Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Παροιμίες από τα γράμματα Έψιλον έως Ιώτα
Καταγραφή και εννοιολογική ανάλυση γνωμικών και μεταφορικών φράσεων από το Έψιλον έως το Ιώτα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παροιμίες από τα γράμματα Έψιλον έως Ιώτα
Καταγραφή και εννοιολογική ανάλυση γνωμικών και μεταφορικών φράσεων από το Έψιλον έως το Ιώτα.
Ἐπιμενίδου ὕπνος ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. Ἐς Τροφωνίου μεμάντευσαι ἐπὶ τῶν σκυθρωπῶν καὶ ὠχρῶν. Ἐν ἅλῳ δρασκάζεις ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. Ἔστω ταμίας, τἄλλα δ’ εἰ βούλει κύων ἐπὶ τῶν παρ’ ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων.
Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων. Εἰς ἀρχαίας φάτνας ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. Ἐν δυοῖν τρία βλέπεις ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ὁρώντων.
Ἐκπερδικίσαι ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρασκόντων τοὺς θηρευτάς. Ἐλέφαντα ἐκ μυίας ποιεῖς ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ. Ἐμαυτῷ βαλανεύσω ἐμαυτῷ διακονήσω. Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας ἐπὶ τῶν ὅμοια πασχόντων.
Εὕδοντι κύρτος αἱρεῖ ἐπὶ τῶν εὐτυχούντων. Ἔνεστι καὶ μύρμηκι χολή ὅτι μηδὲ τοῦ μικροῦ δεῖ καταφρονεῖν. Ἑρμῆς ἀμύητος. Ἐκ τετρημένης κύλικος πιεῖν ἐπὶ τῶν ἐψευσμένων φίλων. Ἐν μέλιτι σαυτὸν κατακρύπτεις ἐπὶ τῶν συζώντων ἡδυπαθείαις.
Ἐνδύεται τὴν λεοντῆν. Ἐνδυμίωνος ὕπνον ὑπνώττει ἐπὶ τῶν πολλὰ κοιμωμένων. Εἴληφεν ἡ παγὶς τὸν μῦν ἐπὶ τῶν ἀξίως ἁλισκομένων. Ἐν τριόδῳ εἰμὶ λογισμῶν ἐπὶ τῶν ἀπορούντων. Ἐν φρέατι κυσὶ μάχεσθαι. Ἐκδεδαρμένον δέρεις ἐπὶ τῶν μάτην πονούντων· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς.
Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῆ. Πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν. Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτ’ ἐκπλεῖν ἐᾷ ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων.
Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. Ἐκτὸς πηλοῦ πόδα ἔχεις ἐπὶ τῶν ἔξω κινδύνων ὄντων. Ἐκ τριχὸς κρέμαται ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ. Εὐγενὴς ἐκ βαλαντίου ἐπὶ τῶν διὰ πλούτου τιμωμένων. Ἔγχος ἐπὶ τῷ ἔγχει γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος.
Ἐλεύθεραι αἶγες ἀρότρου ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Εἰς κόλπον πτύεις ἀντὶ τοῦ, οὐ μεγαλοῤῥημονεῖς. Ἐν πίθῳ τὴν κεραμείαν ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων. Ἐν σκότει ὀρχεῖσθαι ἐπὶ τῶν ἀμαρτύρως μοχθούντων.
Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα. Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα ἐπὶ τῶν ἀτυχεστάτων. Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν ἐπὶ ἰωμένων δι’ ἁμαρτημάτων ἁμαρτήματα.
Ἡ κύων ἐν τῇ φάτνῃ πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν οὐκ ἐσθίει μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ. Ἦσαν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτηθεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλίθιος ταῦτα ἐξισῶν Ἡλίῳ.
Ἡρακλέους θυσία ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων. Ἡ ἀφύη τὸ πῦρ ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. Θυμὸς ἔσχατον γηράσκει λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι.
Θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. Θάσος ἀγαθῶν ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Ἱερὰ ἄγκυρα ἡ μεγάλη βοήθεια. Ἰσότης φιλότης. Ἴσος πόλεμον οὐ ποιεῖ.
Ἰλιὰς κακῶν. Ἱππόλυτον μιμήσομαι ἐπὶ τῶν σωφρόνως βιούντων. Ἱππέας εἰς πεδίον προκαλεῖ ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα. Κακοῦ κόρακος κακὸν ὠόν. Κόσμει Σπάρταν ἣν ἔλαχες ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.