Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Θεολογικές και χριστολογικές αποσαφηνίσεις

Διευκρινίσεις για την καταγωγή του Χριστού, τη δωρεά του Αγίου Πνεύματος, τη δράση του διαβόλου, τις αποστολές των μαθητών και τη φαινομενική άγνοια της εσχάτης ημέρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 12

Ἀπορία. Τίνος χάριν Ἰωάννης, ποτὲ μέν φησιν τὸν Χριστὸν εἰρηκέναι· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· ποτὲ δὲ τοῖς αὐτοῖς· Οὐκ οἴδατε πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω. Καί, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου;

Λύσις. Ὅτι διπλοῦ τοῦ μυστηρίου τοῦ κατὰ Χριστὸν τυγχάνοντος, διαφόρως πρὸς αὐτοὺς διαλέγεται· κατὰ μὲν τὸ ἀνθρώπινον εἰδέναι αὐτοὺς λέγων, αὐτοῦ τε τήν τε πατρίδα καὶ τὴν μητέρα· κατὰ δὲ τὴν θείαν οὐσίαν ἀγνοεῖν, Υἱὸν ὄντα ἴσον τῷ Πατρί· ἀγνοεῖν δὲ καὶ τὸν Πατέρα, ὄντα Πατέρα Υἱοῦ μονογενοῦς.

Ἀπορία. Πῶς Ἰωάννης λέγει· Οὔπω ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη· καταβάντος ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Χριστὸν ἐν τῷ βαπτίσματι τοῦ ἁγίου Πνεύματος;

Λύσις. Ὅτι Πνεῦμα ἐνταῦθα, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν τοῦ Πνεύματος καλεῖ καθάπερ καὶ Παῦλος, εἰπών· Τὸ Πνεῦμα μὴ σβέννυτε· ὅπερ οὐκ ἔδει πρὶν τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανοὺς ἀνελθεῖν καταβῆναι, καὶ τὰς διαφόρους καὶ πολυτρόπους ἐνεργῆσαι δυνάμεις, περὶ ὧν φησιν ὁ Χριστός, ποταμοὺς ἐκ τῆς κοιλίας ῥεύσειν ὕδατος ζῶντος ἐκ τῆς κοιλίας δηλαδὴ τῆς καρδίας τῶν εἰς αὐτὸν πιστευόντων. Δόξαν δὲ ἐνταῦθα τὸν σταυρὸν ἐκάλεσεν, κατὰ τὸ εἰρημένον·

Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.

Ἀπορία. Τίνα πατέρα ἔχειν ὁ διάβολος δύναται; Φησὶ γὰρ ὁ Ἰωάννης, παρ’ ἑαυτοῦ, εἰρηκέναι τὸν Κύριον, Ὅταν λαλῇ, τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστίν, καὶ ὁ πατὴρ αὐτοῦ.

Λύσις. Διάβολον ἐνταῦθα, ἢ τὸν Ἀντίχριστον λαλεῖ, τὸν υἱὸν τῆς ἀπωλείας κατὰ Παῦλον, ὃς ὅτ’ ἂν λέγῃ τὸ ψεῦδος, διαβάλλων τὸν Χριστὸν ὡς ἀντίθεον, καὶ ἑαυτὸν συνιστῶν ὡς Θεόν, ἐκ τῶν ἰδίων λαλεῖ, ψεύστης ὤν, καθάπερ ὁ πατὴρ αὐτοῦ ὁ Σατανᾶς· ἢ τὸν Κάϊν, οὗ τέκνα δικαίως τοὺς Ἰουδαίους ἐκάλεσεν, εἰρηκότας, υἱοὺς εἶναι τοῦ Ἀβραάμ· διὰ τὸ μιμητὰς γεγενῆσθαι τῶν τοῦ Κάϊν τρόπων, τοῦ ψευσαμένου μὲν τὸν Θεόν, ἐν τῷ εἰπεῖν· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου; πρώτου δὲ φθόνον καὶ φόνον τεκόντος ἐν ἀνθρώποις, καθάπερ καὶ ὁ τοῦτο πατὴρ ὁ Σατανᾶς.

Ἀπορία. Διατί Λουκᾶς φησί, τοῖς ἑβδομήκοντα εἰρηκέναι τὸν Κύριον· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, καὶ τὰ ἑξῆς· Ματθαῖος δὲ τοῖς δώδεκα; Καὶ τίνος χάριν ὁ Λουκᾶς τῶν ἑβδομήκοντα μέμνηται μόνον;

Λύσις. Ὅτι πολλάκις τὴν αὐτὴν διδασκαλίαν ἐξέθετο ὁ Κύριος, οὐ λόγων ἀπορῶν, ἀλλὰ τοὺς ἀκροατὰς βεβαιῶν. Ὅθεν καὶ τοῖς ιβʹ καὶ τοῖς οʹ ἐν διαφόροις καιροῖς τὰ αὐτὰ ἐξέθετο.

Ἀπορία. Τίνος χάριν φησὶν ὁ Κύριος πρὸς Νικόδημον, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ; Εἰ μὲν γὰρ Υἱὸν ἀνθρώπου προσήκει νοεῖσθαι τὴν ἀνθρωπότητα, αὕτη ἐξ οὐρανοῦ οὐ κατέβη· εἰ δὲ ὅλον τὸν σαρκωθέντα λόγον, πῶς μήπω ἀναληφθεὶς ἀναληφθῆναι εἰς οὐρανοὺς ἐλέγετο;

Λύσις. Τὸν Νικόδημον ἐκ τῆς Ἰουδαϊκῆς ταπεινότητος εἰς τὸ τῶν δογμάτων ὕψος ἀναγαγεῖν ὁ Κύριος βουλόμενος, καὶ περὶ τῆς πνευματικῆς ἀναγεννήσεως τοῦτον μυσταγωγῆσαι, ὡς εἶδε πρὸς τὸ ὕψος ἰλιγγιῶντα, φησίν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Ὅθεν φησὶ μηδένα ἀναβεβηκέναι εἰς τὸν οὐρανόν, εἰ μὴ τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα, ἑαυτὸν σημαίνων, διά τε τῆς ἀναβάσεως καὶ καταβάσεως, διὰ τὸ μὴ δύνασθαι διαζευχθῆναι τῆς ἀνθρωπότητος τὸν Θεὸν Λόγον, οὗ φησιν κατεληλυθέναι.

Ἀνάβασιν μέν τοι, οὐ τὴν μετὰ σαρκὸς ἐνταῦθα λέγει, ἀλλὰ τὴν ὑπὲρ διαφόρων ἀρχαίων οἰκονομιῶν, περὶ ὧν φησιν ἡ Γραφή· Ἀνέβη ὁ Θεὸς ἀπὸ Ἀβραάμ, ἡνίκα ἐπαύσατο λαλεῖν αὐτῷ, καὶ ὅσα τοιαῦτα. Εἰ δὲ Υἱὸν ἀνθρώπου καλεῖ μετὰ τὴν σάρκωσιν, τὸν Θεὸν Λόγον, οὐ θαυμαστόν· ἐπειδὴ καὶ βασιλεὺς καὶ στρατηγός, ἀγρὸν ἠγορακώς, ἢ γάμῳ συναλλάξας πρὸ τῆς βασιλείας καὶ τῆς στρατηγίας, ὅμως μετὰ ταῦτα λέγεται, ὅτι βασιλεὺς τὸν ἀγρὸν ἐκτήσατο ἢ ὁ στρατηγός.

Ἀπορία. Πῶς τὸν Κύριον εἰρηκέναι τοῖς Ἰουδαίοις, ἔλεγεν Ἰωάννης· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· αὐτοῦ εἰρηκότος, τὴν ἐσχάτην ἡμέραν μηδὲ τοὺς ἀγγέλους, μηδὲ τὸν Υἱὸν εἰδέναι, ἀλλὰ μόνον τὸν Πατέρα;

Λύσις. Ὅτι τὸν τῶν αἰώνων ποιητὴν ἡμέραν ἢ ὥραν ἀγνοῆσαι ἀμήχανον, τοῦτο πᾶσι δῆλον. Ὅθεν δείκνυται κατὰ τρεῖς τρόπους τὴν αὐτοῦ διδασκαλίαν ἐκθέσθαι τὸν Κύριον. Καὶ τὰ μὲν ὡς ἄνθρωπον διαλέγεσθαι· ὡς τὸ προτεθὲν κεφάλαιον· καὶ τό, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τό, Νῦν ἡ ψυχή μου τετάρακται. Ποτὲ δὲ ὡς Θεόν· ὅτ’ ἄν φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καί, Ὅτι ὅσα ἔχει ὁ Πατήρ, ἐμά εἰσι· καὶ ὅσα τοιαῦτα.

Ποτὲ δὲ ὡς Θεὸν καὶ ἄνθρωπον· ὡς ὅτ’ ἂν λέγει· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἄρτος γὰρ τὸ σῶμα, Θεὸς δὲ ὁ καταβάς. Καὶ ὅτ’ ἂν λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν, καὶ πάλιν λαβεῖν αὐτήν. Τὸ γὰρ κατ’ ἐξουσίαν θεῖναι καὶ λαβεῖν, θεότητος· ἡ δὲ ψυχή, ἀνθρωπότητος.

Ἐνταῦθα μὲν τὴν ἄγνοιαν, τῶν μαθητῶν τὸ περίεργον ἀναστεῖλαι βουλόμενος, προεβάλλετο· ἵνα μὴ ἀσχάλωσιν· ὡς οὐ μόνοι, ἀλλὰ καὶ μετὰ ἀγγέλων τὴν ἡμέραν ἐκείνην ἀγνοοῦντες.

Ἀπορία. Διατί τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος· Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται καὶ λῃσταί εἰσιν; Ἆρα οὖν λῃσταὶ Μωϋσῆς καὶ οἱ προφῆται ἐτύγχανον;