Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η Ανάσταση, οι μυροφόρες γυναίκες και το κενό μνημείο

Εκτενής εναρμόνιση των διηγήσεων για τον χρόνο της Ανάστασης, την άφιξη των μυροφόρων γυναικών, τις αγγελικές εμφανίσεις και τη μετάβαση των μαθητών στο μνημείο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 10 από 12

Ἀπορία. Τίνι λόγῳ Ματθαῖος μὲν ὀψὲ Σαββάτων ἱστορεῖ τὴν ἀνάστασιν· Μάρκος δὲ λίαν πρωὶ ἔτι ἀνατέλλοντος τοῦ ἠλίου· Λουκᾶς δὲ ὄρθρου βαθέος· Ἰωάννης δὲ ἔτι σκοτίας οὔσης; Καὶ πῶς μὲν μίαν Ἰωάννης γυναῖκα· Λουκᾶς δὲ καὶ Μάρκος τρεῖς, Ματθαῖος δὲ δύο, λέγουσιν ἐπὶ τὸ μνῆμα τὸ Δεσποτικὸν ἐλθεῖν; Καὶ τὰ ὀνόματα δὲ διαφόρως ἐξέθεντο.

Λουκᾶς μὲν γὰρ τριῶν μνημονεύσας, τὴν μίαν αὐτῶν Ἰωάνναν εἶναί φησιν· Μάρκος δὲ ὡσαύτως τριῶν ἐπιμνησθείς, Σαλώμην εἶναί φησιν ἐξ αὐτῶν τὴν μίαν.

Λύσις. Εὑρίσκομεν πολλὴν εἶναι συνωνυμίαν ἐν τῇ θείᾳ Γραφῇ· ὥσπερ καὶ νῦν συμβαίνει. Ὅθεν καὶ ἡ ἀδελφὴ τῆς Θεοτόκου, τῷ αὐτῷ ἐκέκλητο ὀνόματι, καὶ Μαρία Ἰακώβου. Συνέβαινε δὲ καὶ Μαγδαληνὰς οὐ μίαν εἶναι καὶ δύο μόνον, ἀλλὰ καὶ τρεῖς· ὧν ἡ μία ἐκ δαιμόνων ἑπτὰ κεκαθάριστο· μεθ’ ἧς αἱ λοιπαί, ἅμα Ἰωάννᾳ καὶ Σαλώμῃ, πολυτρόπως παρὰ τοῦ Σωτῆρος εὐεργετηθεῖσαι, κατὰ διαφόρους καιρούς, πρὸς τὸ μνῆμα τὸ Δεσποτικὸν ἔδραμον· εἰκὸς τοίνυν καὶ Μαρίαν Ἰακώβου τοῦ υἱοῦ Ἀλφαίου, ἀλλὰ καὶ ἑτέραν Μαρίαν μὲν λεγομένην, μητέρα δὲ οὖσαν Ἰακώβου τοῦ Ζεβεδαίου. Ἐντεῦθεν οὖν σκοπεῖν δεῖ τῶν ὀπτασιῶν τὴν διαίρεσιν. Οὐδεμιᾷ γὰρ ἐναντιολογίᾳ ἀναγέγραπται τῷ Ματθαίῳ, μίαν τῶν Μαγδαληνῶν Μαρίαν ἅμα ἄλλῃ Μαρίᾳ, ὀψὲ Σαββάτων, παρατεινούσῃ ἄχρι μεσονυκτίου, ἐντὸς εἰς τὸ μνῆμα δραμεῖν, διπλοῦν ὑπάρχον κατὰ τὸν τύπον τοῦ σπηλαίου τοῦ Ἀβραάμ, καὶ ἐν τῷ ἐξωτέρῳ οἴκῳ γενομένας, τὸν ἄγγελον ἰδεῖν, ἐν αὐτῇ τῇ ὥρᾳ τὸν λίθον ἀποκυλίσαντα, ἐξαναστάντος ἤδη τοῦ μνήματος τοῦ Χριστοῦ· διὰ τοῦτο γεγράφθαι· Ἰδοὺ σεισμὸς ἐγένετο μέγας· τουτέστιν, ἅμα τῇ αὐτοῦ παρουσίᾳ· εἶτα ἀκοῦσαι περὶ τοῦ ἀγγέλου ἄπερ ἤκουσαν· καὶ πορευομένας ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἰδεῖν τὸν Κύριον, καὶ προσκυνῆσαι αὐτοῦ τοὺς πόδας, καὶ πρὸς τοὺς μαθητὰς ἐπηχθῆναι· ἐν τοσούτῳ δὲ τοὺς φύλακας ἀπαγγεῖλαι ἐν τῇ πόλει τὸ γεγονός.

Ἐπειδὴ δὲ Ἰωάννης τῆς Μαγδαληνῆς μόνης μέμνηται Μαρίας, ἄλλην ὡς εἰκὸς ταύτην ὑποληπτέον, καὶ τῆς προτέρας ἀτελεστέραν, ἥτις δραμοῦσα καὶ εἰς τὸ μνημεῖον ἐλθοῦσα, καὶ τὸν λίθον ἀποκεκυλισμένον εὑροῦσα, οὐδὲν πλέον παθοῦσα, πρὸς Πέτρον καὶ Ἰωάννην ἀφίκετο. Οἱ δὲ ἐλθόντες καὶ τὰ ἐντάφια θεασάμενοι διῃρημένως κείμενα, ἀπῆλθον θαυμάζοντες.

Τῇ δὲ Μαρίᾳ ἐν τῷ ἐξωτέρῳ σπηλαίῳ κλαιούσῃ, καὶ ἔνδον βλεπούσῃ φανέντες οἱ ἄγγελοι, πρὸς τὸν ὁραθέντα αὐτοῖς ἔξω ἑστῶτα Χριστόν, διεγερθέντα στραφῆναι τὴν Μαρίαν ἔξω πάλιν πεποιήκασιν· ᾗ φησιν ὁ Κύριος· Τί κλαίεις; καὶ τὰ ἑξῆς. Εἶτα ἐπιγνούσῃ καὶ Ῥαβουνὶ καλούσῃ, τό, Μή μου ἅπτου, καὶ τὰ ἐχόμενα πρὸς αὐτὴν ἀπεκρίνατο.

Οὐδὲν οὖν ἀπεικὸς μετὰ τὴν ὅρασιν ταύτην τὴν Μαρίαν πρὸς τοὺς ἀποστόλους τρέχουσαν συναντῆσαι ταῖς τοῦ Λουκᾶ ἐμφερομέναις ἐπὶ τὸ μνῆμα τρεχούσαις, Μαρίᾳ τοῦ Ἰακώβου καὶ Ἰωάννᾳ, καὶ ταύτας ἑλκῦσαι πρὸς τὸ κοινωνῆσαι αὐτῇ τῆς ὀπτασίας. Ὡς δὲ ἐντὸς τοῦ μνήματος ἐγένοντο, καὶ οὐδένα τεθέανται, ἠπόρουν ἑκάτεραι· ἡ μὲν Μαγδαληνὴ ἐφ’ οἷς οὓς πρώην ἀγγέλους ἑώρα, νῦν οὐ τεθέατο· αἱ δὲ ἄλλαι δύο, διὰ τὸ Δεσποτικὸν σῶμα, ἅτε ἐκεῖ μὴ εὑρεθέν. Ἑκατέραις οὖν πάλιν ἐπιφανέντες οἱ ἄγγελοι, τὰ ἱστορηθέντα τῷ Λουκᾷ πρὸς αὐτὰς διελέχθησαν. Ἐλθοῦσαι τοίνυν αἱ τρεῖς μετὰ καὶ τῶν λοιπῶν γυναικῶν τῶν τῷ Λουκᾷ ἐν παραδρομῇ ἱστορημένων, ἀπήγγειλαν τοῖς μαθηταῖς. Οἱ δὲ παρὰ Πέτρου καὶ Ἰωάννου ἀκηκοότες ὡς οὐδένα τεθέανται εἰς τὸ μνῆμα ἐλθόντες, λῆρον τὰ παρὰ τῶν γυναικῶν λεχθέντα ἡγήσαντο. Ὁ δὲ Πέτρος ὡς θερμός, ἐκ δευτέρου ἐπὶ τὸ μνῆμα ἐλθών, καὶ ἀκόλουθα τῇ πρώτῃ ἀφίξει θεασάμενος, ἀπῆλθε θαυμάζων τὸ γεγονός.

Μάρκος μέντοι ἑτέραν Μαρίαν Μαγδαληνὴν παρὰ τὰς δύο, τὰς τῷ Ματθαίῳ, Λουκᾷ τε καὶ Ἰωάννῃ συγγεγραμμένας, ἅμα Σαλώμῃ καὶ Μαρίᾳ Ἰακώβου, ἑτέρᾳ ταύτῃ οὔσῃ παρὰ τὴν πρώτην, ἐκτίθεται, ὡς εἰκὸς τελευταίας ἐπὶ τὸ μνημεῖον δραμεῖν· καὶ τὴν τοῦ ἑνὸς ἀγγέλου, τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου ὀπτασίαν θεασάμενος, περιφόβους τε γενομένας, φυγεῖν ἐκ τοῦ μνημείου, καὶ μηδενὶ θαῤῥῆσαι εἰπεῖν, διὰ τὸ ἀνατεῖλαι λοιπὸν τὸν ἥλιον, τὸν Ἰουδαϊκὸν προορωμένας φόβον.

Ἀπορία. Διατί Λουκᾶς μὲν καὶ Μάρκος εἰσελθεῖν εἰς τὸ μνῆμα τὰς γυναῖκας· οἱ δὲ λοιποί, οὐ τοῦτο, ἀλλὰ μόνον παρακύψαι πεφοβημένας μηνύουσιν;

Λύσις. Ματθαῖος μὲν καὶ Μάρκος ἱστοροῦσι τὸ ἐν ἀρχῇ γεγονός, ἡνίκα εὐθέως ἐπέστησαν· Λουκᾶς δὲ τὸ μετὰ τοῦτο, ὅτε λοιπὸν ἀναχωρεῖν τοῦ μνήματος ἔμελλον. Ἐπειδὴ γὰρ κατὰ τὸ τοῦ Ἀβραὰμ σπήλαιον, διπλᾶ τῶν Ἰουδαίων ὑπῆρχε τὰ μνήματα, ὁ δὲ ἐπιβληθεὶς λίθος τῇ θύρᾳ, τὸν ἔνδον οἶκον, τὸν τὸ Δεσποτικὸν σῶμα ἔχοντα, ἀπὸ τοῦ ἔξω διώριζεν, ἐν τῷ προβεβλημένῳ οἴκῳ εἰσελθοῦσαι τὸν ἄγγελον ἐθεάσαντο ἐν τῷ λίθῳ καθήμενον, καθὰ τῷ Ματθαίῳ δοκεῖ· τῷ δὲ Μάρκῳ, νεανίσκον περιβεβλημένον στολὴν λευκήν, καὶ καθήμενον ἐν τοῖς δεξιοῖς, δηλονότι τοῦ ἐξωτέρου σπηλαίου. Δι’ ἑκατέρων οὖν τῶν εὐαγγελιστῶν, Ματθαίου καὶ Μάρκου, ἄγγελον εἶναι τὸν φανέντα ταῖς γυναιξί, προτρεπόμενον αὐτὰς ἰδεῖν τὸν τόπον, ἔνθα τὸ σῶμα τὸ Δεσποτικὸν ἔκειτο.

Ὡς παραλειφθὲν παρὰ τούτων, ὁ Λουκᾶς ἀκριβέστερον ἔγραψεν εἰπών· Εἰσελθοῦσαι οὐχ εὖρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Ὅθεν οὐκ ἐναντίον ἀλλήλοις εἰρήκασι.

Ἀπορία. Τίνι λόγῳ διαφόρως τὴν τῶν ἀγγέλων ὀπτασίαν, αὐτήν τε τὴν τοῦ Κυρίου τὴν πρὸς τὰς γυναῖκας γενομένην ἱστόρησαν;

Λύσις. Οὐκ ἐναντία ἡ τῶν ἀγγέλων ὀπτασία. Ματθαῖος μὲν γὰρ καὶ Μάρκος, ἔνα καθὼς προειρήκαμεν, ἱστόρησαν ταῖς γυναιξὶν ἐπιφανῆναι ἄγγελον· Λουκᾶς δὲ καὶ Ἰωάννης, τὴν πρώτην ὀπτασίαν παραδραμόντες, τοὺς ἔνδον φανέντας ἀγγέλους δύο γράφουσιν·

Ἰωάννης δὲ ἐν τῷ ἔξω σπηλαίῳ παρὰ τὴν θύραν τὴν Μαρίαν διαγράψας ἑστῶσαν καὶ ἔνδον παρακύψασαν, θεωρῆσαι τοὺς δύο ἀγγέλους ἐν λευκοῖς· Λουκᾶς δὲ ἐν τῷ εἰσελθούσας αὐτὰς ἔνδον, καὶ μὴ εὑρούσας, τεθεᾶσθαι δύο ἄνδρας ἐν ἐσθήσεσιν ἀστραπτούσαις, ὅπερ ἀγγέλους αὐτοὺς ἐχαρακτήριζεν.

Τὸ δὲ λέγειν· Ἐπέστησαν, οὐχ ὥστε φανέντων, ἀλλ’ ὅτι ὡς ἄγγελοι, καὶ παρόντες, οὐ πάντοτε, ἀλλ’ ὅτε ἤθελον ἐφαίνοντο. Ὅθεν οὐδὲ Πέτρῳ εἰσελθόντι εἰς τὸ μνημεῖον ἐφάνησαν, καίτοι παρόντες· ταῖς δὲ γυναιξὶ διῃρημένως εἰσελθούσαις μετὰ τὸ ἀπορῆσαι, ὡς ἀσθενεστέραις ἑαυτοὺς ἐνεφάνησαν. Εἰ δὲ λέγοις· Πῶς παρὰ τῷ Ἰωάννῃ Μαρίᾳ μὲν οὐκ ἐφάνη ὁ ἐπὶ τῷ λίθῳ καθήμενος ἄγγελος, εἰσελθούσῃ δεύτερον; ἡ αἰτία δήλη. Τὸ μὲν γὰρ πρῶτον ἰδοῦσα ἡ Μαρία τὸν λίθον ἐκκεκυλισμένον, οὐδὲν πλέον περιεργασαμένη, πρὸς τὸν Πέτρον καὶ Ἰωάννην ἀντέστρεψεν.

Τὸ δεύτερον δὲ τοῖς ἔνδον ἀγγέλοις περιτυγχάνειν μέλλουσαν, οὐ χρεία τὸν ἐπὶ τοῦ λίθου φανῆναι καθήμενον ἄγγελον. Περὶ γὰρ τῆς τοῦ Κυρίου ἐπιφανείας, τῆς ταῖς γυναιξὶ γενομένης, οὐ χρεία ζητεῖν, ἀλλὰ τῇ ἀληθείᾳ πιστεύειν. Διαφόρως γὰρ πρὸς τὸ μνῆμα δραμούσαις, οὐ ταῖς αὐταῖς γυναιξίν, ἀλλὰ ποτὲ μὲν δυσὶν ἐξ αὐτῶν, ποτὲ δὲ μιᾷ ἑτέρᾳ παρ’ αὐτὰς τυγχανούσῃ, ποτὲ δὲ ἄλλαις, διαφόρως καὶ ὁ Κύριος ἐφάνη· ὧν τῇ μὲν ὡς ἀσθενεστέρᾳ, τῇ δὲ ὡς τελειοτέρᾳ τυγχανούσῃ, καταλλήλως ἐμέτρει τὸν ἑαυτοῦ ἐμφανισμὸν ὁ Κύριος. Ὅθεν Μάρκος μὲν ἐν ἐπιτόμῳ τὰ μέχρι τοῦ ἑνὸς ἀγγέλου διελθών, τὸν λόγον κατέπαυσεν· Λουκᾶς δὲ τὴν τοῦ Κυρίου πρὸς τὰς γυναῖκας ὀπτασίαν σιωπήσας, αἰνιξάμενος δὲ μόνον, ἐν τῇ κατὰ Κλεῶπαν ἱστορίᾳ τὴν εὐαγγελικὴν πραγματείαν συνεπέρανεν· ἐν τῷ λέγειν·

Ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.

Ἀπορία. Πῶς Ἰωάννης φησὶν εἰρηκέναι τῇ Μαρίᾳ τὸν Κύριον· Μή μου ἅπτου, καὶ τὰ ἑξῆς· Ματθαίου ἱστορήσαντος, ὅτι κρατήσασαι τοὺς πόδας αὐτοῦ προσεκύνησαν αὐτῷ;

Λύσις. Ὡς καὶ ἤδη ἀποδέδεικται, ἀσθενεστέρα τῇ πίστει τῶν λοιπῶν ἦν αὕτη. Ὅθεν νομίσασα ὡς τὸ πρίν, οὕτω συνέσεσθαι τῷ Χριστῷ, μηδὲν μέγα περὶ αὐτοῦ φαντασθεῖσα, δικαίως ἐπετιμήθη, καὶ ἔμαθεν ὅτι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα ὅθεν ἥκει δεῖ αὐτὸν ἀπελθεῖν.

Ἀπορία. Τίνος χάριν Λουκᾶς μὲν καὶ Ἰωάννης ἀπαγγεῖλαι τὰς γυναῖκας τοῖς ἀποστόλοις τοῦ Χριστοῦ τὴν ἀνάστασιν ἔγραφον· Μάρκος δὲ σιωπῆσαι καὶ μηδὲν εἰπεῖν διὰ τὸν φόβον μαρτύρεται· ὁ δὲ Ματθαῖος σιωπῇ παρέδραμεν καὶ τῶν εἰρημένων ἑκάτερον;

Λύσις. Τὸ μὲν Ματθαίου ἑτοίμην ἔχει τὴν λύσιν. Οὐ γὰρ εἶπεν ὡς αἱ γυναῖκες τὰ ἐνταλθέντα ἀπαγγεῖλαι· ἀλλ’ ὅτι πορευομένων ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἡ τῶν στρατιωτῶν γέγονεν ἄφιξις ἐν τῇ πόλει πρὸς τοὺς ἀρχιερεῖς, τὸ συμβὰν περὶ τὸ μνῆμα θαῦμα μηνυόντων. Λουκᾶς δὲ καὶ Ἰωάννης συμφώνως τῷ προλαβόντι εὐαγγελιστῇ ἀπαγγεῖλαι ταύτας τοῖς ἀποστόλοις ἀνεγράψαντο. Μάρκος δὲ τὰς τελευταίας ἐλθούσας τοῦ ἡλίου λοιπὸν ἀνατείλαντος, εἰκότως φησὶ διὰ τὸν φόβον μηδὲν εἰπεῖν. Ἢ τούτου τοίνυν χάριν, ταύτας μηδὲν ἀπαγγεῖλαι, ἢ προσυπακούειν δεῖ ὡς ἄχρι τῆς τοῦ Κυρίου πρὸς αὐτὰς ἐμφάνειαν οὐδὲν εἶπον.

Ἀπορία. Τίνος χάριν, Ἰωάννου Πέτρον καὶ Ἰωάννην πρὸς τὸ Δεσποτικὸν μνῆμα δραμεῖν ἱστορήσαντος, ὁ Λουκᾶς μόνον τὸν Πέτρον πρὸς τὸν τάφον ἐλθεῖν συνεγράψατο;

Λύσις. Καθὼς καὶ ἀνωτέρω περὶ τούτου ἀναγέγραπται, διαφόρων γενομένων ταῖς γυναιξὶ πρὸς τὸ μνῆμα ἀφίξεων, διαφόρως καὶ τὰ ἐπ’ αὐτῷ πραχθέντα ἱστόρηνται. Ὅτε οὖν Πέτρῳ καὶ Ἰωάννῃ ἡ Μαγδαληνὴ Μαρία ἀπήγγειλεν ἀρθῆναι ἐκ τοῦ τάφου τοῦ Κυρίου τὸ σῶμα, ἀμφότεροι ἐκεῖσε παρεγένοντο. Μετὰ δὲ τοῦτο τῶν τῷ Λουκᾷ ἱστορηθεισῶν γυναικῶν τοῖς μαθηταῖς τὸ ὁραθὲν αὐταῖς μηνυσασῶν, καὶ ἀπιστουμένων παρ’ αὐτῶν, ὁ Πέτρος ὡς θερμός, ἐκ δευτέρου ἐκεῖσε παρεγένετο.