Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 41-49
Αναλύσεις των ψαλμών 41 έως 49, με έμφαση στον σταυρό, τον στολισμό της Εκκλησίας και το αποστολικό κήρυγμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 41-49
Αναλύσεις των ψαλμών 41 έως 49, με έμφαση στον σταυρό, τον στολισμό της Εκκλησίας και το αποστολικό κήρυγμα.
Ὃν τρόπον ἐπιποθεῖ Ἡ (ὁ) ἔλαφος θερμόν ἐστι ζῶον καὶ ἀεὶ σπεύδει πρὸς (ἐπὶ) τὰ ὕδατα· οὕτως, φησίν, ὁ κατὰ θεὸν ἄνθρωπος ὀφείλει μετὰ πόνου ψυχῆς, ὥσπερ διψῶν, σπεύδειν πρὸς τὸν θεόν. λέγει δὲ ὁ προφήτης τὸ βάπτισμα, εἰς ὃ ἐπιποθεῖν ὀφείλουσιν οἱ ἀμύητοι. οὕτως ἐπιποθεῖ Ἀνένδοτος γὰρ ὀφείλει εἶναι καὶ ἡ πρὸς τὸν θεὸν ἐπιθυμία τοῦ πιστοῦ ἀνθρώπου καὶ ἀκατάπαυστος. ἐδίψησεν Περὶ γὰρ τῶν τοιούτων μακαρίζει ὁ κύριος λέγων· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. οὕτω γὰρ καὶ ὁ Ἀδὰμ ἐδίψα, φλεγόμενος τῷ καύσωνι τῆς ἁμαρτίας καὶ περιέμενε τὴν παρουσίαν τοῦ θεοῦ (Χριστοῦ). πότε ἥξω Τουτέστιν ἥξει πρὸς μὲ ὁ θεὸς καὶ ὀφθήσομαι τῇ δόξῃ αὐτοῦ. ἐγενήθη Ἀντὶ γὰρ τῶν ἄρτων τῇ φορᾷ τῶν δακρύων ἐτρέφετο· οὔτε γὰρ ἡμέρας οὔτε νυκτὸς ἐπαύετο θρηνῶν, βαρυνόμενος (βαρούμενος) τῇ ἁμαρτίᾳ. ἐν τῷ λέγεσθαι Ὠνείδιζον γὰρ οἱ δαίμονες τὸν ἄνθρωπον καθ’ ἑκάστην λέγοντες· ποῦ ἐστιν, ὃν προσδοκεῖς (προσδοκεῖ) εἰς βοήθειαν, ὡς οἱ Ἰουδαῖοι κατὰ μίμησιν τῶν δαιμόνων ἔλεγον τῷ Χριστῷ· εἰ υἱός ἐστι τοῦ θεοῦ, σωσάτω ἑαυτόν. ταῦτα ἐμνήσθην Τίς ὁ μνησθείς; ὁ Χριστός. ἐμνήσθη γὰρ τοῦ ἀνθρώπου, ὅτι καταποθεὶς ἐτύγχανεν ὑπὸ τῶν δαιμόνων καὶ ἐξέχεε τὸ ἔλεος αὐτοῦ ἐπ’ αὐτόν, ἐλθὼν πρὸς ἀναζήτησιν αὐτοῦ. ὅτι διελεύσομαι Σκηνή, ὡς σωματικῶς θελήσας καὶ κατασκηνώσας ἐν αὐτῇ· καὶ οἶκος, ὡς ἐνοικήσας ὁ θεός.
λέγει τὸ σῶμα τοῦ Ἀδάμ, ὃ ἀναλαβὼν (ὁ κύριος) ἔσωσε τὸν ἄνθρωπον. ἐν φωνῇ Ἐν γὰρ τῷ ἐπιδημῆσαι τὸν κύριον ἐπὶ τῆς γῆς πάντα ἐπλήρωσεν ἀγαλλιάσεως, ἐξομολογουμένης τῆς ἀνθρωπότητος τῷ θεῷ, ὡς ἦχον γενέσθαι πάσῃ τῇ κτίσει τὴν σωτηρίαν τὴν γενομένην, ἑορταζόντων τῶν πιστῶν ἐπὶ τοῖς μυστικοῖς. ἵνα τί περίλυπος Ὁ Πέτρος γὰρ περιπεσὼν τῇ ἀρνήσει, περίλυπος ἐγένετο ἕως θανάτου, ὅθεν ἔκλαυσε πικρῶς, ταρασσόμενος τῇ διανοίᾳ καὶ συνεχόμενος. ἔλπισον Ἐλπίδα γὰρ εἶχε σωτηρίας, ὅτι ᾔδει, ὅτι οὐκ ἀπὸ καρδίας ἠρνήσατο, ἀλλὰ διὰ φόβον, ὅθεν ἔλεγε πρὸς ἑαυτόν· ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ. σωτήριον Κατὰ πρόσωπον γὰρ ἑώρα τὴν ἐσομένην σωτηρίαν καὶ ὅτι διὰ τοῦτο παρεγένετο, ἵνα ἁμαρτωλοὺς καλέσῃ εἰς μετάνοιαν. πρὸς ἐμαυτόν Θόρυβον γὰρ καὶ τρόμον εἶχεν ἐν τῇ ψυχῇ ὁ Πέτρος, ὅτι μὴ ἄρα εἰς τὸ τέλος ἀποβληθῇ. αἰνίττεται δὲ καὶ τὴν ὥραν τοῦ πάθους, ἐν ᾗ ἔλεγεν ὁ κύριος· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. διὰ τοῦτο μνησθήσομαι Ἐκ γῆς Ἰορδάνου, ὅτι ἐν αὐτῷ κατέβη ὁ κύριος.
Ἑρμωνιεὶμ δὲ ἑρμηνεύεται ἀνάθημα. ἐν τῷ Ἰορδάνῃ οὖν ὑπέδειξε τὸ λουτρὸν τῆς ἀφθαρσίας. διὰ δὲ τοῦ ὄρους ἀνέθηκεν ἑαυτῷ τὸν ἄνθρωπον. αἰνιγματωδῶς οὖν ὁ προφήτης ἑκάτερα ἐφανέρωσεν. ἄβυσσος Ἄβυσσος ὁ υἱὸς ὡς ἀκατάληπτος· ἄβυσσος ὁ πατὴρ ὡς ἀνεξιχνίαστος· ἐπεκαλέσατο δὲ ὁ υἱὸς ἐν τῷ σταυρῷ τὸν πατέρα, ὅταν ἔκραξεν ἐλωεὶ ἐλωεὶ εἰς ἀκοὴν τῶν οὐρανίων δυνάμεων, ὅ ἐστιν οἱ καταρράκται. πάντες Οἱ πειρασμοὶ τὰ πάθη τὰ ἀνθρώπινα, ὅσα ἐπανέστησαν τῷ Χριστῷ διὰ τὸν ἄνθρωπον. ἡμέρας ἐντελεῖται Ὅλην γὰρ τὴν ἡμέραν ἐπὶ τοῦ σταυροῦ ἔπραττε τὴν σωτηρίαν τοῦ ἀνθρώπου (κόσμου). καὶ νυκτὸς δηλώσει Νυκτὸς γὰρ ἡ ἀνάστασις· ὄρθρου γὰρ βαθέος ἐγένετο. ᾄδεται δὲ παρὰ τοῖς πιστοῖς ἕως τοῦ αἰῶνος. παρ’ ἐμοὶ προσευχή Πάντες γὰρ ἐν ὕμνοις καὶ προσευχαῖς τὴν νύκτα τελοῦσιν ἐκείνην. ἐρῶ τῷ θεῷ Ὡς ἄνθρωπος γὰρ προσεύχεται ἐκ προσώπου τοῦ Ἀδάμ, ἵνα βεβαιώσῃ τὴν σάρκα. ἵνα τί σκυθρωπάζων Ἐν γὰρ τῷ πάσχειν τὸν Χριστὸν πάντες οἱ τοῦ Χριστοῦ ἐν θλίψει ἦσαν τυγχάνοντες (στυγνάζοντες). ἐν τῷ καταθλᾶσθαι Ἐν τῷ διὰ τῶν ἥλων τιτρᾶσθαι (τεθλᾶσθαι) τὰ ὀστᾶ μου τῶν χειρῶν καὶ τῶν ποδῶν μου ἐπὶ τοῦ σταυροῦ οἱ Ἰουδαῖοι ὠνείδιζον τὸν σωτῆρα. ἐν τῷ λέγειν Ἔλεγον γάρ· εἰ υἱός ἐστι τοῦ θεοῦ, καταβάτω ἀπὸ τοῦ σταυροῦ· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.
ἵνα τί περίλυπος Πρὸς τὸν χορὸν τῶν ἀποστόλων ὁ λόγος· ἐταράσσοντο γὰρ ἐν τῷ καιρῷ τοῦ σταυροῦ αἱ ψυχαὶ αὐτῶν καὶ ἦσαν περίλυποι σφόδρα. ἔλπισον Πιστεύσατε τουτέστι τῷ θεῷ ἐξομολογούμενοι, ὅτι θεὸς σαρκὶ πάσχει (πάσχων), ἀναστήσεται δὲ καὶ χαιρήσεσθε. ἡ σωτηρία Καὶ γὰρ θεὸς καὶ σωτὴρ πάντων αὐτὸς ὑπάρχει.
Ψαλμὸς τῷ Δαυίδ Περὶ τῶν αὐτῶν ἡ προφητεία λαλεῖ εἰς Χριστόν. Κρῖνόν με Ὁ Χριστὸς πρὸς τὸν πατέρα περὶ τοῦ ἔθνους τῶν Ἰουδαίων ὡς ἀνοσίων τὴν δίκην ἐπιζητεῖ, ὡς κακὰ ἐπ’ αὐτὸν λογισαμένων. ἀπὸ ἀνθρώπου Λέγει μὲν περὶ τοῦ διαβόλου, λέγει δὲ καὶ περὶ τοῦ Ἰούδα, ὅτι τὸν δόλον ἐτέκταινεν ἐν τῇ καρδίᾳ. ὅτι σὺ εἶ Ὁ ἄνθρωπος λέγει πρὸς τὸν θεόν (τῷ θεῷ)· ὅτι ἔργον τῶν χειρῶν σου εἰμί. διατί παρέδωκάς με τῷ ἐχθρῷ; ἵνα τί ἀπώσω με Ἐν γὰρ τῷ ἐπικεῖσθαί μοι τὸν διάβολον πάσης χαρᾶς ἐστέρημαι, φησὶν ὁ ἄνθρωπος. ἐξαπόστειλον Τουτέστιν ἐλθάτω λοιπὸν ὁ Χριστός, ὁ λέγων· ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια, καὶ ἐλευθερωσάτω τὸν ἄνθρωπον ἐκ τῆς τυραννίδος τοῦ διαβόλου. αὐτά με ὡδήγησαν Αὐτὸς γὰρ ὁ Χριστός, ἐπιστρέψας τὸν ἄνθρωπον, ἤγαγεν ἐπὶ τὴν πίστιν· ὄρος γὰρ ἡ πίστις ὡς ἀσάλευτος ἢ ὡς καὶ αὐτὸς ὁ Χριστός, ἑαυτὸν προσενέγκας ἐπὶ τὸ ὄρος τοῦ Γολγοθᾶ. καὶ εἰς τὰ σκηνώματα Λέγει τὰς ἐκκλησίας· σκηνώματα γὰρ θεοῦ αἱ ἐκκλησίαι εἰσίν. ἐκεῖ γὰρ ἤγαγε τὸν ἄνθρωπον ὡς εἰς λιμένα. καὶ εἰσελεύσομαι Τοῖς γὰρ θυσιαστηρίοις λοιπὸν παρεδρεύουσιν οἱ πιστοί, ἐκεῖθεν τὴν διατροφὴν ἔχοντες τὴν μυστικήν. πρὸς τὸν θεόν Εὐφροσύνη γὰρ τῷ ἀνθρώπῳ ἀθάνατος τὸ νέον μυστήριον, ὅ ἐστι τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Χριστοῦ.
ἐξομολογήσομαι Κιθάρα δέ ἐστιν ἡ γλῶσσα τοῦ ἀνθρώπου, ὥστε, φησίν, οὐκέτι ἀργεῖ [ἡ γλῶσσα τοῦ ἀνθρώπου] ἐξομολογουμένη. ἵνα τί περίλυπος εἶ Θεοῦ γὰρ παρόντος καὶ λύπης καὶ ταραχῆς ἀπηλλάγη ὁ ἄνθρωπος ὁ πιστός. ἔλπισον Τῇ ἐλπίδι γὰρ τῇ εἰς θεὸν ὀχυρώτερος (ὠχυροῦτο λοιπὸν) ὁ ἄνθρωπος. σωτήριον Καὶ σωτηρία καὶ θεὸς τοῦ προσώπου τοῦ ἀνθρώπου ἐγένετο ἡ παρουσία Χριστοῦ καὶ θεοῦ (τοῦ κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ καὶ θεοῦ).
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν ψαλμός Περὶ Ἰουδαίων ὁ λόγος, ὧν ὁ κόσμος τῆς κεφαλῆς ἀφῃρέθη, τουτέστιν ὁ Χριστός. ἐξ αὐτῶν γὰρ ἐγεννήθη, ἀλλὰ τοῖς ἔθνεσιν ἐδόθη. εἰς σύνεσιν οὖν, ὥστε ἐπιστρέψαι αὐτοὺς ἡ προφητεία δηλοῖ (λέγει).
Ὁ θεός Οἱ ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων πιστεύσαντες ταῦτα πρὸς τὸν θεὸν λέγουσιν εὐχαριστοῦντες. οἱ πατέρες ἡμῶν Προέλεγον γὰρ τὴν σὴν παρουσίαν, κύριε ὁ θεὸς ἡμῶν. ἔργον ὃ εἰργάσω Ὅσα ἐποίησας μετ’ αὐτῶν [φησίν], ἐμάθομεν· πῶς θάλασσαν ἐξήρανας, πῶς ἐν τῇ ἐρήμῳ τὸν λαὸν ἐτροποφόρησας, καὶ τὰ λοιπὰ θαυμάσια. καὶ διὰ τοῦτο καταφεύγομεν ἐπὶ σέ, ὁ θεὸς ἡμῶν. ἡ χείρ σου Τὰ ἔθνη τῶν Ἀμορραίων καὶ Χετταίων καὶ τὰ ἑξῆς. ταῦτα γὰρ ἐξωλόθρευσας, ἵνα τὸν λαὸν κατοικίσῃς. ἐκάκωσας Τοὺς τῶν Ἰουδαίων· ἐκάκωσας αὐτοὺς καὶ ἐξέωσας αὐτοὺς τοῦ νόμου καὶ τοῦ τόπου· οὐ γὰρ ἐνόησαν τὸν Χριστὸν εἶναι θεόν, ὑπερασπιστὴν αὐτῶν. οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ Οὐ γὰρ ἐν τῇ ἰδίᾳ δυνάμει ἔλαβον τὴν γῆν τῆς ἐπαγγελίας, ἀλλὰ θελήματι θεοῦ· οὐκ ἐνόησαν δὲ ὡς ἀχάριστοι ἀεί. καὶ ὁ βραχίων Οὔτε γὰρ ἐν ἰσχύι ἰδίᾳ ἐσώθησαν ἀπὸ τῶν πολεμούντων αὐτούς· βραχίων γὰρ δύναμις ἑρμηνεύεται· ἀλλὰ δύναμις <δυνάμει> θεοῦ, οὐκ ἐνόουν δέ. ἀλλ’ ἡ δεξιά Ἡ δεξιὰ γὰρ τοῦ θεοῦ καὶ ἰσχὺς καὶ ὁ φωτισμὸς (τὸ φῶς) τῆς δόξης τοῦ προσώπου τοῦ θεοῦ κατεκληροδότει αὐτοῖς τὰ ἀγαθά. ὅτι εὐδόκησας Ὅτι θέλημά σου ἦν ἐν αὐτοῖς. σὺ εἶ αὐτός Ὁ ἐνανθρωπισθεὶς θεὸς καὶ σώσας τὸ γένος τὸ ἀνθρώπινον καὶ βασιλεύων εἰς τοὺς αἰῶνας. ὁ ἐντελλόμενος Ὁ προστάξας τὴν σωτηρίαν τοῦ νέου λαοῦ, ὅ ἐστι τοῦ Χριστοῦ. Ἰακὼβ γὰρ πανταχοῦ ὁ Χριστὸς ἑρμηνεύεται.
ἐν σοὶ τοὺς ἐχθρούς Ὁ πιστὸς λαός, ὁ ἐξ ἐθνῶν, ἐχθροὺς λέγει τοὺς δαίμονας· τούτους ἐξώσαμεν τῇ δυνάμει τοῦ σταυροῦ. κέρας γὰρ ὁ σταυρός· διὸ λέγει κέρατα ἐν χερσὶν αὐτοῦ. καὶ ἐν τῷ ὀνόματι Τουτέστιν μισήσομεν· βδελυκτὴ γὰρ ἡ εἰδωλολατρεία (ὑπερηφανία) μετὰ τὴν ἄφιξιν τοῦ Χριστοῦ. οὐ γὰρ ἐπὶ τῷ τόξῳ Οὔτε γὰρ ἐπὶ τῇ εὐγλωττίᾳ ἑλληνικῇ οὔτε δυνάμει οἰκείᾳ (ἰδίᾳ) ἐπέγνωμεν τὸν θεόν (Χριστόν), φησὶ τὰ ἔθνη, ἀλλὰ ἀγαθότητι θεοῦ ἐσώθημεν. ἔσωσας Τῶν πνευμάτων τῆς πλάνης, ὅτι ἔθλιψαν τὰ ἔθνη διὰ τῆς εἰδωλολατρείας. καὶ τοὺς μισοῦντας Τοὺς δαίμονας· ἐξ ἀρχῆς γὰρ μῖσος πρὸς τὸν ἄνθρωπον κέκτηνται. ἐν τῷ θεῷ Ὁ ἔπαινος γὰρ τῶν πιστῶν ἐκ τοῦ θεοῦ ὅλην τὴν ἡμέραν, τουτέστιν ἕως τοῦ αἰῶνος. καὶ ἐν τῷ ὀνόματι Ἕως γὰρ τοῦ αἰῶνος οὐ παύονται οἱ πιστοὶ ἐξομολογούμενοι καὶ δοξάζοντες (δοξολογοῦντες) τὸν θεόν.
Διάψαλμα· μεταφορὰ τῆς προφητείας [εἰς τὸν λαὸν τῶν Ἰουδαίων]. νυνὶ δὲ ἀπώσω Ὁ λαὸς τῶν Ἰουδαίων κράζει ὡς ἀπωσθεὶς ἀπὸ (ὑπὸ) θεοῦ. καὶ οὐκ ἐξελεύσῃ Οὐκέτι γὰρ μετ’ αὐτῶν εἰς ἀντίληψιν πάρεστιν ὁ θεός, οὔτε εἰς πόλεμον. ἀπέστρεψας Ἀπεστράφησαν γὰρ οἱ Ἰουδαῖοι ὀπίσω τῶν δαιμόνων, (ὡς) ἐχθρῶν ἑκουσίων. καὶ οἱ μισοῦντες Εἰς διαρπαγὴν γὰρ παρεδόθησαν τοῖς ἐχθροῖς διὰ τὴν ἀσέβειαν αὐτῶν. ἔδωκας ἡμᾶς Εἰς τὸ κατεσθίεσθαι ὑπὸ πάντων τῶν ἐθνῶν (ἐχθρῶν) καὶ τῶν δαιμόνων. καὶ ἐν τοῖς ἔθνεσιν Εἰς πᾶν γὰρ πρόσωπον τῆς γῆς ἐσκορπίσθησαν οἱ Ἰουδαίων παῖδες. ἀπέδου τὸν λαόν Ὅταν τοῖς Βαβυλωνίοις δίχα τιμῆς ἀπεδόθησαν· οὔτε γὰρ ἐτιμήθησαν παρὰ Χαλδαίοις ὡς θεοῦ γένος. καὶ οὐκ ἦν πλῆθος Τουτέστιν οὐκ ἦν ἀριθμὸς ἐν τοῖς θρήνοις ἡμῶν. ἔθου ἡμᾶς ὄνειδος Κατεγέλων γὰρ αὐτοὺς οἱ ἔγγιστα (αὐτῶν), ὅτι (πῶς) γένος θεοῦ ὑπάρχοντες αἰχμάλωτοι τυγχάνουσι. μυκτηρισμόν Οἱ γὰρ κύκλῳ αὐτῶν ἐχλεύαζον αὐτοὺς μυκτηρίζοντες, ὅτι πῶς ἀπερρίφησαν ἀπὸ τοῦ θεοῦ αὐτῶν. ἔθου ἡμᾶς Τουτέστιν τὰ ἔθνη, φησίν, ἔλεγον· οὕτως μὴ γενώμεθα ὡς Ἰουδαῖοι βδελυκτοί. κίνησιν κεφαλῆς Πάντες γὰρ οἱ ὁρῶντες αὐτοὺς ἐκίνουν τὰς κεφαλάς, θαυμάζοντες ὅτι πῶς ἀπὸ τῆς δόξης τοῦ θεοῦ ἐξέπεσον οἱ Ἰουδαῖοι. ὅλην τὴν ἡμέραν Ἕως γὰρ τοῦ αἰῶνος οὐκ ἀφαιρεθήσεται τὸ ὄνειδος ἀπ’ αὐτῶν.
καὶ ἡ αἰσχύνη Τότε μάλιστα, ὅταν ἴδωσιν τὸν Χριστὸν ἐπὶ θρόνου δόξης κρίνοντα ζῶντας καὶ νεκρούς. ἀπὸ φωνῆς Τὰ γὰρ ἔθνη πιστεύσαντα μεγάλῃ φωνῇ ὠνείδιζον τοὺς Ἰουδαίους, πῶς ἀπ’ αὐτῶν ἡ δόξα εἰς τὰ ἔθνη μετέστη. ἀπὸ προσώπου Τοῦ διαβόλου καὶ τῶν δαιμόνων· ὑπ’ αὐτοῦ γὰρ ἀπατηθέντες διώκονται, ὡς μισητοί. ταῦτα πάντα ἦλθεν Φησί, τὴν θεοσέβειαν ἐφύλαττον τὸ τέλειον, μὴ δεξάμενοι (τουτέστι) τὸν Χριστόν. καὶ οὐκ ἠδικήσαμεν Τὸν νόμον γὰρ τῷ δοκεῖν ἐφύλαττον, ἀλλὰ τὸν λόγον καὶ θεὸν οὐκ ἐδέξαντο. καὶ οὐκ ἀπέστη Φησὶ γάρ· οὐκ ἀπέστησαν τοῦ θεοῦ, ἀλλὰ τοῦ υἱοῦ τὴν παρουσίαν οὐκ ἐδέξαντο. καὶ ἐξέκλινας Ἀπερρίφησαν γὰρ καὶ τοῦ νόμου καὶ τῆς χάριτος, ὅ ἐστιν ὁδὸς ἀληθείας, ὥστε μὴ βαδίζειν (περιπατεῖν) ἐν αὐτῇ (ἐν αὐτοῖς). ὅτι ἐταπείνωσας Ἔξω τῆς γῆς αὐτῶν γενόμενοι καὶ ἐν τοῖς ἔθνεσιν διασπαρέντες (ἐν αὐτῇ κατασπαρέντες). καὶ ἐπεκάλυψεν Σκιὰν γὰρ εἶχεν (ὡς σκιὰν γὰρ ἔχων) ὁ νόμος τοῦ θανάτου τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἐν αὐτῇ ἐθανατώθησαν, μὴ δεξάμενοι τὴν ἀλήθειαν. εἰ ἐπελαθόμεθα Ἐνταῦθα πάλιν τὰ ἔθνη βοᾷ καὶ λέγει· ἡμεῖς τῷ ὀνόματί σου πιστεύσαντες ἐσώθημεν. καὶ εἰ διεπετάσαμεν Οὐκέτι γὰρ εἰδώλοις τὰς χεῖρας ἡμῶν ἐξετείναμεν· θεῷ γὰρ ζῶντι ἐπιστεύσαμεν. οὐχὶ ὁ θεός Οὕτως ἠθέλησας ζητῆσαι (αὐτὸς θελήσας ἐζήτησε) τὴν ἐπιστροφὴν τῶν ἐθνῶν.
αὐτὸς γάρ Ἠπίστατο γὰρ ὁ (ὡς) θεὸς τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ τέλει. ὅτι ἕνεκα σοῦ Ἐξ αὐτῶν γὰρ οἱ μάρτυρες ἦσαν, οἵτινες ὑπὲρ Χριστοῦ ἀπέθανον. ἐλογίσθημεν Τὸν ἑαυτῶν δεσπότην μιμησάμενοι, ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ αὐτοὶ δίκην προβάτων κατεθύοντο, θυσίαν ἑαυτοὺς τῷ θεῷ προσφέροντες. ἐξεγέρθητι Διὰ τί, φησί, μακροθυμεῖς ἐπὶ τοσοῦτον ἐπὶ τοῖς φαύλοις ἀνθρώποις; τὴν μακροθυμίαν γὰρ τοῦ θεοῦ ὁ προφήτης ὕπνῳ ἀπείκασε. τὸ δὲ ὅλον τὴν ἀνάστασιν τοῦ Χριστοῦ αἰνίττεται. ἀνάστηθι Τουτέστι καὶ μετὰ τὴν ἀνάστασιν δέξαι τοὺς ἁμαρτήσαντας μετανοοῦντας. ἵνα τί τὸ πρόσωπον Τουτέστι μὴ ἀποστρέψῃς. ἐπιλανθάνῃ Τουτέστι μὴ ἐπιλάθῃ, ὅτι ἐν πτωχείᾳ θεοσεβείας (θεογνωσίας) ἦμέν ποτε (δὲ καὶ) θλιβόμενοι. ὅτι ἐταπεινώθη Πεπατημένοι ὑπὸ τῶν δαιμόνων τῇ εἰδωλολατρείᾳ καὶ τῇ πλάνῃ. ἐκολλήθη Ἐσθίοντες τὰ κεράτια καὶ τῇ νοητῇ λιμῷ τηκόμενοι, ἀλλὰ σπεῦσον, φησὶ τὰ ἔθνη, δοῦναι ἡμῖν τροφὴν τὸ σῶμά σου καὶ τὸ αἷμά σου. ἀνάστα Ἀναστὰς γὰρ ὁ κύριος ἐκ νεκρῶν τὰ ἔθνη ἐφωταγώγησεν. καὶ λύτρωσαι Τῷ ὀνόματι γὰρ τοῦ θεοῦ ἐλυτρώθη τὰ ἔθνη ἐκ τῆς τυραννίδος τοῦ διαβόλου.
Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων ... Ἐπὶ τέλει τῶν αἰώνων ὁ προφήτης φησὶν ὑπὲρ τῆς ἐκστάσεως (ἐκπτώσεως) τῶν Ἰουδαίων· ἀλλοίωσις γὰρ μεταβολή ἐστιν, υἱοὶ δὲ Κόρε οἱ Ἰουδαῖοι, ὡς πάντα ἀπολέσαντες καὶ φαλακρώματι (φαλακρώμασι) περιπεσόντες. τότε ὑπὲρ Χριστοῦ τὴν ᾠδὴν τῆς προφητείας ἐλάλησε τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ Δαυίδ, ὅ ἐστιν ὑπὲρ τοῦ ἀγαπητοῦ. ἐξηρεύξατο Ὁ προφήτης καυχᾶται· ἐλάλησε γὰρ περὶ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ ἐλεύσεως ἐπὶ τῆς γῆς. λέγω ἐγώ Ὁ προφήτης φησίν· ἔγνωσται τὰ ἔργα μου τῷ θεῷ. ἡ γλῶσσά μου Πότε γὰρ δύναται κάλαμος ὀξέως οὕτως γράψαι χειρὶ ἀνθρώπου, ὥσπερ ἡ γλῶσσά μου τὰ περὶ τοῦ Χριστοῦ ὀξέως ἀπαγγέλλουσα, φησὶν ὁ προφήτης. ὡραῖος κάλλει Οὔτε γὰρ ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸ κάλλος τῆς δόξης τοῦ Χριστοῦ ἀπεικασθῆναι δύναται· ὡς γὰρ θεὸς ἀσύγκριτος τοῖς ἀνθρώποις. ἐξεχύθη Τῷ λόγῳ γὰρ τοῦ στόματος αὐτοῦ, δηλονότι τῶν χειλέων, οἱ οὐρανοὶ ἐστερεώθησαν (ἐπερείσθησαν) καὶ πᾶσα ἡ κτίσις, ὡς τὴν χάριν ἔχουσα τοῦ πατρός. διὰ τοῦτο Ὑπὸ πάσης γὰρ κτίσεως καὶ πνοῆς εὐλογεῖται ὁ υἱός, ὡς μεσίτης θεοῦ καὶ ἀνθρώπων. περίζωσαι Τὴν γὰρ θεότητα περιέθηκεν ἐπὶ τοῦ κυριακοῦ ἀνθρώπου, ὅ ἐστι μέρος θεοῦ· ἡ δὲ θεότης δύναμις, ὅ ἐστιν ἡ ῥομφαία. τῇ ὡραιότητι Τῇ μεγαλοπρεπείᾳ καὶ τῇ δόξῃ ὑπερέχων πᾶσαν τὴν κτίσιν, ὡς ἄκτιστος.
καὶ ἔντεινον Ἔντεινον τὸ τόξον, τὸ τοῦ σταυροῦ· κέντησον τὸν διάβολον, βασίλευσον τῆς κτίσεως, κατευόδωσον τὸν ἄνθρωπον. ἕνεκεν ἀληθείας Ἀλήθεια γὰρ ἡ αὐτοῦ παρουσία, πραότης δὲ ὅτι ἤπιος ὡς θεός, δικαιοσύνη δὲ ὡς δικαιοῦσα (δικαιοῦντος) τὸν ἀσεβῆ. καὶ ὁδηγήσει Ἡ δεξιὰ τοῦ υἱοῦ ὁ πατήρ, ὡς αὐτοῦ συνευδοκήσαντος πρᾶξαι τὴν σωτηρίαν τοῦ ἀνθρώπου. τὰ βέλη σου Οἱ ἀπόστολοι· βέλη γὰρ οὗτοι τοῦ Χριστοῦ, ὡς κατὰ πᾶσαν τὴν οἰκουμένην τοξεύσαντες τὴν πλάνην καὶ τὴν ἀλήθειαν κηρύξαντες. λαοὶ ὑποκάτω Οἱ πιστεύσαντες τῇ διδαχῇ τῶν ἀποστόλων· πεσόντες γὰρ προσκυνοῦσι (προσκυνήσουσι) τῷ Χριστῷ ὡς βασιλεῖ. ἐν καρδίᾳ Ἐχθρὰ γάρ ποτε τὰ ἔθνη τοῦ Χριστοῦ· νῦν δὲ αἱ καρδίαι αὐτῶν συνέπεσαν τῇ πίστει πρὸς τὸν θεὸν τῷ πόθῳ. ὁ θρόνος σου Ὡς βασιλεύσαντος ἐπὶ τὰ ἔθνη ἀσάλευτος ὁ θρόνος, τουτέστιν ἀδιάδοχος ἡ βασιλεία τοῦ Χριστοῦ (κυρίου). ῥάβδος Ὁ σταυρός, ὃν Ἰερεμίας λέγει ῥάβδον· αὕτη γὰρ ἡ ῥάβδος κατεύθυνεν πᾶσαν τὴν κτίσιν. ἠγάπησας Ὡς θεὸς μισῶν (μισεῖ) τὰ πονηρὰ ἀεί. διὰ τοῦτο ἔχρισεν Διὰ τοῦτο γὰρ ὁ Χριστός, ὡς χρισθεὶς τῇ χάριτι καὶ δοξασθεὶς παρὰ πᾶσαν τὴν κτίσιν· μετοχὴ γὰρ θεοῦ ἡ κτίσις. αἰνίττεται δὲ καὶ τὸ χρίσμα τοῦ βαπτίσματος. σμύρνα καὶ στακτή Σμύρναν λέγει τὸ ἄφθαρτον τῆς σαρκός· ἐν ταύτῃ γὰρ οἱ νεκροὶ συντιθέμενοι οὐ φθείρονται. στακτὴν δὲ ὡς ἀπαύγασμα τοῦ πατρὸς ἀποσταλάξας.
κασσίαν δὲ ὡς τῇ εὐωδίᾳ τοῦ πνεύματος χρισθεὶς ἀπὸ τῶν ἐνδυμάτων τῆς χάριτος, ὅ ἐστιν ἱμάτια (ἱματίων). ἀπὸ βάρεων Βάρεις οἶκοί εἰσιν ὑψηλοί. λέγει οὖν τὰς ἐκκλησίας ἐλεφαντίνων, ὡς εὐπρεπεῖς καὶ ἰσχυραί· ἐν αὐταῖς δὲ εὐφραίνεται ὁ κύριος ἐπὶ τοῖς σωζομένοις δι’ αὐτῶν. θυγατέρες Θυγατέρας βασιλέων λέγει τὰς ψυχὰς τῶν ἁγίων, αἵτινες συνανέστησαν τῷ Χριστῷ. τιμὴ γὰρ τοῦ Χριστοῦ μεγάλη τὸ ἀναστῆναι (ἡ ἀνάστασις) ἐκ νεκρῶν καὶ τὸ συνεγεῖραι τὰς ψυχὰς τῶν ἁγίων. παρέστη Ἡ τοῦ κυρίου ψυχή, περὶ ἧς οἱ προφῆται· καὶ αὕτη ἀνέβαινεν. πόθεν; ἐκ τοῦ ᾅδου. καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο (ἡγοῦντο). ποῖαι; αἱ τῶν ἁγίων ψυχαί. ἐν ἱματισμῷ, τουτέστιν σὺν τῷ σώματι· διαχρύσῳ, ὡς τῷ καθαρῷ ἀπὸ παντὸς ῥύπου· ἐκ δεξιῶν, ὡς τοῦ πατρὸς ἐκ δεξιῶν (δεξιᾷ) καθήμενος. αἰνίττεται δὲ καὶ τὴν ἐκκλησίαν. περιβεβλημένη Χάριτι καὶ δόξῃ κεκοσμημένη. οὕτω δὲ καὶ ἡ ἐκκλησία κοσμεῖται (κεκόσμηται). ἄκουσον Ὁ λόγος πρὸς τὴν ἐκκλησίαν, προτρέπων αὐτὴν ἐπὶ τὴν χάριν τῆς μετανοίας. καὶ ἐπιλάθου Τουτέστιν ἐπιλάθου τῶν εἰδώλων καὶ τοῦ πλήθους τῶν δαιμόνων, ὅ ἐστι λαός, οἵτινες ἐκολάκευσάν σε τῇ ἀπάτῃ. καὶ τοῦ οἴκου, τουτέστιν τῆς πλάνης τοῦ διαβόλου. ὅτι ἐπεθύμησεν Ὁ Χριστός, ὁ (ὡς) βασιλεὺς τῶν αἰώνων, ἀγαπήσει σε, ὡς ἐν τῇ ἐπιστροφῇ ἀστράψασα(ν) τὸ κάλλος τῆς δόξης.
ὅτι αὐτός ἐστιν Ὁ Χριστός· αὐτὸς γὰρ ἐξελέξατό σε αὐτῷ νύμφην. οὐκέτι οὖν προσκυνήσεις ἑτέρῳ, ἀλλ’ ἢ αὐτῷ μόνῳ. καὶ προσκυνήσουσιν Τύρος συνοχὴ ἑρμηνεύεται. λέγει οὖν τὴν ἐκκλησίαν καὶ ὡς τῶν ἐθνῶν οὖσαν καὶ ὡς ἐκ τῆς συνοχῆς τῶν εἰδώλων· ἐν αὐτῇ γὰρ τὰ δῶρα καθ’ ἑκάστην τῷ θεῷ προσφέρεται (τὰ ἔθνη τὰ δῶρα καθ’ ἑκάστην τῷ θεῷ προσφέρει). τὸ πρόσωπόν σου Καὶ οἱ βασιλεῖς καὶ πᾶσα ἐξουσία μεγίστη τὸ πρόσωπον τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας μετὰ φόβου (ἐν φόβῳ) δοξάζουσιν. πᾶσα ἡ δόξα Ὅλη γὰρ (πᾶσα) ἡ δόξα τῆς ἐκκλησίας ἔσωθεν τυγχάνει, ὅ ἐστιν ὁ κόσμος αὐτῆς, καὶ ὁ αἰσθητὸς καὶ ὁ νοητός. ἐν κροσσωτοῖς Χρυσῷ γὰρ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ ἱματισμῷ πολυτελεῖ ἡ ἐκκλησία κεκόσμηται ἀεί. εἰσὶ δὲ καὶ χρυσαυγεῖς ἀρεταὶ τῶν μετὰ φόβου ἐν αὐτῇ συναγομένων. ἀπενεχθήσονται Τῷ Χριστῷ αἱ ψυχαί, αἱ ἐν ἁγνείᾳ ζώσασαι. ὀπίσω αὐτῆς τουτέστιν διὰ τῆς ἐκκλησίας. αἱ πλησίον Καὶ αἱ λοιπαὶ ψυχαὶ τῶν ἁγίων, ὡς ἀδελφαὶ τῆς ἁγνείας, πολιτευσάμεναι καὶ αὐταὶ τῷ Χριστῷ. ἀπενεχθήσονται Εὐφραινόμενοι τότε καὶ ἀγαλλιώμενοι τοῖς πόνοις τῶν ἔργων τὰς ἀμοιβὰς ἀπολαμβάνουσι. ἀχθήσονται Εἰς τὴν ἄνω Ἰερουσαλήμ· αὕτη γὰρ πρὸς ἀλήθειαν ναὸς θεοῦ καὶ μένουσα εἰς τοὺς αἰῶνας. ἀντὶ τῶν πατέρων Ἀντὶ γὰρ τῶν προφητῶν ἐγεννήθησαν οἱ ἀπόστολοι.
καταστήσεις Πάσης γὰρ τῆς γῆς ἦρξαν καὶ ἐκυρίευσαν τῇ διδασκαλίᾳ καὶ τῷ κηρύγματι. μνησθήσονται Ἀφ’ οὗ γὰρ ἐδέξαντο οἱ πιστοὶ τὴν σφραγῖδα τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἀφαιρεθῆναι ἀπ’ αὐτῶν οὐ δύναται εἰς τὸν αἰῶνα· κατὰ γενεὰν γὰρ καὶ γενεὰν ἀνακαινίζεται. διὰ τοῦτο λαοί Διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων οἱ λαοὶ ἐξομολογούμενοι τῷ θεῷ οὐ παύονται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε ... Ὑπὲρ τῶν κρυφίων υἱῶν Κόρε λέγει, μερικῶς ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων αἰνιττόμενος, ὡς ἀγνωμονοῦν κρυφίων τῶν μελλόντων γενέσθαι, τέως δὲ παρ’ αὐτοῖς ἀποκεκρυμμένων.
Ὁ θεὸς ἡμῶν Περὶ τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ὁ λόγος· αὐτοὶ γὰρ κατέφυγον πρὸς τὸν θεὸν ἐκ τῆς αἰχμαλωσίας τῶν χαλεπῶν ἐχθρῶν, τῶν δαιμόνων. βοηθός Γυμνάζων γὰρ ὁ θεὸς τὸν λαὸν τῶν Ἑβραίων πρὸς θεοσέβειαν, διὰ πολλῶν θλίψεων ἦγεν αὐτούς. διὰ τοῦτο Εἶχον γὰρ ἐλπίδα τότε οἱ πατέρες αὐτῶν· ᾔδεισαν γάρ, ὅτι ὑπερασπίζει αὐτῶν ὁ θεός, ταρασσομένης πάσης τῆς γῆς κατ’ αὐτῶν. καὶ μετατίθεσθαι Ὁ γὰρ Κάρμηλος τὸ ὄρος ἀνασπασθεὶς (ἀναγκασθεὶς) ἀπὸ τῆς δύσεως εἰς τὴν ἀνατολὴν διὰ τῆς θαλάσσης μετετέθη. μακροθυμῶν τὸν λαὸν τότε, καὶ φησίν· ὡς τοῦτον μετέθηκα, οὕτω ἄξω καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου. ἤχησαν Τῆς θαλάσσης, δῆλον ὡς τῶν ὀρέων δι’ αὐτῆς προεχόντων (τρεχόντων). λέγει δὲ καὶ τὰ ὕδατα τοῦ βαπτίσματος, ταρασσόμενα τῇ ῥύμῃ (ὁρμῇ) τοῦ ἁγίου πνεύματος. ἐταράχθησαν Ἡνίκα τὸ Θαβὼρ ὄρος [ἀπὸ τῆς Ἰουδαίας] μετέβαινεν (μετέβαλλεν) εἰς τὴν ἔρημον, τύπος δὲ ἦν τοῦ μέλλοντος λαοῦ πιστοῦ ἀναδείκνυσθαι.
Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος καὶ μεταβολὴ (μετάβασις) τῆς προφητείας. τοῦ ποταμοῦ Τοῦ Ἰορδάνου τὰ ῥεύματα, τῇ χάριτι κινούμενα, εὐφραίνει τὴν Ἰερουσαλήμ, ὅτι ἐν αὐτῷ κατῆλθεν ὁ θεὸς λόγος, ἁγιάζων τὰ ὕδατα. ἡγίασεν Ἡνίκα ἐν αὐτῷ κατῆλθεν ὁ υἱός, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐν αὐτῷ ἐγένετο, καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ’ αὐτόν. ὁ θεὸς ἐν μέσῳ Τῆς Ἰερουσαλήμ, καὶ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς, ἔστι δὲ ἡ ἐκκλησία. βοηθήσει Τῇ ἐκκλησίᾳ διὰ τῆς ἀναστάσεως· ὄρθρου γὰρ ἡ ἀνάστασις τοῦ κυρίου ἐγένετο. ἐταράχθησαν Μετὰ γὰρ τὴν ἀνάστασιν τοῦ Χριστοῦ (κυρίου) [συνετρίβησαν καὶ] συνεταράχθησαν πάντα τὰ ἔθνη, πιστεύσαντα καὶ μετατιθέμενα ἀπὸ τῆς πλάνης, καὶ αἱ βασιλεῖαι τῆς γῆς ἔκλιναν ἑαυτὰς εἰς τὴν πίστιν τοῦ Χριστοῦ (κυρίου). ἔδωκεν φωνήν Ὅταν ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς κράξας ἀφῆκε τὸ πνεῦμα, τότε ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν. κύριος τῶν δυνάμεων Τουτέστιν ἔγνωσαν πάντα τὰ ἔθνη, ὅτι μετ’ αὐτῶν ὁ θεὸς ἐγένετο, καὶ ὅτι ἐλυτρώθησαν ἐκ (ἀπὸ) τῆς πλάνης. δεῦτε, ἴδετε Ἄλληλα γὰρ συγκαλοῦσι τὰ ἔθνη, πιστεύσαντα καὶ ὁρῶντα τὴν σωτηρίαν αὐτῶν (ὁρῶντα θεόν). ἃ ἔθετο τέρατα Τὰ σημεῖα λέγει, ἃ ἐποίησεν ὁ Χριστός, ἐπιδημήσας τῇ γῇ. ἀνταναιρῶν Τοὺς τοῦ διαβόλου καὶ τοὺς τῶν δαιμόνων αὐτοῦ πολέμους παύσας ἀπὸ τῆς γῆς πάσης.
τόξον συντρίψει Τὴν δυναστείαν τοῦ διαβόλου λέγει ὅπλον, καὶ τὸ τόξον τὸν θάνατον, ἀμφότερα δὲ κατήργησεν ἐπὶ τοῦ σταυροῦ ὁ Χριστός. καὶ θυρεούς Οὓς ᾠκοδόμησεν ὡς θυρεοὺς ἡ ἁμαρτία, τούτους ἐξανήλωσεν τῷ πυρὶ τοῦ πνεύματος τοῦ ἁγίου. σχολάσατε Τουτέστι καρτερήσατε, ἐπιμείνατε τῇ πίστει καὶ γνώσεσθε, ὅτι οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ὑψωθήσομαι Ἐνδοξασθήσομαι, φησὶν ὁ θεός, ἐπὶ τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ, τουτέστιν ἐπὶ τοῦ σταυροῦ. κύριος τῶν δυνάμεων Τῶν πιστῶν εὔδηλον πάντων ἀντιλήπτωρ ὁ θεός, ὡς ἐν τῷ ὀνόματι αὐτοῦ κληρωθέντες.
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε ψαλμός Ὁ γὰρ θεὸς ὡς ἀγαθὸς οὐκ ἐβούλετο ἀποβαλέσθαι τὸν Ἰουδαισμόν, ἀλλ’ ἑωρακὼς τὴν σκληροκαρδίαν αὐτῶν, ἀντεισήνεγκε τὰ ἔθνη. Πάντα τὰ ἔθνη Προτροπὴ τῶν ἐθνῶν, ὅπως συμπλακῶσι κρατοῦντες ἀλλήλους καὶ προτρέποντες ἐπὶ τὴν πίστιν. ἀλαλάξατε Ἐν ψαλμοῖς καὶ ὕμνοις ᾄδοντες, [φησίν,] ἐν ταῖς καρδίαις ὑμῶν, καθώς φησι ὁ ἀπόστολος. ὅτι κύριος Φοβερὸς ὡς θεὸς ἐκ τῶν κόλπων τοῦ πατρός· βασιλεὺς ὡς πᾶσαν τὴν γῆν δρακὶ κατέχων (κρατῶν). ὑπέταξεν Περὶ τῶν ἀποστόλων ὁ λόγος· αὐτοῖς γὰρ πάντα τὰ ἔθνη καὶ οἱ λαοὶ ὑπετάγησαν διὰ τοῦ κηρύγματος. ἐξελέξατο Τὰ ἔθνη λέγει, ὡς σύσσωμα καὶ συγκληρονόμα γενόμενα κατὰ τὸν ἀπόστολον Παῦλον. τὴν καλλονήν Τὸν λαὸν τὸν πιστόν.
Ἰακὼβ γὰρ παῖς θεοῦ (ὁ θεὸς) ἑρμηνεύεται καὶ ὅσοι τοῦ λαοῦ τῶν Ἰουδαίων ἐπίστευσαν. ἐξ αὐτῶν γὰρ ὁ Παῦλος <καὶ οἱ ἀπόστολοι>. Διάψαλμα· ἀνοχὴ τοῦ λόγου. ἀνέβη ὁ θεός Τὴν ἀνάληψιν λέγει, τὴν ἀπὸ γῆς εἰς οὐρανούς, τοῦ Χριστοῦ μετὰ σαρκός. ψάλατε τῷ θεῷ [Τῷ πιστῷ λαῷ ἐπιτάσσει τὸ πνεῦμα τὸ ἅγιον.] ψάλατε τῷ βασιλεῖ Πάλιν ταῖς ἄνω δυνάμεσι ἐπιτάσσει τὸ πνεῦμα τὸ ἅγιον. ὅτι βασιλεύς Οὐκ ἐν μέρει, ἀλλὰ πάσης τῆς γῆς, ὡς πατήσας αὐτὴν καὶ ὡς ἐν τῇ χειρὶ αὐτοῦ κρατῶν πᾶσαν (αὐτὴν ἅπασαν). ψάλατε συνετῶς Συνετῶς τουτέστιν νοοῦντες, ὅτι πάντων τῶν ἐθνῶν κυριεύει ὁ Χριστός, προσδεξάμενος αὐτὰ ἐν τῇ πίστει. ἐβασίλευσεν [Ἐπάρθη ἡ βασιλεία καὶ ἐδόθη τοῖς ἔθνεσιν.] ὁ θεὸς κάθηται Θρόνος θεοῦ ψυχὴ ἁγία, ἐν ᾗ ἐπαναπαύεται ὁ κύριος. νόει δέ μοι καὶ τὴν σάρκα τὴν ἁγίαν, ἐν ᾗ ᾤκησεν ἡ θεότης καὶ ἐπανεπαύσατο ὡς ἐν θρόνῳ. ἄρχοντες λαῶν Οἱ ἀπόστολοι ὡς ἄρξαντες τῆς οἰκουμένης τῷ λόγῳ τοῦ εὐαγγελίου μετὰ Χριστοῦ·
Ἀβραὰμ γὰρ πατὴρ ὑψηλὸς ἑρμηνεύεται. πατὴρ δὲ πάντων ὁ Χριστός, ὡς μέγας καὶ ὑψηλός. ὅτι τοῦ θεοῦ Κραταιοὶ τοῦ θεοῦ, τουτέστιν φίλοι, οἱ ἀπόστολοι καὶ πάντες οἱ ἅγιοι. οὗτοι σφόδρα τῆς γηίνης πολιτείας ἐπήρθησαν, τουτέστιν ὑψώθησαν.
Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κόρε, δευτέρᾳ σαββάτου Εἰς ἐπήκοον τῶν Ἰουδαίων, ὡς πάντων γυμνωθέντες· Κόρε γὰρ φαλάκρωμα ἑρμηνεύεται· ᾀδέτωσαν οἱ πιστοὶ τὸ ᾆσμα τὸ καινόν. λέγει δὴ τὸ τῆς ἀναστάσεως· δευτέρᾳ γὰρ σαββάτου ἐπράχθη ἡ ἀνάστασις.
Μέγας κύριος Κράζειν μὲν τοῦτο ὤφειλον οἱ Ἰουδαῖοι, κράζουσι δὲ οἱ πιστοί, ὡς ἀξιωθέντες τῆς χάριτος. ἐν πόλει Ἐν τῇ Ἰερουσαλὴμ ἐπὶ τὸ ὄρος τοῦ Γολγοθᾶ· ἐκεῖ γὰρ ὑψωθεὶς τῇ σαρκί, ἐμεγαλύνθη τοῖς θαύμασιν. εὐρίζῳ ἀγαλλιάματι Ἐκεῖ γὰρ εὗρε τὸ ἀγαλλίαμα πάσης τῆς γῆς ἐπὶ τοῦ σταυροῦ καὶ ἐπλάτυνε ἐπὶ πάσης τῆς γῆς. εὖρος γὰρ πλάτος ἑρμηνεύεται. ὄρη Σιών Σιὼν ἑρμηνεύεται σκοπεύτρια (σκοπουρία), ὅ ἐστιν ἐκκλησία, ὅτι δι’ αὐτῆς ἐπισκοπεῖ ὁ θεὸς τὸν ἄνθρωπον. αὕτη δὲ διὰ τῶν ὅπλων, τῶν δεξιῶν καὶ ἀριστερῶν, τῶν δύο πλευρῶν, ἀντιτάττεται τοῖς ἔργοις τοῦ σκότους. βορρᾶς γὰρ σκότος ἑρμηνεύεται. ἡ πόλις Τοῦ Χριστοῦ ἡ Ἰερουσαλήμ, ὅ ἐστιν ἡ ἐκκλησία. ὁ θεὸς ἐν ταῖς βάρεσιν Ἐν ταῖς ἐκκλησίαις· βάρις (βαρεῖς, βάρεις) γὰρ οἶκός ἐστιν. οἶκος δὲ θεοῦ αἱ ἐκκλησίαι (ἡ ἐκκλησία). γινώσκεται δὲ ἐν αὐτῇ (αὐταῖς) ὁ θεός, σώζων αὐτήν. ὅτι ἰδού Καὶ οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἐξουσία, ἐν τῇ ἐκκλησίᾳ συνερχόμενοι, προσκυνοῦσι τῷ θεῷ. ἤλθοσαν Οὔτε γὰρ ἔτι ἀποστῆναι δύνανται, ἀλλὰ πάλιν συνερχόμενοι ἐν αὐτῇ προσκυνοῦσι τῷ θεῷ. αὐτοὶ ἰδόντες Ἰδόντες (εἰδότες) τὰ μυστήρια, τὰ ἐν τῇ ἐκκλησίᾳ τελούμενα, κατεπλάγησαν τῷ θαύματι. ἐταράχθησαν Οἱ βασιλεῖς τῶν ἐθνῶν, ἀκούσαντες τὰ σημεῖα, ἃ ἐποίησε ὁ Χριστός, ἐταράχθησαν τῷ φόβῳ.
τρόμος ἐπελάβετο Ὠδῖνες γὰρ αὐτοὺς ἔλαβον ὡς γυναικὸς τικτούσης ἀπὸ τοῦ φόβου, τὰ ἔθνη, ἀκούσαντα (ἀκούσαντες) τὰ μεγαλεῖα, ἃ ἐποίει ὁ Χριστός. ἐν πνεύματι Τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ὁ Χριστὸς συνέτριψε τὰ πλοῖα, τὰ μεγάλα καὶ ἰσχυρά, τουτέστιν οὓς ἐσκύλευσεν ἡ ἁμαρτία ἐν τῇ θαλάσσῃ τῇ βιωτικῇ νήχεσθαι, ταῦτα κατήργησεν. καθάπερ ἠκούσαμεν Τὰ ἔθνη φησί· ὡς ἠκούσαμεν τὰ μεγαλεῖα τοῦ θεοῦ, οὕτως καὶ παρελάβομεν παρὰ τῶν ἀποστόλων. ἐν πόλει Ἐν τῇ ἐκκλησίᾳ. πόλις γάρ, ὡς ἐν αὐτῇ τελούμενοι οἱ θεσμοὶ τοῦ βασιλέως Χριστοῦ. λέγει δὲ καὶ τὴν Ἰερουσαλὴμ ὡς πόλιν θεοῦ. ὁ θεὸς ἐθεμελίωσεν Ἐπὶ τῆς πέτρας (ἐν τῇ πέτρᾳ), ὡς ἀσάλευτον τὴν ἐκκλησίαν.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας [ἢ μουσικοῦ μέλους ἢ τροπῆς γενομένης ἢ ῥυθμοῦ ἢ δυνάμεως λόγου ἐναλλαγῆς ἢ ἐνθουσιασμὸς ἐκ πνεύματος ἁγίου γενομένου τοῦ Δαυίδ]. ὑπελάβομεν Τουτέστιν ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων· λαὸς γὰρ θεοῦ πρῶτος <ἦν> ἐκ μέσου οὖν αὐτῶν ὁ λαὸς πιστὸς ὑπέλαβον τὸν Χριστόν, ὅ ἐστι τὸ ἔλεος. κατὰ τὸ ὄνομά σου Κατὰ τὴν μεγαλωσύνην τοῦ ὀνόματος τοῦ θεοῦ οὕτως καὶ ἡ δόξα ἐπὶ πάσης τῆς γῆς (πᾶσαν τὴν γῆν)· πανταχοῦ γὰρ γῆς ᾄδεται τὰ μυστήρια τοῦ Χριστοῦ. δικαιοσύνης Τουτέστιν δικαίως τὰ πάντα ἐποίησεν, ὡς θεοῦ δεξιὰ δικαιοσύνης καὶ ἀληθείας. εὐφρανθήτω Ὡς μήτηρ τῶν ἐκκλησιῶν εὐφραίνεται ἐπ’ αὐτάς.
Σιὼν γὰρ σκοπὴ (σκοπεύουσα) ἑρμηνεύεται. ἀγαλλιάσθωσαν Αἱ θυγατέρες· αἱ ἐκκλησίαι. πάλιν ἐπὶ τῇ μητρὶ ἀγαλλιάσθωσαν τῇ Σιών· αὗται γὰρ θυγατέρες τῆς ἐξομολογήσεως. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. ἐν γὰρ τῇ ἐκκλησίᾳ ἐξομολογεῖται πᾶς ἄνθρωπος. ἕνεκα τῶν κριμάτων Ἕνεκεν τῶν ἐντολῶν σου, φησίν, κύριε· κρίματα γὰρ θεοῦ ὁ νόμος καὶ αἱ ἐντολαί. ἐν γὰρ τῇ ἐκκλησίᾳ ταῦτα εὑρήσεις πραττόμενα. κυκλώσατε Οἱ πιστοὶ τὴν ἐκκλησίαν περιλάβετε, τουτέστιν μὴ χωρίζεσθε ἀπ’ αὐτῆς. διηγήσασθε Πύργοι τῆς ἐκκλησίας αἱ ἀρεταί, ὡς ὑψηλαί· ἐν αὐταῖς, φησί, γυμνάζεσθε. θέσθε τὰς καρδίας Τουτέστιν ἀπὸ καρδίας τῇ εὐχῇ καρτερεῖτε. καὶ καταδιέλεσθε [Καταμερίσατε, φησί, τὰς ἐκκλησίας καὶ κληρώσατε ἑαυτοὺς καθεκάστην κλήρους καὶ λαούς.] ὅπως ἂν διηγήσησθε Ὅπως, φησί, καὶ τοῖς μετέπειτα διηγήσεσθε τὰ θαυμάσια τοῦ θεοῦ καὶ πιστεύσουσιν (πιστεύωσιν). ὅτι οὗτός ἐστιν Διδάξατε (διδάξουσι), φησίν, ἀλλήλους, ὅτι οὐκ ἔστιν ἄλλος θεὸς πλὴν αὐτοῦ. αὐτὸς ποιμανεῖ Αὐτὸς γάρ ἐστιν ὁ διατρέφων τὸν ἄνθρωπον τῇ ἰδίᾳ σαρκί.
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός Τουτέστιν τοῖς Ἰουδαίοις ἡ ἔχουσα γενέσθαι ἐπ’ ἐσχάτων κατάγνωσις ἐδηλώθη. Ἀκούσατε ταῦτα Κατὰ πλάτους μαρτύρεται (μαρτυρεῖτε) πάντα τὰ ἔθνη· ἀκούσατε, φησίν, ἃ ἐποίησέ μοι ὁ λαός μου Ἰσραήλ. ἐνωτίσασθε Πάσης γὰρ τῆς οἰκουμένης εἰς τὰς ἀκοὰς εἰσῆλθε, ὅσα ἐγένετο ἐν τῷ Ἰσραήλ. οἵ τε γηγενεῖς [Καὶ οἱ νεκροί, φησί, καὶ οἱ ζῶντες ἀκούσατε, ἃ ἐποίησαν οἱ Ἰουδαῖοι.] ἐπὶ τὸ αὐτό Καὶ πένητες καὶ πλούσιοι, καὶ μικροὶ καὶ μεγάλοι, μάθετε τὰ γενόμενα. τὸ στόμα μου Διδάσκων τὸν Ἰσραὴλ καὶ παρατιθέμενος καὶ ὑποδεικνύων τὰ θαύματα, καὶ οὐκ εἰσήκουσαν. καὶ ἡ μελέτη Συνετὸς γὰρ ἀκροατὴς ὁ Χριστὸς παρὰ τῷ Ἠσαίᾳ χρηματίζει· συνετῶς γὰρ ἀκροᾶται τὰ ἡμέτερα. κλινῶ Πολλὰ γὰρ καὶ ἐν παραβολαῖς καὶ ἐν φωτὶ ἐδίδαξα Ἰουδαίους, ἀλλὰ τὸ ὠτίον αὐτῶν ἀνήκοον καὶ σκληρὸν ἐγένετο. ἀνοίξω Ἐγὼ γὰρ καὶ ἐν ψαλμοῖς καὶ ἐν προφήταις τὰ εἰρημένα περὶ ἐμοῦ ἐπλήρωσα, πιστεῦσαι δὲ Ἰουδαῖοι οὐκ ἠθέλησαν. ἵνα τί φοβοῦμαι Ὁ Ἰούδας φησίν· οὐ φοβοῦμαι παραδοῦναι τὸν κύριον. ἡ ἀνομία Ὡς γὰρ ἐδόκει πτερνίζειν [τὸν κύριον], ἐπτερνίσθη· ἐδέξατο γὰρ τὸν μισθὸν τὸ σχοινίον. οἱ πεποιθότες Τοὺς ἄρχοντας λέγει τῶν Ἰουδαίων. καὶ ἐπὶ τῷ πλήθει Οἱ Ἰουδαῖοι ὡς πλουτοῦντες τοῖς δώροις τοῦ θεοῦ καὶ ἔχοντες πάντων τὰ τοῦ νόμου.
ἀδελφός Οὓς οἱ προφῆται καὶ οἱ πατριάρχαι οὐκ ἔσωσαν, ἔσωσεν ὁ Χριστός· ἄνθρωπον γὰρ αὐτὸν ἡ γραφὴ λέγει. οὐ δώσει Ὁ λαὸς Ἰουδαίων οὐκ ἔδωκαν τῷ θεῷ δόξαν, ἐξιλάσασθαι αὐτοὺς ἀπὸ τῆς ἀνομίας. καὶ τὴν τιμήν Ἀργυρίου γὰρ ἠγόρασαν τὸν Χριστόν. καὶ ἐκοπίασεν ... καὶ ζήσεται Ὁ λαὸς ὁ ἐξ ἐθνῶν, ὡς πολὺν χρόνον κοπιάσας ἐν τῇ πλάνῃ. ὅταν ἴδῃ Ὅταν ἴδῃ τοὺς Ἰουδαίους, ὡς σοφοὺς ὄντας, ἀποθνήσκοντας δὲ τῇ ἁμαρτίᾳ, ὁ λαὸς τῶν ἐθνῶν αὐτὸς ἀσφαλίζεται, μὴ ὑποπεσεῖν τῇ αὐτῶν ἀποφάσει. ἐπὶ τὸ αὐτό Ὁ διάβολος καὶ ὁ θάνατος, μὴ νοήσαντες, ὅτι θεῷ πυκτεύουσι. λέγει δὲ καὶ τὸν Ἰούδαν τὰ ὅμοια πεπονθότα. καὶ καταλείψουσιν Ὁ λαὸς τῶν Ἰουδαίων τὸν πλοῦτον, ὃν εἶχε, τοῖς ἔθνεσι παρεχώρησαν. ὁμοίως καὶ ὁ διάβολος καὶ ὁ θάνατος πεπόνθασι· τὸν πλοῦτον γάρ, ὃν εἶχον, ἐσκόρπισεν (ἐσκύλευσεν) ὁ Χριστός. καὶ οἱ τάφοι Ζῶντες γὰρ εἰς τὸν ᾅδην κατέβησαν, τὰς χεῖρας αὐτῶν κατὰ θεοῦ ἐπάραντες. σκηνώματα αὐτῶν Οὔτε γὰρ ἀνακληθῆναι ἔτι Ἰουδαῖοι δύνανται. ἐπεκαλέσαντο Ἕκαστος γὰρ ἐπὶ τῆς γῆς αὐτῶν θρηνούμενοι ἐκφωνοῦνται. καὶ ἄνθρωπος Ὁ Ἰούδας· ἐπιστεύετο γὰρ τὰ βασταζόμενα <ἐβάσταζε γὰρ τὰ πιστευόμενα>, ὡς μαθητής. ἦν γὰρ ἀγνώμων. παρασυνεβλήθη Ἔχων γὰρ τὴν χάριν τῆς ἀποστολῆς, ταύτην ῥίψας ἀργύριον ἐπεπόθησεν. αὕτη ἡ ὁδός Τοῖς Ἰουδαίοις καὶ τῷ Ἰούδᾳ ἡ κατὰ τοῦ Χριστοῦ συμβουλία.
καὶ μετὰ ταῦτα Τῷ ἰδίῳ γὰρ στόματι ὁ Ἰούδας ὡμολόγησε λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας. ὡς πρόβατα Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ, ὡς πρόβατα θηριάλωτα, τρωθέντα ὑπὸ τοῦ διαβόλου. καὶ κατακυριεύσουσιν Οἱ πιστεύσαντες τῇ ἀναστάσει τοῦ Χριστοῦ· ὄρθρου γὰρ ἡ ἀνάστασις ἐγένετο. καὶ ἡ βοήθεια Ἣν ἐδόκουν ἔχειν βοήθειαν οἱ Ἰουδαῖοι τὸν νόμον καὶ τὸ γράμμα, ἐπαλαιώθη ἐν τῷ κατελθεῖν τὸν κύριον ἐν τῷ ᾅδῃ (εἰς τὸν ᾅδην), ὃν αὐτοί, ὡς ἐδόκουν, ὤρυξαν τῷ σωτῆρι (Χριστῷ). διὰ γὰρ τοῦ τάφου τοῦ δεσποτικοῦ ἡ δόξα αὐτῶν ἔπεσεν. πλὴν ὁ θεός Ὁ Χριστὸς λέγει περὶ τῆς ἀναστάσεως αὐτοῦ.
Διάψαλμα· ἀποχὴ (ἐποχὴ) τοῦ πνεύματος καὶ μετάθεσις τοῦ λόγου. μὴ φοβοῦ Αἰνίττεται τὸν Ἰούδαν, ὡς λαμβάνοντα τὸ τίμημα τοῦ Χριστοῦ· ἐδόκει γὰρ πλουτεῖν. λέγει δὲ καὶ κατὰ κοινοῦ μάλιστα τοὺς ἐξ ἁρπαγῆς πλουτοῦντας <καὶ> τοὺς ὑπερηφάνους. καὶ ὅταν πληθυνθῇ Τοῦ ἀσεβοῦς καὶ ἀλαζόνος· πᾶσα γὰρ ἡ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν Οὔτε γὰρ ὁ Ἰούδας ἐκέρδησε (ἐκέρδανε) τὰ ἀργύρια, ἀπήγξατο γάρ. οὔτε πάντες οἱ διακενῆς πλουτοῦντες· κεναῖς <γὰρ> χερσὶν ἀπέρχονται. οὐδὲ συνκαταβήσεται Οὔτε γὰρ τῷ Ἰούδᾳ συνκατέβη ὁ χρυσός, οὔτε παντὶ ἀνθρώπῳ πλουτοῦντι· μένει γὰρ ἐπὶ τῆς γῆς τὰ χρήματα, ἐκεῖ δὲ προλαμβάνει (ἀπολαμβάνει) τὰ ἔργα. ὅτι ἡ ψυχή Τοῦ γὰρ ἁμαρτωλοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογεῖται (εὐλογηθήσεται) τουτέστιν τρυφᾷ, χαίρεται· μετὰ δὲ τὴν ἐνταῦθα ζωὴν κατακρίνεται. ἐξομολογήσεται Ὅταν γὰρ εὐμενῆ ἔχῃ (σχῇ) τὸν θεόν, τότε ἐξομολογεῖται ὁ ἄνθρωπος. εἰσελεύσεται Ὁ ἄνθρωπος γὰρ ἐξακολουθεῖ τοῖς ἔργοις τῶν προγόνων, οἱ μὲν τοῖς ἀγαθοῖς, οἱ δὲ τοῖς [σκολιοῖς καὶ] κακοῖς, τουτέστιν τὸ γένος εἰσελεύσεται. ἕως αἰῶνος Ὁ διάβολος καὶ οἱ ἐξακολουθήσαντες αὐτῷ διηνεκῶς ἐν σκότει κολάζονται. ἄνθρωπος ἐν τιμῇ Ἐλέχθη εἰς τὸν Ἰούδα καὶ διάβολον· ἄμφω (ἀμφότεροι) γὰρ τῆς τιμῆς ἐξέπεσαν καὶ πάντες, ὅσοι ἀναίσθητοί εἰσιν, μὴ συνιέντες.
Ψαλμὸς τῷ Ἀσάφ. Ἡ προφητεία περὶ τῆς συναγωγῆς· Ἀσὰφ γὰρ συναγωγὴ ἑρμηνεύεται. περὶ οὖν τῆς ἀποβολῆς Ἰουδαίων αἰνίττεται. Θεὸς θεῶν Θεὸς οὐχὶ τῶν αἰσθητῶν θεῶν, τῶν εἰδώλων, ἀλλὰ τῶν νοητῶν, περὶ ὧν εἴρηται· ἐγὼ εἶπα, θεοί ἐστε, ὧν ὁ βίος οὐράνιος. οὕτως κράξας ἐπὶ τοῦ σταυροῦ πᾶσαν τὴν γῆν ἐκλόνησεν <ἐκάλεσεν>. ἀπὸ ἀνατολῶν Ἀνατολὴ γὰρ καὶ δύσις, ἄρκτος καὶ μεσημβρία ὑπήκουσαν τῷ λόγῳ τοῦ εὐαγγελίου (ὑπήκουσαν τῷ εὐαγγελίῳ) καὶ τὰ γενόμενα ἐν Ἰερουσαλήμ. ἐκ Σιών Ἐν γὰρ τῇ εὐπρεπείᾳ τῆς ἐκκλησίας ἡ ὡραιότης τοῦ Χριστοῦ τουτέστι τὸ κάλλος ὁρᾶται. ὁ θεὸς ἐμφανῶς Ἐν τῇ δευτέρᾳ παρουσίᾳ. ὁ θεὸς ἡμῶν Οὐκέτι γὰρ παρακεκαλυμμένος (παρακεκαλυμμένως) ἥξει ὁ κύριος, ἀλλὰ μετὰ παρρησίας καὶ μετὰ παρατάξεως καὶ δόξης πολλῆς, μὴ παρασιωπῶν τὰ ἡμέτερα. πῦρ ἐναντίον Τότε ἐν τῇ κρίσει. οὕτω γὰρ καὶ Δανιὴλ εἶπεν· ὅτι ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. καὶ κύκλῳ Τὰ τάγματα τῶν ἐπουρανίων δυνάμεων, τῷ φόβῳ καταπλήσσοντα καὶ ξηραίνοντα πάντας. καταιγίζειν γὰρ ξηραίνειν ἐστίν. προσκαλέσεται Ἐνειλήσει (ἐνειλίσσει) γὰρ αὐτὸν ὡς βιβλίον, καθὼς γέγραπται· ἀντὶ τοῦ παῦσαι αὐτὸν τοῦ εἶναι. καὶ τὴν γῆν Συνάξει γὰρ πάντα τὰ ἔθνη τότε· γῆ γὰρ ὁ ἄνθρωπος· ὥστε ποιῆσαι κρίσιν ζώντων καὶ νεκρῶν.
συναγάγετε Τότε γὰρ συνάγουσιν οἱ ἄγγελοι τοὺς ἁγίους, καθὼς γέγραπται· ἐκ πάντων τῶν ἀνθρώπων εἰς τὸν παράδεισον. τοὺς διατιθεμένους Ὅσοι γὰρ τὴν διηνεκῆ θυσίαν διὰ τῆς εὐχῆς ἔθυον τῷ θεῷ, φυλάττοντες τὴν διαθήκην τοῦ θεοῦ, οὗτοι γὰρ οἱ ἀληθινοί εἰσιν (ὅσιοι). καὶ ἀναγγελοῦσιν Οὐρανοὺς καλεῖ, ὅσοι οὐράνιον βίον μετῆλθον. οὗτοι τότε κράζουσι, δοξάζοντες τὴν κρίσιν τοῦ θεοῦ (δοξάζοντες τὸν θεὸν καὶ τὴν δικαίαν κρίσιν). ὅτι θεός Τότε γὰρ πάντες γνώσονται, ὅτι θεὸς κριτὴς δίκαιος.
Διάψαλμα· μετάθεσις τῆς προφητείας. ἄκουσον Πρὸς τὸν λαὸν τῶν Ἰουδαίων ὁ λόγος· ὡς ἀγαθὸς γὰρ θεὸς συγκαταβὰς διαλέγεται τῷ λαῷ. Ἰσραήλ Μαρτύρεται ὡς ἄνθρωπος πρὸς ἄνθρωπον ὁ θεὸς τοῦ <τῷ> Ἰσραήλ, ἵνα δείξῃ, ὅτι ἀναίτιος θεὸς κακῶν. ὁ θεός Τουτέστιν ἐγώ εἰμι ὁ θεός σου, καὶ πῶς ἐμὲ ἐγκαταλείψας ἐκολλήθης εἰδώλοις (εἰδώλοις προσετέθης); οὐκ ἐπὶ ταῖς θυσίαις Τουτέστιν οὐκ ἐμοὶ προσέφερες τὰς θυσίας; διατί (πῶς) νῦν προσφέρεις αὐτὰς εἰδώλοις; τὰ δὲ ὁλοκαυτώματα Οὐχὶ τὰς ὁλοκαυτώσεις σου ἐτίθεις ἐνώπιόν μου; πῶς οὖν τοῖς δαίμοσι παρεχώρησας; οὐ δέξομαι Τουτέστιν βδελύσσομαι τὰς θυσίας σου. οὐδὲ ἐκ τῶν Ἔπαυσα γὰρ [λοιπὸν] τὰς δι’ αἵματος θυσίας· οὐ γὰρ εὐδοκῶ ἐν αὐταῖς. ὅτι ἐμά ἐστιν Λέγει μὲν γὰρ καὶ τὰ θηρία, πλὴν τὰ ἔθνη αἰνίττεται, σώσας αὐτὰ ὁ θεὸς (αὐτοὺς Χριστὸς) ἐκ τῆς συνοχῆς τῶν εἰδώλων. κτήνη Ὡς κτήνη γὰρ ἐπλανήθησαν ἐν τοῖς ὄρεσι τῆς ἁμαρτίας, ἃ ἔγειραν οἱ δαίμονες· ὡς δὲ βόες εἷλκον τὸν ζυγὸν τῆς πλάνης. ταῦτα (τούτους) δὲ ἐλυτρωσάμην ὡς ἐμοὶ διαφέροντα (διαφέροντας). ἔγνωκα πάντα Τοὺς ἔχοντας οὐράνιον καὶ ὑψηλὸν βίον. καὶ ὡραιότης Τὸν παράδεισον λέγει, οὗ ὡραιότερον οὐδέν ἐστι τῶν ἐπὶ τῆς γῆς. ἐὰν πεινάσω Οὔτε γὰρ ἐπιδέεται ὁ θεὸς ἀνθρώπου· οὔτε γὰρ πεινᾷ ἢ διψᾷ, ὡς γηγενεῖς (γηγενής). ἐμὴ γάρ ἐστιν Πάντα γὰρ ἔσω τῆς χειρὸς ἔχει ὁ θεός (κύριος).
μὴ φάγομαι Τουτέστιν βδελυκταί μοι αἱ θυσίαι τοῦ νόμου· ἡ γὰρ χάρις πολιτεύεται. θῦσον τῷ θεῷ Τὴν διὰ νηστείας (αἰνέσεως) καὶ προσευχῆς θυσίαν· ταύτην γὰρ ἐπιζητεῖ ὡς ἀναίμακτον. καὶ ἐπικάλεσαι Ἐν ταύτῃ γὰρ τῇ ἀναιμάκτῳ θυσίᾳ ἐπικαλοῦ, φησί, κἀγώ σου εἰσακούσομαι (ἐπακούσομαι). καὶ ἐξελοῦμαι Μετὰ γὰρ τὸ ῥυσθῆναι τὸν ἄνθρωπον, τουτέστιν τὸν Ἀδάμ, ἐκ τῆς περιεχούσης αὐτὸν θλίψεως, δοξάζων οὐ παύεται ἕως τοῦ αἰῶνος. τῷ δὲ ἁμαρτωλῷ Τῷ λαῷ τῶν Ἰουδαίων δηλαδή. ἵνα τί σύ Τί ἔτι, φησί, μελετᾷς τὰ νόμιμά μου, κατ’ ἐμοῦ λογισάμενος κακά. καὶ ἀναλαμβάνεις Οὔτε γὰρ προσήκει σοι ἔτι ἀναγινώσκειν τὸν νόμον, μιάναντα (μιάνας) τὴν γλῶσσαν τῇ βλασφημίᾳ. σὺ δὲ ἐμίσησας Ἐγὼ γὰρ οὐκ ἐπαυσάμην διδάσκων ἐν ταῖς συναγωγαῖς ὑμῶν, ὑμεῖς δὲ τοὺς λόγους μου ἐβδελύξασθε. εἰ ἐθεώρεις Τῷ Ἰούδᾳ, ὡς κλέπτῃ καὶ προδότῃ, οἱ Ἰουδαῖοι συνέτρεχον, ἐπισπεύδοντες αὐτόν (αὐτῷ). καὶ μετὰ μοιχῶν Τῷ γὰρ Ἡρώδῃ μοιχεύοντι συνήσθιον οἱ Ἰουδαῖοι καὶ συνέπιον καὶ συνετίθεντο τῇ παρανομίᾳ αὐτοῦ. τὸ στόμα σου Ἡμέρας γὰρ καὶ νυκτὸς καταλαλῶν τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων οὐκ ἐπαύσατο. καὶ ἡ γλῶσσα Τὸν δόλον μελετῶν ὁ Ἰούδας κατὰ πᾶσαν ἡμέραν κατὰ τοῦ Χριστοῦ καὶ θεοῦ. καθήμενος Κατὰ τοῦ χοροῦ τῶν ἀποστόλων· ἐξ Ἰουδαίων γὰρ ἦσαν ἐκλελεγμένοι καὶ αὐτοί, καὶ τούτους δὲ λοιδοροῦντες οὐκ ἐπαύσαντο.
καὶ κατὰ τοῦ υἱοῦ Τῷ Πέτρῳ ἑτοιμάσας τὴν κόρην τὴν θυρωρόν· ἦν γὰρ καὶ αὐτὸς ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων ἐκλελεγμένος. ταῦτα ἐποίησας Μακροθυμήσας καὶ ἐκδεχόμενος τὴν μετάνοιάν σου, αὐτὸς δὲ οὐ μετενόησας (αὐτοὶ δὲ οὐ μετενόησαν). ὑπέλαβες Οὕτως γὰρ προσδοκήσαντες οἱ Ἰουδαῖοι, ὅτι ὅμοιος ὑμῶν (ὅμοιος σοῦ) εἰμι ἄνθρωπος ψιλός, μὴ δυνάμενος ἀποδοῦναι ὑμῖν (σοὶ) κατὰ τὰ ἔργα ὑμῶν (σου). ἐλέγξω σε Τότε ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα, ὅταν ἴδωσι τὸν Χριστόν, τὸν παρ’ αὐτοῖς ἐξουθενηθέντα, ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενον καὶ κρίνοντα ζῶντας καὶ νεκρούς· τότε οἱ Ἰουδαῖοι ὁρῶντες ἐλέγχονται καὶ κατακρίνονται. σύνετε δὴ ταῦτα (Οἱ) ὑπερήφανοι καὶ ἅρπαγες καὶ πλεονέκται καὶ κακόπιστοι νοήσατε, ὅτι ἐστὶ (ἔσται) κρίσις τότε. μή ποτε ἁρπάσῃ Τουτέστιν μή ποτε φθάσῃ ὁ θάνατος καὶ οὐκ ἔστιν ὁ ἐξαιρούμενος, καὶ τί ποιήσουσιν οἱ ἀμετανόητοι τῇ ὥρᾳ ἐκείνῃ. θυσία αἰνέσεως Ἣν αὐτὸς ἐκαίνισας (ἐκαίνισεν) ἡμῖν θυσίαν, ζῶσαν καὶ ἀναίμακτον μετὰ αἰνέσεως καὶ ἐξομολογήσεως· ἐν αὐτῇ γὰρ μόνῃ ἀρέσκεται (ἀρκεῖται) ὁ θεός. καὶ ἐκεὶ ὁδός Ἐν αὐτῇ γὰρ τῇ ἀναιμάκτῳ θυσίᾳ ὑπεδείχθη ἡμῖν ἡ ὁδὸς τῆς αἰωνίου ζωῆς, ἡ σωτήριος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.