Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Εγκαταβίωση στην Παλαιστίνη και χειροτονία

Η μετάβαση του αγίου στους Αγίους Τόπους, η παραμονή του στη Λαύρα του Αγίου Σάββα, η χειροτονία του εις πρεσβύτερον και η προσωρινή του απομάκρυνση στην έρημο προς αναζήτηση ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 8

Καὶ τὸν αὐτίκα πρὸς τοῖς ποσὶ τοῦ μεγάλου ῥίψαντα ἑαυτὸν συγγνώμην σὺν δάκρυσιν ἐπὶ τοῖς ἀτοπήμασιν ἐξαιτεῖν καὶ ὑποσχέσθαι μηκέτι τοῦ λοιποῦ τῇ ἀπάτῃ προσέχειν τοῦ Σατανᾶ, ἀλλ’ ὅλον μεταβαλόντα τοῦ πονηροῦ τῶν χρηστοτέρων ὅλαις δυνάμεσιν ἔχεσθαι. Ἀλλ’ οὔτε ταύτης ἀνάξιον κριθῆναι παρὰ Λαζάρου τυχεῖν καὶ τὰ ὑπεσχημένα εἰς τέλος ἀγαγεῖν ἐπικουρίᾳ Θεοῦ καὶ εὐχαῖς τοῦ πατρός. 13. Ἀλλὰ τοῦτον τὸν τρόπον πολλοῖς ὠφελείας ὑπόθεσις ὁ ἅγιος γνωριζόμενος, οἷς τε αὐτὸς ἐποίει καὶ τοῖς ἄλλοις παρεῖχε μιμήσασθαι, οἷς τε ἔλεγε καὶ λέγων πολλοὺς τῶν πεπτωκότων ἠνώρθου, τοὺς δ’ ὀρθῶς ἱσταμένους ἔμπεδον ἔχεσθαι τῆς ὀρθότητος ἔπειθε, διανοεῖται ὅμως καὶ αὖθις ἐκεῖθεν ἀπαίρειν καὶ τὴν Παλαιστίνην καταλαβεῖν, ἅμα μὲν τὴν ἐξ ἀνθρώπων δόξαν ἀποδιδράσκων, ἣν οὐκ ἔφερεν ὅτι πολλὴν καὶ ἐκ πάνυ πολλῶν ὁρᾶν γινομένην περὶ αὐτόν—ᾔδει γὰρ ἤδη, ὁποῖον αὕτη δεινὸν ἐμπόδιον τοῖς ἐπὶ τὰ ἄνω ὁδεύουσι— ἅμα δὲ καὶ ὑπὸ τῆς τοῦ θεάσασθαί τε καὶ προσκυνῆσαι τοὺς ἁγίους τόπους ἐπιθυμίας ἑλκόμενος, ἣν δήπουθεν καὶ ὥσπερ εἴρηται ἐξ ἁπαλῆς ἔτι τῆς ἡλικίας ἐγκάρδιον ὁ θαυμάσιος ἔσχηκε.

Τοιγαροῦν τοὺς ἐν τῷ ὅπερ αὐτὸς ἐδείματο μοναστηρίῳ μονάζοντας τὰ μέγιστα δυσφοροῦντας καὶ ἀπαρηγόρητον οἰομένους τὴν ἐκείνου διάζευξιν αὐτὸς ὡς ἐνῆν παραμυθησάμενος πατρικαῖς τε αὖ ταῖς νουθεσίαις καὶ παραινέσεσιν ἐπιστηρίξας καὶ πείσας ἀπρὶξ ἕκαστον τῆς ἰδίας ἔχεσθαι σωτηρίας καὶ ταύτης μηδὲν τῶν ἁπάντων προτιμότερον οἴεσθαι, χωρίζεται τῶν ἐκεῖ, οὐκ ἀδακρυτὶ μέν, πλὴν χωρίζεται· εἶτα τῇ Παλαιστίνῃ προσεσχηκὼς καὶ ταύτης τῇ μητροπόλει Ἱερουσαλήμ, θεατής τε ἅμα καὶ προσκυνητὴς τῶν ἐκεῖ τε ἄλλων θαυμασίων καὶ δὴ καὶ αὐτοῦ τοῦ τάφου καθίσταται τοῦ δεσποτικοῦ.

Μεθ’ ἡμέρας δ’ ἐκεῖθεν ἀπάρας, τῇ μεγίστῃ τοῦ ἐν ἁγίοις Σάββα λαύρᾳ φοιτᾷ, ἔνθα δέον ᾠήθη χρόνον διανύσαι συχνόν, ὡς ἂν καὶ συχνὸν τοῖς ἐκεῖσε θείοις ἀνδράσι παραθηγόμενος λαμπρότερός τε γένηται τὰ ἀσκητικὰ καὶ πλείονος μετάσχῃ τῆς ὠφελείας, ἐπεὶ καὶ γὰρ οὐδὲν οὕτω παρακαλεῖν οἶδεν εἰς ἀρετὴν ὡς ἔρις ἀγαθὴ τῶν ζώντων κατ’ ἀρετὴν καὶ ἡ πρὸς ἀλλήλους ἅμιλλα· καὶ λίθῳ μὲν δή φασι λίθον συντριβόμενον λεαίνεσθαί τε καὶ στιλπνότερον ἀναδείκνυσθαι, ἀλλὰ καὶ τὸν σπουδαίως βιοῦντα τῷ ἴσην ἔχοντι τὴν προθυμίαν ἀνθαμιλλώμενον πολλῷ γε καὶ πλέον εὐδοκιμεῖν καὶ ὑπέρλαμπρον φαίνεσθαι.

Ἐκεῖσε τοίνυν ἐνδεδημηκὼς καὶ λίαν ἀσμένως προσδεχθείς, εἶτα καὶ τὴν τοῦ παρεκκλησιάρχου διακονίαν ἐγχειρισθείς, ἓξ ὅλους διετέλεσεν ἐνιαυτούς, τοῖς λογάσι τῶν μοναχῶν—ἐπείπερ ἦσάν τινες ἄσαρκοι ὥσπερ διαβιοῦν φιλονεικοῦντες καὶ τοῖς ἀσωμάτοις συναμιλλώμενοι—τούτοις συναγωνιζόμενος καὶ δίαυλον τὸν ἀσκητικὸν διερχόμενος καὶ πᾶσαν ἰδέαν ἀρετῆς ἐπιστημόνως μετερχόμενος· ἔνθα παρευδοκιμῶν ἦν τοὺς μὲν ἐν χρόνῳ προβεβηκότας τῇ πρὸς ἱδρῶτας καρτερίᾳ καὶ πρὸς πόνους ῥωμαλεότητι, τοὺς δέ γε ἀκμαίους τὴν ἡλικίαν καὶ διὰ τοῦτο καρτερικοὺς τὰ εἰς ἄσκησιν τῇ τε κοσμιότητι τῶν ἠθῶν καὶ τοῦ φρονήματος παγιότητι, ἢ τοὺς μὲν ἐν χρόνῳ προβεβηκότας τῇ τοῦ φρονήματος παγιότητι καὶ τῷ κόσμῳ τῶν ἠθῶν, τοὺς δέ γε σφριγῶντας τὴν ἡλικίαν τῷ πρὸς καμάτους ἀνδρικῷ καὶ πρὸς ἱδρῶτας καρτερικῷ, ὥστε καὶ νέους καὶ γέροντας τὰ τοῦδε παρευδοκιμεῖν καὶ πᾶσιν ἁπαξαπλῶς εἰς θαῦμα καθίστασθαι. 14.

Ταύτῃ τοι καὶ ἱερωσύνῃ τιμηθῆναι κριθεὶς κἀπὶ τοῦτο πρὸς τοῦ προεστῶτος ὠθούμενος τῆς μονῆς, πρῶτον μὲν οὐχ ὑπήκουεν ἀνάξιον φάσκων ἑαυτὸν καὶ ἀνίσχυρον τοσόνδε βάρος ἀξιώματος ὑπελθεῖν· ἔπειτα ἐπεὶ πολὺς ἦν ἐκεῖνος βιάζων καὶ ἄκοντα σχεδὸν πρὸς τὴν λειτουργίαν ταύτην ἀνθέλκων—ᾔδει γὰρ ὁποῖος Λάζαρος τὴν ἀρετὴν καὶ τίνων ἄξιος—μὴ νομίσας οὗτος εἰκὸς πλέον ἢ καλῶς ἔχει ἀντιτείνειν πρὸς τὸν ἡγούμενον, μήποτε καὶ δόξειε τοῖς πολλοῖς αὐθαδίζεσθαι, μόλις μέντοι καὶ ἄκων, ὑποκύπτει δ’ οὖν καὶ παρὰ τοῦ τηνικάδε τὸν τῆς ἁγίας Σιὼν πατριαρχικὸν κοσμοῦντος θρόνον χειροτονεῖται πρεσβύτερος.

Τῇ μονῇ δὲ καὶ αὖθις μετὰ τὴν ἱερωσύνην ἰσαρίθμους τοῖς προλαβοῦσι διανύσας ἐνιαυτούς, ἐπεὶ τοὺς τῶν ἀδελφῶν ὑπερφερεστέρους τό γε εἰς ἀρετὴν ἧκον κατ’ ἔθος κρατῆσαν ἀρχαῖον τῇ πρώτῃ τῶν νηστειῶν τῆς μονῆς ἐξιόντας ἑώρα, τῇ ἐρήμῳ δ’ ἐπιπονωτέρας ἀσκήσεως ἕνεκεν ἐμφιλοχωροῦντας, ἐκεῖθέν τε πάλιν τῇ τῶν βαΐων ἐπανήκοντας ἑβδομάδι, καλά γε καὶ τὰ τῶν πόνων ἐπιφερομένους γεώργια, ἐρᾷ καὶ αὐτὸς παραπλησίως δρᾶσαι τοῖς λοιποῖς κἀν τοῖς ἐρημικωτέροις γενέσθαι, ἵν’ ἐξῇ καὶ αὐτῷ τῶν ἴσων τοῖς ἐξερχομένοις μετεῖναι καρπῶν· ἐβούλετο γὰρ ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγωνίσμασι μηδενὸς τῶν πάντων φαίνεσθαι τὰ δεύτερα φέρεσθαι. Μέντοι γε καὶ τοῦτο ποιεῖ τοῦ καιροῦ καταλαβόντος τῶν ἱερῶν νηστειῶν.

Ποιεῖ δ’ ὅμως, τῷ καθηγουμένῳ μηδὲν μηδ’ ὅλως συγκοινωσάμενος, λανθανόντως δέ πως τὴν ἐξέλευσιν ποιησάμενος· πλὴν οὐχ ὡς τοῦ προεστῶτος κατολιγωρῶν Λάζαρος, καθά τις αὐθαδείᾳ κατειλημμένος ἢ τύφῳ νοσῶν, τοῦτο πεποίηκεν, ὅπερ ἄν τις τάχα καὶ ὑπολάβοι τῶν τοὺς γλώττης ῥᾳδίως ἐνδιδόντων ῥυτῆρας καὶ ταύτῃ ἀφέτῳ κατὰ τῶν ἀλλοτρίων χρωμένων—τίς γὰρ μᾶλλον ἑαυτὸν ἐκείνου ἢ τῶν τοιούτων παθῶν καθάπαξ ἀπέστησεν ἢ εὐήκοον καὶ καταπειθῆ τοῖς προϊσταμένοις παρέσχηκεν; —ἀλλ’ ὡς τοῦ καλοῦ τῆς ἡσυχίας ἡττηθείς, οὗπερ ἐκ πλείονος ἤρα καὶ οὗπερ ἐπιτυχεῖν πάντα ἐκίνει καὶ διεπράττετο· ᾔδει καὶ γὰρ ὡς, εἰ περὶ τούτου τῷ προεστῶτι κοινώσαιτο, κωλυθεὶς ψεύσεται τῶν ἐλπίδων καθάπαξ καὶ διαμαρτήσει τῆς ἐξελεύσεως. Τὰς ὡρισμένας γοῦν ἐν τῇ ἀοικήτῳ τελέσας ἡμέρας, εἶθ’ ὁμοίως τοῖς ἄλλοις ἀπάρας πρὸς τὴν μονήν, τῶν μὲν δὴ λοιπῶν ἁπάντων ἀσμένως καὶ ὑποδεδεγμένων καὶ θεραπείας ἅτε δὴ τῷ μακρῷ τῆς ἐρημίας τεταλαιπωρηκότων καμάτῳ ἠξιωμένων, μόνος οὗτος τοῦ προστατεύοντος προσταγῇ ἀποπέμπεται τῆς μονῆς μηδὲ παρακύψαι ἐντὸς πυλῶν συγχωρηθείς. 15.

Ὡς δὲ συχνὸν τῇ πύλῃ προσέμενε περιπαθῶς τε ὀλολύζων καὶ συγγνώμης τυχεῖν ἐπὶ τῷ δόξαντι ἀτοπήματι ἐξαιτῶν, ἠξιοῦτο δὲ ὡς ἐπίπαν οὐδὲ μιᾶς, ἅτε ἀνυπότακτος φανεὶς καὶ θελήμασι τοῖς ἰδίοις μᾶλλον ἢ τοῖς τοῦ προεστῶτος στοιχῶν, ἔγνω ἀπελθεῖν ὡς τὰ Ἱεροσόλυμα καὶ τῷ τῆς μεγάλης ἐκκλησίας οἰκονόμῳ, ἐπείπερ ἐκ μακροῦ συνήθης ἦν αὐτῷ καὶ διαφερόντως φιλούμενος, μεσίτῃ χρήσασθαι τὰ πρὸς τὸν ἡγούμενον· παρ’ ὃν δῆτα καὶ ἀφικόμενος πάντα ἐξαγγέλλει τὰ κατ’ αὐτόν, πλὴν οὐ καταδρομὴν ἐν κατηγορίαις τοῦ ἡγουμένου ποιούμενος—οὐ γὰρ πρὸς τοῦ θείου τὰ τοιάδε Λαζάρου—ἀλλὰ φιλαλήθως μὲν διηγούμενος θερμῶς δὲ καὶ δεόμενος πεῖσαι τὸν τὴν προστασίαν ἐγκεχειρισμένον τῆς λαύρας καταλλαγῆναι αὐτῷ ἐφ’ οἷς ἐκείνῳ προσέκρουσε. Καὶ ὃς τῷ ἀκοῦσαι τουτὶ τὴν ταχίστην πρὸς τὴν λαύραν γενόμενος, ἱκετηρίαν ὑπὲρ τοῦ φίλου συνείρει μάλα πολλήν, ὥστε ἀξιωθῆναι συγγνώμης καὶ μὴ τῶν ἐκεῖσε ἀπελαθῆναι ἄνδρα οὕτω μὲν ἀρετῆς, οὕτω δὲ καὶ συνέσεως καὶ πάσης χάριτος ἔχοντα· καὶ ὁ ἡγούμενος καταπειθὴς αὐτίκα γενόμενος καὶ τὸν θεῖον Λάζαρον τὸ δεύτερον εἰσδεξάμενος, τῇ λοιπῇ καὶ αὖθις συμμορίᾳ τῶν ἀδελφῶν συγκατέλεξεν.

Ὁ δὲ ἡσθεὶς ἐπὶ τῇ παραδοχῇ δι’ ὃν ἔτρεφε πρὸς Λάζαρον διάπυρον πόθον καὶ τῇ μονῇ εὐαγγέλιον ἱερὸν πρὸς δυοκαίδεκα χρυσίνοις ἀφοσιωσάμενος οἴκαδε ἀπηλλάττετο. Ὁ γοῦν θειότατος Λάζαρος ἔκτοτε τῇ μονῇ μέχρι τοῦ ἐπιόντος τῶν νηστειῶν ἐνδιατρίψας καιροῦ, ἐπεὶ καὶ αὖθις τοὺς λογάδας τῶν μοναχῶν πρὸς τὴν ἔρημον ἐπειγομένους ἑώρα, μὴ τὴν ὀργὴν τοῦ προεστῶτος, μὴ τὴν ἀποδιοπομπὴν τῆς μονῆς μήτ’ ἄλλο μηδὲν ὑποτοπάσας, ἔξεισι καὶ αὐτὸς καὶ τῇ ἐρήμῳ φοιτᾷ· τὸ γὰρ τῆς ἡσυχίας καλὸν εἰς γεῦσιν ἅπαξ γενόμενον διωκτὸν ἀεὶ τῷ γεγευμένῳ καθίσταται, πεῖθον τῶν λοιπῶν ἁπάντων καταφρονεῖν, πρὸς δὲ μόνον αὐτὸ κατεπείγεσθαι· οὗ δὴ καὶ οὗτος ἐν αἰσθήσει γενόμενος οὐκ ἠνέσχετο κατὰ χώραν τε μένειν καὶ ζημίαν οὔμενουν οὐ μικρὰν τοῦ ἐρημίας καὶ ἡσυχίας ὑποστῆναι καλοῦ.