Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες του γράμματος Α (Συνέχεια)
Παράθεση και ερμηνεία πλήθους γνωμικών του γράμματος Άλφα, αντλημένων από τη μυθολογία, την ιστορία και τον καθημερινό βίο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες του γράμματος Α (Συνέχεια)
Παράθεση και ερμηνεία πλήθους γνωμικών του γράμματος Άλφα, αντλημένων από τη μυθολογία, την ιστορία και τον καθημερινό βίο.
Ἀμαλθείας κέρας ὅτι τῇ τροφῷ αὐτοῦ ὁ Ζεὺς Ἀμαλθείᾳ ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας αἰγὸς, δι’ οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὅτι ἂν ᾐτήσατο. Ἀετὸν ἵπτασθαι διδάσκεις. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι ἐπὶ τῶν ἀξίως τιμωμένων.
Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία ἐπὶ τῶν διολλύντων. Ἀετὸς ἐν νεφέλαις. Ἀληλεσμένος βίος ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. Ἀνάγυρον κινεῖς ἐπὶ τῶν προξενούντων ἑαυτοῖς κακά. Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων.
Ἀετὸς θρίπας ὁρᾷ ἐπὶ τῶν καταφρονούντων τινῶν. Ἅλμη οὐκ ἔστιν αὐτῷ ἐπὶ τοῦ ἀηδοῦς. Ἀλώπηξ οὐ δωροδοκεῖται ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. Ἀεὶ φέρει τι Λιβύη κακόν ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων τι νέον κακόν.
Ἄνω ποταμῶν χωροῦσιν αἱ πηγαί ἐπὶ τῶν ἐναντίως λεγομένων, οἷον εἰ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. Ἀργύρου κρῆναι λαλοῦσιν ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων. Ἀπὸ μείζονος ἀνδρὸς ἄλευε ἤτοι φυλάττου· ἰωνικῶς.
Ἀράβιος αὐλητής ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Αἵμασι κλαίειν καθ’ ὑπερβολὴν, ἐπὶ τῶν σφόδρα δακρυόντων. Αἱ Χάριτες γυμναί ὅτι δεῖ δωρεὰν εὐεργετεῖν. Ἀκόνην σιτίζεις ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων.
Ἄλλοι κάμον, ἄλλοι ὤναντο ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.
Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι ἐπὶ τῶν λάλων καὶ φάγων. Ἀνδρὸς γέροντος σταφὶς τὸ κρανίον ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα.
Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπεισρέει ἐπὶ τῶν μάτην πονούντων. Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας. Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις ἐπὶ τῶν ἀχαρίστων. Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.
Ἄμμες ποτ’ ἦμεν. Ἀεὶ τὰ πέρυσι βελτίω. Ἀνὴρ δὲ φεύγων οὐ μένει κτύπον λύρας ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐλθὼν ἐπρίατο ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων.
Ἀνέμους γεωργεῖν ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαγχανόντων. Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. Ἀντὶ πέρκης σκορπίον ἐπὶ τῶν τὰ χείρω αἱρουμένων. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει. Ἄλλοι σπείρουσιν, ἄλλοι δ’ ἀμήσονται.
Ἄρκτου παρούσης ἴχνη ζητεῖς ἐπὶ τῶν προδήλων. Ἀετὸν κάνθαρος μαιεύεται ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων. ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
Ἀλώπηξ τὸν βοῦν ἐλαύνει ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε δὲ μήτηρ ἐπὶ τῶν τότε μὲν εὐημερούντων, ἄλλοτε δὲ δυσημερούντων. Ἅμα δίδου καὶ λάμβανε ἐπὶ τῶν πρὸς ἄπιστον συναλλασσομένων.
Ἄνθρακες ὁ θησαυρὸς γέγονεν ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. Ἅπαντα τοῖς σοφοῖς εὔκολα ἐπὶ τῶν διὰ φρονήσεως πάντων περιγινομένων. Ἀργυραῖς λόγχαις μάχου καὶ πάντων κρατήσεις.
Ἅπας ἐχῖνος τραχύς. Ἀσκὸν δείρεις ἐπὶ τῶν ἀνόητόν τι πονούντων. Αὐλητοῦ βίον ζῇς ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. Ἀποτίσεις χοῖρε γίγαρτα ἤτοι ἃ ἔφαγες, ἀποδώσεις. Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.
Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. Ἀπὸ κώπης ἐπὶ βῆμα ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων. Αὑτὸν οὐ τρέφων κύνας τρέφεις ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλομένων. Ἁλῶν μέδιμνον ἀποφαγών ἐπὶ τῶν ἀχαρίστων.
Ἅμαξα τὸν βοῦν ἕλκει ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. Ἁμαξιαῖα ῥήματα ἐπὶ τῶν μεγάλων λόγων. Ἄνθρωπος Εὔριπος, καὶ ψυχὴ, καὶ διάνοια, καὶ τρόπος ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος.
Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι ὅμοιον καὶ τό· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτ’ ἴασιν. Ἀνεῳγμέναι Μουσῶν θύραι. Ἀρχὴ ἄνδρα δείκνυσιν. Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων. ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος γενομένου τοὺς ἅλας ἐν τῇ θαλάσσῃ ἀπέβαλεν.
Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν. Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων. Ἀρότρῳ ἀκοντίζεις ἐπὶ τῶν ἀσκέπτως τι ποιούντων.
Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. Ἀρχαϊκὰ φρονεῖς ἤτοι εὐήθη. Ἀβυδηνὸν ἐπιφόρημα διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς αὑτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδίαν ἐμποιοῦντας τοῖς δαιτυμόσιν.
Ἄβρωνος βίος ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγένετο πλούσιος. ὅθεν καὶ ἁβροδίαιτος. Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. Ἀδεὲς δέος ἐπὶ τῶν μάτην δεδοικότων. Ἀγαμεμνόνεια φρέατα Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν.
Ἀγαμέμνονος θυσία ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον ἐπὶ τῶν τὰ δεύτερα τισὶ διδόντων. Ἀγαθώνειος αὔλησις ἡ ἡδίστη καὶ εὐφραντή.
Ἀνδριὰς σφυρήλατος ἐπὶ τῶν ἀναισθήτων. Ἀγέλαστος πέτρα ἐπὶ τῶν λύπης προξένων· ἐφ’ ᾗ ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει, ἐκάθισεν. Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά ἐπὶ πλήθους ἀγαθῶν λέγονται.
Ἁγνότερος πηδαλίου παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον καθαρὸν ἐστίν. Ἄλλος οὗτος Ἡρακλῆς ἐπὶ τῶν ἰσχυρῶν. Ἅλις δρυός ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα μεταβαλλομένων· παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοί, μετεῖχον σίτου καὶ οἴνου.
Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε, φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. Αὐτοὶ χελώνας ἐσθίετε, εἴπερ ἔχετε ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέριζον τὴν παροῦσαν· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τὸ προκείμενον εἶπε.
Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Αἱροῦντες ᾑρήμεθα ἐπὶ τῶν ἐλπισάντων νικᾶν τινὰς, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἰάντειος γέλως ἐπὶ τῶν παραφρόνως γελώντων.
Ἀνίπτοις χερσίν ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. Ἀκέφαλος μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων. Ἄλλως ᾄδεις ἐπὶ τῶν μάτην πονούντων. Ἅμ’ ἔπος, ἅμ’ ἔργον ἐπὶ τῶν ὀξέως ἀνυομένων. Ἀντιπελαργεῖν ἀντὶ τοῦ, ἀντιδιδόναι χάριτας. λέγεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τροφεῖν.
Ἄπληστος πίθος ἐπὶ τῶν γαστριμάργων. Ἄνθρωπος ἀνθρώπου δαιμόνιον ἐπὶ τῶν ἀπροσδοκήτως ὑπ’ ἀνθρώπων σωζωμένων. Ἄξιος τοῦ παντός ἐπὶ τῶν σφόδρα τιμίων. Αἰεὶ γέροντι νέαν ποτιβάλλει κούρην ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι.
Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος ἐπὶ τῶν εὐγενῶν. Ἀνέμου παιδίον ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. Ἀπὸ βαλβῖδος ἤτοι ἀπ’ ἀρχῆς δεῖ καλὸν εἶναι. Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων.
Ἀρχαιότερα τῆς διφθέρας λέγεις ἐπὶ τῶν μωρὰ διηγουμένων. ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος. Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων. ὡσανεὶ πάνυ μου καταφρονεῖς.
Ἀργούντων χορός ἐπὶ τῶν κακὰ ποιούντων. Ἄϊδος κυνῆν ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τὰ τοῦ Ἅιδου. Αἰτναῖον κάνθωνα τὸν μέγαν. Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν. Ἄλλο γλαῦξ, ἄλλο κόρυδος φθέγγεται.
Ἀντλεῖν ἀμφοτέραις ἐπὶ τῶν σπουδῇ τι ποιούντων. ὅμοιον τῇ· πάντα κάλων κινεῖς. Ἀθηνᾷ τὸν αἴλουρον λείπει τὸ συγκρίνεις. Ἀηδόνες λέσχαι ἐπὶ τῶν ἀδολεσχούντων. Ἀρουραία μάντις ἀκρὶς δυσκίνητος, χλωρά. ταύτης ταῖς κινήσεσι οἱ ἀγροῖκοι προσέχουσι καὶ μαντείας ἐξ αὐτῆς ποιοῦνται· τίθεται οὖν ἐπὶ τῶν φαύλως μαντευομένων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.