Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία

Ἡσύχιος ὁ Πρεσβύτερος

Η είσοδος στα Ιεροσόλυμα, ο καθαρισμός του ναού και η παραβολή των γεωργών

Αποσαφήνιση των γεγονότων της βαϊοφόρου εισόδου, της ξήρανσης της συκής, της εκδίωξης των εμπόρων και της παραβολής των κακών γεωργών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 6 από 12

Ἀπορία. Διατί. Ματθαῖος μὲν ἐπὶ ὄνον καὶ πῶλον λέγει καθίσαι τὸν Κύριον· Μάρκος δὲ καὶ Λουκᾶς ἐπὶ πῶλον μόνον· Ἰωάννης δὲ ἐπὶ ὀνάριον;

Λύσις. Ὁ μὲν Ματθαῖος τὸ ἀδάμαστον καὶ νέον τοῦ πώλου ἐνδείξασθαι βουλόμενος, συμπαραληφθῆναι ἐξέθετο καὶ τὴν τούτου μητέρα· οὐχ ὥστε ἐπικαθίσαι αὐτῇ τὸν Κύριον, ἀλλ’ ὥστε τῇ ἀκολουθήσει παραθαρσύνειν τὸν πῶλον. Μάρκος δὲ καὶ Λουκᾶς ἁπλούστερον τὸ γεγονὸς ἐξέθεντο. Ματθαῖος μέν τοι κατὰ τὸ ὑπὸ τοῦ προφήτου λεχθέν, ἐπιβεβηκέναι ἐπὶ ὄνον καὶ πῶλον εἶπεν· ὅτι διὰ τοῦ πώλου καὶ τῇ ὄνῳ ἐκάθητο, ἑπομένῃ καὶ συνεργούσῃ τῷ τοῦ Κυρίου ὀχήματι. Εἰ δέ τις ἀποροίη, τίνος χάριν Ματθαῖος μὲν τὸν προφήτην ἐκθέσθαι φησὶν ἐπὶ ὄνον καὶ πῶλον καθίσαι τὸν Κύριον· ἡ δὲ τῶν Οʹ Ἔκδοσις ἐπὶ πῶλον ὄνου καθίσαι περιέχει· τοῦτο μανθανέτω, ὡς τῇ Ἑβραϊκῇ γλώττῃ κεχρημένοι οἱ ἀπόστολοι, ἅτε τῆς Ἑλληνικῆς εὐγλωττίας ἄπειροι, καὶ τῆς τῶν Οʹ ἐκδόσεως, ὥσπερ ταῖς αὐτῶν βίβλοις ἀρχαιοτέρως ἐκτεθείσαις ἐνεφέρετο, οὕτω τὰς προφητικὰς μαρτυρίας ἐξέθεντο· τοῦ Πνεύματος τοῦτο οἰκονομήσαντος, ἵνα μὴ ὡς ἐκ συνθήματος φανῶσι συντάξαντες. Ὁ μέντοι πῶλος τὰ ἔθνη, ἡ δὲ τούτου μήτηρ, τοὺς Ἰουδαίους αἰνίττεται.

Ἀπορία. Ἀνθότου Ματθαῖος μὲν αὐθημερὸν τὴν συκῆν ξηρανθῆναι ἱστόρησεν, Μάρκος δὲ τῇ αὔριον; Ὡσαύτως δὲ καὶ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, ὁ μὲν ἐν ᾗ ἡμέρᾳ τῷ πώλῳ ἐκαθέσθη ὁ Κύριος εἰσελθὼν εἰς τὴν πόλιν, ἐκβληθῆναι ὑπ’ αὐτοῦ ἱστορεῖ· ὁ δὲ ἐν τῇ ὑστεραίᾳ. Καὶ τίνος χάριν καρπὸν ἐκ τῆς συκῆς ἐν οὐ καιρῷ ἐζήτει· ἢ πῶς ἀγανακτήσας, ὅτι μὴ εὖρε, ταύτην ἐξήρανεν;

Λύσις. Ἑκάτερος ὡς ἐν ἅπασι καὶ ἐν τούτῳ ἠλήθευσε. Πρωίας γάρ, καθώς φησιν ὁ εὐαγγελιστής, ἐπανάγων ἐπὶ τὴν πόλιν ὁ Κύριος, ἐπείνασε· καὶ ἐλθὼν ἐπὶ τὴν συκῆν, οὐχ εὗρεν εἰ μὴ φύλλα μόνον. Εἰρηκὼς οὖν· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, παραχρῆμα ταύτην ἐξήρανε. Διὰ δὲ τὸ μέγεθος καὶ τὸ ξένον τοῦ θαύματος, τῇ ἐπαύριον οἱ μαθηταὶ ταύτην κατοπτεύσαντες, ἐφ’ ᾧ πολυπραγμονῆσαι εἰ καὶ αἱ ῥίζαι ὡσαύτως τῷ στελέχει καὶ τοῖς κλάδοις ἐξηράνθησαν, ἐξεπλάγησαν τῇ βεβαιώσει τοῦ θαύματος.

Ἐξήρανε γὰρ ταύτην ὁ Κύριος, τῆς ἰδίας δυνάμεως πεῖραν τοῖς μαθηταῖς παρασχόμενος, διὰ τὸ προσδοκώμενον πάθος. Ἐπειδήπερ ἐν ταῖς εὐεργεσίαις πολυτρόπως τὴν δύναμιν ἐπεδείξατο· τῆς δὲ τιμωρητικῆς δυνάμεως οὐ παρέσχετο πεῖραν· ἣν ἀναγκαίως ἐν τῷ ἀψύχῳ νῦν ἐπεδείξατο. Τοὺς μέντοι πωλοῦντας καὶ ἀγοράζοντας, ἐν ταῖς δύο ἐξέβαλεν ἡμέραις, τῇ τε πρώτῃ καὶ τῇ μετὰ τήν, ἅτε τῷ τῆς φιλοκερδίας καὶ καπηλείας ἀναιδῶς ἐγκειμένους νοσήματι.

Ἀπορία. Πῶς Ματθαῖος καὶ Μάρκος τὸν οἰκοδεσπότην φησίν, ὃς τὸν ἀμπελῶνα ἐφύτευσε, πολλοὺς ἀποστεῖλαι δούλους, ἵνα τοὺς καρποὺς παρὰ τῶν γεωργῶν λάβωσι· Λουκᾶς δὲ κατὰ ἕνα;

Λύσις. Ὅτι οἱ μὲν περιεκτικῶς καὶ ὡς ἐν κεφαλαίῳ τοὺς κατὰ καιρὸν σταλέντας καθ’ ἔνα τοὺς προφήτας ἐξέθεντο· ὁ δὲ λεπτομερεστέρως ἕνα ἕνα ἀπεστάλθαι. Ἐξ ὧν ἑκατέρων δείκνυται, πλῆθος μὲν εἶναι τοὺς πεμφθέντας, καθ’ ἕνα δὲ καὶ οὐ πάντας ὁμοῦ. Ὅθεν τούτους διαιρῶν ὁ Λουκᾶς φησιν· Ὃν μὲν ἔδειραν, ὃν δὲ ἐκεφαλαίωσαν, ὃν δὲ ἀπέκτειναν. Τοῦτο δὲ οὐκ ἐναντιολογίας, ἀλλὰ διαφόρου φράσεώς ἐστιν.