Ἔργον
Γρηγόριος Βʹ Κύπριος – Παροιμίαι
Εισαγωγή και παροιμίες από το γράμμα Άλφα
Ο τίτλος της συλλογής, η εισαγωγή και οι παροιμίες που ξεκινούν με το γράμμα Άλφα, συνοδευόμενες από σύντομες ερμηνείες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή και παροιμίες από το γράμμα Άλφα
Ο τίτλος της συλλογής, η εισαγωγή και οι παροιμίες που ξεκινούν με το γράμμα Άλφα, συνοδευόμενες από σύντομες ερμηνείες.
ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος.
Ἀγορὰ Κερκώπων ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ. Ἀετοῦ γῆρας, κορύδου νεότης. Ἀγαθὰ Κιλίκων ἐπὶ τῶν οὐ καλῶς πλουτούντων· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν.
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. Ἀδώνιδος κῆπος ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων.
Ἄλλην δρῦν βαλάνιζε ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων. Ἅλα καὶ κύαμον ἐπὶ τῶν μὴ εἰδότων καὶ προσποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.
Αἴρειν μασχάλην ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρηται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. Αἲξ τὴν μάχαιραν. Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τροπαῖον ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα κατορθούντων. Ἀεὶ κολοιὸς πρὸς κολοιόν καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον.
Ἀμαλθείας κέρας ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι’ οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. Ἀετὸν ἵπτασθαι διδάσκεις. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι ἐπὶ τῶν ἀξίως τιμωμένων.
Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. Ἀετὸς ἐν νεφέλαις ἐπὶ τῶν δυσαλώτων. Ἀληλεσμένος βίος ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. Ἀνάγυρον κινεῖς ἐπὶ τῶν προξενούντων ἑαυτοῖς κακά· Ἀνάγυρος γάρ τις ἥρως ἐκάκου τοὺς γείτονας.
Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. Ἀετὸς θρίπας ὁρᾷ ἐπὶ τῶν καταφρονούντων τινῶν. Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ ἐπὶ τοῦ ἀηδοῦς. Ἀλώπηξ οὐ δωροδοκεῖται ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.
Ἀεὶ φέρει τι Λιβύη κακόν ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων τι νέον κακόν. Ἄνω ποταμῶν χωροῦσι πηγαί ἐπὶ τῶν ἐναντίως λεγομένων. Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. Ἀργύρου κρῆναι λαλοῦσιν ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων.
Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός ἤτοι φυλάττου, ἰωνικῶς. Ἀράβιος αὐλητής ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἄϊδος κυνῆ. Ἄκρῳ ἅψασθαι δακτύλῳ. Αἵματι κλαίειν καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων.
Αἱ χάριτες γυμναί ὅτι δεῖ τὴν δωρεὰν ἀκενοδόξως εὐεργετεῖν. Ἀκόνην σιτίζεις ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις.
Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι ἐπὶ τῶν λάλων καὶ φάγων. Ἀνδρὸς γέροντος σταφὶς τὸ κράνιον ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων.
Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπεισρέει ἐπὶ τῶν μάτην πονούντων. Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας. Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις ἐπὶ τῶν ἀχαρίστων.
Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. Ἄμμες ποτ’ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω. Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐλθὼν ἐπρίατο ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων.
Ἄπληστος πίθος. Ἀνέμους γεωργεῖν ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαγχανόντων. Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. Ἀντὶ πέρκης σκορπίον ἐπὶ τῶν τὰ χείρω αἱρουμένων. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει Παθὼν δέ τε νήπιος ἔγνω.
Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται. Ἄρκτου παρούσης ἴχνη ζητεῖς ἐπὶ τῶν προδήλων. Ἀετὸν κάνθαρος μαιεύεται ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.
Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι. Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. Ἀλώπηξ τὸν βοῦν ἐλαύνει ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δὲ δυσημερούντων.
Ἅμα δίδου καὶ λάμβανε ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ἄνθρακες ὁ θησαυρὸς γέγονεν ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. Ἅπαντα τοῖς σοφοῖς εὔκολα ἐπὶ τῶν διὰ φρόνησιν καὶ τῶν δυσκόλων περιγινομένων.
Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρατήσεις. Ἅπας ἐχῖνος τραχύς. Ἀσκὸν δέρεις ἐπὶ τῶν ἀνοήτως τι πραττόντων. Αὐλητοῦ βίον ζῇς ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. Ἀποτίσεις χοῖρε γίγαρτα ἤτοι ἃ ἔφαγες ἀποδώσεις.
Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. Ἀπὸ κώπης ἐπὶ βῆμα ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων. Αὑτὸν οὐ τρέφων κύνας τρέφεις ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλομένων.
Ἁλῶν μέδιμνον ἀποφαγών ἐπὶ τῶν ἀχαρίστων. Ἅμαξα τὸν βοῦν ἕλκει ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. Ἁμαξιαῖα ῥήματα ἐπὶ τῶν μεγάλων λόγων. Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων.
Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι ὅμοιον καὶ τό· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι. Ἀνεῳγμέναι Μουσῶν θύραι. Ἀρχὴ ἄνδρα δείκνυσιν. Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν.
Ἀρίγνωτος σμάραγδος ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός. Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν. Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.