Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Τόμος πίστεως

Γρηγόριος Βʹ Κύπριος

Ορθόδοξη ομολογία και απόρριψη του Φιλιόκβε

Διακήρυξη της πίστεως στον Τριαδικό Θεό και την ενανθρώπηση του Λόγου, ρητή αναίρεση της διδασκαλίας περί εκπορεύσεως του Αγίου Πνεύματος και εκ του Υιού, και επιβεβαίωση της πατροπαράδοτης θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 5

Ἡμεῖς τοίνυν οὕτω γλώττῃ ὁμολογοῦμεν ὡς καὶ τῇ καρδίᾳ πιστεύομεν. Πιστεύομεν δὲ ὡς ἄνωθεν καὶ ἐκ Πατέρων ἐδιδάχθημεν. Ἐδιδάχθημεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων, ἄναρχον μὲν καὶ ἀγέννητον καὶ ἀναίτιον, ἀρχὴν δὲ φυσικὴν καὶ αἰτίαν Υἱοῦ καὶ Πνεύματος. Πιστεύομεν καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν ἀχρόνως καὶ ἀῤῥεύστως ἐξ αὐτοῦ ὁμοούσιον αὐτῷ γεννηθέντα, δι’ οὗ τὰ πάντα ἐγένετο. Πιστεύομεν καὶ εἰς τὸ πανάγιον Πνεῦμα, τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ συμπροσκυνούμενον Πατρὶ καὶ Υἱῷ, ὡς συναΐδιον καὶ σύνθρονον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον, καὶ τῆς κτίσεως συνδημιουργόν. Πιστεύομεν τὸν ἕνα ταύτης τῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπῆσαι, τουτέστιν τέλειον ἄνθρωπον γενέσθαι μένοντα Θεὸν, καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας διὰ τὴν πρὸς σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα, ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον. Ἐν αὐτῷ τε πάθος καὶ σταυρὸν ὑπομεῖναι τὸν παντὸς πάθους κατὰ τὴν θείαν φύσιν ἐλεύθερον, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ εἰς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός.

Πιστεύομεν κατὰ τὰς περὶ Θεοῦ καὶ τῶν θείων παραδόσεις τε καὶ εἰσηγήσεις, τῆς μιᾶς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογοῦντες, καὶ ἕνα πιστεύοντες τὸν αὐτὸν καὶ κηρύττοντες Χριστὸν ἐν δυσὶν οἴδαμεν μετὰ τὴν ἐνανθρώπησιν ταῖς φύσεσι, τὰ ἐξ ὧν καὶ ἐν οἷς καὶ ἃ πέφυκε σώζοντα.

Ἀκολούθως δὲ καὶ δύο ἐνεργείας αὐτοῦ Χριστοῦ καὶ δύο πρεσβεύομεν θελήματα, ἑκάστης τῶν φύσεων τὸ ἴδιον θέλημα καὶ τὴν οἰκείαν σωζούσης ἐνέργειαν. Προσκυνηταὶ ἐσμὲν σχετικῶς, καὶ οὐ λατρευτικῶς, καὶ τῶν θείων καὶ σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν ἁγίων, ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζοντες τιμήν. Τοὺς δὲ ἄλλως ἢ οὕτω φρονοῦντας ὡς ἀλλοτριόφρονας ἀποβαλλόμεθα. Ἀποβαλλόμεθα δὲ καὶ τὴν πρὸ μικροῦ γεγονυῖαν εἰρήνην, ὡς τὴν πρὸς Θεὸν ἡμῖν προξενήσασαν ἔχθραν. Ἐπειδήπερ ὡς ἐν πλάσματι οἰκονομίας τὴν Ἐκκλησίαν κατέτεμε καὶ ἐλυμήνατο, πείθουσα αὐτὴν διὰ τῆς ἀβελτηρία; καὶ φρενῶν παρατροπῆς τῶν τὴν ἰδίαν, ἀλλ’ οὐ τὴν τοῦ Θεοῦ στῆσαι δόξαν ζητούντων ἀποκλῖναι μὲν τῆς ὀρθοδοξίας καὶ τῆς ὑγιοῦς τῶν Πατέρων διδασκαλίας, εἰς κακοδοξίας δὲ καὶ βλασφημίας ἀπολισθῆσαι κρημνόν. Ἀθετοῦμεν τὰς ἐπικινδύνους περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως λαληθείσας αὐτοῖς φωνάς. Τὸ γὰρ πανάγιον Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι παρ’ αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου μαθόντες, ἐκ τοῦ Πατρὸς καὶ τὴν ὕπαρξιν ἔχειν ὁμολογοῦμεν, καὶ αὐτὸν τοῦ εἶναι οὐσιωδῶς αὐχεῖν αἴτιον, ὥσπερ δῆτα καὶ αὐτὸς ὁ Υἱός. Τὸν δὲ Υἱὸν ἐκ Πατρὸς μὲν οἴδαμεν καὶ πιστεύομεν, καὶ αἴτιον ἑαυτοῦ καὶ ἀρχὴν φυσικὴν τὸν Πατέρα πλουτεῖν, ὁμοούσιον δὲ καὶ συμφυὲς τὸ ἐκ Πατρὸς ἔχειν Πνεῦμα.

Οὐ μὴν δὴ καὶ αἴτιον αὐτὸν τοῦ Πνεύματος ὑπάρχειν ἢ μόνον ἢ μετὰ τοῦ Πατρός. Ὅτι μηδὲ ὕπαρξις τῷ παναγίῳ Πνεύματι διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ, καθὰ δὴ καὶ ἐνόησαν καὶ ἐδογμάτισαν οἱ εἰς ἀπώλειαν ἑαυτοὺς καὶ Θεοῦ μακρυσμὸν ἐκβιάζοντες.

Οὓς δὴ καὶ ὡς οὐ περὶ τὴν ὑγιῆ πίστιν ὀρθοδοξοῦντας, ἀλλ’ ἀριδήλως βλασφημοῦντας, καὶ διεστραμμένα καὶ φρονοῦντας καὶ λέγοντας ἀποστρεφόμεθα, καὶ τῆς ἡμῶν ἀποκόπτομεν κοινωνίας, τὸ δεινοτάτης καὶ μέχρις αὐτῆς ἀφόρητον ἀκοῆς διαπεπραγμένους.