Λύσις.
Τὸ πρῶτον ἄπορον, ταύτην ἔχει τὴν λύσιν· ἐν Γαλιλαίᾳ τῇ ὑπὸ Ἡρώδην τελούσῃ, τοῦ Κυρίου διάγοντος καὶ θαυματουργοῦντος, οἱ τῶν ἐκεῖσε Φαρισαίων, οἱ φορτικὸν αὐτὸν διὰ τὰ σημεῖα καὶ τὴν διδασκαλίαν ὑπὸ φθόνου ὁρῶντες, καὶ εἰς τὴν Ἰουδαίαν ἐλάσαι σπεύδοντες, ἔλεγον αὐτῷ, ὅτι, Ἔξελθε ἐντεῦθεν, δι’ ὅτι Ἠρώδης θέλει σε ἀνελεῖν. Πρὸς οὓς ὁ Κύριος, συνεὶς μεθ’ οἵας διανοίας τοῦτο ἔλεγον αὐτῷ, ἀπεκρίνατο· Πορευθέντες, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, δηλαδὴ τῷ Ἡρώδῃ, ὡς δολερῷ, καὶ τὰ ἑξῆς. Τὸ οὖν Ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, τὰς ἡμέρας δηλοῖ τὰς δύο, ἐν αἷς ἐκεῖ διατρίβων ἐθαυματούργει· μεθ’ ἃς τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἤρξατο πορείας, τῇ ἡμέρᾳ δηλονότι τῇ τρίτῃ, ἐν ᾗ καὶ τελειοῦσθαί φησιν, ὡς ἐν αὐτῇ ἀπαρχόμενος τῆς ὁδοῦ τῆς τὸ πᾶν διὰ σταυροῦ ἐν Ἱεροσολύμοις τελειούσης μυστήριον. Τὸ δέ, Οὐ μή με ἴδητε ἀπάρτι, πρὸς τοὺς οἰκήτορας Ἱερουσαλὴμ ἦν εἰρημένον, ἣν ἐν τοῖς πρώτοις ἐταλάνισεν εἰρηκώς· Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ἤ τις ἔκτοτε οὐχ ἑώρακε τὸν Κύριον, ἄχρις ἐπὶ πώλου καθήμενον καὶ ὑμνούμενον αὐτὸν ὑπὸ τοῦ ὄχλου καὶ τῶν παίδων ἐθεάσαντο.