Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Περὶ τῆς ἑαυτοῦ βιοτῆς

Γρηγόριος Βʹ Κύπριος

Αποτίμηση του συγγραφικού έργου

Κριτήρια αξιολόγησης των ρητορικών κειμένων και η έμμεση αποκάλυψη της ταυτότητας του βιογραφούμενου προσώπου με τον συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 4

Ἐκείνοις μὲν γὰρ προϊὼν ὁ τῆς ἀσκήσεως χρόνος, βελτίω τῶν προηγησαμένων τὰ μετὰ ταῦτα δείκνυσιν ἔργα· καὶ λογογράφοις τοίνυν καὶ ῥήτορσι τὰ ἐν γήρᾳ πονήματα γενναιότερα ἂν εἴη τῶν ἐξ ἀρχῆς. Διὰ τοῦτο καὶ τῶν ὑποκειμένων ὅσα μὲν σπουδαῖα, τῇ ἀκμῇ λογιστέα, ἃ δὲ μὴ τοιαῦτα, τῇ νεότητι προσνεμητέα καὶ τῷ ἀτελεῖ τῆς ἀσκήσεως. Τά γε μὴν εἴδη τοῦ λόγου εἴτ’ ἄριστα κέκραται παρ’ αὐτῷ εἴθ’ ὡς ἑτέρως καὶ ὡς ἁπανταχοῦ ἀγωνιστικός ἐστι καὶ σχημάτων ἐξαλλαγῆς αὐτῷ μέλει, μέλει δὲ καὶ εὐκρινείας, μεγέθους, σεμνότητος, γοργότητος, καὶ τῶν τοῦ ἤθους καλῶν, μετά τινος εὐρυθμίας καὶ συνθήκης οὐκ ἀγεννοῦς, ἐγὼ μὲν οὐκ ἐρῶ, μὴ καὶ εἰς μῆκος ἐκτείνω τὸν λόγον, μὴ καὶ τἀνδρί, ἶσον δ’ εἰπεῖν, ἐμαυτῷ, χαρίζεσθαι δόξω. Ἐμαυτὸν γὰρ ἐκεῖνον ἥγημαι καὶ καλῶ, τῆς ἄκρας ἡμῶν Ἑνώσεως τοῦθ’ οὕτω καὶ λέγειν ἀσφαλῶς καὶ φρονεῖν δεδωκυίας. Κἄν τις ἄρα περὶ τῶν ἐκείνου χρηστόν τι ἢ καὶ θάτερον μαρτυρῇ, εἰς τἀμαυτοῦ καὶ τὸ σκῶμμα, εἰς τἀμαυτοῦ καὶ τὸν ἔπαινον, φέρειν φημί, ὥστ’ ἐμοί γ’ οὕτω τὰ πρὸς ἐκεῖνον ἔχοντι, πρέπον ἂν εἴη σιγᾶν. Ἡ δέ που πυκτίς, ὅπερ καὶ ἄνωθεν ἔφην, καλῶς τὸν πατέρα τοῖς ἀναγινώσκουσι δείξει, ὥστε προσεκτέον αὐτῇ τοῦ λοιποῦ καὶ ὡς ἂν αὐτὴ δώσει κρίνειν, οὕτω καὶ περὶ τῶν εἰρημένων τὴν ψῆφον ἐξενεγκτέον.