Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες από το γράμμα Ζ
Καταγραφή γνωμικών από το γράμμα Ζήτα και των επόμενων γραμμάτων μέχρι την αρχή του Λάμδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες από το γράμμα Ζ
Καταγραφή γνωμικών από το γράμμα Ζήτα και των επόμενων γραμμάτων μέχρι την αρχή του Λάμδα.
Ἐπὶ καλάμῃ ἀροῖ· ἐπὶ τῶν εὖ καὶ καλῶς γεωργούντων. Ἐπὶ ὅλμου ἐκοιμήσω ἐπὶ τῶν μαντείας ποριζομένων ἔκ τινων ἐνυπνίων· τὸν ὅλμον γὰρ συμβάλλεσθαι ἐλέγετο πρὸς μαντείας. ΑΡΧΗ ΤΟΥ Ζ. Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας ὅτι οὐκ ἀπρονόητος. τὸν γὰρ Δία φασὶν εἰς διφθέρας γράφειν τὰ πραττόμενα τοῖς ἀνθρώποις.
Ζωὴ πίθου ἐπὶ τῶν μετρίως ζώντων· ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἡδίστη διατριβή. Ζῇ ἡ χύτρα, ζῇ ἡ φιλία. Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών ἐπὶ τῶν ἐκ μικρῶν αἰτιῶν μεγάλην δόξαν καρπουμένων. Ζῶμεν οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα.
Ζητῶν ὄψον θοἰμάτιον ἀπώλεσα ἐπὶ τῶν ἀτυχεστάτων. ΑΡΧΗ ΤΟΥ Η. Ἧλιξ ἥλικα τέρπει. Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν ἐπὶ τῶν ἰωμένων δι’ ἁμαρτημάτων ἁμάρτημα. Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε.
Ἡ κύων ἐν τῇ φάτνῃ πρὸς τοὺς μήτε ἑαυτοὺς χρωμένους, μήτε ἄλλους ἐῶντας. παρόσον ἡ κύων κριθὴν οὐκ ἐᾷ μένουσα ἐν φάτνῃ καὶ τὸν ἵππον οὐκ ἐᾷ. Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους Ἄδωνις γάρ τις Πραξιτέλους υἱὸς ἀποθανὼν καὶ ἐρωτηθεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο· ἥλιον, σελήνην, σῦκα καὶ μῆλα. ἔδοξε γοῦν ἠλίθιος ταῦτα ἐξισῶν ἡλίῳ.
Ἡ ἀφύη πῦρ ἐπὶ τῶν ταχέως λαμβανόντων· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. Ἡρακλῆς καὶ πίθηκος ἐπὶ τῶν ἀσυμβάτων. ΑΡΧΗ ΤΟΥ Θ. Θυμὸς ἔσχατον γηράσκει λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους. ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι.
Θαλάττιον ἐκ χαράδρας ὕδωρ ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ φιλοτιμουμένων. Θάσος ἀγαθῶν ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Θυμόσοφος ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν. Θάμυρις μαίνεται ἐπὶ τῶν συνετῶς μὲν βιούντων, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος τὴν οὐσίαν αὐτῶ δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται Θάμυρις.
ΑΡΧΗ ΤΟΥ Ι. Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. Ἰλιὰς κακῶν ἐπῄει ἐπὶ ταῖς μεγίσταις συμφοραῖς. Ἱππόλυτον μιμήσομαι ἐπὶ τῶν σωφρονεῖν βουλομένων.
Ἰχθὺν νήχεσθαι διδάσκεις ἐπὶ τῶν διδασκόντων ἃ ἐπίστανται. Ἰαλέμου ψυχρότερος Ἰάλεμον τὸν θρῆνον φασί· λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης γενέσθαι, κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν. Ἱερὰ ἄγκυρα ἡ μεγάλη βοήθεια.
Ἱππέας. καὶ ἵππον εἰς πεδίον προσκαλῇ ὅπερ ἐστί· τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν. Ἴσος πόλεμον οὐ ποιεῖ. Ἰσότης φιλότης. ΑΡΧΗ ΤΟΥ Κ. Κακοῦ κόρακος κακὸν ᾠόν ὅτι ἄβρωτόν ἐστιν αὐτὸ τὸ ζῷον, ἀλλὰ δὴ καὶ τὸ ᾠὸν αὐτοῦ. ἢ ἀπὸ Κόρακος ῥήτορος πρώτου διδάξαντος τὴν ῥητορικήν· τὸν γὰρ μαθητὴν αὐτοῦ μισθὸν ἀπαιτοῦντος, εἰς τὸ δικαστήριον, εἶπεν ὁ αὐτὸς μαθητής, ἴωμεν· καὶ εἰ μὲν νικήσεις, οὐ μεμάθηκα. εἰ δὲ ἡττηθήσῃ, οὐ λήψῃ μισθούς.
Κόσμει σπάρταν, ἣν ἔλαχες ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. Καδμεία νίκη ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. Κύκνειον ᾆσμα ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων. οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. Κορώνη τὸν σκορπίον ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων.
Κιλίκιοι τράγοι οἱ δασεῖς. ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται. Κρητίζειν ἀντὶ τοῦ ψεύδεσθαι· τοιοῦτοι γὰρ οἱ Κρῆτες. Καθάπερ αἱ τίτθαι σιτίζεις κακῶς. Κατόπιν ἑορτῆς ἥκεις ἐπὶ τῶν καλοῦ πράγματος ἀπολιμπανομένων.
Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Κολοφῶνα ἐπέθηκας ἤτοι τὸ τέλειον καὶ πλῆρες. ἐπὶ μεγάλων πραγμάτων καὶ βεβαίου ψήφου. Κἂν ἐπὶ νεκροῦ κερδαίνειν ἐπὶ τῶν κερδαινόντων ἐκ πενήτων ἢ τεθνεώτων. Καρκίνος λαγωὸν αἱρεῖ ἐπὶ τῶν ἀδυνάτων.
Κατὰ ῥοῦν φέρεται ἐπὶ τῶν εὐπλοούντων. Κεστρεὺς νηστεύει ἐπὶ τῶν λαιμάργων· ἄπληστον δὲ τὸ ζῷον. Κενὰ κενοὶ βουλεύονται. Κριὸς τροφεῖα ἀπέτισεν ἐπὶ τῶν ἀχαρίστων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας.
Κακὰ μὲν θρίπες, κακὰ δ’ ἶπες ἄμφω γὰρ λυμαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ τὰ κέρατα ἐσθίουσιν. Κανθάρου μελάντερος· καί· κανθάρου σοφώτερος ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην ἐπὶ τῶν καταξίως τιμωρουμένων.
Κακῶν πανήγυρις ἐπὶ πλήθους κακῶν. Κηροῦ εὐπλαστότερος ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. Καθ’ ἑαυτοῦ Βελλεροφόντης. Κερκωπίζειν ἀντὶ τοῦ δουλεύεσθαι καὶ ἀπατᾶν· μετενήνεκται δὲ ἀπὸ τῶν Κερκώπων. Κατὰ βοὸς εὔχου ἐπὶ τῶν μέγα βοώντων.
Κωφότερος κίχλης παρόσον ἄφωνον τὸ ζῷον. Κανθάρου σκιά ἐπὶ τῶν φοβουμένων, ἔνθα οὐ δεῖ. Κορυδέως εἰδεχθέστερος ἐπὶ δυσμορφίᾳ οὗτος διεβάλλετο. Κεκύλισται ὁ πίθος ἐπὶ τῶν κατὰ μίμησιν ἑτέρων μάτην τι ποιούντων.
Κύρβεις ξύλα πινακοειδῆ, ἐν οἷς τοὺς νόμους ἔγραφον. Κοινὰ τὰ τῶν φίλων. Κοσκίνῳ μαντεύεται ἐπὶ τῶν εὐτελῶν μάντεων. ΑΡΧΗ ΤΟΥ Λ. Λήμνια κακά ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτανον.
Λαγωὸς περὶ κρεῶν ἐπὶ τῶν κινδυνευόντων καὶ ἀγωνιζομένων. ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. Λύκος μάτην χανών· καί· Λύκος περὶ φρέαρ χορεύει ἐπὶ τῶν μάτην πονούντων. Λίνον λίνῳ κλώθεις ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων ἢ λεγόντων ἢ τῶν κατάλληλα.
Λύκος ἀετὸν φεύγει ἐπὶ τῶν ἀφύκτων. Λύδιον ἅρμα ἐπὶ τῶν ἐριζόντων ἐν ἀγῶσι καὶ πολὺ ἀπολιμπανομένων· ὁ γὰρ Πέλοψ Λυδὸς ὢν ἐνίκησε τὸν Οἰνόμαον τῷ ἰδίῳ ἅρματι καὶ ἔκτοτε ἡ παροιμία· Παρὰ Λύδιον ἅρμα θέειν.
Λευκῷ λίθῳ λευκὴ στάθμῃ. ἐπὶ τῶν τιθεμένων τὰς ψήφους ἀσαφεῖς καὶ φερούσας ἐπ’ ἀμφότερα καὶ ἀσθενεῖς αὐτόθεν. Λαγὼς καθεύδει ἐπὶ τῶν προσποιουμένων, ἤτοι πανουργευομένων. Λήμνιον βλέπεις ἤτοι πυρῶδες· ἐπειδὴ τὸ Λήμνιον πῦρ ἀπὸ τοῦ Ἡφαίστου.
Λέρνη κακῶν λίμνη ἦν, εἰς ἣν τὰ καθάρματα Ἕλληνες ἔβαλλον. Λεπτὴν πλέκει ἐπὶ τῶν πενιχρῶν. Λιβυκὸν θηρίον ἐπὶ τῶν πολυτρόπων· διὰ τὸ τὴν Λιβύην πολύθηρον εἶναι. Λυγκέως ὅμοιος ἤγουν ὀξυδερκής. Λυδὸς ἐν μεσημβρίᾳ ἐπὶ τῶν ἀκολάστων, ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων· οἱ γὰρ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.