Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Περὶ τῆς ἑαυτοῦ βιοτῆς

Γρηγόριος Βʹ Κύπριος

Εκπαιδευτική δράση και άνοδος στον πατριαρχικό θρόνο

Η αφοσίωση στη μελέτη της ρητορικής, η διδασκαλία της φιλοσοφίας, καθώς και τα αίτια της συγγραφικής του αδράνειας κατά την περίοδο της πατριαρχίας του λόγω των εκκλησιαστικών ταραχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 4

Καὶ ὅς, πρόθυμον ἑαυτὸν τοῖς βουλομένοις ἀκροᾶσθαι καθίζει διδάσκαλον, ἐξηγητὴν μὲν τῶν λαβυρίνθων Ἀριστοτέλους—οὕτω γὰρ ἐγὼ καλῶ τὰς ἐκείνου στροφὰς καὶ πλοκὰς αἷς τὰ ἑαυτοῦ περιβάλλων ἐργώδη κατανοεῖν ἀπεργάζεται—ἐξηγητὴν δὲ καὶ τῶν Εὐκλείδου καὶ Νικομάχου, ὅσα τεθεωρήκασιν οὗτοι, ὁ μὲν γεωμέτρας, Νικόμαχος δὲ ἀριθμητικούς, ἐκδιδάσκοντες. Συνέρρεον πρὸς αὐτὸν οὐκ ὀλίγοι, ἔρωτι παιδείας ἑλκόμενοι· ἠπείγετο καὶ ὅδε, νεώτατος μὲν τοῦ χοροῦ, πλεονεκτεῖν δὲ αὐτοῦ ἐν τῇ τοῦ μαθήματος καταλήψει οὐδὲ τῶν πρεσβυτέρων παραχωρῶν οὐδενί. Τῆς τοίνυν συλλογιστικῆς καὶ ἀναλυτικῆς καλῶς τῷ διδασκάλῳ σαφηνισθείσης, ὡς ἐπῆλθεν αὐτῷ καὶ εἰς τὰ τῆς ῥητορικῆς τοὺς ὁμιλητὰς ἐμβιβάζειν πρίν τινα δεύτερον τῶν ἀριστοτελικῶν βαθμῶν ἐπιχειρεῖν ἀναβαίνειν, ἐνταῦθα τοὐναντίον ἢ πρότερον περὶ τὸν ἐν ἐκείνοις ἄριστον τουτονὶ ὑπῆρχεν ὁρᾶν. Ἐν γὰρ ταῖς γυμνασίαις καθ’ ἃς ἔδει γράφοντας ἐπιδείκνυσθαι τὴν περὶ τόδε τῆς ψυχῆς ἐπιτηδειότητα πάντες μὲν αὐτοῦ κρείττους ἦσαν, αὐτὸς δ’ ὑπέρτερος οὐδενός. Τὸ δ’ ἴσως αἴτιον ὅτι τῆς περιπατητικῆς φιλοσοφίας ἄγαν ἐρῶν καὶ ταύτῃ ἑαυτὸν ἐπινείμας, Ἀριστοτέλην τε ὡς οὐδένα φιλοσόφων ἐκθειάζων τῶν ἄλλων, ἧττον τὴν ῥητορικὴν δεξιὸς καὶ λογογράφος ἀκούειν ἐφρόντιζε· καί γε αὐτῷ διὰ ταῦτα κεκομψευμένα ἐξαγγέλλειν καὶ ῥητορεύειν οὐκ ἔμελεν.

Ἀλλ’ οὐκ ἔμελεν ἕως καὶ τὰ τῶν συμφοιτητῶν ἠρέμει καὶ οὔπω πλατέως αὐτὸν σκώπτειν καὶ διασύρειν ὡς ἀφυῆ περὶ τὰ τοιαῦτα ἐξήγοντο. Ἐπεὶ δ’ ἐκεκίνηντο καὶ ὁ ὄνειδος λαμπρὸς ἦν, ἐπὶ πολὺ τοῦ λόγου διαδιδομένου, ὅδ’ οὐκ ἠνείχετο τοῦ φρονήματος, ἢ μᾶλλον εἰπεῖν τοῦ καταφρονήματος, φιλότιμος ὢν ἐς ὑπερβολήν, ἅμα δὲ καὶ ζηλότυπος ἐπαφίησιν ἑαυτὸν τῇ μελέτῃ ταύτῃ καὶ διδασκάλους προστησάμενος οὐχ οὓς ἐκεῖνοι, τοὺς διαφθείραντας τά τ’ ἄλλα ὅσα καλὰ τῇ ῥητορικῇ καὶ μέντοι τῆς λέξεως αὐτῆς τὸ χάριεν καὶ ἀττικὸν καὶ σεμνὸν καὶ ὄντως ἑλληνικόν, τοὺς δ’ ἐπιφανεστάτους τῶν πάλαι ῥητόρων καὶ τῆς τέχνης, ὡς εἰπεῖν, ἐφευρετὰς καὶ πατέρας, θᾶττον ἕτερος γέγονεν ἐξ ἑτέρου, τοσοῦτον οὐ διαγελώμενος ὡς τὸ πρότερον καὶ περιφρονούμενος ἐν οἷς ἐτύγχανε λόγους ἐπιτηδεύων καὶ συντιθείς, ὥστε καὶ πολλοῖς δόξαι ἀνθ’ ἑτέρου παντὸς παραδείγματος ζηλοῦν τὰ τοῦδε ἀρκεῖν. Εἰ μὲν οὖν καὶ ζήλου τι ταῖς ἀληθείαις ἄξιον καὶ λόγου περὶ τοὺς λόγους ἐξεγένετο κατορθῶσαι τῷ συγγραφεῖ, ἥδε που παραστήσει τοῖς ἐξετάζειν βουλομένοις ἡ συγγραφή· καλῶ γὰρ οὕτω νῦν τὴν ἀνὰ χεῖρας πυκτίδα. Τοῦ δ’ εἰς πολὺ τὸν τῶν πονημάτων ἀριθμὸν μὴ ἐκτεῖναι, ἄλλοι μὲν ἄλλην λεγόντων αἰτίαν. Καὶ γὰρ λέγουσιν ἣν ἕκαστος βούλεται, αὐτὸν δὲ φάσκειν, φασὶν οἵ γ’ ἀκριβῶς ἐκεῖνον εἰδότες, τὸν χρόνον εἶναι βραχύτατον ὄντα τὸν τῆς ἀνέσεως.

Ἐπέβαλε μὲν οὖν τῇ σπουδῇ ἕκτον καὶ εἰκοστὸν ἔχων ἔτος, ἔληξε δὲ τριακοστὸν ἄγων καὶ τρίτον. Τὸ δ’ ἑξῆς τοιαῦτα πονεῖν, τοῦτο μέν, οἱ περὶ τὸ ζῆν ἀπεῖρξαν φόβοι οὓς αὐτῷ τε καὶ πολλοῖς ἑτέροις ἡ περὶ τὰ δόγματα καινοτομία καὶ ἡ τῆς ἐκκλησίας ἐπέστησε ζάλη, τοῦτο δὲ καὶ ἡ τῶν ψυχῶν φροντὶς εἰς ἣν τῶν εἰρημένων αὐτίκα φόβων λυθέντων ἕλκεται καὶ παραδίδοται, καὶ ταῦτα δόξας ἐν ἑαυτῷ βίον ἀπράγμονα τοῦ λοιποῦ ζήσεσθαι θαυμαστὸν οἷον ὁποῖον ἂν καὶ φιλοσόφῳ εἴτουν ἐλευθέρῳ φήσαις προσήκειν. Εἰς γὰρ τὸν ὑπέρτατον τῶν πατριαρχῶν ἀνεληλυθὼς θρόνον, ἢ τό γε ἀληθέστερον εἰπεῖν ἀνελκυσθείς, πάντα γὰρ ταῦτα παρὰ προαίρεσιν τὴν αὐτοῦ ἐπράχθη περὶ αὐτὸν καὶ καιροῖς ἐντετυχηκὼς ἀνωμάλοις, ἐκ τῆς τῶν σχισματικῶν μανίας, καὶ δυσχερέσιν ὁποίοις ἄλλος οὐδέποτε, καθ’ οὓς ἄνεσις δειλίας ἁπάσης παντὶ δοθεῖσα, τοὺς μὲν πλείστους κακίαις μεγάλαις ὑπέζευξε, τὴν ἑαυτοῦ τινα ἕκαστον ἡδονὴν καὶ τιμὴν καὶ ἀρέσκειαν πρὸ τοῦ συμφέροντος καὶ τοῦ τῷ θεῷ δοκοῦντος ζητοῦντα, τὴν δ’ ἐκκλησίαν πάσης ταραχῆς καὶ ἀταξίας ἐνέπλησε, πάντων ἄρχειν ἐν αὐτῇ καὶ νομοθετεῖν ἀγαπώντων, ἄρχεσθαι δὲ καὶ θείοις νόμοις ὑποτάττεσθαι οὐδενός, ὡς συμβαίνειν καὶ μάλα ἀληθὲς τὸ τοῦ Πλάτωνος εἶναι μὴ πᾶσι λυσιτελῆ τὴν ἐλευθερίαν λέγοντος εἶναι· συμφέρειν δέ τισι τὴν δουλείαν καὶ ὑπὸ φόβον ζῆν μέχρι γήρως αὐτοῦ καὶ θανάτου.

Ἀλλ’ οὖν ἐν τοιαύτῃ συγχύσει πραγμάτων εἰς τὸ μέσον συνελαθεὶς εἴς τε τὴν ἀρχὴν ὡς εἰς ἄλλην τινὰ δυστυχίαν ἐξ εὐδαίμονος καὶ μακαρίας ζωῆς ἀποπεπτωκὼς καὶ ἀφύκτοις ἀνάγκαις ὑποζυγεὶς αἷς τὴν ὑποπεσοῦσαν ψυχὴν οὐκ ἂν ἐγώ ποτε λόγους ἀξιοίην ἀποτίκτειν γενναιοτέρους ὥσπερ οὐδ’ ἀνθρώπων τὸν δρομικώτατον τρέχειν σιδήρῳ πρὸς ἀσφάλειαν διειλημμένον τοὺς πόδας, καὶ ἄκων τοῦ συντάττειν ἐπαύσατο. Τοῦ μὲν τοίνυν μὴ πολλοὺς εἶναι τοὺς λόγους αὐτοῦ, ταῦτά τε αἴτια καὶ πρὸς τούτοις αἱ ποικίλαι τοῦ σώματος νόσοι καὶ μάλιστά γε αἱ ἀπὸ τῆς κεφαλῆς ἃς ἤσκησαν αὐτῷ καὶ εἰς τὸ χαλεπώτατον ἤγαγον, αἵ τε ἀρχῆθεν ὑδροποσίαι, ἐπειδὴ τὴν τοῦ οἴνου χρῆσιν ἐξ αὐτῆς γενέσεως ἀπεστρέφετο, καὶ οἱ περὶ τὸ μετεγγράφειν τὰ τῶν πάλαι σοφῶν ἐκπονήματα, πόνοι. Ἔτυχε γὰρ ὁ ἀνὴρ καὶ πένης εἶναι καὶ τῶν βιβλίων κατάκρως ἐρῶν· ἔτυχε δὲ καὶ περὶ τὸ γράφειν μετρίως ἀγαθὰς ἔχων τὰς χεῖρας καὶ ἐπειδήπερ χρήμασιν οὐκ ἦν τὰ φίλτατα κτήσασθαι, τοῖς ἰδίοις ἱδρῶσιν ἐκτήσατο καὶ βιβλίων ἀντιγραφεὺς γέγονεν ὅσων οὐδεὶς σχεδὸν ἕτερος, τῶν λόγους φημὶ μετιόντων. Τοῦ δὲ μὴ πάντας τῆς αὐτῆς εἶναι σπουδῆς, πρόδηλος, οἶμαι, ὁ λόγος. Καὶ γὰρ ὅπερ ἐπὶ τῶν βαναυσικῶν ὁρῶμεν, τοῦτο δὴ κἀνταῦθα λογίζεσθαι δεῖ.