Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες των γραμμάτων Λ, Μ και Ν

Ενότητα που περιλαμβάνει την καταγραφή και τον σχολιασμό παροιμιών για τα γράμματα Λάμδα, Μι και Νι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 6 από 7

Λήθαργος κύων ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. Λύκου πτερά ἐπὶ τῶν ἀδυνάτων. Λύχνον ἐν μεσημβρίᾳ ἅπτεις ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων. ΑΡΧΗ ΤΟΥ Μ. Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει ἐπὶ τῶν ἐκ μικροῦ κερδαίνειν σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.

Μηδικὴ τράπεζα ἐπὶ τῶν εὐπόρων. Μὴ μελαμπύγου τύχῃς μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. Μὴ πῦρ ἐπὶ πῦρ. Μὴ κινεῖν κακὸν εὖ κείμενον. Μὴ παιδὶ μάχαιραν μὴ τοῖς ἀπείροις ἐγχειρεῖν πράγματα, ἵνα μὴ καθ’ ἑαυτῶν χρήσωνται.

Μέλιτος μυελός ἐπὶ τοῦ ἄγαν ἡδέος. Μηδὲ μέλι μηδὲ μελίσσας ἐπὶ τῶν παραιτουμένων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. Μυσῶν λεία οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον.

Μὴ κίνει Καμάριναν λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησαμένου παρακούσαντες ἐβλάβησαν. Μωμήσεται μᾶλλον ἢ μιμήσεται ἐπὶ τῶν ἀπαιδεύτων. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία μέλισσα μέλι.

Μασχάλας αἴρειν ἐπὶ τῶν πολλάκις πινόντων. ΑΡΧΗ ΤΟΥ Ν. Νέμεσις δέ γε παρὰ πόδα βαίνει παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. Νῷ πείθου ὁμοία τῇ· θεῷ ἕπου. Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν ἐπὶ τοῦ μὴ ἐπαΐοντος. καὶ ἐπὶ τῶν ἀναισθήτων.

Νεφέλας ξαίνεις ἐπὶ τῶν ἀδυνάτων. Ναῦς ἱκετεύει πέτραν ἐπὶ τῶν σφόδρα ἀναισθήτων. ΑΡΧΗ ΤΟΥ Ξ. Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν ἐπὶ τῶν ἀδιορθώτων. Ξυρὸς εἰς ἀκόνην. Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται ἀντὶ τοῦ· θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν.

ΑΡΧΗ ΤΟΥ Ο. Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς τοῖς πράγμασιν. ὥσπερ καὶ οἱ τὰ ἱερεῖα προσάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύονται. Οὐκ ἂν αὖθις ἀλώπηξ λείπει τὸ ἁλώσεται. αὕτη γὰρ ἅπαξ διαφυγοῦσα πάγας, οὐ δευτέρως ἁλίσκεται.

Ὄνος ἄγει μυστήρια ἐπὶ τῶν ἀναξίως τι βασταζόντων. Ὄνου γνάθοι εἰς πολυφάγον. Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι τόποι δύσβατοι. λέγεται οὖν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων. Οἱ μὲν γὰρ οὐκέτ’ εἰσίν· οἱ δ’ ὄντες κακοί.

Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε ἐπὶ τῶν ὅπου μὴ προσήκει τοὺς τρόπους ἐπιδεικνυμένων. Μιλήσιος γὰρ ἐλθὼν εἰς Λακεδαιμονίους ἐδημηγόρησε πολλὰς τρυφὰς ἔχων· διὸ καὶ ἤκουσε ταῦτα. Οἶνος ὦ παῖδες ἀλήθεια.

Ὄνος εἰς ἄχυρα. Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται ἐπὶ τῶν ἀναισθήτων. Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ δεῖπνα ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων. εἰώθασι γὰρ ἐν τοῖς ἐπὶ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν κἂν ἔτυχον ὄντες φαυλότατοι.

Οἴκοθεν ὁ μάρτυς ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας. Ὄνος ἐν μελίσσαις ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λύρας ἀκούων ἐπὶ τῶν ἀξυνέτων. Ὄνῳ τις ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐπέσειεν ἐπὶ τῶν ἀνοήτων.

Ὁ κνὶψ ἐν χώρᾳ ἐπὶ τῶν ταχέως μεταπιπτόντων. κνὶψ γὰρ θηρίον ξυλοφάγον. Οἴκοι γενοίμην ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. Ὀστράκου μεταπεσόντος ἐπὶ τῶν ἀπροφασίστως μεταβεβλημένων. Ὀρνίθων γάλα. Οὐδὲν πρὸς ἔπος.

Οὐδὲν πρὸς τὴν χορδήν. Οὐδὲ κύων παύσαιτ’ ἂν ἅπαξ σκυτοτραγεῖν μαθοῦσα. Οὐδ’ ἴκταρ βάλλει ἀντὶ τοῦ· οὐδ’ ἐγγύς. Οὐδέποτ’ ἴσχει ἡ θύρα ἐπὶ τῶν πάντας ὑποδεχομένων καὶ ξενιζόντων. Οὐδ’ ἂν Ἐξηκεστίδης εὕροι τὴν εὐθεῖαν ὁδόν ἐθρυλλεῖτο ὁ Ἐξηκεστίδης ὡς πᾶσαν ὁδὸν γιγνώσκων διὰ τὴν χρόνιον πλάτην.