Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες από τα γράμματα Ξι έως Πι

Παράθεση σειράς αρχαίων ρητών και παροιμιών από τα γράμματα Ξι, Όμικρον και Πι, μαζί με την αλληγορική τους σημασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 5 από 6

Ναῦς ἱκετεύει πέτραν ἐπὶ τῶν σφόδρα ἀναισθήτων. Ξυρὸς εἰς ἀκόνην. Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν ἐπὶ τῶν ἀδιορθώτων. Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς· ὥσπερ καὶ οἱ τὰ ἱερὰ προσάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύονται περὶ αὐτῶν.

Οὐκ ἂν αὖθις ἀλώπηξ λείπει τὸ ἁλώσεται· αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται. Ὄνος ἄγει μυστήρια ἐπὶ τῶν ἀναξίως τι ἐμπεπιστευμένων. Ὄνου γνάθοι εἰς πολυφάγον. Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι τόποι δύσβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβὰς ποιουμένων.

Οἱ μὲν γὰρ οὐκέτ’ εἰσὶν, οἱ δ’ ὄντες κακοί. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπιτηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα.

Οἶνος, ὦ παῖδες, ἀλήθεια. Ὄνος εἰς ἄχυρα. Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται ἐπὶ τῶν ἀναισθήτων. Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν, κἂν ἔτυχον ὄντες φαυλότατοι.

Οἴκοθεν ὁ μάρτυρ ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας. Ὄνος ἐν μελίσσαις ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λύρας ἀκούων ἐπὶ τῶν ἀξυνέτων. Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέσειεν. Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον.

Παρὰ κωφῷ διαλέγῃ. Πρὸς σῆμα μητρυιᾶς κλαίει ἐπὶ τῶν προσποιουμένων. Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται ἐπὶ τῶν δυσαλώτων. Πρὶν τοὺς ἰχθῦς λαβεῖν, τὴν ἅλμην κυκᾷς ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί ἐπὶ τῶν κατωφερῶν εἰς τὰ τὴς Ἀφροδίτης ἔργα.

Πολλάκι μωρὸς ἀνὴρ κατακαίριον εἶπε. Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου. Πλίνθον πλύνεις ἐπὶ τῶν ἀδυνάτων. Πτωχοῦ πήρα οὐ πίμπλαται ἐπὶ τῶν ἀπλήστων. Ποικιλότης ὕδρας ἐπὶ τῶν δολερῶν. Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς.

Πῦρ ἐπὶ δαλὸν ἐλθόν. Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. Πρὸς κέντρα λακτίζειν. Προφάσεως δεῖται μόνον ἡ πονηρία. Πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον. Πολλὰ ψεύδονται ἀοιδοί.

Ποταμὸς πρὸς θάλατταν ἐρίζει ἐπὶ τῶν ἀδυνάτων. Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται. Πενίη σοφίην ἔλαχεν. Πάντα πέτρον κινήσω. Πάντα κάλων. Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας.