Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Προοίμιο και πρώιμα χρόνια του αγίου Λαζάρου

Εισαγωγή στη σημασία της βιογραφίας των αγίων, η καταγωγή του οσίου, τα θαυμαστά σημεία κατά τη γέννησή του, η παιδική του ηλικία και οι πρώιμες αρετές του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 8

Βίος καὶ πολιτεία καὶ μερικὴ θαυμάτων διήγησις τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Λαζάρου τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος, συγγραφεὶς παρὰ τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ Γρηγορίου. 1. Ὁ τῶν κατὰ Θεὸν πολιτευομένων βίος ἐξιστορούμενος ὑπόθεσις εὐφροσύνης τοῖς φιλοθέοις καθίσταται· ἀπλανὴς καὶ γὰρ γίνεται τῆς φερούσης πρὸς ἀρετὴν ὁδηγός, δεικνὺς τὸ στενὸν ταύτης καὶ τεθλιμμένον τοῖς διέρχεσθαι βουλομένοις οὐ πάνυ τοι δυσδιόδευτον· καὶ καθ’ ὃν τρόπον τοῖς μέλλουσι δι’ ὀλισθηρᾶς ὁδοῦ διελθεῖν τρέμειν ἔπεισι καὶ ἀναδύεσθαι, ἢ δέ που ὁ χειραγωγήσων ὀφθῇ, ἀγαλλιᾶσθαί τε καὶ τῆς πορείας θαρραλεώτερον ἅπτεσθαι, οὕτω δὴ καὶ τοῖς διανύσαι τὴν φαραγγώδη στίβον τῆς ἀρετῆς αἱρουμένοις, δειλιῶσι τὰ πολλὰ καὶ ἀναβαλλομένοις, βίος μακαρίων ἀνδρῶν διηγούμενος πλείστην ἐνίησι τὴν ἀνδρίαν καὶ πείθει πεποιθότως κατὰ ταύτην διέρχεσθαι. Τοίνυν ἐπεὶ καὶ ὁ Λαζάρου τοῦ θείου βίος ἱκανὸς εἴπερ τις εὐφρᾶναι ψυχὰς καὶ διεγεῖραι πρὸς ἀρετῆς ἀντιποίησιν, τοῦτον ἡμῖν καὶ διηγητέον καὶ μιμητέον εἰς δύναμιν. 2. Τῷ μακαρίῳ τοιγαροῦν τούτῳ, ἵν’ ἐνεγκαμένην εἴπω καὶ ἔδαφος πάτριον νόμοις ἐγκωμίων ἑπόμενος, κώμη τις ἡ πατρίς.

Ἀλλὰ μή τις αὐτίκα κώμην ἀκούσας τοὔνομα τῆς ἐνεγκαμένης ἐλάττωμα τῶν τοῦ πατρὸς ποιείτω καλῶν· οὐδὲν γὰρ τὸ τῆς πατρίδος εὐτελὲς τὸν ἐντὸς παραλυμαίνεται ἄνθρωπον, ὥσπερ μὴν οὐδὲ τὸ ταύτης περιφανὲς κατά τι τοῦτον ὀνίνησι. Καὶ μαρτύριον ἤτω τῷ λόγῳ Σαμουὴλ ἐξ Ἀρμαθέμ, ὁ μέγας τῆς μικρᾶς, ὃς οὐ διεκωλύθη βλέπειν τὰ ἔμπροσθεν καὶ βασιλέας χρίειν διὰ τὴν τῆς ἐνεγκαμένης εὐτέλειαν. Καὶ ἡ κώμη ἀγχοῦ που Μαγνησίας τῆς Ἀσιάτιδος, Μαγνησίας ἐκείνης, ἣν λόγος ὡς καλλίστην πόλεων τῶν Ἀσιατικῶν τῷ στρατηγῷ δεδωρῆσθαι Ἀθηνῶν ὑπὸ τοῦ σατράπου Περσῶν· ὁ Δαρείου δὲ Ξέρξης οὗτος ἦν, ἐπὰν ὡς αὐτὸν ἐκεῖνος ἐκ τῆς Ἑλληνίδος ἀπηυτομόλησε. Μικρὰ μὲν τά γε ἄλλα ἡ κώμη καὶ εὐπεριόριστος ἀριθμῷ τε βραχεῖς ἔχουσα τοὺς οἰκήτορας, χαριεστάτη δ’ ὅμως κατά τε ὡρῶν εὐκρασίαν κατά τε ναμάτων ἀφθονίαν καὶ γῆς γεννημάτων καὶ παντοδαπῶν ὡραίων δαψίλειαν.

Πατέρες δέ, ὁ μὲν Νικήτας, ἡ δὲ Εἰρήνη, εὐγενεῖς ἄμφω τῷ ὄντι καὶ τῶν εὖ γεγονότων· εὐγένειαν δὲ λέγω οὐχ ἣν οἱ πολλοὶ θαυμάζουσιν, ἄπαγε, οὐ γὰρ πρὸς φιλοθέων τὸ οὕτω θαυμάζειν οὐδὲ φιλόκαλον τὴν ἐξ αἱμάτων καὶ χρημάτων καὶ δυσγενείας τῆς κάτω καὶ ὑλικῆς, ἀλλ’ ἣν εὐσέβεια χαρακτηρίζει καὶ τρόπος ἐπιεικὴς διαγράφει καὶ ἡ πρὸς τὸ πρῶτον ἄνοδος, ὅθεν πεπτώκαμεν. Ἐκ ταύτης δὴ τῆς εὐγενοῦς ῥίζης τὸ εὐγενέστερον τουτὶ δένδρον ἀναδραμόν, ὁ ἱερός φημι Λάζαρος, ὁποῖον ἔφερε τὸν καρπόν, ὡς ὡραῖον τῷ ὄντι καὶ νόστιμον καὶ τῆς Θεοῦ φυτοκομίας ἐπάξιον, προϊὼν ὁ λόγος κατὰ δύναμιν τὴν οἰκείαν ἐκθήσεται. Πλὴν ἀλλ’ ἀπ’ αὐτῆς γε τῆς εἰς φῶς τοῦ μάκαρος παραγωγῆς ἡμῖν ἀρκτέον τῆς διηγήσεως, ἐπεί τοί γε ἔστιν ἃ κατὰ ταύτην ἀκοῦσαι τετελεσμένα φυσικοὺς θεσμοὺς ὑπεραίροντα. 3. Λέγεται τοιγαροῦν ὁμοῦ τῇ εἰς τόνδε τὸν βίον τούτου προόδῳ θαῦμα γενέσθαι περὶ αὐτόν, οἰωνίσασθαι παρέχον τὴν εἰς τὸ ἑξῆς εὐδοκίμησιν· καὶ τὸ θαῦμα νεφέλη φωτός, μικροῦ στερροτέρα καὶ ὄψεως, μαρμαρυγῆς πληροῦσα τὸν οἶκον, ὃς γεννηθέντα εἶχε τὸν ἅγιον, ἐμφαίνουσα τὸν τεχθέντα πάντως, ὡς οἶμαι, ἡμέρας ἐσόμενον υἱὸν καὶ δοχεῖον πλῆρες θείας ἐλλάμψεως.

Ἐφ’ ᾧ καὶ ὅσα περ τῶν γυναίων τῷ τότε τῆς λεχοῦς ἐπεμέλετο, ἐκπλαγέντα τε ὁμοῦ καὶ πεφρικότα οὐκέτι ἠνείχοντο μένειν εἴσω θυρῶν, ὠθεῖτο δὲ μᾶλλον περὶ τὴν φυγὴν καὶ τὴν τοῦ οἴκου ἀπαλλαγὴν διὰ τὸ παράδοξον τοῦ θεάματος. Ἀλλὰ προσεκτέον ἀκριβῶς τῷ διηγήματι. Ῥηθήσεται γὰρ πρὸς τῷ πρώτῳ καὶ δεύτερον, τοῦ πρὸ αὐτοῦ κατ’ οὐδὲν εἰς θαῦμα ἀπολειπόμενον. Ὡς γοῦν ἱκανῶς εἶχε τοῖς γυναίοις ἡ ἐκτὸς οἴκου διατριβὴ καὶ ἡ νεφέλη οὐκ ἦν καὶ τὸ δέος κατὰ μικρὸν ἀπῄει, εἰσιέναι αὖθις ἔδοξε δεῖν· ἠνάγκαζε γὰρ τὴν εἴσοδον ἡ τῇ λεχοῖ προσήκουσα ἐπιμέλεια. Καὶ δὴ ἐπεὶ τοῖς ἐντὸς ἤδη γένοιντο, ὄρθιον ὁρῶσι τὸ βρέφος ἱστάμενον ἐπὶ πόδας, χεῖράς τε τῷ στήθει ἔχον ἐρηρεισμένας καὶ σταυροῦ σχηματιζούσας τὸ σύμβολον. Διὰ τοῦτο καὶ περιλάλητον ἔκτοτε τοῖς ἁπάντων στόμασιν ἦν, ὅτι ἐπὶ μέγα δόξης τὰ κατὰ τὸν γεννηθέντα προβήσεται.

Καὶ τίς γὰρ οὐκ ἂν τῆς τοιαύτης ἐγένετο δόξης, τοιαῦτα θεώμενος τὰ περὶ αὐτὸν ἐξ αὐτῆς τῆς πρώτης γραμμῆς, ἐπεὶ καὶ πᾶσι περιλαλεῖται καὶ πᾶσι θαυμάζεται τὰ θαύματος ἄξια, καὶ οὐ τοῖς μὲν τοῖς δ’ οὔ, πᾶσι δ’ οὖν· ἀλλὰ τὰ μὲν κατὰ τὴν γέννησιν Λαζάρου τοῦ μάκαρος τοιαῦτά ἐστι καὶ οὕτως ἔχοντα. Τὰ δὲ ἐφεξῆς πάντα ἐμοὶ μὲν ἀλλὰ καὶ τῷ ὑπὲρ πάντας κατά γε τὸν λόγον λόγῳ περιλαβεῖν δυσχερές, ὥσπερ δῆτα καὶ ἀστέρας τοὺς οὐρανίους τῷ ἀριθμῷ· τέως γε μὴν πρεσβείαις τεθαρρηκὼς ταῖς ἐκείνου βραχέα πάνυ καὶ ὅσα ἔμοιγε εἰπεῖν εὐπετές, ταῦτα καὶ δὴ γνωριῶ. 4. Ἤδη μὲν οὖν τοῦ θαυμασίου τούτου εἰς αὔξησιν ἐρχομένου καὶ προκόπτοντος μὲν τὴν σωματικὴν ἡλικίαν, πολλῷ δέ γε πλέον καὶ τὴν πνευματικήν, ἔρως γίνεται τοῖς γονεῦσιν εἰς γραμματιστοῦ τὸν παῖδα φοιτᾶν. Καὶ ὁ παῖς ἦν περὶ τὸν μυσταγωγὸν μάλα μὲν εὐπετῶς τὴν μάθησιν προσιέμενος, τούτου δὲ τὸν τρόπον καὶ ἀπὸ ψυχῆς βδελυττόμενος, ἐπείπερ ἦν ὁ γραμματιστὴς τῇ ἀληθείᾳ δοῦλος χρυσοῦ καὶ περὶ τὴν κατοχὴν τούτου δεινῶς ἐπτοημένος ὥσπερ ἀνδράποδον· ἀμέλει τοι καὶ ὅτι ἂν τῶν ἐκείνου εἰς χεῖρας τὰς τοῦ νέου τύχοι ἐλθόν, κόλπος παραχρῆμα ὁ τῶν πενήτων ἐδέχετο· καὶ οὔτε πλυνόμενον καθ’ ἑκάστην ταῖς ὕβρεσιν οὔτε μὴν μαστιγούμενον τά τε νῶτα φοινισσόμενον ἀποσχέσθαι ἦν τῆς ἐπαινουμένης κλοπῆς.

Ὁ γὰρ πρὸς τοὺς πένητας ἔμφυτος οἶκτος καὶ τὸ πρὸς τὰ χρήματα μῖσος ἔπειθον φέρειν ἀνεκτῶς καὶ ὕβρεις καὶ μάστιγας· πλὴν καίπερ οὕτω λείαν Μυσῶν ὃ δὴ λέγεται τὰ τοῦ διδασκάλου ποιούμενος καὶ ἀμφοτέραις χερσὶν ἀρυόμενος, οὐδὲν ἧττον θαυμαστὸς καὶ παρ’ ἐκείνου ἐτύγχανεν.

Ἀνανεύων γάρ ποτε κἀκεῖνος ἐκ τοῦ θυμοῦ ἀνελογίζετο τοῦ νέου τὴν περὶ τοὺς πενομένους διάθεσιν καὶ διὰ θαύματος εἶχεν αὐτὸν καὶ τοῖς ἄλλοις ἐξήγγελλε. Καὶ δῆλος ἦν ἐντεῦθεν τοῖς πᾶσιν ὁ Λάζαρος, ὥσπερ τὰ εὐγενῆ τῶν φυτῶν ἐκ πρώτης βλάστης, ὁποῖος ἄρα τὴν ἀρετὴν ἀποβήσεται. 5. Ἐπεὶ δὲ καὶ ἡλικίαν τὴν παιδικὴν ἤμειβε καὶ φρονήματος ἥπτετο τελεωτέρου, ἔρως εἴσεισιν αὐτὸν τῆς ἐνεγκαμένης ἀπᾶραι καὶ πρὸς τόπους γενέσθαι, τόπους ἐκείνους, ἔνθα ὁ ἐμὸς Χριστὸς διατρίβων ἦν, ὁπηνίκα ἐγένετο μεθ’ ἡμῶν μορφωθεὶς τὸ ἀνθρώπινον τὸ καθ’ ἡμᾶς καὶ ἡμέτερον.