Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι

Γρηγόριος Βʹ Κύπριος

Παροιμίες από τα γράμματα Βήτα έως Δέλτα

Συνέχεια της αλφαβητικής συλλογής με την παράθεση και εξήγηση των παροιμιών που ξεκινούν από τα γράμματα Βήτα, Γάμμα και Δέλτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 6

Ἀρότρῳ ἀκοντίζεις ἐπὶ τῶν ἀσκέπτως τι ποιούντων. Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. Βοιώτιος νοῦς ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. Βοιώτιος νόμος ἐπὶ τῶν κατ’ ἀρχὰς ἠρεμούντων, ὕστερον δὲ ταρασσόντων.

Βάσανος λίθος ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. Βοιώτια αἰνίγματα ἐπὶ τῶν ἀσυνέτων· Βοιωτὴ γὰρ ἡ Σφίγξ. Βοῦς ἐπὶ γλώσσης ἐπὶ τῶν δωροδοκουμένων· διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν.

Γόνυ κνήμης ἔγγιον ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Γέροντα δ’ ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ. Γλυκεῖ ὀπώρα φύλακος ἐκλελοιπότος ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. Γραῦς βακχεύει ἐπὶ τῶν παρ’ ὥραν τι διαπραττομένων.

Γραῶν ὕθλοι. Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα. Γῆς βάρος ἐπὶ τῶν ἀχρήστων. Γλυκὺς ἀπείρῳ πόλεμος. Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.

Γύγου δακτύλιος ἐπὶ τῶν πολυμηχάνων. Γυμνότερος παττάλου. Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύεται ἐπὶ τῶν παραδόξων. Γυναικὶ μὴ πίστευε, μηδ’ ὅταν θάνῃ. Γέλως Ἰωνικός ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο.

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. Γλαῦκα εἰς Ἀθήνας ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολλαὶ εἰς Ἀθήνας γλαῦκες. Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων.

Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. Δωδωναῖον χαλκεῖον ἐπὶ λάλου.

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων. Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι. Δέδοται καὶ κακοῖς ἄγρα. Δεύτερος πλοῦς. Δελφῖνα λεκάνη οὐ χωρεῖ.