Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες από τα γράμματα Κάππα έως Μι

Ερμηνεία και πρακτική εφαρμογή επιλεγμένων παροιμιών που αρχίζουν από τα γράμματα Κάππα, Λάμδα και Μι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 6

Καδμεία νίκη ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. Κύκνειον ᾆσμα ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. Κορώνη τὸν σκορπίον ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων. Κιλίκιοι τράγοι οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται.

Κρητίζειν ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοιοῦτοι γὰρ οἱ Κρῆτες. Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν. Κατόπιν ἑορτῆς ἥκεις ἐπὶ τῶν καλοῦ πράγματος ἀπολιμπανομένων.

Κολοφῶνα ἐπέθηκας ἤτοι τὸ τέλειον καὶ πλῆρες. Κατὰ ῥοῦν φέρεται. Καρκίνος λαγωὸν αἱρεῖ ἐπὶ τῶν ἀδυνάτων. Κενοὶ κενὰ βουλεύονται. Κεστρεὺς νηστεύει ἐπὶ τῶν λαιμάργων· ἄπληστον δὲ τὸ ζῶον. Κριὸς τὰ τροφεῖα ἀπέτισεν ἐπὶ τῶν ἀχαρίστων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας.

Κακὰ μὲν θρίπες, κακὰ δ’ ἴπες ἄμφω γὰρ λυμαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν. Λήμνια κακά ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν. Λαγωὸς περὶ κρεῶν ἐπὶ τῶν κινδυνευόντων καὶ πρὸς τοῦτο ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει.

Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χορεύει ἐπὶ τῶν μάτην πονούντων. Λύκου πτερὸν ζητεῖς ἐπὶ τῶν ἀδυνάτων. Λίνον λίνῳ κλώθεις ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα. Λύκος ἀετὸν φεύγει ἐπὶ τῶν ἀφύκτων.

Λύδιον ἅρμα ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ Λύδιον θέεις. Λευκῷ λίθῳ λευκὴ στάθμη. Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει. Μηδικὴ τράπεζα. Μέλιτος μύελον ἐπὶ τοῦ ἄγαν ἡδέος. Μηδὲ μέλι μηδὲ μελίσσας ἐπὶ τῶν παραιτουμένων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ.

Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. Μυσῶν λεία οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον. Μὴ κίνει Καμάριναν λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακούσαντες ἐβλάβησαν. Μωμήσεται μᾶλλον ἢ μιμήσεται ἐπὶ τῶν ἀπαιδεύτων.

Μὴ παιδὶ μάχαιραν. Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι. Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων. Νεφέλας ξαίνεις ἐπὶ τῶν ἀδυνάτων.