Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Περὶ τῆς ἑαυτοῦ βιοτῆς

Γρηγόριος Βʹ Κύπριος

Αναζήτηση παιδείας και σπουδές στη Νίκαια

Οι περιπλανήσεις για την ανεύρεση διδασκάλων, η απογοήτευση από το επίπεδο σπουδών στη Νίκαια και η μετέπειτα μαθητεία του κοντά στον Γεώργιο Ακροπολίτη μετά την ανάκτηση της Κωνσταντινούπολης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 4

Ἔνθα καὶ ὡς ἐν γειτόνων οἰκῶν εἴη ὁ Βλεμμύδης, πυθόμενος, ἀνὴρ ὡς ἐλέγετο οὐ μόνον Ἑλλήνων τῶν ἐφ’ ἡμῶν ἀλλὰ καὶ πάντων ἀνθρώπων σοφώτατος, πολὺς γίνεται πρὸς αὐτὸν κατὰ θέαν πορεύεσθαι τὴν αὐτοῦ. Ἐπέσχον δὲ ὅμως ἄνδρες Ἐφέσιοι τῆς ὁρμῆς, εἰρηκότες, ὅπερ καὶ ἦν ἀληθές, ὡς οὐ μόνον αὐτὸν ἀπαξιώσειεν ἰδεῖν ὁ φιλόσοφος, νέον ὄντα καὶ ξένον καὶ πένητα, ἀλλὰ καὶ ὁ περὶ αὐτὸν χορὸς τῷ σφῶν μοναστηρίῳ προσπελάσαι οὐκ ἂν συγχωρήσαιεν. Τοῖς γὰρ κατ’ αὐτὸν ἐπ’ ἴσης, ὅτ’ ἀνὴρ ἀπρόσιτος, ἔφασαν, ἀκλινὴς ὢν καὶ μετέωρος καὶ ἥκιστα εὐτελείας ἐπιστρεφόμενος, ὅ τε χῶρος ἀνεπίβατος καὶ οἱ μαθηταί γε αὐτοὶ ὡς λίαν δυσέντευκτοι, ἀντ’ ἄλλου παντὸς μαθήματος τοῦτο πρὸς τοῦ καθηγεμόνος παρειληφότες. Τοῦ μὲν οὖν σοφωτάτου ἐκ προοιμίων εὐθὺς οὗτος ἀποτυγχάνει· καὶ ἐδόκει τοῦτό γε οὐκ ἀγαθὸς πρὸς τὰ ἑξῆς οἰωνός. Ἀλλ’ ὡς ἀπέτυχεν, ἄρας ἐκ τῆς Ἐφέσου, δι’ ὅλων μηνῶν ἕξ, καὶ τούτων σχεδὸν χειμερίων, ὁμοῦ μεγάλαις ταλαιπωρίαις ἄλλαις τε καὶ ταῖς τῶν ἀναγκαίων στερήσεσιν, εἰς τὴν τῶν Βιθυνῶν μητρόπολιν Νίκαιαν ἔρχεται.

Ἐποίει δὲ πολὺν τὸν μεταξὺ τοῦτον χρόνον οὐ τὸ τῆς ὁδοῦ μήκιστον ὂν καὶ τοσούτου βαδίζειν δεόμενον ἀλλ’ ὅτι πρότερον εἰς τὸ βασιλέως ἀφιγμένος στρατόπεδον ἐφ’ ᾧ τισι τῶν δυνατῶν προσιὼν τροφὰς ἑαυτῷ τὰς παρ’ ὅλον τὸν τῆς μαθήσεως χρόνον τὴν ζωὴν ἱκανὰς συνέχειν πορίσεται, καὶ ταύτας παρὰ μηδενὸς εὑρηκώς, τὸν εἰρημένον χρόνον κατέτριψε, τόν θ’ Ἑλλήσποντον ἅμα τῷ στρατῷ διαβαίνων, διὰ Θράκης σχολαίως συμπορευόμενος καὶ ἐς Βυζάντιον ἥκων ὅπου τότε καὶ βασιλεὺς ἔσπευδε περικαθιούμενος αὐτὸ καὶ πολιορκήσων, ἔτι γε μὴν καὶ ἐκπορθήσων ἂν ἄρα δυνήσεται· πλὴν ἔδοξε τὴν Νίκαιαν ἀνακωχεῦσαι, καταλαβών, ὡς αὐτῇ γ’ ἐπιστὰς τῇ τῶν λόγων θαυμασίᾳ καὶ πολυεράστῳ πηγῇ ἐφ’ ἣν καὶ Κυπρόθεν ἠπείγετο. Τὸ δὲ ὡς ἑτέρως συνέπιπτε. Καὶ γὰρ πλὴν γραμματικῆς τε καὶ ποιητικῆς, ἐπιπολαίων καὶ τούτων, εὗρες ἂν τοὺς ἐκεῖσε σοφοὺς ἕτερον διδάσκειν εἰδότας οὐδέν, φάσκειν δὲ ῥητορικῆς καὶ φιλοσοφίας καὶ τῶν ἄλλων ὅσα μαθήματα διαφερόντως μετιέναι καὶ εἰδέναι ἀνθρώπῳ προσήκει, κλέος οἷον ἀκούειν, γινώσκειν μέντοι αὐτοὺς ὅ τι ποτέ εἰσιν εἰ ἄρα καὶ εἰσίν, οὐδαμῶς. Ὥστε καὶ δυσθυμίαι διὰ ταῦτα εἶχον αὐτὸν καὶ μετάμελοι.

Εἶχον δὲ καὶ μάλα δικαίως, εἰ πατρίδα μὲν κατέλιπε, στοργὴν δὲ γονέων ἠθέτησε, δάκρυα δὲ παρεῖδε, πελάγη δὲ διέβαλεν, ὡς μὲν μακρά, ὡς δὲ χαλεπὰ καὶ κινδύνων μεστά, ἤπειρον δὲ τοσαύτην διέδραμε, ζωῆς δὲ καθάπαξ ἠφείδησεν, εἶτ’ ἀντὶ τούτων οὕτω μεγαλοφυῆ κομιεῖται μισθόν, κλίσεις ὀνομάτων ἐκμελετῆσαι καὶ ῥημάτων σχηματισμοὺς καὶ κινήσεις καὶ ὡς ἡ Τυνδάρεω παῖς ἡρπάγη καὶ ἡ Πριάμου πέπτωκε πόλις, πολυετεῖ διὰ τὴν γυναῖκα καμοῦσα πολέμῳ, καὶ ὡς οἱ παῖδες Οἰδίποδος κατ’ ἀλλήλων μανέντες ὑπ’ ἀλλήλων ἀπώλοντο καὶ τἆλλα ὅσα ὁ ποιητικὸς χορὸς κατά τινα τῆς τέχνης αὐτονομίαν πλάττει τε καὶ μυθεύεται, ἡδονῆς μὲν τὰ πολλὰ στοχαζόμενος, ὀλίγα δὲ τῆς ἀληθείας φροντίζων.

Ταύτῃ τοι καὶ δεινῶς αὐτὸν ἠνώχλουν οἱ τῆς εἰς πατρίδα ὑποστροφῆς λογισμοὶ κἂν ὑπέστρεφεν εὐθέως εἰ καὶ τὸ ῥᾴδιον ἑώρα προσὸν τῷ πράγματι· νυνὶ δὲ ἀπορώτατον ἦν. Πεζῇ τε γὰρ ἔδει μέχρις Ἀναίας πάλιν βαδίζειν, προσέδει δὲ καὶ ἀναλωμάτων ἃ μὴ μόνον οὐκ ἦν αὐτῷ πρὸς τὴν κατ’ ἤπειρον καὶ θάλατταν πορείαν αὐτάρκη, ἀλλ’ οὐδ’ ἐφ’ ἡμέραις ὅλαις τρισὶ γλίσχρως καὶ πενιχρῶς διατρέφεσθαι, μή τινος ἔξωθεν χορηγήσαντος καὶ τῇ δαπάνῃ προσβοηθήσαντος. Εἶχον μὲν οὖν αὐτὸν αἱ τοιαῦται τῶν ἀποριῶν καὶ κατεῖχον παρὰ Νικαεῦσιν ὥσπερ δεσμά. Τὰ δ’ ἐντεῦθεν, οὐ πολὺς χρόνος ὁ μετὰ ταῦτα καὶ τὸ μέγα Βυζαντίων ἄστυ Ῥωμαίοις αὖθις Θεός, τοὺς Λατίνους ἀφελόμενος, δίδωσι. Καὶ τοῦ Ἀκροπολίτου τηνικαῦτα, πλέον τῶν ἄλλων τὰ ἐς λόγους ὄντος σοφοῦ, ὑπὲρ τῶν λόγων ὅτι δὴ πολὺς αὐτῶν αὐχμὸς ἐν ταῖς τῶν ἀνθρώπων ἐκράτει ψυχαῖς, δυσχεραίνοντος, τήν τε ψυχὴν πάσχοντος καὶ βοηθεῖν εἰς δύναμιν θέλοντος, αἰσθόμενος βασιλεὺς ἀνίησι τῶν δημοσίων φροντίδων καὶ βοηθεῖν συγχωρεῖ.