Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η Μεταμόρφωση, η επιλογή των αποστόλων και η θεογνωσία

Συμφωνία των ευαγγελίων ως προς τον χρόνο της Μεταμορφώσεως, την κλήση του Λευί, τα ονόματα των αποστόλων, τη στάση έναντι των Σαμαρειτών και την όραση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 12

Ἀπορία. Διατί Ματθαῖος καὶ Μάρκος μεθ’ ἡμέρας ἕξ, Λουκᾶς δὲ μεθ’ ἡμέρας ὀκτώ, τῆς πρὸς τοὺς μαθητὰς ὑποσχέσεως, μεταμορφωθῆναι τὸν Κύριον λέγουσιν;

Λύσις. Ὅτι οἱ μὲν τὰς ἐν μέσῳ μόνας ἐκτίθενται τῆς ὑποσχέσεως καὶ τῆς μεταμορφώσεως· ὁ δὲ Λουκᾶς, σὺν ταῖς ἕξ, καὶ τὰς δύο, ὧν τῇ μὲν ὑπέσχετο, τῇ δὲ μετεμορφώθη.

Ἀπορία. Πῶς τὸν ἀπὸ τοῦ τελωνίου κληθέντα μαθητήν, Λευῒν Ἀλφαίου ὁ Λουκᾶς καλεῖ, μηδενὸς τῶν δώδεκα οὕτω καλουμένου;

Λύσις. Εἰκὸς τοῦτον ἐκ τῶν ὁ εἶναι. Οὐ γὰρ ἕνα τελώνην, ἀλλὰ καὶ πολλοὺς εἰς μαθητείαν ὁ Χριστὸς ἐκάλεσεν. Ὅθεν καὶ ὡς τελωνῶν φίλος ὠνειδίζετο. Οὐδὲν δὲ ξένον, τοῖς αὐτοῖς ῥήμασι τὸν Χριστὸν πρὸς ἑκάτερον μαθητὴν χρήσασθαι.

Ἀπορία. Τίνος χάριν Ματθαῖος εἰπὼν τὸν Κύριον, ἡνίκα τοὺς μακαρισμοὺς ἐξέθετο, εἰς τὸ ὄρος ἀναβῆναι, καὶ μόνοις διαλέγεσθαι τοῖς μαθηταῖς, ἐπήγαγεν, Ὅτι ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, τῶν λεγομένων οὐκ ἀκούοντες;

Λύσις. Ὅτι οὐκ ἀποκρύψαι τὸν ὄχλον τὴν διδασκαλίαν ἐβούλετο ὁ Χριστός, ἀλλ’ εὐλαβεστέρους καταστῆσαι καὶ προσεχεστέρους τῷ τῆς γῆς ἀναστήματι· οὐδὲ γὰρ ὑψηλὸν ἦν τὸ ὄρος, ὥστε κωλύειν τὴν ἀκρόασιν, ἀλλὰ πρόσγειον· ἐξ οὗ καταβάς, ἑτέρους μακαρισμοὺς ἐν ἄλλῳ καιρῷ, τοὺς παρὰ τῷ Λουκᾷ, ἐν τόπῳ πεδινῷ ἐξέθετο.

Ἀπορία. Τίνος χάριν ὁ μὲν τῶν εὐαγγελιστῶν ἄλλους, οἱ δὲ ἄλλους ἐκλεγῆναι παρὰ τοῦ Χριστοῦ εἰς μαθητείαν ἐξέθεντο;

Λύσις. Οὐδαμοῦ διεφώνησαν πρὸς ἀλλήλους οἱ εὐαγγελισταί· ἀλλὰ πάντων τῶν ἀποστόλων συμφώνως τὰ ὀνόματα ἐκθέμενοι, ἑνὶ μόνῳ διαφόρους προσηγορίας ἐξέθεντο. Ματθαῖος μὲν καὶ Μάρκος Θαδδαῖον τοῦτον προσηγόρευσαν· Λουκᾶς δὲ Ἰούδαν Ἰακώβου, ἑτέρωθι δὲ Λεβαῖον· διὰ τὸ εἶναι αὐτὸν τριώνυμον· καθάπερ καὶ ἡ Χεβρών, Δαβὴρ καὶ πόλις γραμμάτων, καὶ Ἀργὼβ ὠνομάζετο. Ὅθεν καὶ Σίμωνα, οἱ μὲν Καναναῖον ἐκ τῆς πατρίδος, Λουκᾶς δὲ ζηλωτὴν ἐκ τῆς ἀρετῆς προσηγόρευσεν.

Ἀπορία. Πῶς εἰπὼν τοῖς ἀποστόλοις ὁ Κύριος, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, αὐτὸς ἐν Σαμαρείᾳ γενόμενος, πιεῖν ἐζήτει παρὰ Σαμαρείτιδος, καὶ πλήθει Σαμαρειτῶν πρὸς αὐτὸν ἐξελθόντι διελέγετο;

Λύσις. Τοῖς Ἰουδαίοις πᾶσαν ἀφορμὴν ἐγκόψαι βουλόμενος, τὴν ἐντολὴν ταύτην πρὸ τοῦ σταυροῦ τοῖς μαθηταῖς ἔδωκε· μετὰ δὲ τοῦτο, φησί· Μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· ἵνα μὴ ὡς παροφθέντες δόξωσιν αὐτῷ χαλεπαίνειν. Ἔπειτα ἡ ὁδός, οὐκ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων καὶ πάντων εἶναι δύναται. Οὐ γὰρ ἐν αὐτῇ ἔθνη μόνον ἀποκληρωμένως ὁδεύει. Ὁδὸς δὲ τροπικῶς ἐθνῶν, εἰδωλολατρεία καὶ ἐπαοιδία καὶ ἀστρολογία. Τὴν δὲ πόλιν τῶν Σαμαρειτῶν, παρόδῳ κεχρημένος εἰσῆλθεν. Οὐ γὰρ ἔπρεπεν τῇ αὐτοῦ ἀσπλαγχνίᾳ, Ἰουδαίους μὲν ἀπωθουμένους αὐτὸν ἐφέλκεσθαι, Σαμαρείτας δὲ πιστεύσαντας καὶ ἐφελκομένους αὐτὸν ἀπώσασθαι.

Ἀπορία. Τίνος χάριν Ἰωάννης εἰσήγαγε τὸν Κύριον τοῖς Ἰουδαίοις περὶ τοῦ Πατρὸς λέγοντα· Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· Μωυσέως λέγοντος· Εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας;

Λύσις. Ἀκοὴ καὶ ὅρασις, οὐ τῶν ὤτων ἢ τῶν ὀφθαλμῶν τῶν ἔξωθεν ἡ ἐνέργεια τοσοῦτον, ὅσον τῆς διανοίας ἡ κατανόησις λέγεται. Ὅθεν καὶ Ἡσαΐας φησίν· Τίς τυφλός· ἀλλ’ ἢ οἱ παῖδές μου· καὶ κωφοί, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Τὸ ἀνήκοον τῶν νῦν καὶ ἀπειθὲς τῶν Ἰουδαίων, διὰ τούτων ᾐνίξατο.

Ἄλλως τε αὐτῷ τῷ Μωυσῇ χρηματίζων ὁ Θεός, φησίν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.