Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες του γράμματος Ε

Παροιμιώδεις φράσεις και αποφθέγματα που αρχίζουν από το γράμμα Έψιλον, συνοδευόμενα από τις αντίστοιχες εξηγήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 7

Εὐγενέστερος Κόδρου. Ἐν μὲν τῷ φάει σκοτεινὸς, ἐν δὲ τῷ σκότει φαεινός. Ἐπιμενίδου ὕπνος ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. Ἐς Τροφωνίου μεμάντευσαι ἐπὶ τῶν σκυθρωπῶν καὶ ὠχρῶν.

Ἐν ἅλῳ δρασκάζεις ἤτοι κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. Ἔστω ταμίας· τἄλλα δ’ εἰ βούλει κύων ἐπὶ τῶν παρ’ ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων. Ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείαν δὲ ἀναγκαίων.

Εἰς ἀρχαίας φάτνας ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. Ἐν δυοῖν τρία βλέπεις ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ὁρώντων. Ἐκπερδικίσαι καὶ ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρασκόντων τοὺς θηρευτάς. Ἐλέφαντα ἐκ μυίας ποιεῖς ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ.

Ἐμαυτῷ βαλανεύσω ἀντὶ τοῦ, ἐμαυτῷ διακονήσω. Εἰς ἀσθενοῦντας ἀσθενῶς ἐλήλυθας ἐπὶ τῶν ὅμοια πασχόντων. Εὕδοντι κύρτος αἱρεῖ ἐπὶ τῶν εὐτυχούντων. Ἔνεστι καὶ μύρμηκι χολή ὅτι μηδὲ τοῦ μικροῦ δεῖν καταφρονεῖν.

Ἐκ τετρημένης κύλικος πιεῖν ἐπὶ τῶν ἐψευσμένων φίλων. Ἐν μέλιτι σαυτὸν κατακρύπτεις ἐπὶ τῶν συζώντων ἡδυπαθείαις. Ἐνδυμίωνος ὕπνον ὑπνώττει ἐπὶ τῶν πολλὰ κοιμωμένων. Ἐνδύεται τὴν λεοντῆν. Εἴληφεν ἡ παγὶς τὸν μῦν ἐπὶ τῶν ἀξίως ἁλισκομένων.

Ἐν τριόδῳ εἰμὶ λογισμῶν ἐπὶ τῶν ἀπορούντων. Ἕλκων ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος. Ἐν φρέατι κυσὶ μάχεσθαι. Ἐκδεδαρμένον δαίρεις ἐπὶ τῶν μάτην πονούντων. βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς.

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἑρμῆς ἀμύητος. Ἔνθα οὔτε πλεῖν ἄνεμος οὔτε μίμνειν ἐᾷ ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. Ἐκτὸς πηλοῦ πόδα ἔχεις ἐπὶ τῶν ἔξω κινδύνων ὄντων.

Ἐκ τριχὸς κρέμαται ἐπὶ τῶν κινδυνευόντων· ὅμοιον τῷ Ἐπὶ ξυροῦ. Εὐγενὴς ἐκ βαλαντίου ἐπὶ τῶν διὰ πλοῦτον τιμωμένων. Ἔγχος ἐπὶ τῷ ἔγχει γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος. Ἐλεύθεραι αἶγες ἀρότρου ἐπὶ τῶν βάρους τινὸς ἀπηλλαγμένων.

Εἰς κόλπον πτύεις ἀντὶ τοῦ, μεγαλοῤῥημονεῖς. Ἐν πίθῳ τὴν κεραμείαν ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων. Ἐν σκότει ὀρχεῖσθαι ἐπὶ τῶν ἀμαρτύρως μοχθούντων. Εἰς θεοῦ ὦτα ἦλθεν ἐπὶ μεγάλων πραγμάτων.

Εἷς ἀνὴρ οὐδεὶς ἀνήρ. Ἐν νυκτὶ βουλήν ἐπειδὴ ἡ νὺξ παῤῥησίαν δίδωσι. Εἰς πάγας ὁ λύκος ἐπὶ τῶν ἁρπαζόντων μὲν, κατασχεθέντων δέ. Εἰς μελίττας ἐκώμασας ἐπὶ τῶν κακουμένων ἀθρόως. Ἐν πέντε κριτῶν γούνασι τὸ γὰρ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς· ἢ ὅτι ἐν γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖον ἐγγράφεται.

Ἐκ λύκου στόματος ἐπὶ τῶν ἀνελπίστως παρὰ τινῶν τι λαμβανόντων. Ἐλέφαντος οὐδὲν διαφέρει ἐπὶ τῶν ἀναισθήτων. Εἰς Τροιζῆνα βαδίζεις ἐπὶ τῶν ἐχόντων σπάνιν γενείων. Πώγων γάρ ἐστι λιμὴν Τροιζήνιος. Ἐλάφειος ἀνήρ ὁ δειλός.

Εὐμεταβολώτερος κοθόρνου ὑποδήματος εἶδος ὁ κόθορνος, ἐφαρμόζων τοῖς δυσὶ ποσίν. Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἐπὶ τῶν ἀλυσιτελῶν δώρων. Ἐῤῥίφθω κύβος ἐπὶ τῶν ῥιψοκινδυνούντων.

Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται. Ἐν Καρὶ τὸν κίνδυνον ἀντὶ τοῦ· οὐ περὶ μεγάλων ὁ κίνδυνος. Ἐξ ἄμμου σχοινίον πλέκεις ἐπὶ τῶν ἀδυνάτων. Ἐπὶ σπείρᾳ σχοινίον ἐπὶ τῶν δωρουμένων τισὶν οὐχ ἕτερα, ἀλλ’ οἷς κέκτηνται ὅμοια· σπεῖρα γὰρ καὶ σχοινίον τὸ αὐτό.

Ἔξω βελῶν καθῆσθαι. Ἐπειδὴ τὸν οἶνον ἔπιες, συνεκποτέ’ ἔστω σὺ καὶ τὴν τρύγα. Ἐπὶ Μανδραβόλου τὸ πρᾶγμα χωρεῖ ἀντὶ τοῦ ἐπὶ τὸ χεῖρον. Μανδραβόλας γάρ τις τὰς αὐτὰς θυσίας, ὅρκοις ἑαυτὸν καταδήσας, τοῖς θεοῖς κατ’ ἔτος προσάγειν . τὸ μὲν πρῶτον δέκα βοῦς ἔθυσε, τὸ δὲ δεύτερον παρ’ ἕνα, ἤτοι ἐννέα. περιελθόντος δὲ τοῦ τρίτου ἀφείλετο ἕτερον· καὶ οὕτω ποιῶν διὰ τῶν ἑξῆς ἐνιαυτῶν κατέστη εἰς ἐπιορκίαν.