Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες και γνωμικά υπό το γράμμα Α
Καταγραφή και ερμηνεία παροιμιών και γνωμικών εκφράσεων που αρχίζουν από το γράμμα Α.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες και γνωμικά υπό το γράμμα Α
Καταγραφή και ερμηνεία παροιμιών και γνωμικών εκφράσεων που αρχίζουν από το γράμμα Α.
ΠΑΡΟΙΜΙΑΙ. ΑΡΧΗ ΤΟΥ Α. Ἀρχαικὰ φρονεῖς ἤτοι εὐήθη. Ἀβυδηνὸν ἐπιφόρημα τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδὲς ἐμποιοῦντας τοῖς δαιτυμόσι.
Ἄβρωνος βίος ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγένετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. Ἀδεὲς δέος ἐπὶ τῶν μάτην δεδοικότων. Ἀγαμεμνόνεια φρέατα Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν.
Ἀγαμέμνονος θυσία ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτου ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων. Ἀγαθώνειος αὔλησις ἡ ἡδίστη καὶ εὐφραντική.
Ἀνδριὰς σφυρήλατος ἐπὶ τῶν ἀναισθήτων. Ἀγέλαστος πέτρα ἐπὶ τῶν λύπης προξένων. ἐφ’ ᾗ Δημήτηρ ὅτε τὴν κόρην ἐζήτει ἐκάθισεν. Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά ἐπὶ πλήθους ἀγαθῶν λέγεται.
Ἁγνότερος πηδαλίου παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον καθαρὸν ἐστίν. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ἀδώνιδος κῆπος ἐπὶ τῶν ὀλιχρονίων καὶ ἀώρων καὶ μὴ ἐῤῥιζομένων.
Ἄλλος οὗτος Ἡρακλῆς ἐπὶ τῶν ἰσχυρῶν. Ἅλις δρυός ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα μεταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου. Ἅλα καὶ κύαμον ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμένων, οὐκ εἰδότων δέ. οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.
Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. Ἄϊδος κυνῆ ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τοῦ Ἄϊδος. Αὐτοὶ χελώνας ἐσθίετε εἴπερ ἔχετε ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν. ὁ δὲ τὸ προκείμενον εἶπε.
Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Αἱροῦντες ᾑρήμεθα ἐπὶ τῶν ἐλπισάντων νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἰάντειος γέλως ἐπὶ τῶν παραφρόνως γελώντων.
Ἀνίπτοις χερσίν ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. Ἀκόνην σιτίζεις ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδενὶ δὲ εἰς σῶμα ἐπιδιδόντων. Ἀκέφαλος μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων. Ἄλλως ᾄδεις ἐπὶ τῶν μάτην πονούντων.
Ἅμ’ ἔπος, ἅμ’ ἔργον ἐπὶ τῶν ὀξέως ἀνυομένων. Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀντιπελαργεῖν ἀντιδιδόναι χάριτας. λέγεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν.
Ἄπληστος πίθος ἐπὶ τῶν γαστριμάργων. Ἀνέμους γεωργεῖς πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἄνθρωπος ἀνθρώπου δαιμόνιον ἐπὶ τῶν ἀπροσδοκήτως ὑπ’ ἀνθρώπου σωζομένων. Ἄξιος τοῦ παντός ἐπὶ τῶν σφόδρα τιμίων.
Ἀεὶ γέροντι νέαν ποτὶ βάλλει κούρην ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος ἐπὶ τῶν εὐγενῶν. Ἀνέμου παιδίον ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων.
Ἀπὸ βαλβῖδος ἤτοι ἀπ’ ἀρχῆς δεῖ καλὸν εἶναι. Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. Ἅπας ἐχῖνος τραχύς ἐπὶ τῶν δυσκόλων καὶ δυστρόπων. ἐξαιρετῶς δὲ ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.
Ἀρχαιότερα τῆς διφθέρας λέγεις ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος. Ἀφ’ ὑψηλοῦ μου καταγελᾷς ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων· ὡσανεὶ, πάνυ μου καταφρονεῖς.
Ἀργούντων χορός ἐπὶ τῶν κακὰ ποιούντων. ΑΡΧΗ ΤΟΥ Β. Βασίλειος ὀφθαλμός τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν. Βάτραχος Σερίφιος ἐπὶ τῶν ἀφώνων. Βάλλ’ ἐς ὕδωρ ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέθρου ἀξίων.
Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ’ εὑρήσεις ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. Βὴξ ἀντὶ πορδῆς ἐπὶ περδόντων καὶ προσποιουμένων. Βοῦς ἐν πόλει ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.