Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Αναχώρηση, πρώτοι ασκητικοί αγώνες και θαύματα

Η κρυφή φυγή του από την πατρίδα του, η μοναχική κουρά, οι αυστηροί αγώνες στην άσκηση και η εκδήλωση των πρώτων θαυμάτων και του προορατικού του χαρίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 2 από 8

Ἐντεῦθεν πλειστάκις μὲν ἐπεχείρει, πλειστάκις δὲ ἥπτετο τῆς ὁδοῦ, τοσαυτάκις δὲ ὅμως εἴργετο ὑπὸ τῶν ἰδίων· οἳ σκοπὸν τὸν ἐκείνου οὐδ’ ὅλως εἴων ἐπὶ πέρας ἐλθεῖν· μέντοι γε καὶ ἵνα μὴ λαθὼν Λάζαρος ἀποδράσειε, τῇ μονῇ τῶν Ὀρόβων ἐγγειτόνων οὔσῃ φέροντες οὗτοι παραδεδώκασιν ἅμα μὲν τοῖς μαθήμασιν ἀσχολεῖσθαι, ἅμα δὲ καὶ τὰ τῆς ἀρετῆς προασκεῖσθαι, τὸ δὲ πλεῖστον, ὡς ἂν ὑπὸ πολλῶν ὁσῶραι βλεπόμενος ἀποσταίη τε τοῦ λογισμοῦ καὶ τῆς ἐπὶ τὴν Παλαιστίνην ὁρμῆς ἀποκρούηται.

Ἀλλ’ οὐδὲν ταῦτα πρὸς τὴν ἔνθεον ἐκείνην ἔφεσιν καὶ τὸν ἐπαινετὸν πόθον τοῦ μείρακος, ἐπεὶ οὐδὲ συνεχωρεῖτο ὑπὸ τοῦ οἰκουροῦντος θείου ἔρωτος μένειν τε κατὰ χώραν καὶ στέργειν τὸ ἥσυχον· ἀλλὰ καὶ ἀναστελλόμενος τῆς ὁδοιπορίας ἐπεχείρει αὖθις καὶ κατεχόμενος δρασμὸν ἐνενόει καὶ ἀσφαλείᾳ τηρούμενος λαθεῖν ἐπειρᾶτο καὶ πάνθ’ ἁπλῶς ὑπῆρχε κινῶν, ὥστε τῆς ἐφέσεως μὴ διαμαρτεῖν. Ἀμέλει τοι καὶ μιᾶς, ἀδείας λαβόμενος, λαθὼν γονεῖς, λαθὼν ἐπιτηδείους, τοὺς ἐπὶ τῇ φυλακῇ τούτου σπουδάζοντας πάντας, ὅλῳ ποδὶ τὴν ἐπὶ Παλαιστίνην ἐβάδιζε. Καὶ εἴκασεν ἄν τις ἐκεῖνον τῷ τότε πυρί, ἐπὶ πολὺ μὲν εἰργομένῳ τῆς ἐπὶ τὰ ἄνω φορᾶς, ἐπιτυχόντι δέ ποτε καὶ ἀδείας, ἐκποδὼν αὐτοῦ γενομένου τοῦ τὴν φυσικὴν ἐκείνην ἐπικόπτοντος κίνησιν· καὶ γὰρ φιλεῖ πως τὸ βίᾳ κρατούμενον ὅλαις ὁρμαῖς εἰς ἑαυτὸ ἀνατρέχειν, ἐπὰν ἀπηλλαγμένον καὶ ἐλεύθερον ὀφθῇ τοῦ κατέχοντος. 6. Διελθὼν γοῦν διὰ τῶν Χωνῶν, ὅπου καὶ τὸ μέγα τοῦ θείου ἀρχιστρατήγου Μιχαὴλ τετελεσιούργηται θαῦμα, κἀν τῷ ἐκεῖσε ἱερῷ σηκῷ προσευξάμενος τόν τε θεῖον Μιχαὴλ ἐφάπτεσθαι οἱ κατὰ τὴν ὁδοιπορίαν ἐπικαλεσάμενος, τῆς προκειμένης καὶ πάλιν ἐγένετο.

Ἐξ ἐκείνου δὲ τὴν Ἀττάλειαν καταλαβών—πόλις αὕτη Κιλίκων τά τε ἄλλα περιφανὴς καὶ ὅτι ἀγχίαλος καὶ πλῆθος ἀεὶ τῶν πανταχόθεν εἰς αὐτὴν καταιρόντων—ἐπιβουλεύεται χρυσοῦ ἔκδοτος εἰς δουλείαν γενέσθαι Σαρακηνοῖς, οἳ πολλοὶ περὶ τὴν Ἀττάλειαν τὸ τηνικάδε ἔτυχον ὄντες, ἐμπορίας χάριν κατάραντες.

Ἦν δὲ ὁ τῷ νέῳ τεκταινόμενος τὴν ἐπιβουλὴν μοναχὸς ἐκ πατρίδος τῆς τῶν Παφλαγόνων ὁρμώμενος, ὃς καὶ καθ’ ὅλην τὴν μεταξὺ Χωνῶν τε καὶ Ἀτταλείας ὁδὸν συνοδίτης ὑπῆρχεν αὐτῷ· ἢ μᾶλλον εἰπεῖν οὐχ ὁ μοναχός, ὁ Σατὰν δὲ διὰ τοῦ μοναχοῦ ταῦτα κατὰ Λαζάρου ἦν σκαιωρῶν, ὑφορώμενος τάχα ἢ καὶ προγινώσκων τὴν ὅσον οὔπω ἐξ ἐκείνου ἐπιγενησομένην αὐτῷ ἐσχάτην ἐρήμωσιν καὶ σπεύδων διὰ ταῦτα, εἴ γε παντελῶς οἷος φανῇ, ἐκεῖνον ἐκτρίψασθαι· καὶ δὴ ἀπημπόλητο ἂν τοῖς Ἀγαρηνοῖς Λάζαρος ὁ θαυμαστός, εἰ μὴ ὁ τοὺς αὐτὸν ἐκζητοῦντας οὐκ ἐγκαταλείπων Θεὸς ἐκποδὼν καθιστὰς τὸν ἑαυτοῦ θεράποντα τῆς ἐπιβουλῆς ἐξερρύσατο. Τῶν γὰρ χριστωνύμων τις κατά τινα συντυχίαν τὸ κατ’ ἐκεῖνο καιροῦ παρὰ τὸν τόπον ἐλθών, ἔνθα ὁ ἀπό γε τοῦ σχήματος μοναχός, —εἴ γε χρεὼν καὶ μοναχὸν τὸν τοιοῦτον ὅλως ἐπιφημίζεσθαι—ἔνθα ὁ τοιοῦτος ἵστατο καπηλεύων τὸν νέον, καὶ τὰ τοῦ δράματος συνείς —ἦν γὰρ ἴδρις τῆς ἐκείνων φωνῆς—μηνύει παραχρῆμα τὴν σκαιωρίαν καὶ πείθει Λάζαρον πόρρω που ἑαυτὸν τὴν ταχίστην τοῦ κακομηχάνου συνοδοιπόρου ποιήσασθαι. Καὶ ὃς αὐτίκα πόλιν ἐκείνην καὶ τὰ ἐν πόλει καταλιπὼν τὸ πλησίον ὄρος καταλαμβάνει. 7. Οὗ καὶ γενόμενος κατά τινα θειοτέραν οἰκονομίαν ὁσίῳ τινὶ περιτυγχάνει ἀνδρὶ πολιῷ καὶ τρίχα καὶ σύνεσιν.

Ὃς πρὸς τοῖς ἄλλοις καὶ τῷ τῆς ἱερωσύνης ὡραΐζετο ἀξιώματι· ὑφ’ οὗ τὸν θαυμαστὸν ἐρωτηθέντα Λάζαρον, τίς τε εἴη καὶ ὅθεν ἵκοιτο, κατὰ μέρος τήν τε πατρίδα ἐξειπεῖν, τοὺς τεκόντας, τὸν περὶ τοὺς θείους τόπους ἔρωτα, τὴν δι’ αὐτὸν ἀπανάστασιν τῆς ἐνεγκαμένης, τὴν τοῦ μοναχοῦ περὶ αὐτὸν δολορραφίαν καὶ πάνθ’ ἁπλῶς, ὅσα οἱ κατὰ τὴν ὁδοιπορίαν συνήντησεν. Ὡς δὲ καὶ αὖθις πρὸς ἐκείνου, εἰ ἔτι σκέπτοιτο τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἔχεσθαι, ἠρωτᾶτο, μηδὲν δὲ ἑαυτῷ ἕτερον ἔφασκεν εἶναι τὸ σπουδαζόμενον, ἀκοῦσαι πρὸς τοῦ θεοφόρου ἐκείνου ἀνδρὸς μὴ θεμιτὸν εἶναι ἐν ἀκμῇ τῆς ἡλικίας· ὄντι καὶ τῷ ἐχθρῷ διὰ τὴν νεότητα εὐεπιχειρήτῳ, ἔνθαπερ ἐποτρύνει τὸ πρόθυμον, περιέρχεσθαι, δεινὸν γὰρ τὸν πάντῃ τῷ οἰκείῳ ἑπόμενον λογισμῷ μὴ θήραμα χρηματίσαι τῷ ἑκασταχοῦ τὰ τῆς ἀπωλείας λῖνα ἐκτείναντι· ἀλλ’ εἴγε σύμβουλον αὐτὸν ἐπὶ καλῷ ψυχῆς δέχοιτο τῆς ἰδίας, καταλαβεῖν σὺν αὐτῷ οὗπερ οὗτος ἦν προϊστάμενος μοναστηρίου κἀκεῖσέ τε ἐναποκαρῆναι καὶ χρόνον διαβιβάσαι συχνόν, ἔστ’ ἂν ἀκίνδυνος αὐτῷ ἡ ἐκεῖθεν ἐξέλευσις γένηται.

Ταύτης δὲ τῆς χρηστῆς ὑποθήκης ὡς ἀληθῶς Λάζαρος ὅλος γενόμενος καὶ εἴξας ἐφ’ ᾧπερ ὁ Θεοῦ ἄνθρωπος ἐκεῖνος προσέταττε, πεπαίδευτο γὰρ πρὸς τῆς ἐν αὐτῷ χάριτος ἀντιτείνειν μηδ’ ὅλως μηδενὶ ὑποτιθεμένῳ αὐτῷ τὰ σωτήρια, ὁμοῦ τῷ μακαρίτῃ ἐκείνῳ καταλαμβάνει τὸ φροντιστήριον. 8. Ἐν ᾧ δὴ σὺν τοῖς ἀμφίοις καὶ τὸν παλαιὸν προσαποδυσάμενος ἄνθρωπον, ἅμα τῷ μοναχικῷ τρίβωνι καὶ τὸν νέον μεταμφιέννυται· ἐντεῦθεν πολὺς ἦν ὁ Λάζαρος πρὸς σκάμματα καὶ πόνους ἀσκητικούς, καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ἢ πτηνὸν εἰς ἀέρα, τὸ παρρησιαζόμενον. Καὶ γὰρ ἰσχυρὸν ἡ νεότης ἐφ’ ἑκατέρᾳ ῥοπῇ, τῇ τε τοῦ ἀγαθοῦ δηλαδὴ καὶ τοῦ χείρονος, καὶ ὁποτέρωσε νεύσει, ἀπληστότερον ἐπεξέρχεται ὥσπερ οἱ ποταμοὶ ταῖς δοθείσαις ὁδὸν ἀφορμαῖς· νηστεία γάρ, ἣ πάχη σωμάτων οἶδεν ἐναποθλίβειν καὶ κύματα κατευνάζειν κατὰ ψυχῆς ἐξογκούμενα, τοσοῦτον αὐτῷ ἐφιλήθη ὡς οὐδέ τινι τῶν φιλοσάρκων τρυφή. Ὑπακοῆς δὲ τῆς τοῦ μονήρους κρηπῖδος καὶ ταπεινώσεως τῆς ὑψηλοτάτης τῶν ἀρετῶν ἐς τοσοῦτον ἀφίκετο, ὡς ξύμπασι τοῖς μετ’ αὐτὸν κατά γε ταύτας χρηματίσαι ὑπόδειγμα. Ἀγρυπνίας δὲ πέρι καὶ τήξεως τοῦ σκήνους καὶ τῆς λοιπῆς σκληραγωγίας, δι’ ὧν καθ’ ἑκάστην ὁ χοϊκὸς ἀπεξέετο ἄνθρωπος, τί χρὴ καὶ λέγειν καὶ λέγοντα διατρίβειν;

πλὴν τοσοῦτον ῥητέον, ὅτι φύσεως γενόμενος ἀγαθῆς καὶ ταύτῃ συνέριθον τὴν ἄσκησιν προσλαβόμενος πᾶσαν ἰδέαν ἀρετῆς πτερωτὸς ὥσπερ μετήρχετο. Τοιοῦτον καὶ γάρ ἐστι· φύσις μὲν γὰρ ἀγαθὴ ὑπισχνεῖται ῥώμην ψυχῆς, ἡ δὲ τὴν ὑπόσχεσιν εἰς τέλος φέρουσα ἄσκησις. 9. Ἐντεῦθεν κἀν τοῖς ἁπάντων στόμασι Λάζαρος ἦν καὶ γλώττης ἐντρύφημα καὶ ἀκοῆς ἥδυσμα τὰ ἐκείνου ἐγίνετο λεγόμενά τε καὶ ἀκουόμενα, ἐπεὶ μηδὲ ἦν ὅστις μὴ διὰ θαύματος ἦγε τὰ τοῦδε καὶ δι’ ἐπαίνου εἶχε τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐκήρυττε· τῶν ἁπάντων δὲ μάλιστα ὁ τοῦ σεμνείου προεστὼς θεῖος γέρων, ᾧ διὰ τέλους ἦν οὗτος ὑπηρετῶν καὶ μισθὸν τῆς ὑπηρεσίας λαμβάνων περιφανῆ τὴν τῆς ἀσκήσεως παίδευσιν. Συχνὸν γοῦν ἐκεῖσε προσδιατρίψας χρόνον καὶ τὰ τοῦ μοναδικοῦ βίου καλῶς ἐξακριβωσάμενος, ἐπεὶ πρὸς τὰ τελευταῖα τῆς βιοτῆς ὁ θεῖος γέρων ἀφίκετο, ἀκούει παρ’ αὐτοῦ ὡς· Ἐμέ, κατὰ Χριστὸν τέκνον ἐμόν, βραχὺ ὅσον καὶ ἡ γῆ ἡ κοινὴ πάντων μήτηρ ἐκδέξεται· τὰ κατὰ σὲ δὲ τῷ κοινῷ προσανατίθημι δεσπότῃ κἀκείνῳ τε μελήσει τὰ περί σου. Καὶ ὃς βαρέως ἐνέγκας τὸ τῶν λόγων ὀδυνηρόν, σκυθρωπάζων ἦν, στένων ἀπὸ ψυχῆς, διωλύγιον ἀνοιμώζων, ἅτε μὴ ὠσὶν ἀκοῦσαι φέρων τὴν ἐκείνου διάζευξιν. Ὧν καὶ γὰρ ὁ σύνδεσμος πολὺ φέρει τὸ ἰσχυρόν, τούτων ἡ διάζευξις ὀδυνηρὰ καὶ ἠναγκασμένος ὁ χωρισμός.

Ἀλλ’ ὁ μὲν πνευματικὸς ἐκεῖνος Λαζάρου πατὴρ μικρὸν πάνυ ἐπιβιοὺς μετὰ τὴν πρόρρησιν πρὸς Κύριον ἐκδημεῖ. Ὁ δὲ οἰκτρότατα κοψάμενος ἐπ’ αὐτῷ δάκρυά τε τῶν ὀφθαλμῶν ἐπιχέας, τρίτην ἡμέραν μετὰ τὴν ἐκείνου ὁσίαν τοῦ σεμνείου ἀπανίσταται· σπήλαιον δέ τι κατὰ τὴν ὑπώρειαν οὐ μακράν που τῆς μονῆς κείμενον καταλαβὼν δυσχερὲς τὰ πολλὰ καὶ μὴ ῥᾳδίως εἰσιτητόν, τοῦτο ὑπέρχεται, ἵνα μόνῳ τῷ πλάστῃ μόνος οὗτος συγγένηται. 10.

Ὁπόσῃ δὲ τῇ ἀσκήσει καὶ σκληραγωγίᾳ ἔκτοτε ὁ γεννάδας ἐκδέδωκεν ἑαυτόν, δι’ ἧς καὶ τὴν σάρκα τῷ πνεύματι καθυπέταξε, γλώσσῃ ἐκφῆναι τῶν δυσχερῶν· πλὴν ὅσον ἀρεταίνων λανθάνειν ἐσκέπτετο, τοσοῦτον μᾶλλον περίπυστος ἀκοαῖς ταῖς ἁπάντων ἐγένετο, ἀρετὴ γὰρ τὸν κατ’ αὐτὴν πορευόμενον ἐπόψιον τίθησιν ὥσπερ ἡλίου αὐγὴ τὰ ὁρώμενα, κἂν τὰ πολλὰ λανθάνειν οὗτος πειρᾶται καὶ κατὰ ταὐτὸν μὴ γινώσκεσθαι· ἔνθεν τοι καὶ ὁσημέραι συρρέοντα ὡς αὐτὸν ἦν καθορᾶν τὰ τῶν περικτιόνων πλήθη καὶ πολλὴν ποιούμενα τὴν σπουδὴν εἰς ὄψιν ἐκείνῳ γενέσθαι καὶ εὐλογίας τῆς ἐκείνου ἀπόνασθαι· καὶ τὸ τῆς ὁδοιπορίας διάστημα πάνυ μήκιστον ὂν οὔτε τούτων τὴν προθυμίαν κατήμβλυνε οὔτε τὸ τοῦ ὄρους λίαν δύσαντες καὶ τραχὺ οὔτ’ ἄλλο μηδὲν ἢ μικρὸν ἢ μεῖζον τῆς καλῆς ἐκείνης θέας τοὺς ἄνδρας ἀπέτρεπε· μάλιστα δ’ ὅπως μὴ ῥᾳθυμίας ὑπόθεσις χρηματίσοι αὐτοῖς ἡ ὁδὸς ὑπόλιθος οὖσα κομιδῇ καὶ δυσάνοδος, πολύ τι φρυγανώδους συμφορήσαντες ὕλης ἐπὶ τοῦ λιθώδους ἐκείνου ἐξέκαυσαν, εἶτα καὶ ὄξους ἐπιχεθέντος τῷ τόπῳ ὡς ἂν ὁ ὑποκείμενος λίθος μεταβεβληκὼς ἤδη τὸ ἀντιτυπὲς καὶ ἀπόκροτον ἔχοι ῥᾳδίως τῷ σιδήρῳ ὑπείκειν, ὁμαλὴν πάνυ καὶ ῥᾴστην τὴν πρὸς τὸν ἅγιον φέρουσαν ἀπειργάσαντο.

Οὕτω δὴ ὁ πρὸς τὰ κάλλιστα ἔνθεος ἔρως καὶ τῶν σχεδὸν δυσεφίκτων πείθειν οἶδε κατατολμᾶν καὶ τῶν δυσεπιχειρήτων ἐφάπτεσθαι, ἐπεὶ οὐδὲν οὕτω τοῖς ἐρῶσι λογίζεται τῶν δεινῶν ὡς ἡ ἀποτυχία τοῦ ἐρωμένου καὶ ἡ παντελὴς ἐκ τούτου ἀπόπτωσις. Καὶ οὐ τὸ μὲν πλῆθος οὕτως εἶχε τὰ πρὸς τὸν ἅγιον καὶ πάντα δεύτερα τῆς ὡς ἐκεῖνον ἀφίξεως ἐτίθετο, ὁ δὲ τῆς περιχώρου ἀρχιερατεύων ἑτέρως, ἀλλὰ καὶ οὗτος, ἐπειδὴ εἰς ἀκοὰς λάβοι τὰ κατ’ αὐτόν, περὶ πολλοῦ ἐποιεῖτο τὴν ἄνοδον καὶ τὸ εἰς λόγους μόνον ἐκείνῳ γενέσθαι ἐν μοίρᾳ τῶν ἀναγκαιοτάτων ἐτίθετο. Τοῖς πᾶσι γὰρ αἰδέσιμον τὸ χρῆμα τῆς ἀρετῆς καὶ παρὰ πάντων ἐπίσης φιλεῖται καὶ πολὺν ἐπισπᾶται τὸν ἔπαινον. 11. Ἐντεῦθεν εἰς νοῦν ἥκει τῷ μακαρίῳ παρὰ τὸν τόπον ἐκεῖνον ἐπ’ ὀνόματι τῆς τοῦ Θεοῦ μητρὸς εὐκτήριον ἀνεγεῖραι οἶκον καὶ κελλία περὶ αὐτὸν ἐπ’ ἀναπαύσει τῶν ὡς αὐτὸν ἀφικνουμένων καὶ τὸν μοναδικὸν ἐπανελομένων βίον.

Ἦσαν γὰρ οὐκ ὀλίγοι ὡς αὐτὸν ἀποτρέχοντες τῷ κόσμῳ τε ἀποτασσόμενοι καὶ σὺν αὐτῷ ζῆν τὸν ἅπαντα βίον αἱρούμενοι· καὶ τοῦτο δὴ τὸ ἐννόημα θᾶττον εἰς ἔργον τῷ μακαρίτῃ προώδευεν, ἄφατον τοῦ πλήθους καταβαλλομένων τὴν προθυμίαν καὶ πολυχειρίᾳ τοῦ ἔργου ἐφαψαμένων, ἐπειδήπερ οὐδὲν ἦν ὅπερ ὁ καθ’ ἕνα τῶν ἀνδρῶν ἐκείνων προὐργιαίτερον τῆς τοῦ πατρὸς ἐτίθετο προσταγῆς, ὅτι καὶ πολλῷ ἡδίστως εἶχε πρὸς ταύτην ἢ πρὸς τὰς παρ’ ἑτέρων εὐεργεσίας καὶ τὸ φανῆναι μόνον προσταττόμενον καὶ ἀνύειν κατὰ τὸ πρόσταγμα τῶν ἐν βίῳ παντὸς εὐκταιότερον ἐλογίζετο.

Οὕτω δὲ λοιπὸν τῶν κατὰ τὸν μέγαν διαβοηθέντων καὶ πάντων αὐτομολούντων καὶ τῆς ἐκείνου εὐλογίας ἐπιτυγχανόντων, ἄνεισί ποτε μετὰ τῶν ἄλλων καί τις ὡς αὐτόν, φάσκων διανοεῖσθαι τόνδε τὸν τόπον καταλαβεῖν—τοῦτον δείξας τῷ δακτύλῳ— ἐπὶ τῷ σίμβλα τρυγᾶν μελιττῶν καὶ δεῖσθαι διὰ ταῦτα τῆς παρ’ αὐτοῦ συμβουλῆς· τὸν δέ, εἴτε τῷ τοῦ τόπου ἐπικινδύνῳ τεκμηράμενον τὸν ὄλεθρον τοῦ ἀνδρός—ἦν γὰρ ὡς ἀληθῶς λίαν ἀκροσφαλὴς καὶ ἐπίκρημνος—εἴτε καὶ ἄλλως τῷ οἰκουροῦντι πνεύματι τὰ κατ’ ἐκεῖνον ὅποι ἄρα προβήσεται προθεώμενον, εἰ μὴ ἀνεπιχείρητον αὐτῷ ἐαθείη τὸ σκεπτόμενον, οὑτωσί πως εἰπεῖν πρὸς τὸν ἄνθρωπον· Συμφέρον, τέκνον, μηδὲ τὸν τόπον ἐκεῖνον ἰδεῖν, ἐσχάτου σοι τοῦ κινδύνου ἐπηρτημένου καὶ δεινῆς τῆς πανωλεθρίας, εἰ μήπου ἐπηρτημένου καὶ δεινῆς τῆς πανωλεθρίας, εἰ μήπου γε πόρρω σεαυτὸν ποιήσαιο τῶν ἐκεῖ· οὐκοῦν ἀποστῆναί σε χρεὼν τοῦ σκοποῦ, ἵνα σοι διαδρᾶναι καὶ τὸν ἐντεῦθεν κίνδυνον γένηται.

Καὶ ὃς παρὰ φαῦλον ταυτὶ θέμενος, ὡς εἰ μηδὲ τὰ πρῶτα περὶ τοῦ προκειμένου τῷ μεγάλῳ κοινώσαιτο, ὁμοῦ καί τισιν ἑτέροις τὴν ὀλεθρίαν ἐκείνην καταλαμβάνει κρημνώρειαν· ἔνθα δὴ καὶ ὑπὸ τῶν συμπαρόντων καλωδίῳ τινὶ τῆς ὀσφύος δεθεὶς ἰμονιᾶς δίκην κατήγετο τῷ κρημνῷ· ἀλλ’ οἷον κακὸν τὸ μὴ πείθεσθαι τοῖς ὑποθεμένοις τὰ κρείττονα· οὔπω καὶ γὰρ ἦν ὁ ταλαίπωρος περὶ τὰ μέσα γενόμενος, καὶ τῆς σχοίνου ἐκ τίνος οὖκ οἶδα ῥαγείσης συμβάματος κατηνέχθη τῇ γῇ, πτῶμα ἐλεεινὸν καὶ δακρύων ἐπάξιον, πολλοῖς πρότερον τοῖς πρὸς τὰς ἐξοχὰς τοῦ κρημνοῦ ἀραγμοῖς ἀποβαλὼν τὴν ψυχὴν καὶ ἀσυνέτου διανοήματος θανάσιμον δρεψάμενος τὸν καρπόν. Τοίνυν τὸ ἀπὸ τοῦδε οἱ λοιποὶ πάντες ὡς προφήτῃ προσεῖχον τῷ μάκαρι καὶ τὸ κατά τι ἐναντία ἐπεξιέναι δοκεῖν τοῖς ἐκείνῳ δοκοῦσι παντάπασιν ἐδόκει ἀπώμοτον.

Οὕτως οἶδε πολλάκις καὶ ἡ ἐφ’ ἑνὶ γεγονυῖα μάστιξ ἄγειν τοὺς λοιποὺς εἰς σωφρονισμὸν καὶ πείθει κατορρωδεῖν παραπλησίως τῷ πληγέντι ἐπιχειρεῖν. 12. Ἄλλοτε δὲ πάλιν ἕτερός τις πεφοίτηκεν ὡς τὸν μέγαν ἐξαγορεύσων τὰ κατ’ αὐτόν. Καὶ πλεῖστα μὲν πρότερον διελθών, τέλος ἐπιτηδείως τε ἅμα καὶ σοφῶς καίπερ μηδεμιᾶς ὄντα ἐπιστήμονα τέχνης προσέθηκε πορίζεσθαι ἐκεῖνον τὰ πρὸς τὸ ζῆν. Τοῦ δὲ καὶ τίς ἐρομένου ὁ τρόπος τοῦ πορισμοῦ, νύκτωρ φάναι τὸν ἄνθρωπον ἀνὰ τὰς οἰκίας διέρχεσθαι ἀποσυλᾶν τε τούτων τὰ παρατυχόντα καὶ ταῦτα κατορύττειν ἐν ἀφανεῖ. Ἐπὰν δὲ πρὸς τῶν δεσποτῶν ἱκανῆς τῆς ζητήσεως ἀξιωθῇ, αὐτὸν ἐκεῖνον συγκαλοῦντα τοὺς ἄνδρας ἀποκαλύψεις τινὰς παρὰ τῶν ἁγίων ἐπ’ αὐτῷ διεξέρχεσθαι γεγονέναι καὶ ἀποκεκαλύφθαι μὲν καὶ ἄλλ’ ἄττα τῶν ἀπορρήτων ἀποκεκαλύφθαι δὲ καὶ τὸν τόπον, ἔνθα οἱ φῶρες τὰ παρ’ αὐτῶν σεσυλημένα κατορωρύχεσαν· καὶ ἅμα κελεύειν τε σφᾶς ἐκεῖσε φοιτᾶν ὑπ’ ἐκείνῳ τῆς ὁδοῦ ἡγεμόνι καὶ τὸν ζωοποιὸν τοῦ δεσπότου σταυρὸν εἴτε καὶ εἰκόνα τῶν ἁγίων τινὸς φέροντι ἐπωμάδιον καὶ ἀνορύξαντας λαμβάνειν τὸν καθ’ ἕνα τὰ ἑαυτοῦ. Καὶ τούτων οὕτως ἤδη τετελεσμένων ἀξιοῦσθαι παρὰ τῶν ἀνδρῶν ὡς φίλον Θεοῦ καὶ ἀποκαλύψεων ἄξιον θεραπείας οὔκουν τῆς ἐλαχίστης καὶ τῶν ἀπολωλότων μερίδος οὔτι μικρᾶς.

Τούτων τὸν ὅσιον ἀκούσαντα· Εἶτα, φάναι, τέκνον ἐμόν, τοιαύτης οὔσης σοι τῆς ἐργασίας, καλῶς ποιεῖν ὑπελάμβανες καὶ ὡς αὐτὸς σὺ φὴς πάνυ σοφῶς; βαβαί σοι τοῦ σκοτασμοῦ τῶν φρενῶν, ὅτι σοφιζόμενος ὑπὸ τοῦ δυσμενοῦς καὶ καθ’ ἑκάστην διαγελώμενος ἥγησαι σοφίαν τὴν τούτου διδασκαλίαν, ἥτις ἐπ’ ὀλέθρῳ σοι μεμαθήτευται τῆς ψυχῆς, καὶ φῶς σοι νενόμισται καθαρὸν τὸ σκότος τὸ ἔνλυχνον. Οὐκοῦν εἰ μὴ θᾶττον ἀπόσχῃ τῆς ἐχθρᾶς Θεῷ ταυτησὶ φαυλουργίας, ὑπόδικος γενήσῃ τῷ τοῦ προφήτου οὐαί, ἡδὺ λογιζόμενος τὸ πικρόν· καὶ μάστιξ ἡ ἐκ Θεοῦ μετ’ οὐ πολὺ καταλάβῃ σε.