Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 63-69

Χριστολογική και τυπολογική ερμηνεία των ψαλμών 63 έως 69, με αναφορές στο πάθος του Κυρίου, τη χάρη του Αγίου Πνεύματος, την Παναγία ως Όρος Θεού και την ιστορική κρίση της συναγωγής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 6 από 16

Ἐνέτειναν Τὴν γλῶσσαν ὁπλίσαντες, δι’ ἧς οἱ λόγοι ὡς βέλη πέμπονται πεπικρασμένοι (πεπικρασμένα). τοῦ κατατοξεῦσαι Τὸν Χριστὸν πρὸς ἀλήθειαν ἄμωμον· ἐν παραβύστῳ γὰρ [ἀεὶ] ἐβουλεύοντο κατ’ αὐτοῦ θανατῶσαι αὐτόν. ἐξάπινα Ὡς ἐδόκουν γὰρ οἱ Ἰουδαῖοι, αἰφνιδίως συνέλαβον τὸν Χριστόν, ὁ δὲ ἦν δίχα φόβου ὡς θεός. ἐκραταίωσαν Εἰπόντες· δήσομεν τὸν δίκαιον (ἰσχυρόν), ὅτι δύσχρηστος ἡμῖν ἐστιν. διηγήσαντο Ἀλλήλοις γὰρ διηγοῦντο οἱ Ἰουδαῖοι περὶ τοῦ Χριστοῦ, τουτέστιν ἀλλήλους ἐδίδασκον τὸ πῶς αὐτὸν παγιδεύσωσιν. εἶπαν Οὔτε γὰρ ἐνεθυμήθησαν, ὅτι ἐστὶ θεὸς ὁ καθορῶν [αὐτούς]. ἐξηρεύνησαν Ἐν ᾧ γὰρ ἐξηρεύνων, τί πράξουσι κατὰ τοῦ Χριστοῦ, ἐξέλιπον αὐτῶν αἱ ἐνθυμήσεις ματαιωθεῖσαι. προσελεύσεται Ἄνθρωπος ὁ Χριστός, περὶ οὗ γέγραπται· καὶ βαθεῖα ἡ καρδία αὐτοῦ· θεὸν γὰρ καταλαβεῖν ἀδύνατον. καὶ ὑψωθήσεται Ἐπὶ τοῦ σταυροῦ <ὁ Χριστὸς ὑψωθείς>. βέλος νηπίων Ἄγονοι παντελῶς καὶ ἀνίσχυροι αἱ τῶν Ἰουδαίων πληγαί· θεοῦ γὰρ κατατολμᾶν ἀνέφικτόν ἐστι καὶ παντελῶς ἀδύνατον. καὶ ἐξουθένησαν Οὔτε γὰρ ἴσχυσαν κατὰ τοῦ Χριστοῦ τι ἀληθὲς εἰπεῖν· ἐματαιώθησαν γὰρ οἱ λογισμοὶ αὐτῶν. ἐταράχθησαν Πάντα τὰ ἔθνη, θεωρήσαντα τὴν τόλμαν τῶν Ἰουδαίων, φόβῳ συνεσχέθησαν. καὶ ἐφοβήθη Θαυμάζοντες τὴν μακροθυμίαν τοῦ θεοῦ· ἐφ’ οἷς ἐμακροθύμησε τοῖς Ἰουδαίοις, τοιαῦτα τολμήσασι κατὰ τοῦ Χριστοῦ.

καὶ ἀνήγγειλαν Ἐνόησαν τουτέστιν τὴν δύναμιν τοῦ θεοῦ <Χριστοῦ>. εὐφρανθήσεται Εὐφραίνονται γὰρ οἱ ἅγιοι (δίκαιοι), ὁρῶντες τὸν κύριον, τῇ ἐλπίδι τῶν ἀμοιβῶν. καὶ ἐπαινεσθήσονται Τὸν ἔπαινον ἀπὸ τοῦ θεοῦ λαμβάνοντες τότε.

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυὶδ ᾠδῆς Ἰερεμίου καὶ Ἰεζεκιὴλ καὶ τοῦ λαοῦ τῆς παροικίας Ὅτε ἔμελλον πορεύεσθαι, τὴν ἐπὶ τέλει μέλλουσαν ᾠδὴν προσφέρεσθαι τῷ Χριστῷ. Δαυὶδ γὰρ ὁ Χριστὸς ἑρμηνεύεται, καθὰ μηνύει τὸ πνεῦμα τῇ προφητείᾳ. σοὶ πρέπει ὕμνος Ἐν τῇ ἐκκλησίᾳ, ὅ ἐστιν Σιών· ἑρμηνεύεται δὲ Σιὼν σκοπεύτρια, ἐν αὐτῇ δὲ ἐπίσκοπος (ἐπισκοπεῖ) ὁ κύριος διὰ τοῦ σώματος καὶ τοῦ αἵματος αὐτοῦ. ἐκεῖ γὰρ δέχεται πάντων τὸν ὕμνον. καὶ σοὶ ἀποδοθήσεται Ἐν τῇ ἐκκλησίᾳ ὁμοίως· Ἰερουσαλὴμ γὰρ ἑρμηνεύεται ὅρασις εἰρήνης· ἐν τῇ ἐκκλησίᾳ δέ ἐστιν ἡ εἰρήνη τῶν πάντων. εἰσάκουσον Πρὸς τὴν ἐκκλησίαν ὁ λόγος· πρὸς αὐτὴν γὰρ πᾶσα σὰρξ ἔρχεται ἐξομολογουμένη. λόγοι ἀνόμων Οἱ τῶν δαιμόνων καὶ οἱ τῶν ἀσεβῶν ἀνθρώπων· μεγαλορρημονοῦντες (μεγαλορρημονούντων) καὶ ὀνειδίζοντες (ὀνειδιζόντων) τοῖς πιστοῖς καὶ ἐκλύοντες (ἐκλυόντων) τοὺς πλείονας [πεπιστευκότας]. καὶ τὰς ἀσεβείας Ἱλασμὸν αἰτοῦντες ζητοῦσι παρὰ θεοῦ. μακάριος Περὶ τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ὁ λόγος, ὡς ἐκλεχθεὶς ὑπὸ θεοῦ καὶ προσδεχθεὶς τῇ πίστει (φύσει). κατασκηνώσει Ἐν ταῖς ἐκκλησίαις τὰ ἔθνη συναθροιζόμενα κατασκηνοῦσι τῇ πίστει. πλησθησόμεθα Τὰ ἔθνη εὐχαριστοῦσι (εὐχαριστοῦντες) τῷ θεῷ, ἀπολαύοντα ἐν τῇ ἐκκλησίᾳ τῶν μυστηρίων.

ἅγιος ὁ ναός Ναὸν λέγει τὸ σῶμα τὸ δεσποτικόν, ἐν ᾧ κατῴκησεν ἡ θεότης· αὐτὸς γὰρ πρὸς ἀλήθειαν ἅγιος ναὸς καὶ θαυμαστός. ἐπάκουσον Οἱ πιστοὶ ταῦτα κραυγάζουσι (κράζουσι) τῷ Χριστῷ. ἡ ἐλπίς Πρὸς σὲ γὰρ καὶ γεωργῶν παῖδες καὶ ναυτῶν κεκράγασιν· ἑκατέρων γὰρ ἐλπὶς καὶ βοήθεια ὁ Χριστὸς ὑπάρχει. ἑτοιμάζων Τὴν Βηθλεέμ, τὸν Σιών, τὸν Γολγοθᾶν, τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὸ Σινά· ταῦτα γὰρ ὡς θεὸς δυνατὸς προητοίμασεν εἰς διακονίαν τῶν μυστηρίων, τῶν πραχθέντων ἐν αὐτοῖς. λέγει δὲ ὄρη καὶ τοὺς προφήτας καὶ τὴν θεοτόκον καὶ τὴν πίστιν. ὁ συνταράσσων Τὴν περιοχὴν λέγει τῆς βιωτικῆς θαλάσσης· ἐτάραξε γὰρ αὐτὴν τοῖς θαύμασι καὶ μετήγαγε τῇ πίστει. λέγει δὲ καὶ τὸ βάπτισμα θάλασσαν. ἤχους κυμάτων Κυματουμένην (κυματουμένη) τῇ πίστει καὶ ἠχοῦσαν τοῖς ὕμνοις (ὑμνοῦσα τῇ πίστει)· ἅπασα γὰρ πεπλήρωται τῶν πιστῶν καὶ τοῦ βαπτίσματος. ταραχθήσονται Ἀπὸ τῶν σημείων τοῦ Χριστοῦ φόβῳ συνεταράχθησαν (συνεχόμενα) τὰ ἔθνη, συσχεθέντα (ταράσσονται) πρὸς μετάνοιαν (μετάθεσιν). οἱ κατοικοῦντες Εἰς πάντα γὰρ τὰ πέρατα ἀφῖκται ἡ δόξα τῶν σημείων τοῦ Χριστοῦ καὶ τὰ θαύματα. ἐξόδους Ἑσπέραν (ἑσπέρας) λέγει τὸ πάθος τοῦ Χριστοῦ, πρωίαν (πρωίας) δὲ τὴν ἀνάστασιν. τέρψεις δέ, ὅτι ἡ δόξα τούτων καὶ σωτηρία τὸν οὐρανὸν καὶ τὴν γῆν πεπλήρωκεν. ἐπεσκέψω Διὰ τῆς ἀναστάσεως ἐπλήρωσας τὴν γῆν τῆς χαρᾶς (τῇ χαρᾷ).

ἐπλήθυνας Τουτέστιν ἐν πλήθει οἰκτιρμῶν ἐπλούτισας πᾶσαν τὴν γῆν τῇ χάριτι. ὁ ποταμὸς τοῦ θεοῦ Τὸ βάπτισμα λέγει, ὡς ποταμὸς γὰρ ἐπικλύζει τὴν ἁμαρτίαν. ἡτοίμασας Ἡτοίμασε γὰρ τοῖς βαπτιζομένοις τροφὴν τὸ σῶμα τὸ ἴδιον καὶ [πόμα] τὸ αἷμα αὐτοῦ, ὅτι οὕτως προεβουλεύσατο. τοὺς αὔλακας Τῆς γῆς τῆς νοητῆς, ἥτις ἐστὶν ὁ ἄνθρωπος· αὔλακες δέ εἰσιν ἡ καρδία, ὁ νοῦς, ἡ ψυχή, ὡς ἀροτριασθέντες τῷ σταυρῷ. μεθυσθήσονται δέ, τουτέστιν πληρωθήσονται τῆς χάριτος διὰ τῶν μυστηρίων (μυστικῶν), ἵνα καρπὸν φέρωσι, τὸν τοῦ πνεύματος τοῦ ἁγίου. ἐν ταῖς σταγόσιν Καὶ ἡ αἰσθητὴ γῆ, τοῖς ὑετοῖς βλαστάνουσα, καὶ ἡ νοητή, ἥτις ἐστὶν ὁ ἄνθρωπος, τοῖς δάκρυσι τῆς μετανοίας εὐφραινομένη. εὐλογήσεις Τὸν κύκλον λέγει τῆς ἀναστάσεως, περὶ οὗ λέγει· ἦλθον καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. καὶ τὰ πεδία Τὰ τῆς ἐκκλησίας πεδία, ἃ ὡμάλισεν ἡ χάρις, πλησθήσονται τοῦ λόγου τοῦ εὐαγγελικοῦ· ἐν αὐτῷ γὰρ πιαίνονται αἱ ψυχαί. πιανθήσεται Τῆς ἐκκλησίας εὔδηλον· ἔρημος γὰρ ἦν τὸ πρότερον, ὡραῖα δὲ ταύτης λέγει τὰς ψυχὰς τῶν ἀνθρώπων· αὗται δὲ πιαίνονται τῷ ὕδατι τοῦ βαπτίσματος καὶ τῷ χρίσματι τοῦ ἐλαίου. καὶ ἀγαλλίασιν Οἱ ἀπόστολοι· βουνοὺς γὰρ ἡ γραφὴ τοὺς ἀποστόλους καλεῖ. αὐτοὶ γὰρ ἠγαλλιάσαντο, ὡς δι’ αὐτῶν τὸ κήρυγμα τοῦ εὐαγγελίου πλαθυνθέν (τοῦ κηρύγματος πλαθυνθέντος).

ἐνεδύσαντο Τουτέστιν καὶ οἱ δυνάσται (δυνατοὶ) τῶν λαῶν καὶ οἱ ἐπ’ ἐξουσιῶν ἐνεδύσαντο καὶ αὐτοὶ τὴν χάριν (χαρὰν) τοῦ βαπτίσματος. καὶ αἱ κοιλάδες Αἱ συγκαταβάσεις τοῦ Χριστοῦ, εἰσὶν δὲ αἱ ἐκκλησίαι· σῖτον δὲ λέγει τὸν ἄρτον τὸν μυστικόν. κεκράξονται Τουτέστιν μετὰ φωνῆς μεγάλης ὑμνήσουσιν οἱ μεταλαμβάνοντες τῶν μυστικῶν (τὰ μυστικά).

Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως Τουτέστιν ἡ ᾠδὴ τοῦ ψαλμοῦ τούτου περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐπροφήτευσεν. Ἀλαλάξατε Τουτέστιν μετὰ φωνῆς μεγάλης ὑμνήσατε πάντες οἱ κατοικοῦντες τὴν γῆν· ἀνέστη γὰρ ὁ κύριος, καταργήσας τὸν θάνατον. δοξάσατε οὖν ἐν ψαλμοῖς καὶ ὕμνοις τὸν σώσαντα ὑμᾶς (ἡμᾶς). δότε δόξαν Τουτέστιν δοξάσατε τὸν ἑνώσαντα τὸν ἄνθρωπον τῇ θεότητι. εἴπατε τῷ θεῷ Εὐχαριστοῦντες μεγαλύνατε τὰ ἔργα τοῦ θεοῦ, δι’ ὧν ἐσώθη ὁ ἄνθρωπος. ἐν τῷ πλήθει Ἐν τῷ ἀναστῆναι γὰρ τὸν κύριον ἐκ νεκρῶν οἱ Ἰουδαῖοι ψεῦδος ἐνόμισαν (νομίσαντες εἶναι) τὴν ἀνάστασιν, ἀρνούμενοι ἐξ ἀπιστίας τὴν δύναμιν τοῦ Χριστοῦ. πᾶσα ἡ γῆ Πάντες ἄνθρωποι· γῆ γὰρ νοητὴ ὁ ἄνθρωπος. ἐν ψαλμοῖς καὶ ὕμνοις προσκυνήσουσι τῷ ἀναστάντι ἐκ νεκρῶν καὶ σώσαντι τὸν ἄνθρωπον. ψαλάτωσαν Τουτέστιν ἀπαύστως δοξάσατε.

Διάψαλμα· μεταβολὴ τῆς προφητείας. δεῦτε, τέκνα Προτροπὴ τῶν ἐθνῶν εἰς τὴν κλῆσιν, ἵνα ἴδωσι τὴν δόξαν τοῦ θεοῦ. φοβερὸς ἐν βουλαῖς Πολὺ γὰρ τὸ διάφορον θεοῦ καὶ ἀνθρώπου· οὕτως καὶ ἡ βουλὴ τοῦ θεοῦ ὑπερέχουσα. ὁ μεταστρέφων Τότε τοῖς Ἰσραηλίταις τὴν ἐρυθράν, νῦν δὲ τῆς θαλάσσης τοῦ βίου ξηραίνων τὰ ῥεύματα τῆς ἁμαρτίας τῇ ἐπιδημίᾳ ὁ Χριστός.

Ἐν ποταμῷ Τότε [γὰρ] τὸν Ἰορδάνην οἱ Ἰσραηλῖται, νῦν δὲ τοὺς ποταμοὺς τῆς ἀσεβείας οἱ πιστοὶ τῷ ποδὶ τῆς πίστεως διαπερῶσιν. ἐκεῖ εὐφρανθησόμεθα Ἐκεῖ. ποῦ; ὅπου ἡ χάρις ἐπλεόνασεν. τῷ δεσπόζοντι Πάντων [γὰρ] τῶν αἰώνων δεσπότης καὶ κύριος ὁ λόγος ἐστίν, ὁ Χριστός· δι’ αὐτοῦ γὰρ ἐγεννήθησαν. οἱ ὀφθαλμοὶ αὐτοῦ Τὰ γὰρ ἔθνη προώρισε κληρονόμους γενέσθαι τοῦ μυστηρίου τῆς χάριτος, ὅθεν ἐπιβλέπει ἐπ’ αὐτούς. οἱ παραπικραίνοντες Ἰουδαίων παῖδες, ὡς βλάσφημοι καὶ ὑπερήφανοι, διὰ τῶν κακῶν ἔργων παροργίζοντες τὸν θεόν, μὴ ἐπαιρέσθωσαν ἐν ἑαυτοῖς.

Διάψαλμα· μεταβολὴ τοῦ λόγου. εὐλογεῖτε ἔθνη Τουτέστιν οἱ ἐξ ἐθνῶν ἐπιστρέψαντες, εὐχαριστοῦντες μὴ παύσησθε. καὶ ἀκουτίσασθε Ἀκουστή, φησί, γένοιτο ἡ αἴνεσις ὑμῶν πάσῃ τῇ κτίσει καὶ τοῖς ὠσὶ τοῦ θεοῦ ἡμῶν. τοῦ θεμένου Τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν· αὐτῶν γὰρ τὴν ψυχὴν ἐξελέξατο εἰς ζωὴν αἰώνων. καὶ μὴ δόντος Ἀφ’ οὗ γὰρ ἐθεμελιώθησαν τῇ πίστει, σαλευθῆναι οὐ δύνανται. ὅτι ἐδοκίμασας Τουτέστιν ἔγνως τὴν πρόθεσιν ἡμῶν, κύριε. ἐπύρωσας ἡμᾶς Ἐθερμάνθησαν γὰρ τῷ ζήλῳ τῆς πίστεως καὶ τῷ πυρὶ τοῦ πνεύματος τοῦ ἁγίου [οἱ πιστοί]. εἰσήγαγες Συνεχώρησε γὰρ ὁ θεὸς τὰ ἔθνη εἰσελθεῖν εἰς τὴν παγίδα τοῦ διαβόλου, ἵνα ἐπιγνῶσι τὸν ἐλευθεροῦντα αὐτούς. ἔθου θλίψεις Κατεβάρησαν γὰρ ἐπὶ τὰ ἔθνη οἱ δαίμονες ὡς κτήνη ἄλογα. ἐπεβίβασας Τοὺς ἀπίστους καὶ βλασφήμους ἀνθρώπους, διασύροντας τὰ ἔθνη πιστεύσαντα. διήλθομεν Τουτέστιν διὰ τοῦ πυρὸς τοῦ πνεύματος καὶ διὰ τοῦ ὕδατος τοῦ βαπτίσματος παρερχόμενοι οἱ πιστοί, λαμβάνουσι τὴν ἀναψυχὴν τοῦ παραδείσου. εἰσελεύσομαι Ἐν τῇ ἐκκλησίᾳ εἰσερχόμενοι οἱ πιστοί, προσφέρουσι [ὁλοκαύτωσιν] τῷ θεῷ τὴν διηνεκῆ εὐχήν. ἀποδώσω—ἐν τῇ θλίψει μου Ἀποδοὺς (ἀποδίδωσιν) ὁ ἄνθρωπος καθ’ ἡμέραν τὰς εὐχάς, ἐδιδάχθη καὶ χείλεσι καὶ στόματι καὶ καρδίᾳ ἀνελλιπῶς <δοξάζειν> καὶ μάλιστα, ὅταν ἐν θλίψει ὢν ἀνάθηται τῷ κυρίῳ.

ὁλοκαυτώματα Ὁλοκαυτώματα μεμυαλωμένα εἰσίν, ὅσα ἐπιάνθησαν τῇ ἐλεημοσύνῃ καὶ τῇ πίστει (πιότητι) τοῦ πνεύματος <τῇ πίστει καὶ τῷ βαπτίσματι>. ταῦτα ἀποδιδόναι ὁ ἄνθρωπος ὀφείλει μετὰ θυμιάματος, ὅ ἐστιν εὐχή (ἐν εὐχῇ)· κριῶν δὲ τουτέστιν λογισμῶν καθαρῶν. ποιήσω σοι βόας Βόες εἰσὶν αἱ ἐντολαί, ἐζευγμέναι δίκην βοῶν· χιμάρους δὲ λέγει τὰς ἀρετάς, αἵτινες χιμάρων δίκην νέμονται τὰ δόγματα τῶν γραφῶν.

Διάψαλμα· μεταβολὴ τῆς προφητείας. δεῦτε, ἀκούσατε Ὁ προφήτης μαρτύρεται, πάντας εἰς σωτηρίαν προσκαλούμενος καὶ διηγούμενος τὰ ἐπὶ τέλει μυστήρια. ὅσα ἐποίησεν Πῶς; ὑπὲρ αὐτῆς ἀπέθανεν ὁ Χριστός, ἵνα ζήσῃ ὁ ἄνθρωπος. πρὸς αὐτόν Πρὸς τὸν θεὸν ὁ προφήτης. καὶ ὕψωσα [τουτέστι μετὰ κραυγῆς μεγάλης καὶ ἀπὸ καρδίας ἐβόων πρὸς τὸν θεόν, φησὶν ὁ ἄνθρωπος <προφήτης>.] ἀδικίαν Ὁ προφήτης φησίν· οὐ μόνον ὅτι οὐκ ἐποίησα, ἀλλ’ οὔτε [ἐν καρδίᾳ] ἐλογισάμην. διὰ τοῦτο Τῶν γὰρ ἐχόντων καθαρὰν καρδίαν καὶ τὰς χεῖρας ἀκούει ὁ θεὸς εὐχομένων. εὐλογητὸς ὁ θεός Ὁ προφήτης ἐκ προσώπου τοῦ Ἀδὰμ εὐχαριστεῖ, ὅτι ἐλεήθη καὶ οὐκ ἐγκατελείφθη.

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ Προτροπὴ τῶν ἐθνῶν καὶ εὐχαριστία τῶν αὐτῶν, ὅτι ἐλεήθησαν τῇ ἀγαθότητι τοῦ θεοῦ. Ὁ θεός Φωνὴ καὶ εὐχαριστία τῶν ἐθνῶν. ἐπιφάναι Ἐξεδέχοντο γὰρ τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ, δι’ ἧς καὶ ἐλεήθημεν. τοῦ γνῶναι Ἔμαθον γάρ, ὅτι ὁ θεὸς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὡς ἄνθρωπος. ἐν πᾶσιν ἔθνεσιν [Πᾶσι γὰρ τοῖς ἔθνεσιν ἀκουστὸς ἐγένετο ὁ σταυρός. δι’ οὗ ἐσώθη ὁ ἄνθρωπος.] ἐξομολογησάσθωσαν Καὶ ὁ τῶν Ἑβραίων λαός, ὅτι καὶ ἐξ αὐτῶν ἐπίστευσαν, καὶ ὁ τῶν ἐθνῶν, ὡς τὴν χάριν δεξάμενοι, πάντες ἐξωμολογήσαντο τὸν θεόν (ἐξομολογησάσθωσαν τῷ θεῷ). ἐξομολογησάσθωσαν Καὶ μετ’ αὐτῶν τὰ λοιπὰ ἔθνη. εὐφρανθήτωσαν Ἐπιστρέψαντα τὰ ἔθνη ἐκ τῆς πλάνης καὶ μετασχόντα τῆς χάριτος τῆς μυστικῆς. ὅτι κρινεῖς Δίκαιος γὰρ κριτὴς τότε ὁ Χριστὸς ἔρχεται, ἀποδοὺς ἑκάστῳ τὰς ἀμοιβὰς τῶν ἔργων. καὶ ἔθνη [Τὰ ἔθνη τῶν δικαίων ὁδηγήσει] ἐν τῇ γῇ τῆς παραγγελίας, δῆλον ὅτι τοῦ παραδείσου.

Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος. ἐξομολογησάσθωσαν Πάντες γὰρ οἱ λαοὶ τότε καὶ τὰ ἔθνη ἐξομολογοῦνται τῷ θεῷ, τῷ φόβῳ συνεχόμενοι. γῆ ἔδωκεν Τότε γὰρ ἑκάστου ἀνθρώπου ὁ καρπὸς εὑρίσκεται, (ὁ) τῶν ἔργων· γῆ γὰρ ὁ ἄνθρωπος. αἰνίττεται δὲ καὶ τὸν σταυρόν, ὡς ἀπὸ τῆς γῆς βλαστήσαντα. αἰνίττεται δὲ καὶ τὴν θεοτόκον, ὡς ἐξ ἀνθρώπων ἐξειλεγμένην εἰς τὸ μυστήριον. εὐλογήσαι Τοὺς δικαίους τότε λέγων· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, καὶ τὰ ἑξῆς. καὶ φοβηθήτωσαν Τότε γὰρ πᾶσα ἡ γῆ [τῷ φόβῳ] τινάσσεται κλονουμένη [καὶ] τῷ τρόμῳ.

Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς Τὸν ὕμνον λέγει ὁ προφήτης ᾠδήν, ὃν ἐπὶ τέλει οἱ πιστοὶ ἔμελλον ᾄδειν τῷ Χριστῷ, ἐγερθέντι ἐκ νεκρῶν καὶ σώσαντι τὸν ἄνθρωπον. Ἀναστήτω Χριστοῦ ἀναστάντος ἐκ νεκρῶν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς ἐσκορπίσθησαν οἱ Ἰουδαῖοι, οἱ ἐχθροὶ τοῦ Χριστοῦ, λικμηθέντες τῷ πνεύματι. καὶ φυγέτωσαν Οἱ Ἰουδαῖοι οἱ πρότερον μισοῦντες τὸν Χριστόν, νῦν φεύγουσιν αὐτόν, ὡς φοβερὸν ἐν δόξῃ. ὡς ἐκλείπει ὁ καπνός Δίκην γὰρ καπνοῦ ἐξέλιπον οἱ Ἰουδαῖοι καὶ τοῦ τόπου καὶ τῆς χώρας καὶ τοῦ νόμου. ὡς τήκεται Ὡς γὰρ κηρὸς ἀπὸ προσώπου τοῦ πυρός, οὕτως οἱ Ἰουδαῖοι οὐχ ὑπέμειναν τὴν ὀργὴν τοῦ Χριστοῦ [καὶ θεοῦ], ἀλλ’ ἐτάκησαν ὡς κηρός. καὶ οἱ δίκαιοι Οἱ ἀπόστολοι, οἱ πρὸς ἀλήθειαν δίκαιοι, οὗτοι ηὐφράνθησαν καὶ εὐφραίνονται ἐπὶ τῇ ἀναστάσει τοῦ κυρίου, ἐφ’ οἷς ἐπένθουν τὸ πρότερον. ἀγαλλιάσθωσαν [Οἱ ἀπόστολοι·] πολλῆς γὰρ ἐπλήσθησαν ἀγαλλιάσεως (ἀπολαύσεως καὶ πάντες οἱ ἅγιοι), ὅταν εἶδον τὸν κύριον ἐκ νεκρῶν ἀναστάντα. τερφθήτωσαν Ηὐφράνθησαν γὰρ ἐν (ἐπὶ) τέρψει αἱ ψυχαὶ τῶν ἁγίων, συναναστᾶσαι τῷ Χριστῷ ἀπὸ τῶν νεκρῶν. ᾄσατε τῷ θεῷ Οἱ πιστοὶ πάντες δοξάζοντες καὶ ὑμνοῦντες, ἐφ’ οἷς εἶδον (εἴδοσαν) θαυμασίοις.

ὁδοποιήσατε Κατὰ δυσμοῦ (δυσμῶν) γὰρ τῆς παλαιᾶς Ἰερουσαλὴμ ἐπέβη ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἐν τῷ Γολγοθᾶ· ἐντέλλεται οὖν τοῖς μαθηταῖς προάγειν (προαγαγεῖν) αὐτὸν ἐκεῖ καὶ ἑτοιμάζειν τὸ πάσχα. κύριος ὄνομα αὐτῷ Οἱ πιστοὶ πάντες, ὑπὲρ ὧν (οὗ) πάντων τὰς ἁμαρτίας ἐπὶ τοῦ σταυροῦ (ἐν τῷ σταυρῷ) ἀνήγαγεν. ταραχθήσονται Ἐν γὰρ τῇ ὥρᾳ τοῦ σταυροῦ πολλὴν ταραχὴν οἱ ἀπόστολοι ἔσχον, θεωροῦντες αὐτόν. τοῦ πατρὸς τῶν ὀρφανῶν Ὀρφανοὶ τὰ ἔθνη, ὡς μήπω (μήποτε) ἔχοντες τὸν θεὸν πατέρα· χῆραι δὲ αἱ ἐκκλησίαι, ὡς μήπω λαβοῦσαι ἄνδρα τὸν Χριστόν. τούτων [γὰρ] ἕνεκεν ἔπαθεν. ὁ θεὸς ἐν τόπῳ [Ἐπὶ τοῦ Γολγοθᾶ ὁ Χριστός.] ὁ θεὸς κατοικίζει Τοὺς τῇ πίστει ἑνὶ τρόπῳ ἐμμείναντας καὶ ὀρθῶς ἔχοντας περὶ τοῦ θεοῦ, τούτους ὁ θεὸς κατοικίζει ἐν τῇ ἐκκλησίᾳ. ἐξάγων Τὰς πολλῷ χρόνῳ δεδεσμένας (δεδημένας) ψυχὰς ἐν τῷ ᾅδῃ ἐγείρας καὶ ἐλευθερώσας ἐν δυνάμει πολλῇ. ὁμοίως Οὐ μόνον τοὺς δικαίους, φησίν, (ἀναστήσας), ἀλλὰ καὶ τοὺς ἁμαρτωλοὺς ἐλευθερώσας. ὁ θεός Ἡνίκα ἐπὶ τὸν τοῦ κρανίου τόπον ἤγετο μετὰ τῶν λῃστῶν ἐνώπιον τοῦ λαοῦ. ἐν τῷ διαβαίνειν Λέγει τὴν συναγωγήν· ἔρημος γὰρ ἦν, ἀπολέσασα καὶ τὸν νόμον καὶ τὴν χάριν· δι’ αὐτῆς γὰρ διήρχετο. γῆ ἐσείσθη Ὅταν ἐπὶ τοῦ σταυροῦ ὢν ὁ κύριος ἔσεισε τὴν γῆν, τότε καὶ οἱ οὐρανοὶ ἔσταξαν τὴν συμπάθειαν [καὶ ἀγγέλων παρουσίαν].

ἀπὸ προσώπου Ὁ αὐτὸς γὰρ τότε καὶ ὁ αὐτὸς νῦν θεωρεῖται. βροχὴν ἑκούσιον Τὴν χάριν (ταραχὴν) τοῦ πνεύματος λέγει, ἥτις ὡς ὑετὸς δροσίζει τὸν ἄνθρωπον· κληρονομία γὰρ Χριστοῦ ὁ ἄνθρωπος. καὶ ἠσθένησεν Ἠσθένησεν ἡ ἀνθρωπότης τῇ εἰδωλολατρείᾳ, ἐλθὼν δὲ ὁ Χριστὸς καὶ ἐπιστρέψας, κατήρτισεν αὐτὴν πρὸς ἑαυτὸν τῇ χάριτι. τὰ ζῷά σου Οἱ ἄνθρωποι ἐν τῇ γῇ· ζῷα γὰρ οἱ ἄνθρωποι, μᾶλλον δὲ πρὸς ἀλήθειαν ἐν τῇ ἐκκλησίᾳ. ἡτοίμασας Τῷ ἀνθρώπῳ τὴν μυστικὴν τράπεζαν τῷ πτωχεύσαντι, ἵνα τρέφηται ἀεί. κύριος δώσει Τοῖς ἀποστόλοις, ἐμφυσήσας αὐτοῖς καὶ εἰπών· λάβετε πνεῦμα ἅγιον. αὐτοὶ γὰρ τῇ οἰκουμένῃ εὐαγγελίσαντο [τὴν χάριν]. ὁ βασιλεύς Ὁ Χριστός, περὶ οὗ ἐλέχθη· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. ὡραιότητι Ἐν γὰρ τῇ ἐκκλησίᾳ τὰ σκῦλα τοῦ διαβόλου κατεμερίσθη, ὅ ἐστιν ὁ ἄνθρωπος σκυλευθείς. ἐὰν κοιμηθῆτε Τοῖς ἀποστόλοις λέγει· αὐτοὶ γὰρ ἐκληρώθησαν πάντα τὰ κλήματα τῆς γῆς· ἐάν, φησί, ἐπιμείνητε ἐν μέσῳ (ἀνὰ μέσον) αὐτῶν. πτέρυγες Λέγει τὰς ἀρετὰς τῶν ἀποστόλων, περὶ ὧν Ἠσαίας· καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς πέτανται. αὐτοὶ γὰρ ὡς ἄργυρος, τουτέστιν καθαροὶ καὶ ἀστράπτοντες [ἐν] ταῖς ἀρεταῖς, ἐπετάσθησαν εἰς πᾶσαν τὴν γῆν.

καὶ τὰ μετάφρενα Τῆς περιστερᾶς, ἥτις ἐν Ἰορδάνῃ κατῆλθεν, ταύτης τὰ μετάφρενα, ἅ (ὅ) ἐστι τὰ μεταξὺ τῶν ὤμων, ἀλήθεια καὶ δικαιοσύνη, τῷ νοητῷ πυρὶ ἐσχηματισμένη, χρυσίον ὁ προφήτης ἐλάλησεν.

Διάψαλμα· ἐναλλαγὴ τῆς προφητείας. ἐν τῷ διαστέλλειν Βασιλεῖς λέγει τοὺς ἀποστόλους, ὡς ἄρξαντας τῆς οἰκουμένης. τούτους γὰρ ὁ Χριστὸς διέστειλεν ἐπὶ πᾶσαν τὴν γῆν, ἐντειλάμενος αὐτοῖς βαπτίζειν πάντα τὰ ἔθνη. χιονωθήσονται Σελμὼν ἑρμηνεύεται εἰρήνη, οἶκος δὲ τῆς εἰρήνης ἡ ἐκκλησία. λέγει δὲ τοὺς βαπτιζομένους· λευκανθήσονται ἐν τῇ εἰρήνῃ, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ. ὄρος τοῦ θεοῦ Ἡ παρθένος ἡ θεοτόκος, ὡς τὰ ἐν αὐτῇ μέλη [μυστήρια μεγάλα] τετυρωμένα, ὅτι μετέσχε γάλακτος. πῖον δέ, ὅτι ἐπιάνθη τῷ πνεύματι καὶ ὡς διὰ τὴν σάρκα. ἵνα τί ὑπολαμβάνετε Πῶς, φησίν, οἱ ἄπιστοι συγκρίνουσι τὴν θεοτόκον λοιπαῖς γυναιξίν; αὕτη γὰρ ἔκκριτός ἐστι πασῶν τῶν γυναικῶν. τὸ ὄρος ὃ εὐδόκησεν Ἐν τῇ παρθένῳ γὰρ μόνῃ εὐδόκησεν ὁ θεὸς κατοικῆσαι, ἐν αὐτῇ ὡς ἐκλελεγμένῃ ἀπὸ πάσης τῆς κτίσεως. καὶ γὰρ ὁ κύριος Ἐν ἀληθείᾳ γὰρ κατεσκήνωσεν ἐν αὐτῇ ὁ θεὸς καὶ οὐ δοκήσει κατὰ τὸν λόγον τῶν ἀπίστων. τὸ ἅρμα τοῦ θεοῦ Ἅρμα λέγει τὴν σάρκα ὁ θεὸς λόγος· μυριονταπλάσια [γάρ] εἰσι τὰ σώματα τῶν ἁγίων, μία δέ ἐστιν ἡ σὰρξ ἡ ἁγία. ὁ κύριος ἐν αὐτοῖς Ὡς ἐν τῷ Σινά, οὕτως καὶ ἐν τῇ Σιὼν (ἐν τῷ ἁγίῳ) εὐδόκησεν κατασκηνῶσαι ὁ θεός. ἀναβὰς εἰς ὕψος Ἀναβὰς (ἀνέβη) ἐπὶ τοῦ σταυροῦ ὁ Χριστός, ᾐχμαλώτευσε τὸν διάβολον, ἐξαρπάσας ἐξ αὐτοῦ τὸν ἄνθρωπον.

ἔλαβες δόματα Ἔδωκε (ἔλαβε) γὰρ τὴν ἀνθρωπότητα εἰς κληρονομίαν ἑαυτῷ ἐπὶ τοῦ σταυροῦ. καὶ γὰρ ἀπειθοῦντες Καὶ ὅσοι γὰρ οὐκ ἤθελον ὑποταγῆναι τῇ πίστει, καὶ οὗτοι μετανοήσαντες ἐπέστρεψαν [τῇ πίστει] πρὸς τὸν θεόν. κύριος ὁ θεός Πότε γὰρ οὐκ εὐλογητὸς ὁ κύριος; προσήκει γὰρ καθ’ ἡμέραν καὶ κατὰ πᾶσαν ὥραν εὐλογεῖν τὸν κύριον. κατευοδώσει Τὸ πραχθὲν ἐπὶ τοῦ σταυροῦ δώσει ἡμῖν ἐν τάχει.

Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος. ὁ θεὸς ἡμῶν Διὰ τοῦτο γὰρ ὤφθη ὁ θεὸς ἐπὶ τῆς γῆς, ἵνα σώσῃ τὸν ἄνθρωπον. καὶ τοῦ κυρίου Διὰ τοῦτο γὰρ ἐγεύσατο θανάτου, ἵνα τὸν θάνατον καταργήσῃ. πλὴν ὁ θεός Τὰς τῶν Ἰουδαίων κεφαλάς, οἵτινες ἦραν (ἐπῆραν) κεφαλὴν κατὰ τοῦ Χριστοῦ. κορυφὴν τριχός Ἔτιλλον γὰρ τὰς τρίχας αὐτῶν οἱ Ἰουδαῖοι, βρύχοντες (ἔβρυχον) κατὰ τοῦ Χριστοῦ· σὺν πᾶσιν γὰρ τοῖς μέλεσι καὶ ταῖς θριξὶν ἥμαρτον. εἶπεν κύριος Ἀπὸ τοῦ πάθους τοῦ σταυροῦ, ὡς ἀπὸ αἰσχύνης·

Βασὰν γὰρ αἰσχύνη ἑρμηνεύεται. ἐπιστρέψας οὖν, φησί, ἀνταποδώσω αὐτοῖς. ἐπιστρέψω Εἰς τὴν θάλασσαν λέγει τὴν τοῦ βίου, τὴν ἄστατον· ἐπέστρεψε γὰρ τοὺς ἐν αὐτῇ χειμαζομένους. ὅπως ἂν βαφῇ Ἐπὶ τοῦ σταυροῦ τῶν ἥλων πηγνυμένων. ἡ γλῶσσα Κύνες οἱ Ἰουδαίων παῖδες, περὶ ὧν <λέγει>· ἐκύκλωσάν με [ὡς] κύνες πολλοί. αὐτοὶ γὰρ ὡς κύνες τὰς γλώσσας ἐχάλασαν ἐπὶ τὸν Χριστόν. ἐθεωρήθησαν Καὶ ἐν τῇ αἰσθητῇ καὶ ἐν τῇ νοητῇ γῇ καὶ θαλάσσῃ περιπατήσας ὁ θεὸς λόγος. αἱ πορεῖαι Τοῦ υἱοῦ τοῦ θεοῦ αἱ πορεῖαι, ὡς μετὰ τῶν ἀνθρώπων ἀνεστράφη (ἀναστραφείς)· αὐτὸς γὰρ βασιλεὺς [μετὰ] τῶν ἁγίων ὡς ἅγιος. προέφθασαν Οἱ ἀπόστολοι ἔφθασαν τῇ γῇ, διδάσκοντες τοὺς ἀνθρώπους ψάλλειν καὶ εὐλογεῖν τὸν κύριον. ἐν μέσῳ νεανίδων Λέγει τὰς ἐκκλησίας νεανίδας, ὡς νεαζούσας τῇ πίστει· τυμπανιστρίας δέ, ὡς ἐν αὐταῖς κρουομένης τῆς κιθάρας τοῦ πνεύματος. ἐν ἐκκλησίαις Ὅταν ἐν ἐκκλησίᾳ, φησίν, ὑπάρχει ὁ ἄνθρωπος, εὐλογείτω τὸν θεὸν καὶ μὴ περισπάσθω <τῷ νῷ>. τὸν κύριον Δοξάζεται γὰρ ὁ κύριος ἐκ τῶν πηγῶν τοῦ βαπτίσματος·

Ἰσραὴλ γὰρ ὅρασις θεοῦ ἑρμηνεύεται. ἐκεῖ Βενιαμίν Ἀπὸ μέρους ὅλον τὸ ἔθνος αἰνίττεται τῶν Ἰουδαίων, ὅτι ὡς ἐν ἐκστάσει ἐνεανιεύσαντο (ἐδολιεύσαντο) κατὰ τοῦ Χριστοῦ, ὡς γενέσθαι υἱοὺς (υἱὸς) ὀδύνης· Βενιαμὶν γὰρ (δὲ) υἱὸς ὀδύνης ἑρμηνεύεται. ἄρχοντες Ἰούδα Οἱ γὰρ ἐκ τῶν Ἰουδαίων πιστεύσαντες καὶ ἐξομολογησάμενοι ἡγεμόνες τουτέστιν ἄρχοντες ἐγένοντο τῶν παθῶν <τῶν ἁμαρτημάτων>. ἄρχοντες Ζαβουλών Αἰνίττεται τοὺς ἰουδαϊκοὺς ἄρχοντας, οἵτινες ἐν νυκτὶ ἐκράτησαν τὸν κύριον. Ζαβουλὼν γὰρ ῥύσις νυκτὸς ἑρμηνεύεται, Νεφθαλεὶμ δὲ πλατυσμός. ἐπλάτυναν γὰρ τὴν ἀνομίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν. ἔντειλαι, θεός Ποίησον ἐν τῇ δυνάμει (δυναστείᾳ) σου ἐκδίκησιν ἐν τοῖς δαίμοσιν (ἔθνεσιν). δυνάμωσον Δυνάμωσον, τουτέστιν κραταίωσον τοῦτο, ὃ κατειργάσω (κατηρτίσω) ἡμῖν, τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. λέγει δὲ καὶ τὴν ψυχήν. ἀπὸ τοῦ ναοῦ Ἀπὸ τοῦ ναοῦ τῆς ἀρχαίας Ἰερουσαλὴμ ἐπὶ τὴν νέαν Ἰερουσαλήμ σοι προσάξουσιν οἱ βασιλεῖς τὰ δῶρα. λέγει δὲ καὶ τοὺς μάγους· γένος γὰρ ἦσαν βασιλέων. ἐπιτίμησον Τοῖς φαρμακοῖς καὶ τοῖς αἱρετικοῖς, τοῖς τὰ κακὰ γράφουσι καὶ πονηρὰ διὰ τοῦ καλάμου. ἡ συναγωγή Λέγει τοὺς ἄρχοντας τοῦ ἰουδαϊκοῦ λαοῦ ταύρους, τοὺς δὲ λαοὺς δαμάλεις· ἦγον γὰρ αὐτοὺς ὡς ἐβούλοντο, καθάπερ δαμάλεις.

τοῦ ἀποκλεισθῆναι Ἐξεκλείσθη γὰρ Ἰούδας τῆς ἀποστολῆς, δοκιμασθεὶς τῷ ἀργυρίῳ [λέγει δὲ καὶ τοὺς φιλαργύρους]. διασκόρπισον Τοὺς δαίμονας ἐξαφάνισον· οὗτοι γὰρ χαίρουσι καὶ αἰσθητοῖς καὶ νοητοῖς πολέμοις. ἥξουσιν Αὕτη γὰρ πρώτη ἐδέξατο τὸν σωτῆρα· ἥξουσιν ἐκ θλίψεως εἰς σωτηρίαν. Αἴγυπτος γὰρ ἐκθλίβουσα ἑρμηνεύεται.

Αἰθιοπία Ὡς ταπεινοὶ προσελεύσονται τῷ Χριστῷ <τῷ θεῷ>· Αἰθίοπες γὰρ ταπεινοὶ ἑρμηνεύονται. λέγει δὲ τὸν εὐνοῦχον, ὅτι πρῶτος τῆς χώρας [πάσης] ἐπίστευσε τῷ θεῷ. αἱ βασιλεῖαι Προτρέπεται ἡ προφητεία, ὥστε καὶ τοὺς βασιλεῖς ᾄδοντας καὶ ψάλλοντας τῷ θεῷ προσκυνεῖν. ψάλατε τῷ θεῷ Λέγει τὴν ἀνάληψιν τοῦ κυρίου ὁ προφήτης (ἡ προφητεία) ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν, ὅ ἐστι κατὰ ἀνατολὰς τῆς Ἰερουσαλήμ. ἰδοὺ δώσει Φωνὴ τοῦ Χριστοῦ οἱ ἀπόστολοι· αὐτοῖς ἔδωκε φωνὴν δυνάμεως τὸ εὐαγγελικὸν κήρυγμα (τὸ εὐαγγέλιον τοῦ κηρύγματος). δότε δόξαν Οἱ πιστοὶ θεωρήσαντες τὰς δυνάμεις αὐτοῦ [δόξαν τῷ θεῷ ἔδωκαν]. ἐπὶ τὸν Ἰσραήλ Ἐπὶ τὸν λαὸν τῶν ἐθνῶν· αὐτὸς γάρ ἐστιν ὁ νοητὸς Ἰσραήλ, ὅ ἐστιν ὁ Χριστός· ἐπ’ αὐτὸν γὰρ ἡ εὐπρέπεια τοῦ θεοῦ ἐμεγαλύνθη. καὶ ἡ δύναμις Ἐν τοῖς ἀποστόλοις· νεφέλας γὰρ αὐτοὺς καλεῖ [ἡ γραφή], ὡς τοὺς ὑετοὺς τῆς χάριτος βαστάζοντας. θαυμαστὸς ὁ θεός Παρὰ (ἐπὶ) τοῖς γὰρ ἁγίοις ἐθαυμαστώθη ἡ δύναμις τοῦ Χριστοῦ. ὁ θεὸς Ἰσραὴλ αὐτὸς δώσει Ὁ Χριστός· Ἰσραὴλ γὰρ ἴδιος (εἶδος) θεοῦ ἑρμηνεύεται. ὁ θεός Αὐτὸς ἐνεδυνάμωσε καὶ ἐκραταίωσε τὸν λαὸν τὸν πιστόν. εὐλογητός Ἡ σφραγὶς τοῦ λόγου [αὕτη].

Εἰς τὸ τέλος· ὑπὲρ τῶν ἀλλοιωθησομένων τῷ Δαυίδ Ἐπὶ τέλει γὰρ ἠλλοιώθησαν οἱ Ἰουδαῖοι, τουτέστιν μετεβλήθησαν καὶ ἀπὸ φίλων ἐχθροὶ ἐγένοντο. Σῶσόν με Αὕτη (ὧδε) φωνὴ τοῦ Ἀδὰμ φησί· σῶσόν με. τὰ γὰρ ῥεύματα τῆς ἁμαρτίας ἐπλήρωσαν τὴν ψυχήν μου. ἐνεπάγην Καὶ εἰς τὸ βάθος τῆς πλάνης (θαλάσσης) καὶ εἰς τὸν πηλὸν τῆς ἁμαρτίας ἐνέβαλόν με οἱ δαίμονες. ἦλθον εἰς τὰ βάθη Φησὶν ὁ ἄνθρωπος· ἦλθον εἰς τὸν ἄδηλον τῆς βιωτικῆς θαλάσσης τὸν βίον, καὶ συρίσας ὁ δράκων ἐταπείνωσέ με (ἐστεφάνωσέ με)· καταιγὶς γὰρ ἄνεμός ἐστι κακός. ἐκοπίασα Ἐν τῷ κράζειν τὸν ἄνθρωπον ἐν κλαυθμῷ μεγάλῳ πρὸς κύριον ἔγκοπος ἐγένετο· ὁ δὲ λάρυγξ, γευσάμενος τῶν εἰδωλικῶν θυσιῶν, ἐφράγη. ἐξέλιπον Τῇ προσδοκίᾳ τῆς παρουσίας τοῦ Χριστοῦ τηκόμενος (νικώμενος) καὶ ὀδυνώμενος (ὀξυνόμενος) καθ’ ἑκάστην, ἐξέλιπον οἱ ὀφθαλμοί μου, φησὶν ὁ ἄνθρωπος. ἐπληθύνθησαν Φησὶν ὁ Ἀδὰμ διὰ τοὺς δαίμονας, τὸ δὲ ἀληθὲς ὁ Χριστὸς περὶ τῶν Ἰουδαίων [φησίν]· οὐκ ἔδωκα ἀφορμὴν μίσους, ἀλλὰ δωρεὰν ἐμίσησάν με. ἐκραταιώθησαν Τουτέστιν τῷ (τὸ) δοκεῖν ἐνίσχυσαν οἱ Ἰουδαῖοι τότε ἐκδιῶξαι τὸν κύριον, θεὸς δὲ ἀπείραστος κακῶν. ἃ οὐχ ἥρπασα Παρ’ αὐτῶν φησίν· ἃ οὐκ ἔλαβον, ἀπεδίδουν αὐτοῖς. ὁ θεός Ὡς ἄφρων γὰρ ἐλογίσθην αὐτοῖς, μορφὴν δούλου λαβών, ὅλον δὲ τὸ γενόμενον μυστήριον ἐγένετο διὰ τὸν Ἀδάμ.

καὶ αἱ πλημμελίαι Καὶ ὡς ἄφρονα καὶ ὡς πολλὰ πλημμελήσαντα ἀνέλαβές με, εἰ καθαρίσας ἀποτελέσεις με ἅγιον, φησὶν ὁ ἄνθρωπος. μὴ αἰσχυνθείησαν Ὁ κυριακὸς ἄνθρωπος φησὶ πρὸς τὴν θεότητα, ἵνα, φησί, κυρώσῃ τὸ γένος. μὴ ἐντραπείησαν Διὰ γὰρ τοῦ κυριακοῦ ἀνθρώπου ἐκζητοῦσιν οἱ ἄνθρωποι τὸν θεόν, μηκέτι ἐντρεπόμενοι, τὴν ἀπαρχὴν ἔχοντες ἐν οὐρανῷ. ὅτι ἕνεκα σοῦ Ἕνεκεν γὰρ τοῦ ἀνθρώπου πάντα ὑπέμεινεν ὁ κύριος. ἐκάλυψεν ἐντροπή Ὡς κακοῦργος ἐμπτυόμενος καὶ ῥαπιζόμενος τὸ πρόσωπον. ἀπηλλοτριωμένος Ἀδελφοὶ γὰρ τοῦ κυρίου τῷ (τὸ) κατὰ σάρκα, νῦν δὲ ἀλλότριοι ἐγένοντο τῇ ἀπιστίᾳ. καὶ ξένος Οἱ Ἰουδαῖοι υἱοὶ τῆς συναγωγῆς, ἣν ὡς μητέρα διὰ τὸ συγγενὲς ἐπιγράφεται (ἐπιγράφονται)· αὐτοὶ δὲ (γὰρ) ὡς ξένῳ καὶ ἀλλοτρίῳ προσέσχον. ὅτι ὁ ζῆλος Ἐσήμανεν ἡ προφητεία τὴν παρουσίαν τοῦ Χριστοῦ, ἡνίκα ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς καταφρονοῦντας καὶ πωλοῦντας καὶ ἀγοράζοντας [ἐκεῖ]. καὶ οἱ ὀνειδισμοί Ὠνείδιζον γὰρ τότε οἱ Ἰουδαῖοι τὸν Χριστὸν λέγοντες· τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς; καὶ συνέκαμψα Ἦν γὰρ νηστεύων καὶ διανυκτερεύων ἐν ταῖς ἐρήμοις, ὡς γέγραπται ἐν τοῖς εὐαγγελίοις. καὶ ἐγενήθη Οἱ γὰρ ἄπιστοι ὠνείδιζον αὐτὸν ὡς ψιλὸν ἄνθρωπον, μὴ νοοῦντες τὸ μυστήριον τῆς οἰκονομίας. καὶ ἐθέμην Ὡς γὰρ ἄνθρωπος καὶ ἱμάτιον ἐνεδιδύσκετο.

καὶ ἐγενόμην Γελῶντες γὰρ οἱ Ἰουδαῖοι ἔλεγον πρὸς ἀλλήλους· τίς ἐστιν οὗτος ἄρα; κατ’ ἐμοῦ ἠδολέσχουν Ἀεὶ γὰρ καθήμενοι ἐν πύλαις τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι ἐφρόντιζον, τίς ἂν εἴη ὁ ἄνθρωπος οὗτος. καὶ εἰς ἐμέ Καὶ ἐν τοῖς συμποσίοις [γὰρ] οἱ Ἰουδαῖοι τὸν Χριστὸν ὡμίλουν ὀνειδίζοντες καὶ γελῶντες. ἐγὼ δὲ τῇ προσευχῇ Αὐτὸς δὲ ὁ Χριστὸς ὡς ἄνθρωπος τῇ προσευχῇ ἐκαρτέρει, τύπος γενόμενος τοῖς πιστοῖς. καιρὸς εὐδοκίας Ἐξεδέχετο γὰρ τὸν καιρὸν τοῦ πάθους. ἐν τῷ πλήθει Προσεύχεται βεβαιῶν τὴν ἐνανθρώπησιν· γενέσθω, φησί, τὸ θέλημά σου, πρὸς τὸν πατέρα ἔλεγεν ὁ σωτήρ. σῶσόν με Σῶσαι γὰρ τὸν ἄνθρωπον ἐκ τοῦ πηλοῦ [τῆς γῆς] τῆς ἁμαρτίας, [διὰ τοῦτο] παραγέγονεν ὁ σωτὴρ τοῦ κόσμου (εἰς τὸν κόσμον). ῥυσθείην Ῥῦσαί με, φησὶν ὁ Χριστός, διὰ τὸν ἄνθρωπον ἐκ τῶν δαιμόνων· αὐτοὶ γὰρ ἐξ ἀρχῆς μισοῦσι τὸν ἄνθρωπον. καὶ ἀνασπάσω (ἀνάσπασον) αὐτὸν ἐκ τῶν κακῶν, ὅτι ὡς ὕδωρ ἐπεκάλυψεν αὐτὸν ἡ πλάνη. μή με καταποντισάτω Τὰ κύματα λέγει τῆς ἀσεβείας καταιγίδα, ἧς ῥυσθῆναι τὸν ἄνθρωπον εὐδόκησεν ὁ Χριστός. μεταφορικῶς γὰρ λέγουσιν οἱ προφῆται. μηδὲ καταπιέτω Ὁ ἄνθρωπος φησί, μὴ πάλιν εἰς βάθος (βάθη) κακῶν ἔλθω. μηδὲ συσχέτω Ὁ γὰρ ἐμπεσὼν εἰς φρέαρ ἐστένωται καὶ οὐκ ἐᾷ αὐτὸν διανήξασθαι (ἡ στενότης οὐκ ἐᾷ αὐτὸν διανήξασθαι)· οὕτως οἱ εἰς τὸν φάρυγγα τοῦ διαβόλου ἐμπεσόντες σπανίως σώζονται.

εἰσάκουσόν μου Ὁ ἄνθρωπος φησίν· ἐπάκουσόν μου, κύριε, καὶ τάχυνον τὴν πρὸς ἡμᾶς σου κατάβασιν (συγκατάβασιν). κατὰ τὸ πλῆθος Ἐν πλήθει γὰρ οἰκτιρμῶν ἔσωσεν ὁ Χριστὸς τὸν ἄνθρωπον, οὐχὶ κατὰ δικαιοσύνην ἰδίαν. μὴ ἀποστρέψῃς Εἰ γὰρ πρὸς τὴν ἁμαρτίαν τοῦ ἀνθρώπου ὁ θεὸς ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, οὐκ ἂν ἦν ὁ σώζων. ὅτι θλίβομαι Ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἄνθρωπος πάντα πάσχει, ἵνα σώσῃ τὸν ἄνθρωπον. πρόσχες τῇ ψυχῇ Σὸν γάρ ἐστιν ἐμφύσημα· διὸ μὴ παρίδῃς αὐτήν. ἕνεκα τῶν ἐχθρῶν Ἵνα μὴ ἐπιχαρῶσί μοι, φησὶν ὁ ἄνθρωπος, ὡς νικήσαντες οἱ δαίμονες. σὺ γὰρ γινώσκεις Πάντα γὰρ γνωστὰ τῷ θεῷ, ὅτι διὰ τὸν ἄνθρωπον ὀνειδίζεται ὁ Χριστὸς ὡς κακοῦργος, σταυροῦται ὡς κακοποιός, ἐντρέπεται καὶ ἐμπτύεται παρὰ Ἰουδαίων ὡς ψεύστης. πάντα γάρ, ὅσα ὤφειλεν ὁ ἄνθρωπος (Ἀδάμ), ὁ Χριστὸς ἀποδίδωσιν. ἐναντίον σου Ὁ υἱὸς πρὸς τὸν πατέρα περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων. ὀνειδισμόν Προεγίνωσκε γὰρ ὁ θεὸς λόγος, ἐρχόμενος ἐπὶ τῆς γῆς, πάντα τὰ τοῦ πάθους, ὅσα ἤμελλε πάσχειν. καὶ ὑπέμεινα Οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῷ δεσποτικῷ πάθει. καὶ παρακαλοῦντα Οὐδὲ γὰρ ἦν τοῦ θνητοῦ ἀνθρώπου παρακαλέσαι θεόν. καὶ ἔδωκαν Ταῦτα ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἔπασχεν· Ἰουδαῖοι δὲ σύμβολα αὐτῶν ἐδίδουν χολήν, ὅτι πικρίας ἐμεμέστωτο αὐτῶν ἡ ψυχή. ὄξος, ὅτι μετεστράφησαν ὡς οἶνος εἰς ὄξος.

γενηθήτω Οὐδὲ γὰρ ἡ τράπεζα τῶν ἄρτων ἡ ἁγία ὠφέλησεν αὐτούς, ἐγένετο δὲ αὐτοῖς εἰς παγίδα. καὶ εἰς ἀνταπόδοσιν Ἐφυσιώθησαν γὰρ οἱ Ἰουδαῖοι ὡς ἄγριοι καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον καὶ ἀνταπόδομα κατάρας. σκοτισθήτωσαν Οἱ νοητοὶ τῆς ψυχῆς, οὐχὶ οἱ σαρκικοί. καὶ τὸν νῶτον Τουτέστιν τὸν ἀκαμπῆ τράχηλον αὐτῶν σύγκαμψον τῇ κατάρᾳ τοῦ νόμου. ἔκχεον Κατὰ πάντων, τουτέστιν πλῆξον αὐτούς <τὸν λαὸν τῶν Ἰουδαίων>. καὶ ὁ θυμός Ἔφθασε γὰρ ἐπ’ αὐτοὺς ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ ἀναστῆναι τὸν κύριον ἐκ νεκρῶν. γενηθήτω Ἐπαύλεις λέγονται τὰ συνεγγὺς τῶν οἴκων χώρια, ὅ ἐστι τὸ σῶμα τῆς ψυχῆς. ταῦτα δὲ ἐξεπόρθησαν τῇ ἀσεβείᾳ. λέγει δὲ [καὶ] περὶ τοῦ ναοῦ τοῦ ἱεροῦ (τῶν Ἰουδαίων). καὶ ἐν τοῖς σκηνώμασιν Λέγει τὰς συναγωγὰς αὐτῶν, [μάλιστα τῶν ναῶν αὐτῶν], ὅτι ἔρημοι πρὸς κατοικίαν ἐγένοντο διὰ τὴν ἀσέβειαν αὐτῶν. ὅτι ὃν σὺ ἐπάταξας Ὃν γὰρ ὁ πατὴρ ἐβουλεύσατο ἀποστεῖλαι εἰς τὸν κόσμον πρὸς ἀναζήτησιν τοῦ ἀνθρώπου, κατεδίωξαν οἱ Ἰουδαῖοι. καὶ ἐπὶ τὸ ἄλγος Τουτέστιν ἐπὶ τῇ ἑκουσίᾳ μου ταπεινώσει προσέθηκαν καὶ αὐτοὶ τὸ μῖσος. πρόσθες ἀνομίαν Προσέθηκαν γὰρ ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ (ἐπὶ τὴν ἀνομίαν)· οὐκ ἠρκέσθησαν γὰρ ἐπὶ τῷ σταυρῷ καὶ τῷ θανάτῳ, ἀλλὰ καὶ τὴν ἀνάστασιν συκοφαντῆσαι ἐπεχείρησαν.

καὶ μὴ εἰσελθέτωσαν Οἱ γὰρ τοσοῦτον ἁμαρτήσαντες (τοῖς γὰρ τοσοῦτον ἁμαρτήσασι) οὐκέτι πρὸς δικαιοσύνην εἰσὶν εὔθετοι εἰς ἐπάνοδον <εὔθετός ἐστιν ἐπάνοδος>. ἐξαλειφθήτωσαν Ἐξηλείφθησαν γὰρ τῆς συγγενείας τοῦ θεοῦ καὶ τῶν πατέρων οἱ Ἰουδαῖοι καὶ μακρὰν ἐγενήθησαν. καὶ μετὰ δικαίων Οὐκέτι γὰρ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἄλλων πατριαρχῶν συγκαταριθμηθῆναι δύνανται οἱ Ἰουδαῖοι. πτωχός Τουτέστιν ἑκουσίως καὶ τὴν ταπείνωσιν καὶ τὴν πτωχείαν ὑπέμεινα, φησὶν ὁ κύριος. καὶ ἡ σωτηρία Ἡ σωτηρία, ἡ πραχθεῖσα ὑπὲρ τοῦ ἀνθρώπου, ηὔφρανε τὸν θεόν. αἰνέσω τὸ ὄνομα Ὁ ἄνθρωπος, φησί, σωθεὶς εὐχαριστίαν μετὰ αἰνέσεως προσφέρει τῷ θεῷ. μεγαλυνῶ Οὔτε γὰρ παύσασθαι ἔτι δύναται ὁ ἄνθρωπος μεγαλύνων καὶ δοξάζων καὶ ὑμνῶν (αἰνῶν) τὸν θεόν. καὶ ἀρέσει Τουτέστιν ἀρέσκει τῷ θεῷ ὁ νέος λαός, τοῖς κέρασι τοῦ σταυροῦ δυναμούμενος. κέρατα (κέρας) γὰρ δύναμις ἑρμηνεύονται (ἑρμηνεύεται). ὁπλὰς δὲ λέγει τὸ ὑποδήσασθαι τὸ εὐαγγέλιον (τοὺς πόδας τῷ εὐαγγελίῳ). ἰδέτωσαν πτωχοί Λέγει τὰ ἔθνη· ἐπτώχευσαν γὰρ ἀπὸ θεογνωσίας. ἐκζητήσατε Ζητήσαντα γὰρ τὰ ἔθνη εὗρον τὴν [χάριν καὶ] ζωὴν τὴν αἰώνιον. ὅτι εἰσήκουσεν Τῶν ἐθνῶν ὡσαύτως, ἐπένοντο γὰρ τῇ ἐλπίδι. καὶ τοὺς πεπεδημένους Δεδεμένους (πεδημένους) γὰρ τῇ πλάνῃ αὐτοὺς οὐ παρεῖδεν (οὐχ ὑπερεῖδεν).

αἰνεσάτωσαν Θαυμάζοντα τὰ μεγαλεῖα τοῦ θεοῦ πάντα τὰ στοιχεῖα (πάντα τὰ στοιχεῖα ἐθαύμαζον τὰ μεγαλεῖα τοῦ θεοῦ), καὶ τὴν δόξαν αὐτοῦ, ἣν κατώρθωσεν ὁ θεὸς λόγος ἐν αὐτοῖς, ἐλθὼν ἐπὶ τῆς γῆς. ὅτι ὁ θεός Τὴν ἐκκλησίαν [ἀνέστησεν γὰρ] κειμένην αὐτὴν χαμαί. καὶ οἰκοδομηθήσονται Αἱ ἐκκλησίαι πόλεις γὰρ τυγχάνουσι τοῖς ἐξομολογουμένοις· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. καὶ κατοικήσουσιν Τὰ ἔθνη κατοικήσουσιν ἐκεῖ ἐν τῇ ἐκκλησίᾳ, κληρονομοῦντες τὰ ἐν αὐτῇ ἀγαθά. καὶ τὸ σπέρμα Ἡ διδαχὴ τῶν ἀποστόλων· [ὅ ἐστι δούλων σου. αὐτοὶ] σπέρμα γὰρ ὁ λόγος. αὐτοὶ γὰρ ἄρχουσι τῆς ἐκκλησίας [καὶ τοῦ ἀνθρώπου]. καὶ οἱ ἀγαπῶντες Οἱ πιστοὶ καὶ πάντες οἱ δίκαιοι κατασκηνώσουσιν [ἐν αὐτῇ, τουτέστιν] τῇ πίστει ἐν τῇ ἐκκλησίᾳ· ἐκεῖ γὰρ [οἱ ἀγαπῶντες τὸν θεὸν] λοιπὸν τὴν ἐλπίδα ἔχουσι (ἔχοντες ἀεί).

Εἰς τὸ τέλος· τῷ Δαυὶδ εἰς ἀνάμνησιν ... Ἐπὶ τέλει τῶν αἰώνων εἰς ὑπόμνησιν ἦλθεν (ὅτι ἐλθὼν) ὁ κύριος σῶσαι (σώσει) τὸν ἄνθρωπον. Ὁ θεός, εἰς τὴν βοήθειαν Ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου παρακαλεῖ, ὡς μὴ παριδεῖν αὐτόν, ἀλλὰ βοηθῆσαι. κύριε, εἰς τὸ βοηθῆσαι Ὁ Ἀδὰμ πρὸς τὸν θεὸν φησί· σπεῦσον εἰς τὴν ἐμὴν βοήθειαν, ὅτι οὐκέτι φέρω τὸν ὀνειδισμὸν τῶν δαιμόνων. αἰσχυνθείησαν Ἐν γὰρ τῷ ἰδεῖν (τοὺς δαίμονας) τοσοῦτον τιμηθέντα τὸν ἄνθρωπον, κατῃσχύνθησαν σφόδρα, τὸ δὲ ὅλον οἱ Ἰουδαῖοι κατῃσχύνθησαν καὶ ἐνετράπησαν κατὰ τοῦ θεοῦ ὁπλισάμενοι. ἀποστραφείησαν Καὶ τίνες οἳ κατὰ τοῦ Χριστοῦ ἐνενόησαν, ἀλλ’ ἢ οἱ Ἰουδαῖοι; ἀπεστράφησαν δὲ κατῃσχυμμένοι, ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ θεοῦ μὴ δυνηθέντες. ἀποστραφείησαν παραυτίκα Παραυτίκα, τουτέστιν παρευθὺ κατῃσχύνθησαν οἱ κράζοντες ἐπὶ τοῦ σταυροῦ Ἰουδαῖοι· οὐά, οὐά. ἀγαλλιάσθωσαν Οἱ ἀπόστολοι καὶ ὅσοι δι’ αὐτῶν ἐπίστευσαν καὶ ὅσοι ἐπένθουν ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ <κυρίου>· εὐφράνθησαν [γὰρ οὗτοι] ἐπὶ τῇ ἀναστάσει. καὶ λεγέτωσαν Οἱ πιστοί· αὐτοὶ γὰρ ἀεὶ οὐ παύονται μεγαλύνοντες καὶ δοξάζοντες τὸν κύριον διὰ παντός. οἱ ἀγαπῶντες Οἱ δεξάμενοι καὶ ἀγαπήσαντες τὴν ἐπιφάνειαν τοῦ κυρίου ἡμῶν. ἐγὼ δὲ πτωχός Ὁ Χριστὸς φησίν, ὁ ἑκουσίως πτωχεύσας διὰ τὸν ἄνθρωπον.

βοηθός μου Αὕτη φωνὴ τοῦ Ἀδάμ· <κύριε>, μὴ χρονίσῃς, ἀλλὰ σπεῦσον, φησίν, εἰς τὴν ἐμὴν σωτηρίαν.