Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Βίος τοῦ ἁγίου Λαζάρου

Γρηγόριος Βʹ Κύπριος

Επιστροφή από τους Αγίους Τόπους και πορεία προς την Έφεσο

Οι ασκητικοί αγώνες ως στυλίτης, η αναχώρηση από την Παλαιστίνη λόγω επιδρομής των Σαρακηνών, οι περιπλανήσεις, οι δαιμονικοί πειρασμοί και η τελική άφιξη στην Έφεσο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 8

Ὅθεν καὶ τὸ τῆς ἡσυχίας γοῦν χωρίον, τὴν ἔρημον, τὸν παράδεισον τῆς ἀρετῆς, ἐκεῖνος καταλαβών, ἐπεὶ καὶ πρὸς τὴν λαύραν πάλιν ἐπανακάμψαι οὐχ ᾑρετίσατο, τῆς ἐρημίας ἤδη κατάκρως ἁλούς, ἐγγειτόνων φάραγγός τινος δεινῶς ὑψηλῆς καὶ ἀκρονεφοῦς πήγνυσι στύλον καὶ ἄνεισιν ἐπ’ αὐτόν, πᾶν ὅτι γεῶδες καὶ ὑλικὸν καὶ ἀπ’ αὐτῆς μέντοι τῆς πρώτης τριχὸς ὡς ὁ λόγος φθάσας ἐδήλωσε τοῖς κάτω λιπών, τῷ τότε δὲ τελεώτερον, ὁπηνίκα ὥσπερ εὐσταλὴς στρατιώτης ἐπὶ τὸν στύλον ἀνῆλθε καὶ πόλεμον περιφανῆ οὐ πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐστήσατο· ὅπου γε καὶ χρόνους διανύσας συχνοὺς καὶ τὸν ἀγῶνα γενναίως μάλα καὶ εὐθαρσῶς διαγωνισάμενος, μεγάλα καὶ τὰ κατὰ τῶν ἀντιπάλων ἠνέγκατο τρόπαια. 16. Ἀλλ’ ἐπειδὴ κἀν τῇ οἰκείᾳ τὸν μέγαν περιβόητον θήσειν ἔμελλεν ἡ ἄνωθεν πρόνοια, τί γίνεται καὶ πῶς τὰ κατ’ αὐτὸν οἰκονομεῖται; Κατελθόντα ποτὲ τοῦ στύλου τὸν μέγαν καὶ πρὸς τῇ τραπέζῃ τῆς φάραγγος περιερχόμενον, ἀκοῦσαι λέγεται ἀφ’ ὕψους φωνῆς· Δεῖ σε, Λάζαρε, φωνούσης, τὴν ἐνεγκαμένην καταλαβεῖν. Τὸν δὲ θαυμάσαντα, ὡς εἰκὸς ἐπὶ τῇ φωνῇ τάς τε ὄψεις περιεργότερον ἔνθεν κἀκεῖθεν περιειλήσαντα, ὡς μηδένα τὸ παράπαν ἔχειν ὁρᾶν ὅτι μὴ ἐρημίαν καὶ μόνην καὶ ταύτην ἀτίθασον, φάσμα εἶναι ὑποτοπάσαι, ὁποῖα πολλὰ κατὰ τὰς ἐρήμους, τὸ τὴν φωνὴν ἐκείνην προέμενον.

Ἐπεὶ δὲ καὶ τῇ ἑξῆς παρὰ τὸν τόπον προσβάλοι καὶ τὰ αὐτὰ τῇ προτεραίᾳ ἀκούσειε καὶ τῇ τρίτῃ ὡσαύτως τὰ ὅμοια καὶ τῇ δευτέρᾳ καὶ πρώτῃ, οὐκέτι φασματώδη τὴν φωνὴν χρηματίζειν ὑπολαβεῖν, ἐκ προνοίας δὲ μᾶλλον, ἣ λόγοις ἀρρήτοις οἰκονομίας διοικεῖ τὰ ἡμέτερα. Ἀλλ’ οὐδ’ οὕτω παραχρῆμα τὸν ὅσιον κατὰ τὴν φωνὴν διαπράξασθαι, προσμεῖναι δὲ καὶ ἔτι τῷ τόπῳ καὶ τὸ ἀκριβὲς ἐκμαθεῖν. Ὡς δέ γε καὶ μᾶλλον αὕτη ἐπέκειτο τὴν ἐκεῖθεν ἄπαρσιν ἐπιτρέπουσα, δέον λέγεται νομίσαι πρός τινας ὁσίους οὐ μακράν που τοῦ οἰκείου στύλου κατασκηνοῦντας, οὓς νέους ἔτι τὴν ἡλικίαν καὶ ἀκμάζοντας οἱ κατ’ ἔρημον τόποι δεξάμενοι ἕως γήρως καὶ πρεσβείου εἶχον ἀκμαιοτέρους μὲν ἀεὶ τὴν ἀρετὴν τὰ σώματα δὲ κατὰ πολὺ κεκμηκότας, πρὸς τούτους τε φοιτῆσαι καὶ δῆλα καταστῆσαι τὰ τῆς φωνῆς, εἶτά τε καὶ ἀναδιδαχθῆναι, ὅτι καὶ δέον ποιεῖν. Τούτου δὲ οὕτω προβάντος καὶ τῶν ὁσίων ἐκείνων ἀνδρῶν ἐκ προνοίας καὶ αὐτῶν τὴν φωνὴν γεγενῆσθαι εἰπόντων καὶ μὴ ἐξεῖναι τὸ ἀπὸ τοῦδε ἀμφιβόλως πρὸς αὐτὴν διακεῖσθαι, σὺν τάχει ὅτι πολλῷ τῶν τῇδε ἀπαναστὰς τὴν κατευθὺ Ἱεροσολύμων ἐστείλατο.

Τῇ πόλει δὲ ταύτῃ προσεσχηκὼς ἐπεὶ μεθ’ ἡμέρας οὐχὶ συχνὰς ἠγγέλλετο πάμπολύ τι πλῆθος Σαρακηνῶν ἐς ταὐτὸν γνώμης ἐλθεῖν πάντα τε τὰ τῆς ἁγίας πόλεως κύκλῳ καταδραμεῖν καὶ ληΐσασθαι μὲν τὰς πόλεις, ληΐσασθαι δὲ καὶ ὁπόσα κωμῶν καὶ χωρῶν καὶ ἀγρῶν, τοὺς δέ γ’ ἐν αὐτοῖς μετιέναι μαχαίρᾳ, πρὸς τούτοις ὅτι καὶ κατὰ τοῦ ἐν τῷ τρούλῳ τῆς ἁγίας Ἀναστάσεως πανσέπτου σταυροῦ λυττήσαντες οἱ ἄθεοι τὰς ἀνοσίους χεῖρας αὐτῶν ἀνοσίως ἐπέβαλον καὶ τοῦτον εἰς ἔδαφος κατασπάσαντες τοῖς βεβήλοις αὐτῶν ποσίν, ὢ Θεοῦ ἀνοχῆς, οἱ βέβηλοι κατεπέβαινον, σῦς ἂν εἶπέ τις μαργαρίτην καταπατοῦντας τὸν πολύτιμον καὶ οὐράνιον, οὗτος πρὸς οὕτω βαρεῖαν ἀκοὴν μὴ ἐνεγκών—τῶν γὰρ βαρέων πραγμάτων καὶ τοὺς λόγους ἀποστρεφόμεθα—ἀλλ’ ὁμοῦ καὶ ὦτα πληγεὶς καὶ καρδίαν καὶ τὰς ὄψεις τὸ τοῦ λόγου καλύψας, μετὰ καὶ ἄλλων οὐκ ὀλίγων μοναχῶν τῶν ἐκεῖσε ἀναχωρεῖ. 17.

Εἶτα τῶν μὲν ἄλλων ἔνθεν κἀκεῖθεν διασπαρέντων, μόνος οὗτος κοινωνὸν τῆς ὁδοιπορίας καί τινα πλουτήσας τοὔνομα Παῦλον, οὗ πολὺ τὸ εἰς ἀρετὴν ἐτύγχανε κλέος, μέχρι Σεβαστείας πόλεως ἐγένετο· ἐκεῖθεν δὲ διαζευχθέντες Παῦλος μὲν ὁ μακάριος τὴν εὐθὺ Τραπεζοῦντος ἐφέρετο— ἐκεῖσε γὰρ γενέσθαι τοῦτον ἀνῆκε τὸ πρόθυμον— Λάζαρος δὲ τῆς ἐπὶ Ῥώμην ὅλαις εἴχετο ταῖς ὁρμαῖς· ἤρα γὰρ ἐκ μακροῦ κἀκεῖσέ τε ἐνδημῆσαι καὶ τῶν ἐξάρχων τῆς δεκάδος τοῦ Χριστοῦ μαθητῶν γενέσθαι προσκυνητής· ἀλλ’ οὕτω μὲν γὰρ τὴν προκειμένην στελλόμενος σὺν πολλῇ προθυμίᾳ ψυχῆς, ὡς διά τινος δρυμῶνος ἐπῄει τοῦτον ἐλθεῖν, ἄρκτων δυάδι προσαπαντᾷ τὴν αὐτὴν ἐκείνῳ διερχομένων ὁδόν, αἷς καὶ τὸ εἶδος μόνον μελῶν ἦν ἔκλυσις ἀτεχνῶς, πολὺ μάλα τὸ φονικόν τε καὶ ἄγριον προβαλλόμενον. Καὶ ταύτας ὡς εἶδε, πέφρικέ τε ὡς εἰκὸς καὶ δεινῶς κατωρρώδησε— οὐ γὰρ εἶχέ που ἐκκλῖναι καὶ τὸν κίνδυνον ἐκφυγεῖν—ἔμενε δέ, τῷ δέει διασπαραττόμενος καὶ πολύ γε χεῖρον ἤπερ ὀδοῦσι θηρῶν. Τέως δὲ μικρὸν τοῦ δέους ἀνενεγκὼν καὶ γενόμενος ἑαυτοῦ, ἐπὶ τὸ ἐν στενοῖς μόνον γνωριζόμενον φάρμακον, τὴν ἐπὶ Θεὸν δηλαδὴ πεποίθησιν, καταφεύγει καὶ ταύτην ὡς ἀμυντήριον ὅπλον κατὰ τοῦ δεινοῦ ἐκείνου προβάλλεται συναντήματος.

Ἀναπετάσας γὰρ αὐτίκα καὶ ὄμματα καὶ χεῖρας εἰς οὐρανόν, τὰ τῆς θεοκινήτου ταυτὶ γλώττης Δαυὶδ ὑποψάλλων ἦν μουσουργήματα· Κύριε, σύ μου ἐλπὶς ἀπὸ μαστῶν τῆς μητρός· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας.

Διὰ τοῦτο μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλίψις ἐγγὺς καὶ ὁ βοηθήσων οὐδείς. Σῶσόν με, δέσποτα, ἐκ στόματος αἱμοβόρων θηρῶν καὶ ἐκ θανάτου ἅρπασον τὴν ψυχήν μου. Καὶ ὢ τοῦ θαύματος, οὔπω τὰ τῆς εὐχῆς πάντα πέρας εἰλήφει, καὶ τὰς ἄρκτους ὁρᾷ κεκλιμένας καὶ πρὸς γῆν νενευκυίας ἐχούσας τὰς κεφαλάς, ὡς αἰδῶ τινα ἔχειν εἰκάσαι καὶ συστολὴν ἐν αὐταῖς, ἐπὶ θάτερα τῆς ὁδοιπορίας τραπῆναι καὶ τούτῳ καθαρᾶς ταυτησὶ ὥς τινι σφετέρῳ παραχωρῆσαι δεσπότῃ, ἐπείπερ αἰδέσιμον οἶδε καὶ θηρίοις αὐτοῖς τὸ τῆς ἀρετῆς χρηματίζειν καλόν· καὶ τοῦτο δῆλον ἂν εἴη ἔκ τε ἄλλων οὐκ ὀλίγων καὶ δὴ καὶ ἀπὸ τῆς εἰς τὸν πρωτόπλαστον πρὸ τῆς παρακοῆς εἰσόδου αὐτῶν, ὅτε καὶ συμβαίνοντα τῇ ἑκάστου φύσει ἐλάμβανον τὰ ὀνόματα. 18. Ἐπεὶ δὲ καὶ Λάζαρος ὁ θεῖος τοῦ νέου ὅλος ὑπῆρξεν Ἀδὰμ καὶ οὐδὲν αὐτῷ τῆς παρακοῆς τῆς παλαιᾶς ἐσῴζετο λείψανον, τί καινόν, εἰ καὶ θηρσὶν αἰδέσιμος ἦν, διὰ μόνην παρακοὴν καὶ οὐδὲν ἄλλο ἐκπολεμωθεῖσιν ἡμῖν.

Ἀλλὰ τοῖς μὲν ἐνοδίοις ἐκείνοις δεινοῖς ὁ τοῦ Θεοῦ προμηθείᾳ Θεοῦ οὕτω διεφυλάχθη ἀλύμαντος, τῷ δὲ ἀεὶ δυσμεναίνοντι γένει τῷ ἡμετέρῳ νοητῷ θηρὶ ταῦτα βλέποντι ἡσυχάζειν οὐκ ἦν οὐδὲ φέρειν ἐπιεικῶς, ἀλλ’ ὥσπερ ἄνωθεν ποικίλλεσθαί τε εἴωθε καὶ πολυειδῶς τῷ ἀνθρωπίνῳ γένει προσβάλλειν, ὁτὲ μὲν ὄφις γενόμενος καὶ εἰς τοὺς γενάρχας τὸν ἰὸν ἐξεμῶν, ὁτὲ δὲ λέων ὠρυόμενος, ἄλλοτε πάλιν ἄνθρωπον μὲν ὑποκρινόμενος, ἔστιν ὅτε καὶ ἄγγελον φωτὸς καὶ ἀέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ μάλιστά γε ἢ Πρωτεὺς ὁ Αἰγύπτιος, οὕτω καὶ τότε μεταμορφωθεὶς εἰς κύνα μέγιστόν τε καὶ μέλανα ὁ σκότει χαίρων καὶ σκότους κληρονόμος, ἅτε καὶ σκότος διὰ τὴν τῆς ἐπάρσεως χρηματίσας ἀπόπτωσιν, τῷ μακαρίῳ τούτῳ προσβάλλει, νῦν μὲν ἔμπροσθεν αὐτοῦ γινόμενος καὶ διαμερίσαι τῷ καρχάρῳ ἐπαπειλῶν, νῦν δὲ κατόπιν ἐρχόμενος ὑλακαῖς τε ἀγρίαις ἐκδειματῶν καὶ ὑπόνοιαν παρέχων ἀεὶ ἅψασθαι ἤδη τῶν ἐκείνου ποδῶν· καὶ τοῦτο δὴ ὁ ἀναιδὴς ἔμεινε διατελῶν παρ’ ὅλην τριττὺν ἡμερῶν· ἐπὰν δὲ καὶ κώμῃ τινὶ ἐδέησε τὸν ὅσιον προσσχεῖν ἐπὶ βραχείας τροφῆς πορισμῷ—οὐ γὰρ ἦν ἐκείνῳ τι τῶν ἐδωδίμων ἐπιφερόμενον, ὅτι οὐδὲ τὰ περὶ τῆς αὔριον ἐφροντίζετο—ὁ ἐν σχήματι κυνὸς ἰταμώτατος δαίμων ὑλακαῖς τισι καὶ ῥεγχαμοῖς ἀσήμοις ἀθροίζων τοὺς ἑκασταχοῦ τῆς κώμης ἐνδιατρίβοντας κύνας ἠρέθιζε κατὰ τοῦ ἁγίου, πρῶτος αὐτὸς ἐγχειρῶν τῇ ὁρμῇ, εἶθ’ ἑξῆς ἐφεπομένους ἔχων καὶ τοὺς λοιπούς· δι’ ἃ καὶ νῆστιν συνέβαινε διημερεύειν, ἐπ’ οὐδεμιᾷ προσβάλλοντα τῶν κωμῶν διὰ τὴν τοῦ δαιμονίου τηλικαύτην ἐπήρειαν· ἀλλὰ καὶ ταύτης Θεοῦ ἐπικουρίᾳ ἀβλαβὴς διεσώθη, ὀψὲ γοῦν πρὸς τὸ καρτερικὸν τοῦ ἀνδρὸς τοῦ πειράζοντος ἀπειπόντος, ὑφ’ οὗ δὴ καὶ ὡς ὑπὸ μάστιγος τυπτόμενος ἀπηλάθη, λύκος μάτην χανὼν ὀφθεὶς καὶ ἀνηνύτοις τὸ τοῦ λόγου ἐπιχειρῶν, κἂν πάντα ἐτέλει κινῶν ὁ ἀποστάτης Θεοῦ, ὥστε τὸν τοῦ Θεοῦ παραλυμήνασθαι ἄνθρωπον.

Καὶ ὁ μὲν πειραζόμενος καὶ νικῶν τὸν πειράζοντα λαμπρότερος ἀνεδείκνυτο, ὁ δὲ πειράζων καὶ κακουργῆσαι σπεύδων ταῖς προσβολαῖς ἠλέγχετό τε ἀδυνατῶν ὅσα καὶ βέλος εἰς στερεμνίαν πέτραν καὶ ὡς ἀσθενὴς κατῃσχύνετο. 19. Ἐπεὶ δὲ προνοίᾳ Θεοῦ τῶν τοῦ ἀντικειμένου προσβολῶν ἀνώτερος ἀνεδείχθη, ὀψὲ καὶ μόλις τὴν μεταξὺ διανύσας ὁδὸν καταλαμβάνει τὴν Ἔφεσον· τῷ προέδρῳ δὲ ταύτης εἰς ὄψιν ἅμα καὶ λόγους γενόμενος, περὶ τῆς εἰς τὴν πρεσβυτέραν Ῥώμην πορείας κοινοῦται αὐτῷ. Τοῦ δὲ τό τε πρᾷον ἅμα καὶ γαλήνιον τοῦ ἀνδρὸς θαυμάσαντος, ὡς εἰκός, τοῦ τε τρόπου τὸ ἁπλοῦν τό τε μειλίχιον τῶν λόγων καὶ τὴν ἐπιλάμπουσαν δι’ αὐτῶν χάριν τοῦ πνεύματος ὑπεραγασάμενον ὅλον τε ἁλῶναι ἐκείνου καὶ ἀξιοῦν μένειν παρ’ ἑαυτῷ καὶ τῆς ἐπὶ Ῥώμην ἀγούσης ἀπείργεσθαι. Καὶ ὃς τὸν μὲν τὴν Ῥωμαίων ἰδεῖν ἀναπείθοντα λογισμὸν κατὰ τὸ ῥῆμα τοῦ Ἐφεσίων προέδρου ἐξ αὐτῆς ἀπεκρούσατο, στρέφεσθαι δέ τε σὺν ἐκείνῳ καὶ τὸ τῆς ἀσκήσεως περιφρονῆσαι καλὸν διὰ τῆς ἐν μέσῳ ἀναστροφῆς καὶ συγχύσεως καθολικῶς ἀπηνήνατο· ὅθεν καὶ τῆς Ἐφέσου ἀπάρας τὴν τῶν Ὀρόβων καταλαμβάνει μονήν, ἧς δῆθεν τὸ πρῶτον ἀπῆρε τῶν κατὰ Παλαιστίνην ἐπιθυμῶν.

Ἐν ᾗ γενόμενος πρῶτον μὲν ἄδηλα τὰ κατ’ αὐτὸν τοῖς ἐκεῖσε τηρεῖ· ἔπειτα πολλὰ προσκειμένοις γνῶναι, τίς τε εἴη καὶ ὅθεν ἵκοιτο, ἐπεὶ παρ’ ἑαυτῶν εἰδέναι οὐκ εἶχον, αὐτὸς ἑαυτὸν δῆλον ἐγκαθιστᾷ, Λάζαρον εἶναι φάσκων ἐκεῖνον τόν ποτε παρ’ αὐτοῖς καὶ παιδευόμενον καὶ φρουρούμενον. Καὶ οὗτος μὲν ταῦτα. Ἡ φήμη δὲ θᾶττον τὰ κύκλῳ κατειληφυῖα τὸν ἄνδρα τοῖς πᾶσιν ἐπανελθόντα ἐμήνυεν, ὀτρύνουσα πάντας ἁπαξαπλῶς, πολὺ δὲ πρὸ τῶν ἄλλων τὴν οἰκείαν μητέρα—ὁ πατὴρ γὰρ αὐτοῦ ἤδη ἐξ ἀνθρώπων ἐγένετο—ὥστε τῇ μονῇ ἐπιστῆναι καὶ τῆς ἐπιθυμητῆς Λαζάρου θέας ἐμφορηθῆναι.

Οἱ δὲ ὡς ἤκουον, ᾗ ποδῶν εἶχον συνέρρεον, τῷ πόθῳ καὶ τῇ προθυμίᾳ νευρούμενοι, τὸ ἐν μέσῳ διάστημα ὥσπερ πτερωτοὶ διερχόμενοι, ἀλλήλους παραθήγοντες, ἀλλήλους προκαταλαμβάνοντες, πνευστιῶντες οἱ πάντες καὶ τῇ μονῇ τὸ ἆσθμα παρακεκομμένοι προσβάλλοντες. Ἡ γὰρ παρ’ ἐλπίδα τῶν ἐπιθυμητῶν παρουσία παντοίους γενέσθαι πείθειν οἶδε τοὺς ἐραστὰς καὶ ὑπὲρ τὴν δύναμιν ἅλλεσθαι. Ἐντεῦθεν καὶ μειδιῶσι μὲν τοῖς ὀφθαλμοῖς τὴν γλυκεῖαν ἐκείνην ὄψιν προσέβλεπον, ἑστῶσι δὲ τοῖς ὠσὶ λόγους ἐκείνους ἐλάμβανον, οἷς σφόδρα πολὺ τὸ ἀνύσιμον· καὶ γὰρ πρὸς τοῖς ἄλλοις τῷ μακαρίῳ καλοῖς καὶ λόγος ἐνῆν ἅλατι ἠρτυμένος κατὰ τὸν θεῖον φάναι ἀπόστολον, πολὺ μὲν τὸ χάριεν πλουτῶν, πολὺ δὲ τὸ ἱλαρὸν καὶ πρὸς σωτηρίαν ἐπαγωγόν, ὥστε δύνασθαι καὶ τὴν ἀτεράμονα ἴσα καὶ λίθῳ καταμαλθάξαι ψυχὴν καὶ τῆς ἀντιτυπίας μεταβαλεῖν. Ἔνθεν τοι καὶ τοῖς πλείστοις δακρύειν ἐπῆλθε τῷ τότε ὑφ’ ἡδονῆς, τὸν θαυμαστὸν θεωμένοις ἐκεῖνον καὶ λόγων ἐκείνου ἐπακροωμένοις. 20.