Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Περὶ τῆς ἑαυτοῦ βιοτῆς

Γρηγόριος Βʹ Κύπριος

Πρώιμα χρόνια και αναχώρηση από την Κύπρο

Η καταγωγή του συγγραφέα, η στοιχειώδης εκπαίδευσή του στην Κύπρο υπό λατινική κυριαρχία και η διαφυγή του προς την Ανατολή με σκοπό την απόκτηση ανώτερης παιδείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 4

Γρηγορίου τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου οἰκουμενικοῦ πατριάρχου περὶ τοῦ καθ’ ἑαυτὸν βίου ὡς ἀπ’ ἄλλου προσώπου Πατρὶς μὲν τῷ συντεταχότι τὴν βίβλον, Κύπρος ἡ νῆσος. Πατέρες δὲ καὶ πατέρων πατέρες καὶ ὅλως ἡ ἄνω τοῦ γένους σειρά, οἱ πλούτου τε τὰ πρῶτα καὶ τῆς πατρίδος ἔχοντες ἕως οὔπω βαρβάροις ἔλαχεν ἰταλοῖς τὸ ἐκεῖσε δουλεύειν ἑλληνικόν. Ἐπεὶ δ’ ἐδούλευσαν, καὶ τῆς κοινῆς συμφορᾶς καὶ αὐτοί γε μετέσχον, μέτρια καὶ ἔχοντες καὶ τιμώμενοι καὶ ὅσα μήτ’ εἰς πένητας αὐτοὺς καὶ τοὺς πολλοὺς καὶ ἀδόξους ἐνέγραφε, μήτ’ εἰς τοὺς ἁδροὺς καὶ βαθυπλούτους, συνέταττε.

Γεννᾶται τοίνυν ἐν τῇ νήσῳ καὶ τρέφεται παρὰ τοῖς γονεῦσιν ἕως αὐτὸν ἔδει φοιτᾶν ἐς γραμματιστῶν. Ὡς δὲ τῆς τούτων ἐπιστήμης παρῆλθε τὴν χρείαν, παρῆλθε δ’ ἐν πάνυ νέᾳ τῇ ἡλικίᾳ, δοκῶν εὖ πεφυκέναι τὴν ψυχὴν πρὸς μαθήματα, καὶ ἀδικοῖτ’ ἂν μὴ τούτοις ἐμβιβαζόμενος, εἰς τὴν Καλλινικισέων πλείονος παιδεύσεως ἕνεκεν πέμπεται, δοκοῦσαν τέως τὴν πόλιν ἐκείνην ἀνδρῶν εὐτυχεῖν πολὺ πλέον εἰδότων παρὰ τοὺς ἐξ ἀρχῆς παιδευτάς, κἂν εὐτύχει ταῖς ἀληθείαις ἑνὸς οὐδενός. Καὶ γὰρ ὡς ἦν ἀκούειν τῶν πρεσβυτέρων ἐξηγουμένων, ἑξηκοστὸν ἔτος εἰς αὐτοὺς εἶναι ἐξ οὗπερ εἰς ἑτερογλώσσους τὰ τῆς νήσου κράτη μετέπεσε, καὶ παρ’ ὅλον τουτονὶ τὸν χρόνον μηδένα φανῆναι ἄλλο τι παρὰ τὰ συνήθη ταῦτα καὶ ταπεινὰ τῶν γραμμάτων ἀσκήσαντα. Τὰ πρὸ τούτου δέ, εἰ ἄρα τις γέγονε τῶν λεγομένων σοφῶν, ἄδηλον αὐτοῖς εἶναι καὶ λέγειν μὴ δύνασθαι. Ὅθεν καὶ ὡς οὐκ ἦν οὐδ’ ἐνταῦθα ἄξιόν τι τῆς φύσεως ἐκμελετᾶν, δεύτερος, ὅ φασι, πλοῦς, καὶ εἰς παιδευτήρια Ῥωμαίων φοιτᾷ, γραμματικῆς ἐν τούτοις τῆς κατὰ τὴν πάτριον Λατίνων παραδιδομένης φωνήν. Τούτοις μὲν οὖν ἐνδιέτριψε χρόνον οὐχὶ συχνὸν καὶ σκιᾶς ἔδοξε γραμματικῆς ἀλλ’ οὐκ αὐτῆς γε τῆς τέχνης ἀπόνασθαι.

Αἴτιον δὲ ἥ τε τοῦ χρόνου βραχύτης καὶ ἡ τῶν διδασκάλων φωνή, ἀλλόθρους τις οὖσα καὶ νόθος καὶ τῷ νέῳ σὺν πολλῷ καὶ μεγάλῳ καταλαμβανομένη τῷ μόχθῳ, ἧς ἄνευ οὐδ’ ἦν τῆς τέχνης ἀποπειράσασθαι. Ὥστε καὶ συνέβαινε διπλοῦν ἀνθ’ ἁπλοῦ τὸν πόνον ὑφίστασθαι, τοῦτο μέν, τὰς φωνὰς ὅτι δὴ καὶ σημαίνοιεν ζητοῦντι μαθεῖν, τοῦτο δέ, καὶ τὰς τῆς ὑποκειμένης τέχνης περινοίας καταλαβεῖν. Ὑπὸ δὴ τῆς αὐτῆς αἰτίας οὐδὲ τῆς λογικῆς Ἀριστοτέλους ἐνταῦθα διδασκομένης, ἄξιόν τι λόγου παρείληφε πλὴν ὅσον τὰ ἐς εἰσαγωγὴν τοῦ μαθήματος εἰδέναι καὶ ταῦτα πῶς ἀμυδρῶς.

Δυσχέρεια γὰρ ἐμβαθύνειν τοῖς λεγομένοις τοὺς καὶ τῶν φωνῶν αὐτῶν ὡς ἐλάχιστα ἐπαΐοντας. Ἀλλ’ ὡς ἑαυτὸν οὐ κατ’ ἐπιθυμίαν προβαίνοντα ἑώρα, αὐθάδους λαχὼν φύσεως καὶ πονεῖν οὐκ ἀνεχομένης— ἢ γὰρ ἔδει τὸ πᾶν ἔχειν κατειληφυῖαν ἢ καθάπαξ ὀλιγωρεῖν τοῦ σπουδάσματος προσταλαιπωρεῖν ἥκιστα βουλομένην—, ἐπὶ τὴν πατρῴαν ἑστίαν, ἄγων ἐκ γενέσεως ἔτος πεντεκαιδέκατον, ἀναστρέφει καὶ τοῦ λοιποῦ κυνηγεσίων μὲν αὐτῷ καὶ τοιούτων τινῶν ἔμελε διατριβῶν· λόγων δὲ ἐπεθύμει μέν, ἐπεστρέφετο δὲ ὡς ἥκιστα τῷ μὴ ἔχειν αὐτοὺς τῇ Ἑλλήνων παραλαμβάνειν φωνῇ δι’ ἧς ἂν αὐτῷ καὶ ῥᾴστη ἡ ἐκείνων ἐγένετο ἄσκησις. Καὶ τοίνυν ἐκ τῆς ἐπιθυμίας ταύτης ἠρεμεῖν οὐκ ἐπιτρεπόμενος, ὀχληρὸς ὁμοῦ καὶ λυπηρὸς τοῖς γονεῦσι καθίστατο, ἐφοδιάζειν ἐκ τῶν ἐνόντων καὶ τῆς πατρίδος ἐκπέμπειν ζητῶν, καί γε παραπέμπειν ἐς τὰς ἐν Νικαίᾳ διατριβὰς ὅπου καὶ λόγος ἐκράτει γενομένῳ τινὶ αὐτὰς ἐξεῖναι δοκεῖν, τά γ’ ἐς σοφῶν ἀνδρῶν ἀφθονίαν, τὰς παλαιὰς Ἀθήνας ὁρᾶν. Οἱ δέ, φύσεώς τε καὶ ἰσχυροτέρας ἀνάγκης δεσμοῖς ἐχόμενοι τοῦ παιδός, οὐκ ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκον καὶ πρότερον ἑτοίμως ἔχειν ἐνδιδόναι τῷ βουλομένῳ τὴν ζωὴν ἀφαιρεῖν πρὶν ἑκόντας ἐν τοσούτῳ τῆς ἡλικίας ἐς ξένην στέλλεσθαι τὸν υἱὸν συγχωρεῖν.

Στάσις οὖν ἑκατέρωθεν ἦν καὶ τῇ στάσει δυοῖν ἐτέοιν χρόνος ἐτρίβετο, ἕως συνιδὼν ὁ νεανίας ὅτι νικῷεν ἂν οἱ τεκόντες, ἀεὶ ἐκ τοῦ φανεροῦ τῶν λόγων πρὸς αὐτοὺς γινομένων, σκήπτεται μεθεῖναι τὴν γνώμην, ἡσυχίαν δὲ ἄγειν, καὶ καθ’ ὅ τι ἂν ἐκεῖνοι κύριοι καὶ γονεῖς ὄντες κελεύοιεν, ἕπεσθαι. Οὕτω σκηψάμενος καί τινα χρόνον τῷ πλάσματι ἐφησυχάσας βραχύν, ἵν’ οὕτω τὴν τοῦ μένειν βεβαιώσηται γνώμην, λαθὼν πᾶσαν πάντων αἴσθησιν, οἰκείων τε καὶ συγγενῶν, ἀπαναστὰς τῆς πατρίδος νηός τ’ ἐπιβὰς καὶ ἐπιφόρῳ παρὰ τὸν πλοῦν χρησάμενος πνεύματι, τριταῖος εἰς Πτολεμαΐδα τὴν ἐν Παλαιστίνῃ κατάγεται, κἀντεῦθεν εἰς Ἄναιαν τῆς Ἀσίας, δευτέρῳ πλῷ, χαλεπῷ τούτῳ καὶ λίαν ἐπικινδύνῳ, κἀκεῖθεν εἰς Ἔφεσον ἥκει.