον καὶ τὴν πρώτην τεσσαρακοστὴν ἑβδομάδα κρέα ἐσθίουσιν; οὐ τοῖς πνικτοῖς καὶ τοῖς αἵμασιν ἐμμιαίνονται; οὐ κατὰ πᾶσαν τετράδα κρεωφαγοῦσιν; οὐ νηστεύουσιν ἐν τοῖς σάββασιν; οὐ προδήλως οἱ ἱερεῖς αὐτῶν ἀσελγαίνουσιν; οὐ ταῦθ’ ἅπαντα παρὰ τὴν ἐκκλησιαστικὴν ἐνεργοῦντες παράδοσιν καθ’ ἕκαστον τούτων τῷ ἀναθέματι παραδίδονται; εἰ δὲ καὶ τἆλλα οἷς παρὰ τὸ εὐσεβὲς ἐνέχονται ὁρμήσῃ ἄν τις δοῦναι γραφῇ, ἐπιλείψει τοῦτον καὶ ὁ χρόνος αὐτὸς διηγούμενον. ὁ γοῦν κατά τι τούτοις κοινονῶν τε καὶ συναπτόμενος καὶ τῆς αὐτῶν καταδίκης καθίσταται κοινωνός. 4. ἀλλ’ ἴσως ἄν τις καί τι τοιοῦτον ἐρεῖ, ὅτι ἔξεστι τοῖς βασιλεῦσι πρὸς λυσιτέλειαν τοῦ κοινοῦ τοιαῦτα ποιεῖν συνοικέσια.