Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Τόμος πίστεως

Γρηγόριος Βʹ Κύπριος

Συνοδική καταδίκη κακοδοξιών και αναίρεση των ετερόδοξων επιχειρημάτων

Επίσημη καταδίκη του Ιωάννη Βέκκου, του Μελιτινιώτη και του Μετοχίτη, συνοδευόμενη από διεξοδική αναίρεση των παρερμηνειών της πρόθεσης «διά» και της απόδοσης αιτιότητας στην κοινή θεία ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 5

Ὅθεν καὶ ὁ τῶν εὐσεβῶν ἅπας σύλλογος ζήλῳ δικαίῳ χρησάμενοι κατ’ αὐτοῦ τε καὶ τῶν οἷος αὐτὸς τὴν γνώμην ἐστὶν, ὧδε καὶ οἱ πάλαι λευῖται κατὰ τῶν οἰκείων ἀδελφῶν υἱῶν Ἰσραὴλ τῶν ἀθετησάντων ἐχρήσαντο, τὴν ἀπόφασιν ἀποφαινόμεθα. α. Ἰωάννῃ τῷ Βέκκῳ καὶ τοῖς ἐξακολουθοῦσιν αὐτῷ, Κωνσταντίνῳ δή φημι τῷ Μελιτινιώτῃ καὶ Γεωργίῳ τῷ Μετοχίτῃ, ὅτι ἐξ ἡμῶν γεγόνασι, καὶ τοῖς ἡμετέροις ἐνετράφησαν ἔθεσί τε καὶ δόγμασι, καὶ οὐκ ἐνέμειναν τούτοις, ἐγγενέσιν οὖσι καὶ πατρίοις αὐτῶν, καὶ διὰ παντὸς βεβαιωθεῖσι τοῦ χρόνου, ἐξ οὗ Χριστὸς ἤρξατο καταγγέλλεσθαι καὶ ἐς δεῦρο. ἀλλὰ τούτων, καθ’ ὧν οὔτε ᾅδου πύλαι ἴσχυσαν, οὔτε μὴν ἰσχύσουσιν, ὑπερεῖδον, οὐκ οἶδ’ ὅ τι καὶ καταγνῶναι ἢ μὴ ἐπαινεῖν αὐτῶν ἔχοντες, δόξαν δὲ ἀντεισήγαγον ἄγνωστον παντάπασι τοῖς Πατράσιν αὐτῶν μήτε τὸ ἀπὸ χρόνου τῶν κειμένων αἰδεσθέντες πρεσβεῖον, μήτε μὴν τοὺς τούτων ἐκφάντορας, οἳ καὶ τὰ τοῦ Πνεύματος οὐκ ἄλλως ἐλάλουν ἢ πλήρεις γεγονότες τοῦ Πνεύματος.

Τούτοις οὖν ὅτι, διαφθαρέντες τοσοῦτον, ἔκτοπα καὶ πόῤῥω τῶν παραδεδομένων ἐπὶ λύμῃ καὶ καταστροφῇ τῆς Ἐκκλησίας ἐφρόνησαν· εἶτα τῆς μανίας ταύτης χρόνον δή τινα μετεβάλοντο, ἑαυτοὺς ἐπαράτους ἔσεσθαι λόγοις καὶ γράμμασιν ἐπὶ μυρίας καὶ ὄψεως καὶ ἀκοῆς ἀποφηνάμενοι, εἰ μὴ ὁλοσχερῶς εὑρίσκοιντο τοῦ λοιποῦ τὰ πάτρια στέργοντες, καὶ εἰς οὐδὲν ἀλλότριον τῆς Ἐκκλησίας ἐξελκόμενοι φρονήσεως, καὶ οὐδὲ τοῖς ἑαυτῶν ἐπὶ ταύτῃ τῇ μετανοίᾳ χειρογράφοις ἐνέμειναν, ἀλλὰ μετενόησαν, ἔτι δὴ καὶ μετέγνωσαν, καὶ πάλιν εἰς τὴν προτέραν ἀποστασίαν ἐξέκλιναν, ὥσπερ φύσεως ἀποστάτιδος λαχόντες, καὶ πρὸς τοὺς ὅρους τοὺς πατρικοὺς ἀσυνθέτου· τούτοις ἀποστραφεῖσιν ἀποστροφὴν πονηρὰν καὶ τὸν ἀπὸ τῆς ἰδίας Ἐκκλησίας μακρυσμὸν ἀγαπήσασιν, ἣν αὐτοὶ ἑαυτοῖς εἰς τοῦτό ποτε τολμήσουσιν, ἀποτέμνοντες αὐτοὺς οὕτως ἔχοντας τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα. β. Τῷ αὐτῷ σὺν τοῖς μετ’ αὐτοῦ τοσοῦτον πρὸς τὴν ἀποστολικὴν ἀποθρασυνομένοις ὁμολογίαν, ὥστε παρεμβάλλειν ἐν αὐτῇ, ἃ μήθ’ οἱ διδάσκαλοι τῆς Ἐκκλησίας παρέδωκαν, μήθ’ ἡμεῖς παρ’ αὐτῶν παρελάβομεν τὴν προαναγεγραμμένην ψῆφον καὶ καταδίκην ἐπάγοντες ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα. γ.

Τοῖς αὐτοῖς λέγουσι μὲν ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ, καὶ μὴ ἄλλως αὐτὸν αἴτιον εἶναι νοοῦσι τοῦ Πνεύματος ὑποστάσεως εἰ μὴ διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν καὶ τῷ εἶναι παρέχει τῷ Πνεύματι, ἐξ οὗ καὶ συναίτιος κατ’ αὐτοὺς ὁ Υἱὸς συνάγεται τῷ Πατρὶ, καὶ εἰς τὸ εἶναι τοῦ Πνεύματος αὐτῷ συμβαλλόμενος, πίστιν δὲ τοῦ λόγου τούτου κομίζουσι τὴν τοῦ θείου Δαμασκηνοῦ ῥῆσιν, τὴν, ὅτι προβολεύς ἐστιν τοῦ ἐκφαντορικοῦ Πνεύματος ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ, ἥτις καὶ οὐδαμῶς εἰς τοῦτον φέρει τὸν νοῦν, ἀλλὰ βούλεται τρανῶς τὴν δι’ Υἱοῦ τοῦ Πνεύματος παριστάνειν φανέρωσιν ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχοντος· ἐπεὶ ὁ αὐτὸς Δαμασκηνὸς οὐκ ἂν ἐν αὐτῷ τούτῳ τῷ κεφαλαίῳ μόνον αἴτιον ἐν τῇ Τριάδι τὸν Θεὸν καὶ Πατέρα ἐδίδασκε, καὶ διὰ τῆς τοῦ μόνος φωνῆς ἀφῃρεῖτο τὴν αἰτίαν τὰς λοιπὰς ὑποστάσεις, οὐδ’ ἐν ἑτέροις πάλιν, Υἱοῦ μὲν πνεῦμα λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον, ἔφασκεν, ἐκ τοῦ Υἱοῦ δὲ αὐτὸ οὐ λέγομεν, συμβαίνειν γὰρ ἀλλήλοις ταῦτα οὐ δύναται, πλὴν τούτοις οὕτω μὴ πρὸς τὸν πατρικὸν σκοπὸν τὰς πατρικὰς δεχομένοις φωνὰς, πρὸς δέ τινα ἕτερον καθάπαξ ἀπηγορευμένον τοῖς Πατράσιν αὐτοῖς, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τὴς ποίμνης ποιούμεθα. δ.

Τοῖς αὐτοῖς διαβεβαιουμένοις, ὡς διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει ἐκ τοῦ Πατρὸς ὁ Παράκλητος, καὶ εἰς πίστιν πάλιν τοῦδε προβαλλομένοις τὴν, ὅτι διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ ὑπάρχει, ἐνίων γραφὴν, ἥ γε καὶ δηλοῖ μὲν τὴν ἐκεῖθεν αὐτοῦ ἔκλαμψιν καὶ φανέρωσιν· δι’ Υἱοῦ γὰρ ὁμολογουμένως αὐτὸς ἀϊδίως ἐκλάμπει καὶ ἀναδείκνυται ὁ Παράκλητος, ὥσπερ ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος τὸ φῶς· δηλοῖ δὲ καὶ τὴν εἰς ἡμᾶς χορηγίαν καὶ δόσιν καὶ ἀποστολήν· οὐ μὴν δὲ καὶ ὅτι ὑφίσταται δι’ Υἱοῦ καὶ ἐξ Υἱοῦ, καὶ τὸ εἶναι δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ λαμβάνει, ἐπειδήπερ εἶχεν ἂν ὄντως καὶ αὐτὸν τὸν Υἱὸν αἴτιον καὶ ἀρχὴν, ὥσπερ δὴ καὶ αὐτὸν τὸν Πατέρα, ἵνα μὴ λέγω καὶ μᾶλλον τοῦ Πατρὸς τὸν Υἱὸν, εἴπερ ἐξ οὗ τὴν ὕπαρξιν ἕκαστον ἔχειν λέγεται, ἐκεῖνο καὶ ἀρχὴν πλουτεῖν καὶ αἴτιον τοῦ εἶναι πεπίστευται· τούτοις τὰ τοιαῦτα καὶ φρονοῦσι καὶ λέγουσι, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τὴς ποίμνης ποιούμεθα. ε.

Τοῖς αὐτοῖς φάσκουσιν, ὡς ἡ διὰ πρόθεσις ἁπανταχοῦ τῆς θεολογίας ἰσοδύναμός ἐστι τῇ ἐκ, καὶ διὰ τοῦτο διισχυριζομένοις μηδὲν διαφέρειν διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγειν τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, κἀντεῦθεν ἀναμφιβόλως καὶ ὕπαρξιν τῷ Πνεύματι ἐκ τοῦ Υἱοῦ καὶ οὐσίωσιν νέμουσι· καὶ ἢ τὸ διττὸν τῆς αἰτίας συνάγουσιν, ἢ τὸ ἑνιαῖον μέν· πλὴν τὸν Υἱὸν τῷ Πατρὶ κατ’ αὐτὸν δὴ τοῦτον τὸν τῆς αἰτίας λόγον συνάπτουσιν, ἅπερ ἀμφότερα πάσης βλασφημίας ἐπέκεινα· οὐ γάρ ἐστιν ἐν τῇ Τριάδι ἑτέρα τις ὑπόστασις παρὰ τὴν τοῦ Πατρὸς, ἐξ ἧς ἂν εἴη τοῖς ὁμοουσίοις ὕπαρξις καὶ οὐσίωσις· κατὰ δὲ τὴν κοινὴν τῆς Ἐκκλησίας δόξαν, καὶ τοὺς εἰπόντας ἁγίους, ῥίζα καὶ πηγὴ Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ, καὶ μόνη πηγὴ τῆς θεότητος ὁ Πατὴρ, καὶ μόνος αἴτιος· εἰ γὰρ καὶ διὰ τοῦ Υἱοῦ παρά τισι τῶν ἁγίων ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται, τὴν εἰς ἀΐδιον ἔκφανσιν, ἡ δι’ Υἱοῦ λέξις ἐνταῦθα οὐ τὴν εἰς τὸ εἶναι καθαροὺς σημαίνειν βούλεται πρόοδον τοῦ ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχοντος Πνεύματος, ἐπεὶ ἀφῃρεῖτο ἂν τὸν Πατέρα τὸ μόνον αἴτιον εἶναι, καὶ μόνην πηγὴν τῆς θεότητες, ἀπήλεγχε δὲ καὶ τὸν φάσκοντα θεολόγον, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας, οὐκ ἀληθῆ θεολόγον· τούτοις οὕτω φάσκουσι τὴν ἀναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ϛ. Τοῖς αὐτοῖς διισχυριζομένοις ὡς ἡ μία οὐσία καὶ θεότης Πατρὸς καὶ Υἱοῦ τῆς τοῦ Πνεύματος ὑπάρξεώς ἐστιν αἰτία, ὅπερ οὐδεὶς τῶν νοῦν ἐχόντων οὐδέποτε οὔτε εἰρηκὼς, οὔτε φροντίσας ἐφάνη· οὐδὲ γάρ ἐστιν ἡ κοινὴ οὐσία καὶ φύσις ὑποστάσεως αἰτία, ἐπεὶ μηδὲ γεννητική ποτε, οὐδὲ προβλητικὴ, αὕτη ἡ κοινὴ οὐσία πέφυκε τῶν ἀτόμων, ἡ δὲ μετ’ ἰδιωμάτων οὐσία, ἥτις σαφῶς κατὰ τὸν μέγαν Μάξιμον αὐτὴν δηλοῖ τὴν ὑπόστασιν· ἀλλὰ καὶ κατ’ αὐτὸν δὴ τὸν μέγαν Βασίλειον· κἀκεῖνος γὰρ ὑπόστασιν ὁρίζεται εἶναι τὴν τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων περιστῶσαν καὶ περιγράφουσαν· διὰ τοῦτο καὶ τὸ τῆς οὐσίας ἄτομον ἀεὶ προβάλλεται τὸ ἄτομον, ὡς τὸ γεννώμενον εἶναι καὶ τὸ προβάλλον, ὡς τὸ προβαλλόμενον, Πατρὸς δὲ καὶ Υἱοῦ, ἡ οὐσία μία, καὶ οὐχ ὡς ὅλως ἄτομον· τούτοις οὕτως ἄτοπα βλασφημοῦσι τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα. ζ.

Τοῖς αὐτοῖς, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς τῷ αἰτίῳ κοινωνοῦσι τοῦ Πνεύματος δογματίζουσιν, οὐχ ὡς ἀρχαὶ δύο καὶ αἴτια δύο· καὶ ὅτι κατὰ τοσοῦτον κοινωνεῖ ὁ Υἱὸς τῷ Πατρὶ καθ’ ὅσον ἐστὶν ἧκον εἰς τὴν διὰ, κἀντεῦθεν διαφορὰν τῆς αἰτίας τοῦ Πνεύματος κατὰ τὴν τῶν προθέσεων τούτων διαφοράν τε καὶ δύναμιν ἐπεισάγουσι, καὶ ἄλλως μὲν αἴτιον ὡς ἐκ τοῦ λόγου τὸν Πατέρα, ἄλλως δὲ τὸν Υἱὸν, καὶ φρονοῦσι καὶ λέγουσι, καὶ ἀριθμὸν αἰτίων τοῦ λοιποῦ καὶ πλῆθος τοῦ Πνεύματος ἐπιφέρουσι, κἂν μυριάκις τοῦτο ἀπαγορεύσωσι, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα. η.

Τοῖς αὐτοῖς διατεινομένοις, ὅτι ὁ Πατὴρ αἴτιος τοῦ ἁγίου Πνεύματος, οὐ τῷ λόγῳ τῆς ὑποστάσεως, τῷ δὲ λόγῳ τῆς φύσεως, καὶ ἐκ τούτου καὶ τὸν Υἱὸν ἀναγκαίως αἴτιον ἀποφαινομένοις τοῦ Πνεύματος, τὸν αὐτὸν ἔχοντα τῷ Πατρὶ τῆς φύσεως λόγον, καὶ μὴ συνορῶσιν ὅσον τὸ ἐντεῦθεν ἑπόμενον ἄτοπον· δεῖ γὰρ ἄρα τὰ μὲν καὶ αὐτὸ τὸ Πνεῦμα αἴτιόν τινος εἶναι, τὸν αὐτὸν τῷ Πατρὶ τῆς φύσεως δεχόμενον λόγον, δεύτερον δὲ καὶ εἰς πλῆθος προχωρεῖν τῆς αἰτίας· ὅσαι γὰρ τῆς φύσεως μετέχουσιν ὑποστάσεις, καὶ τῆς αἰτίας μεθέξουσιν· καὶ τρίτον τὴν κοινὴν οὐσίαν καὶ φύσιν ὑποστάσεως αἰτίαν εἶναι, ὅπερ ἅπας ἀπαγορεύεται λόγος, καὶ αὐτή γε μετὰ τοῦ λόγου ἡ φύσις· τούτοις οὕτω ἔκτοπα φρονοῦσι καὶ τῆς ἀληθείας ἀλλότρια, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα. θ.

Τοῖς αὐτοῖς λέγουσιν, ὡς ἐπὶ τῆς δημιουργίας ἡ διὰ τοῦ Υἱοῦ φωνὴ δήλωσιν μὲν τῆς προκαταρκτικῆς αἰτίας ἔχει, οὐ μὴν δὲ καὶ τὸν Υἱὸν διαιρεῖ τοῦ δημιουργὸν καὶ αἴτιον εἶναι τῶν δι’ αὐτοῦ γεγονότων κτισμάτων, οὕτω δὴ καὶ ἐπὶ τῆς θεολογίας αὐτῆς, εἰ καὶ ἀρχικὸν αἴτιον Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ λέγεται, καὶ διὰ τοῦ Υἱοῦ τοῦ Πνεύματός ἐστιν αἴτιον, οὐκ ἂν διαιρεθείη τοῦ Πατρὸς ὁ Υἱὸς ἐπὶ τῇ προόδῳ τοῦ Πνεύματος· ταῦτα δὲ λέγουσι, καὶ τῷ Πατρὶ παραλόγως τὸν Υἱὸν ἐπὶ τῷ τοῦ Πνεύματος αἰτίῳ συνάπτουσιν· οὐδὲ γὰρ εἰ δημιουργὸς ὁ Υἱὸς τῶν δι’ αὐτοῦ γεγονότων ὥσπερ καὶ ὁ Πατὴρ, ἤδη καὶ τοῦ Πνεύματος αἴτιος, ὅτι προβολεὺς τοῦ Πνεύματος δι’ αὐτοῦ ἐστιν ὁ Πατὴρ, οὐδὲ πάλιν ὅτι προβολεὺς τοῦ Πνεύματος δι’ αὐτοῦ Υἱοῦ ἐστιν ὁ Πατὴρ, ἤδη καὶ δι’ αὐτοῦ αἴτιός ἐστι τοῦ Πνεύματος· τὴν γὰρ εἰς ἔκφανσιν ἐνταῦθα καὶ ἔκλαμψιν, οὐ τὴν εἰς τὸ εἶναι πρόοδον ἡ δι’ Υἱοῦ ῥῆσις παρίστησιν· ἢ γὰρ ἂν οὐκ εὐαρίθμητα ἐτύγχανεν ὄντα, ὅσα ἐντεῦθεν συνάγεται ἄτοπα· πλὴν τούτοις ἀλογίστως ταῦτα λέγουσι, καὶ τοῖς τῶν ἁγίων ῥήμασιν ἐπιφυομένοις, καὶ βλασφημιῶν ἐντεῦθεν ἀνακινοῦσιν ἐσμὸν, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ ποίμνης ποιούμεθα. ι.

Τοῖς αὐτοῖς ὅτι καθ’ ὃν τρόπον πηγὴ ζωῆς ἡ Παρθένος καὶ Θεοτόκος ὀνομάζεται, οὕτω δὴ καὶ ὁ Υἱὸς πηγὴ ζωῆς ὀνομάζεται, λέγουσιν· ἡ δὲ Παρθένος οὕτω λέγεται διὰ τὸ τῷ μονογενεῖ Λόγῳ ἔμψυχον σάρκα δανεῖσαι ψυχῇ, λογικῇ τε καὶ νοερᾷ, καὶ αἰτία αὐτοῦ τοῦ μετὰ Χριστὸν ἀνθρώπου γενέσθαι, καὶ ὁ Υἱὸς ἄρα τοῖς τὴν ζωὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἐκλαμβάνουσι, κατὰ τὸν τῆς αἰτίας λόγον εἰρῆσθαι πηγὴ ζωῆς νοηθήσεται· τούτοις ἐξ ἀνοικείων οὕτως ὁμοιώσεών τε καὶ ὑποδειγμάτων τὰς ἀποδείξεις τοῦ κοινωνεῖν τῷ Πατρὶ τὸν Υἱὸν ἐπὶ τῇ ὑπάρξει τοῦ Πνεύματος ποιουμένοις· καὶ γὰρ οὐχ ὡς ἡ Παρθένος πηγὴ ζωῆς εἴρηται, οὕτω δὴ καὶ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πηγὴ ζωῆς ὀνομάζεται, εἴπερ ἐκείνη μὲν ὅτι ἐξ αὐτῆς ἡ ὄντως ζωὴ, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς ἀληθινὸς ἐγεννήθη κατὰ τὸ ἀνθρώπινον, καὶ αὐτή γε τῆς θείας αὐτοῦ σαρκὸς ὑπῆρξεν αἰτία, ὁ Υἱὸς δὲ πηγὴ ζωῆς, ὅτι τοῖς ὑπὸ τῆς ἁμαρτίας νενεκρωμένοις ἡμῖν αἴτιος ὑπῆρξε ζωῆς, καὶ ὥσπερ τι ῥεῦμα ταύτην ποταμοῦ τοῖς πᾶσιν ἐπήγαγεν· καὶ ὅτι τοῖς αὐτὸν πιστεύουσιν ὡς ἀπὸ πηγῆς αὐτῆς καὶ δι’ αὐτοῦ χορηγεῖται τὸ Πνεῦμα, καὶ αὐτή γε ἡ χάρις ἀναβλύζει τοῦ Πνεύματος, ἥτις οὐδὲν καινὸν, οὔτε τῆς τῶν Γραφῶν συνηθείας ἀλλότριον, ἐὰν ἅγιον ὁμωνύμως καλῆται Πνεῦμα· οἰκειοῦται γὰρ ἔστιν ὅτε καὶ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος τὴν κλῆσιν· ὥσπερ δῆτα καὶ ἥλιον πολλάκις τὴν ἡλίου αὐγὴν καὶ λαμπηδόνα λέγειν οὐκ ἀναινόμεθα· τούτοις οὕτω συμπεραίνειν καὶ συμβιβάζειν τὰ μηδόλως πεφυκότα φιλονεικοῦσι τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ια. Τοῖς αὐτοῖς τὰς τῶν ἁγίων φωνὰς οὐ πρὸς τὸν ὀρθὸν τῆς Ἐκκλησίας σκοπὸν ἐκλαμβάνουσιν, οὐδὲ θεραπεύουσι τὸ δοκοῦν προσίστασθαι κατὰ τὰς πνευματικὰς παραδόσεις, καὶ τὰς κοινὰς περί τε Θεοῦ καὶ τῶν θείων ὑπολήψεις, ἀλλὰ πρός τινα νοῦν ἀπᾴδοντα τῶν προκειμένων αὐτὰς ἐκβιβάζουσιν, ἢ ψιλαῖς αὐταῖς προσέχουσι, καὶ πρὸς δόγμα ἐντεῦθεν ἐκφερομένοις ἀλλότριον, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

Ἀλλὰ τὰ μὲν τῶν ἀναγεγραμμένων καὶ ἤδη ἐκκεκηρυγμένων ἀνθρώπων δόγματα οὕτως ἔχει βλασφημίας, οὕτως ἔχει κακίας, οὕτω τοῦ ἐκκλησιαστικοῦ παντάπασιν ἐκπίπτει φρονήματος, κἂν ὁ τούτων πατὴρ Βέκκος, κἂν ἕτερός τις τῶν σπουδαστῶν, τῶν ἁγίων φρονήματα ταῦτα εἶναι διισχυρίζηται, συκοφάντην αὐτὸν ἀληθῶς τῶν ἁγίων καὶ ὑβριστὴν ἡγητέον. Ποῦ γὰρ οἱ θεοφόροι τὸν Θεὸν καὶ Πατέρα διὰ τοῦ Υἱοῦ αἴτιον τοῦ Πνεύματος ἔφασαν; Ποῦ τὸν Παράκλητον εἶπον, ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν; Ποῦ δὲ πάλιν αὐτὸν τὸν Παράκλητον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν; Ποῦ τὴν μίαν οὐσίαν καὶ θεότητα Πατρὸς καὶ Υἱοῦ αἰτίαν τῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύματος ἐδογμάτισαν; Τὴν δὲ πατρικὴν ὑπόστασιν τίς ποτε καὶ ἐν ποίοις αὐτοῦ συντάγμασι τοῦ μὴ μόνην αἰτίαν εἶναι Υἱοῦ καὶ Πνεύματος ἀπηγόρευσε;

Τίς καὶ τὸν Πατέρα αἴτιον φρονεῖν τοῦ Πνεύματος, οὐ τῷ λόγῳ τῆς ὑποστάσεως, ἀλλὰ τῷ λόγῳ τῆς φύσεως ἐδογμάτισε; καὶ τοῦτο αὐτὸ οὐκ ἀπένειμεν ὡς ἰδίωμα τῶν ἄλλων δύο χωρίζον ὑποστάσεων; Τίς τἄλλα ἅπερ αὐτὸς ψευδόμενος ἐφ’ ὕβρει τῶν Πατέρων, τῶν Πατέρων εἶναί φησι; δύο κακῶν οὐδέτερον ποιεῖν ἀφιστάμενος. Καὶ γὰρ αὐτῶν καὶ αὐτὰ παραφθείρει τὰ ῥήματα ἔστιν οὗ. Καὶ οὐδ’ ἂν ἀπαραποιήτοις τοῖς ῥήμασι χρήσηται, τὸν γνήσιον ὅμως οὐκέτι τῶν ῥημάτων ἀσπάζεται νοῦν. Οὐδὲ βλέπει πρὸς τὸν σκοπὸν πρὸς ὃν καὶ ὁ τῶν ῥημάτων ἀφεώρα Πατὴρ, ἀλλὰ τὴν πρόθεσιν καὶ τὴν χρείαν, καὶ αὐτό γε τὸ βούλημα ὑπερηφάνως τῆς Γραφῆς παρατρέχων σφοδρῶς ἐπιφύεται τῇ λέξει, καὶ τὴν σκιὰν ἀντὶ τοῦ σώματος ἀπενεγκὼν, βιβλία συντάττει. Ἴσον δ’ εἰπεῖν, ὅτι καὶ ἐκ ψάμμων σχοινία πλέκει, καὶ οἰκίας ἐντεῦθεν οἰκοδομεῖ. οὐκ οἶδα τί ἕτερον ἐσομένας, εἰ μὴ τὴν στήλην φαίη καὶ τρόπαιον, τὴν μὲν τῆς ἀφροσύνης αὐτοῦ κήρυκα, τὸ δὲ δήλωσιν τοῦ ἀγῶνος αὐτοῦ, ὃν κατὰ τῆς ἑαυτοῦ σωτηρίας ἠγώνισται. Διὰ τοῦτο καὶ αὐτὰ τὰ δόγματα τοῖς ἑαυτῶν Πατράσι συγκαταδικάζοντες, κρίνομεν ὡς ἐκείνων, οὕτω δὴ καὶ αὐτῶν ἐκ τῆς Ἐκκλησίας τὸ μνημόσυνον ἀπολέσθαι μετὰ ἤχου.