Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Γεγονότα και διδασκαλίες πριν από την είσοδο στα Ιεροσόλυμα

Ερμηνεία χωρίων σχετικά με τους στασιαστές, το αίτημα των υιών του Ζεβεδαίου, τον Ηρώδη, την παρουσία του Κυρίου και τη θεραπεία των τυφλών στην Ιεριχώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 12

Λύσις. Καταστοχασάμενος διάβολος τῆς Χριστοῦ παρουσίας, ἤγειρε πρὸ ὀλίγου τῆς αὐτοῦ ἐπιδημίας, στασιαστάς τινας, τοὺς περὶ Θευδᾶν καὶ Ἰούδαν, ἑαυτοῖς δόξαν ἁρπάσαντας, καὶ τοὺς πεισθέντας αὐτοῖς ἀναστήσαντας· οἱ καὶ διελύθησαν, καθὰ τῷ Γαμαλιὴλ εἴρηται. Τούτοις τοίνυν διὰ τούτων αἰνίττεται, καὶ ὅσοι τούτων ζηλωταὶ γεγόνασιν. Μωυσέως μέν τοι καὶ τῶν προφητῶν, ἤκουσαν τὰ πρόβατα.

Ἀπορία. Τίνος χάριν Ματθαῖος τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου αἰτῆσαι τὴν ἐκ δεξιῶν καθέδραν τοῖς υἱοῖς τὸν Κύριον ἱστόρησε· Μάρκος δὲ οὐκ αὐτήν, ἀλλὰ τοὺς υἱοὺς τοῦτο αἰτῆσαι ἐξέθετο;

Λύσις. Ματθαῖος λεπτομερεστέρως τὴν ἅμα τοῖς υἱοῖς τῆς μητρὸς πρεσβείαν ἐξέθετο· Μάρκος δὲ βραχυλογίας πάνυ πεφροντικώς, μόνον τῶν υἱῶν ἐμνημόνευσεν· ὅπερ ἐναντιολογία οὐκ ἔστιν.

Ἀπορία. Πῶς ὁ Λουκᾶς τὸν Κύριον εἰπεῖν τοῖς Ἰουδαίοις ἐκθέμενος· Οὐ μή με ἴδητε ἀπάρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· συγγενέσθαι τοῖς Ἰουδαίοις, συμφαγεῖν τε αὐτὸν καὶ διαλεχθῆναι καὶ θαυματουργῆσαι ἐπὶ πλεῖστον ἐξέθετο;

Πῶς δὲ ἀπαγγεῖλαι τῷ Ἡρώδῃ τοὺς Φαρισαίους ἐκέλευσεν, Ἰδοὺ ἐγὼ ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. Μεθ’ ἡμέρας γὰρ πλείονας, τὸν σταυρὸν ὑπέμεινε.

Λύσις. Τὸ πρῶτον ἄπορον, ταύτην ἔχει τὴν λύσιν· ἐν Γαλιλαίᾳ τῇ ὑπὸ Ἡρώδην τελούσῃ, τοῦ Κυρίου διάγοντος καὶ θαυματουργοῦντος, οἱ τῶν ἐκεῖσε Φαρισαίων, οἱ φορτικὸν αὐτὸν διὰ τὰ σημεῖα καὶ τὴν διδασκαλίαν ὑπὸ φθόνου ὁρῶντες, καὶ εἰς τὴν Ἰουδαίαν ἐλάσαι σπεύδοντες, ἔλεγον αὐτῷ, ὅτι, Ἔξελθε ἐντεῦθεν, δι’ ὅτι Ἠρώδης θέλει σε ἀνελεῖν. Πρὸς οὓς ὁ Κύριος, συνεὶς μεθ’ οἵας διανοίας τοῦτο ἔλεγον αὐτῷ, ἀπεκρίνατο· Πορευθέντες, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, δηλαδὴ τῷ Ἡρώδῃ, ὡς δολερῷ, καὶ τὰ ἑξῆς. Τὸ οὖν Ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, τὰς ἡμέρας δηλοῖ τὰς δύο, ἐν αἷς ἐκεῖ διατρίβων ἐθαυματούργει· μεθ’ ἃς τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἤρξατο πορείας, τῇ ἡμέρᾳ δηλονότι τῇ τρίτῃ, ἐν ᾗ καὶ τελειοῦσθαί φησιν, ὡς ἐν αὐτῇ ἀπαρχόμενος τῆς ὁδοῦ τῆς τὸ πᾶν διὰ σταυροῦ ἐν Ἱεροσολύμοις τελειούσης μυστήριον. Τὸ δέ, Οὐ μή με ἴδητε ἀπάρτι, πρὸς τοὺς οἰκήτορας Ἱερουσαλὴμ ἦν εἰρημένον, ἣν ἐν τοῖς πρώτοις ἐταλάνισεν εἰρηκώς· Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ἤ τις ἔκτοτε οὐχ ἑώρακε τὸν Κύριον, ἄχρις ἐπὶ πώλου καθήμενον καὶ ὑμνούμενον αὐτὸν ὑπὸ τοῦ ὄχλου καὶ τῶν παίδων ἐθεάσαντο.

Δυνατὸν δὲ τὸ ἀπάρτι νοηθῆναι καὶ ἐπὶ παντὸς τοῦ χρόνου, τοῦ μέχρι τοῦ Δεσποτικοῦ πάθους· μέχρις οὗ τὸν Κύριον ἑωρακότες Ἰουδαῖοι, οὐκέτι ὄψονται αὐτόν, ἄχρις ἂν ἐν τῇ δόξῃ τῇ πατρικῇ κρίνοντα τὸν κόσμον θεώμενοι, εἴπωσιν·

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἀπορία. Πῶς Λουκᾶς εἰπεῖν φησὶ τὸν Κύριον τοῖς μαθηταῖς· Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν· καί τοι ἱστορήσαντος Ματθαίου εἰρηκέναι αὐτόν· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος;

Λύσις. Τὴν μὲν ὑπόσχεσιν αὐτοῦ πληρῶν ὁ Κύριος, καὶ μετὰ τὴν ἀνάληψιν [ἦν] σὺν τοῖς ἀποστόλοις· ὅθεν καὶ δύσμαχοι καὶ ἀκαταγώνιστοι τοῖς ἀντιτασσομένοις ὑπῆρχον. Πλὴν ὅμως ἐν τοῖς πειρασμοῖς μεμνημένοι τῆς προτέρας αὐτοῦ συνδιαγωγῆς, συνεστιάσεώς τε καὶ συνεχοῦς ὁμιλίας, ταύτην ἐπόθουν. Εἰκὸς δὲ καὶ τοὺς ἐν τῇ συντελείᾳ εὑρισκομένους πιστούς, προσδοκωμένης τῆς τοῦ Ἀντιχρίστου παρουσίας, τὸν καιρὸν ἐπιθυμεῖν, καθ’ ὃν τοῖς μαθηταῖς συνδιατρίβων ἐθαυματούργει ὁ Κύριος.

Ἀπορία. Πῶς Ματθαῖος δύο τυφλοὺς συναντῆσαι τῷ Κυρίῳ κατὰ τὴν Ἱεριχώ, Μάρκος δὲ ἕνα, καὶ Λουκᾶς, καὶ τούτους διαφόρους ἐξέθεντο;

Λύσις. Οὐχ ἕνα τότε ὁ Χριστὸς τυφλόν, οὔτε δύο, ἀλλὰ καὶ τέσσαρας ἰασάμενος ἔτυχεν. Ἕνα μέν, ὅνπερ Λουκᾶς ἱστόρησεν, εἰσιὼν εἰς τὴν Ἱεριχώ, μεθ’ ὃ καὶ τὸν Ζακχαῖον ἐκάλεσεν· ἄλλον, ὅνπερ ὁ Μάρκος ἀνεγράψατο, παρὰ τὴν ὁδὸν μὲν καθήμενον, προσαιτοῦντα δέ, Βαρτιμαῖον λεγόμενον. Ἄλλοι δὲ οἱ δύο, οἱ ἐν τῷ Ματθαίῳ κείμενοι, οἱ ἐξιόντι τῷ Κυρίῳ συναντήσαντες, καὶ παρ’ αὐτοῦ ἰαθέντες. Οὐδὲν δὲ ξένον πάντας υἱὸν Δαβὶδ καλεῖν τὸν Κύριον· διὰ τὸ ἐκ τῶν σημείων αὐτὸν περιφανῆ λοιπὸν γενέσθαι.