Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες των γραμμάτων Β, Γ και Δ
Ερμηνευτική καταγραφή των παροιμιών που υπάγονται στα γράμματα Βήτα, Γάμμα και Δέλτα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες των γραμμάτων Β, Γ και Δ
Ερμηνευτική καταγραφή των παροιμιών που υπάγονται στα γράμματα Βήτα, Γάμμα και Δέλτα.
Αἱ Οἰδίποδος ἀραί αἱ φρικταὶ καὶ παλαμναῖαι. Αἴρειν ἔξω πηλοῦ πόδα. Ἀκμὴ καλεῖ. Ἀφ’ ἵππων εἰς ὄνους. Ἄκρῳ ἅψασθαι δακτύλῳ. ΑΡΧΗ ΤΟΥ Β. Βασίλειος ὀφθαλμός τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν.
Βάτραχος Σερίφιος ἐπὶ τῶν ἀφώνων. Βάλλ’ ἐς ὕδωρ ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέθρου ἀξίων. Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ’ εὑρήσεις ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. Βὴξ ἀντὶ πορδῆς ἐπὶ περδόντων καὶ προσποιουμένων βήχειν ἢ γελᾶν. ὃ ἐκλαμβάνεται ἐπὶ τῶν ἐν ἀπορίᾳ τι πράττειν προσποιουμένων.
Βοῦς ἐν πόλει ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν. Βατράχῳ ὕδωρ· καί· Στέαρ γαλῇ ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. Βάλλεις μήλοις ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων.
Βαλανεύς ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες, πολυπράγμονες εἰσίν. Βοιώτιος νοῦς ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. Βοιώτια αἰνίγματα ἐπὶ τῶν ἀσυνέτων· Βοιωτὴ γὰρ ἡ Σφίγξ.
Βοιώτιος νόμος ἐπὶ τῶν καταρχὰς ἠρεμούντων, ὕστερον δὲ ταρασσομένων. Βάσανος λίθος ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. Βοῦς ἐπὶ γλώσσης ἐπὶ τῶν δωροδοκουμένων. διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν.
ΑΡΧΗ ΤΟΥ Γ. Γόνυ κνήμης ἔγγιον ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Γέροντα δ’ ὀρθοῦν φαῦλον, ὃς νέος πέσῃ. Γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. Γραῦς βακχεύει ἐπὶ τῶν παρ’ ὥραν τὶ διαπραττομένων.
Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἣ πλήρης μὲν ἐλαφρότερα, κενεὰ δὲ βαρεῖα. Γῆς βάρος ἐπὶ ἀχρήστων. Γλυκὺς ἀπείρων πόλεμος ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.
Γύγου δακτύλιος ἐπὶ τῶν πολυμηχάνων. Γυμνότερος παττάλου ἐπὶ τῶν σφόδρα ἀπόρων. Γυνὴ στρατηγεῖ· καί· Γυνὴ στρατοπεδεύεται ἐπὶ τῶν παραδόξων. Γυναικὶ μὴ πίστευε, μηδ’ ὅταν θάνῃ. Γέλως Ἰωνικός ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ οἱ Ἴωνες διεβάλλοντο.
Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. Γλαῦκα εἰς Ἀθήνας ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτῶν ἴσασι. ὅτι πολλαὶ εἰς Ἀθήνας γλαῦκες. Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. Γνῶθι σαυτὸν ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων.
Γυμνότερος λεβηρίδος λεβηρὶς γὰρ τὸ δέρμα τοῦ ὄφεως ἢ τοῦ ἐμβρύου. Γυμνῷ φυλακὴν ἐπιτάττεις ἐπὶ τῶν μὴ δυναμένων τὰ προστεταγμένα πληροῦν. Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων.
Γηρᾷ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ. Γυμνῇ τῇ κεφαλῇ ἐπὶ τῶν ἀναισχύντως χωρούντων πρὸς πᾶν τὸ τυχόν. Γυμνὸς ὡς ἐκ μήτρας ἐπὶ τῶν ἀπόρων. Γυναικὸς φρένας ἐπὶ τῶν ἀνοήτων. Γλῶσσα ποῦ πορεύῃ, πόλιν ἀνορθώσασα καὶ πάλιν καταστρέφουσα ἐπὶ τῶν διὰ λόγων ἢ βλαπτόντων ἢ ὠφελούντων.
Γλαῦξ ἵπταται ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο. Γεράνδρυον μεταφυτεύειν ἐπὶ τοῦ μὴ δεῖν τοὺς γέροντας ἐπὶ τὰ τῶν ἀκμαζόντων ἔργα προτρέπειν. γεράνδρυον γὰρ τὸ γηράσκον φυτόν· καὶ δρῦς πᾶν φυτὸν γενικῷ ὀνόματι καλεῖται.
Γύργαθον φυσᾷς ἐπὶ τῶν μάτην πονούντων. οἱ δὲ, τὸ δίκτυον. ΑΡΧΗ ΤΟΥ Δ. Δίκην ὑφέξει, κἂν ὄνος δάκῃ κύνα ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς.
Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. Δωδωναῖον χαλκεῖον ἐπὶ λάλου. Δακτύλῳ δεῖ σε ἑλκυσθῆναι ἐπὶ τῶν διὰ ἢ λύπην ἰσχνῶν γενομένων. Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. Δεινοὶ πλέκειν γε μηχανὰς Αἰγύπτιοι.
Δέδοται καὶ κακοῖς ἄγρα. Δεύτερος πλοῦς. Δελφῖνα λεκάνη οὐ χωρεῖ. Δὶς παῖδες οἱ γέροντες ἐπὶ τῶν πρὸς τῷ γήρᾳ εὐηθεστέρων εἶναι δοκούντων. Δαιδάλεια ποιήματα ἐπὶ θαυμασμοῦ. Δικαιότερος σταχάνης ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. οἱ γὰρ Δωριεῖς σταχάνην τὴν τρυτάνην καλοῦσι διὰ τὴν στάσιν.
Διωλύγιον κακόν ἐπὶ τῶν μέγα τι κακὸν ὑφισταμένων. Διὸς ψῆφος ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. Διὰ μέσου καὶ λιμὸς ἔῤῥει καὶ κάλλιστ’ ἀπόλλυται φθαρέντος τοῦ λιμώττοντος καὶ ὁ λιμὸς ἀπόλλυται. ΑΡΧΗ ΤΟΥ Ε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.