Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες από τα γράμματα Ρω έως Ύψιλον
Ολοκλήρωση της ενότητας με την ερμηνεία παροιμιών και γνωμικών φράσεων που εντάσσονται στα γράμματα Ρω, Σίγμα, Ταυ και Ύψιλον.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες από τα γράμματα Ρω έως Ύψιλον
Ολοκλήρωση της ενότητας με την ερμηνεία παροιμιών και γνωμικών φράσεων που εντάσσονται στα γράμματα Ρω, Σίγμα, Ταυ και Ύψιλον.
Ῥόδιοι τὴν θυσίαν ἐπὶ τῶν ἐν ἱεροῖς βλασφημούντων. Ῥαχίας λαλίστερος ἐπὶ τῶν ἀδολέσχων· ψόφον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν. Ῥαδαμάνθυος κρίσις ἡ δικαιοτάτη. Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν.
Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ῥηγίνων δειλότερος. Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. Συνῆλθεν ἀτταγᾶς νουμηνίῳ. Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. Συγγνώμη πρωτοπείρῳ ἐπὶ τῶν ἐν πρώτοις ἁμαρτανόντων. Σαρδώνιος γέλως ὁ προσποιητὸς καὶ μὴ ἐκ χαιρούσης καρδίας.
Σικελικὴ τράπεζα, καὶ, Συβαριτική. Σοφία μωροῦ ἐπὶ τῶν ἀσύνετα λαλούντων. Σὲ δ’ οἰωνίσαιτ’ ἄν τις ἰδών καὶ τό, Τὸν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο. Τοιοῦτον Θεμιστοκλῆς οὔποτ’ ἐνόησε σοφίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο.
Τυφῶνος πολυπλοκώτερον. Ταντάλου τάλαντα ἐπὶ τῶν σφόδρα πλουσίων. Τὸν Κολοφῶνα ἐπέθηκας ἐπὶ μεγάλων πραγμάτων· καὶ ἐπὶ βεβαίου ψήφου. Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσσῃ τοῦ μεθύοντος. Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν.
Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην. Τὸν ξύοντα ἀντιξύειν ἀπὸ μεταφορᾶς τῶν ὄνων· ἀλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούντων ἢ ἀντιβλαπτόντων ἀλλήλους. Τοῦ Κροίσου παιδὸς σιγηλότερος.
Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γίνῃ οἱ γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο. Τὸ Ἱππάρχου τειχίον Ἵππαρχος ὁ Πεισιστράτου παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Ἀθηναίους εἰς τἀναλώματα ἀναγκάσας.
Τὸν ἐγκέφαλον κατασεσεῖσθαί μοι δοκεῖς. Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον· ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δὲ ἐγώ. Τοῦ σελίνου δεῖται ἐπὶ τῶν ἰσχυρῶς νοσούντων. εἰώθασι γὰρ στεφανοῦν σελίνοις τὰ μνήματα.
Τραγικὸς πίθηκος ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων. Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον. Ὑπὲρ ὄνου σκιᾶς ἐπὶ τῶν ὑπὲρ μηδὲν πονούντων. Ὑπὸ παντὸς λίθου σκορπίος εὕδει ἐπὶ κακοήθων. Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὅμοιον τό, Ὑπερβάθμιον πόδα τείνεις.
Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίζῃ καὶ κινδυνεύεις. Ὑπηνέμια τίκτει ψευδῆ καὶ ἀβέβαια. Ὕδραν τέμνεις ἐπὶ τῶν ἀμηχάνων. Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ὗς ὑπὸ ῥόπαλον ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.
Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος νωθροὶ γὰρ δοκοῦσι οἱ Φρύγες οἰκέται. Φρυνώνδας ἄλλος ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων. Χαλεπὸν χορίου κύνα γεύειν. Χρήματ’ ἀνήρ· πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός.
Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. Χροῒ δῆλα φασὶ Φερεκύδην τὸν σοφὸν φθειριάσει τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τούτου πυνθανόμενον προβαλόντα τὸν δάκτυλον· Χροὶ δῆλα. Χύτραις λημᾶν καὶ κολοκύνταις ἐπὶ τῶν ἀμβλυωπούντων.
Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις ἐπὶ τῶν εἰκῆ λοιδορουμένων· ἐπιφέρει γὰρ Νῦν δὲ κόσμος τοῦτ’ ἐστί μοι. Ὡς ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι λέγεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργετούντων.
Ὠσὶν ἑστῶσιν. Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν παρατόξευσις ἡ ἔξω τοῦ σκοποῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.