Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες των γραμμάτων Π έως Ψ

Ολοκλήρωση της αλφαβητικής συλλογής με τα γνωμικά που εκτείνονται από το γράμμα Πι έως το Ψι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 7 από 7

Ὁ Ταντάλου λίθος ὑπὲρ κεφαλῆς ταλαντεύεται ἀντὶ τοῦ φόβος ἡμᾶς ἔχει διηνεκής. Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου ἐπὶ τῶν εἰς χρόνον μακρὸν γενήσεσθαι μελλόντων. Πλίνθον πλύνεις ἐπὶ τῶν ἀδυνάτων.

Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς τοῦτό φασι Νύμφας πρὸς Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς πηγὴν καὶ τὴν οἰκείαν ποθοῦντα μορφήν. Πάνθ’ ὑπὸ μιᾶς Μύκονος ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων. Πρὸ τῆς νίκης ἐγκώμιον ᾄδεις ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα.

Πονηρὰ κατὰ τρυγόνα ψάλλεις ἐπὶ τῶν ἐπιπόνως ζώντων. Πολύποδος ὁμοιότης πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτούς. Ποταμὸς πρὸς θάλατταν ἐρίζει ἐπὶ τῶν ἀδυνάτων. Πενίη σοφίην ἔλαχε ἐπειδὴ οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.

Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. Παρὰ κωφῷ διαλέγῃ. Πρὸς σῆμα μητρυιᾶς κλαίει ἐπὶ τῶν προσποιουμένων. Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται. Πρὶν τοὺς ἰχθῦς λαβεῖν τὴν ἅλμην κυκᾷς ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων.

Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί ἐπὶ τῶν κατωφερῶν εἰς τὰ τῆς Ἀφροδίτης ἔργα. Πολλάκις μωρὸς ἀνὴρ κατακαίριον εἶπεν. Πτωχοῦ πήρα οὐκ ἐμπίμπλαται ἐπὶ τῶν ἀπλήστων. Ποικιλώτερος ὕδρας ἐπὶ τῶν δολερῶν. Πῦρ ἐπὶ δαλὸν ἐλθόν.

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. Πρὸς κέντρα λακτίζει. Προφάσεως δεῖται μόνον ἡ πονηρία. Πολλὰ ψεύδονται ἀοιδοί. Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους.

Πεινῶσαν ἀλώπεκα ὕπνος ἔρχεται. Πάντα πέτρον κινήσω, πάντα κάλων. Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. Χαμαιλέων ζῷόν ἐστιν εἰς ἅπαντα τὴν χρόαν μετατρέπων πλὴν λευκοῦ. Χελώνη μυιῶν ἐπὶ τῶν ἀφροντιστούντων τινός. Τῷ δ’ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν.

Χειρώνειον ἕλκος ἤτοι ἀνήκεστον. Χθόνια λουτρά τὰ τοῖς νεκροῖς ἐπιφερόμενα· ἐκόμιζον γὰρ εἰς τάφους λουτρά. Χύτραν ποικίλλειν ἐπὶ τῶν ἀδυνάτων. Χυτρεοῦς ἤτοι ὀστράκινος, εὐτελής. Χρυσὸς Κολοφώνιος οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάσαντο. καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν.

Χαλεπὸν χορίου κύνα γεύειν. Χρήματ’ ἀνήρ· πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός. Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. Χροῒ δῆλα φασὶ Φερεκύδην τὸν σοφὸν φθειριάσαντα τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τούτου πυνθανόμενον, προβάλλοντα τὸν δάκτυλον.

Χύτραις λημᾶν καὶ κολοκύνταις ἐπὶ τῶν ἀμβλυωπούντων. Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις ἐπὶ τῶν εἰκῆ λοιδορουμένων. ΑΡΧΗ ΤΟΥ Ψ. Ψύρα τὸν Διόνυσον τὰ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ πλησίον Χίου μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.

ΑΡΧΗ ΤΟΥ Ω. Ὠσὶν ἑστῶσιν ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι ὦτα εὐτρεπιζομένων. Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν ὅταν ἐλπίσας τις μεγάλα μικροῖς ἐντύχῃ. Ὣς ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι λέγεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργετούντων.