Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 89-100
Ερμηνευτική ανάλυση των ψαλμών 89 έως 100, που επικεντρώνεται στην αιωνιότητα του Θεού, την προστασία από τις δαιμονικές επιθέσεις και την εδραίωση της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 89-100
Ερμηνευτική ανάλυση των ψαλμών 89 έως 100, που επικεντρώνεται στην αιωνιότητα του Θεού, την προστασία από τις δαιμονικές επιθέσεις και την εδραίωση της Εκκλησίας.
Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ Ὁ Μωυσῆς ὑπὲρ τοῦ λαοῦ προσεύχεται· προεώρα γὰρ αὐτῶν τὴν βουλὴν ὡς προφήτης. κύριε, καταφυγή Καθ’ ἑκάστην γὰρ γενεὰν καὶ γενεὰν προῆγεν ὁ θεὸς τοῦ λαοῦ τῶν Ἰουδαίων. πρὸ τοῦ ὄρη Πρὸ γὰρ τούτων ἁπάντων ὡς προγνώστης προετοιμάσας ἦν τὸν λαόν. λέγει δὲ καὶ τὸ ἄχρονον τοῦ Χριστοῦ. καὶ ἀπὸ τοῦ αἰῶνος Γέγραπται γάρ· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. μὴ ἀποστρέψῃς Ἀφ’ οὗ γὰρ ἀνέλαβε τὸν ἄνθρωπον, χωρισθῆναι οὐ δύναται. καὶ εἶπας Διὰ προφητῶν καὶ πατριαρχῶν προτρέπων τὸν ἄνθρωπον ἐπιστρέψαι. ὅτι χίλια ἔτη Ὅλος γὰρ ὁ κόσμος [τῷ θεῷ] ὡς σταγὼν ἀπὸ κάδου λογίζεται, καὶ πάντες οἱ αἰῶνες ὡς μία ἡμέρα καὶ ὡς ὥρα νυκτερινή, ὥστε τὴν σωτηρίαν ζητεῖ, ὁ θεὸς τοῦ ἀνθρώπου, ἵνα σωθῇ· ὁ γὰρ θεὸς ἀπροσδέης. τὰ ἐξουδενώματα Ὡς (ὅσα) γὰρ ἐξουδένωσαν οἱ Ἰουδαῖοι τὸν Χριστόν, εἰς ἔτη πολλὰ φυλάττεται αὐτοῖς. τὸ πρωί Γενομένης γὰρ τῆς ἀναστάσεως ὄρθρου, οἱ Ἰουδαῖοι ὡσεὶ χόρτος ἐμαράνθησαν [καὶ ἔπεσον] καὶ παρῆλθον. τὸ πρωὶ ἀνθῆσαι Ἕως γὰρ τῆς ὥρας ἐκείνης τῆς ἑωθινῆς, ἐν ᾗ ἀνέστη ὁ κύριος, ἤνθησαν Ἰουδαῖοι. καὶ παρῆλθον ὡς ἄνθος χόρτου. τὸ ἑσπέρας Μετὰ γὰρ τὴν ἀνάστασιν ἐκείνοις ἐγένετο ἑσπέρα, ὅ ἐστι τὸ τέλος· ἀπέπεσαν γὰρ ξηρανθέντες.
ὅτι ἐξελίπομεν Ὡς ἐταράχθη τὰ στοιχεῖα καὶ ὁ ἥλιος καὶ ἡ ἡμέρα καὶ πᾶσα ψυχὴ ἐσκορπίζετο (ἐσκοτίζετο), τότε ἡ ἐλπὶς τῶν Ἰουδαίων ἐξέλιπε πᾶσα. καὶ ἐν τῷ θυμῷ Τῆς γῆς κλονουμένης καὶ τῶν πετρῶν σχιζομένων, οἱ Ἰουδαῖοι ἔτρεμον ταρασσόμενοι. ἔθου Τότε γὰρ ἔγνωσαν οἱ Ἰουδαῖοι, ὅτι πᾶσα αὐτῶν ἀνομία ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ. ὁ αἰών Ὅσον γὰρ ἐν τῷ φωτί σου <τοῦ προσώπου σου> ἐζήσαμεν, ἐκεῖναι ἦσαν ἡμέραι ἀγαθαί· ὅταν δὲ ἡμάρτομεν, ἀπερρίφημεν εἰς τὸν αἰῶνα. ὅτι πᾶσαι Αἱ γὰρ ἡμέραι ἐκεῖναι, ἐν αἷς μετὰ θεοῦ ἦμεν, ἐξέλιπον διὰ τὰς ἁμαρτίας ἡμῶν. καὶ ἐν τῇ ὀργῇ Παρωργίσαμεν γὰρ καὶ ἀνῆκεν ἡμᾶς. τὰ ἔτη ἡμῶν Ἀράχνης γὰρ δίκην διεσπάσθησαν καὶ ἐγένοντο ἀνυπόστατα. αἱ ἡμέραι Τὴν ὀλιγότητα λέγει τοῦ ἀνθρώπου, ὅτι ὡς οὐδὲν ἐν ῥισὶν ἡ ζωὴ ἡμῶν. ἐὰν δὲ ἐν δυναστείαις Τὸ αὐτό ἐστιν· ὅταν γὰρ (γε χρὴ) καὶ ὀγδοήκοντα ἔτη ζήσῃ ὁ ἄνθρωπος, ἐν πολλῇ ἀδυναμίᾳ γίνεται. καὶ τὸ πλεῖον Ἐὰν δέ, φησί, καὶ τούτων πλείονα τύχῃ, ἐν ὀδύνῃ καὶ πόνοις ἐστὶν ὁ ἄνθρωπος. ὅτι ἐπῆλθεν Παιδιώδη γὰρ λοιπὸν φθέγγονται ἐκ τοῦ γήρους καὶ οὐδὲν ἐνυπόστατον. τίς γινώσκει Τίς, φησίν; οὐδείς· οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὔτε τις ἑτέρα δύναμις. καὶ ἀπὸ τοῦ φόβου Ὁ γὰρ φόβος τοῦ θεοῦ καὶ ἀπὸ ἀκοῆς μόνης (μόνον) στροβεῖ τὸν ἄνθρωπον· οὐχὶ γὰρ καὶ τὸν θυμὸν ὑποστῆναι δύναταί τις.
τὴν δεξιάν Ἐν γὰρ τῇ ἀγαθότητι τοῦ θεοῦ σωθεὶς ὁ ἄνθρωπος, δύναται ἐξαριθμεῖν (ἀπαριθμεῖν) τὰ ἔργα τοῦ θεοῦ. καὶ τοὺς πεπαιδευμένους Ὅσοι γὰρ τῷ φόβῳ τοῦ θεοῦ μετὰ σοφίας πολλῆς ἠσφαλίσαντο τὴν καρδίαν, οὗτοι γνωρίζουσι τὴν ἀγαθότητα τοῦ θεοῦ. ἐπίστρεψον Ὡς φιλάνθρωπος καὶ συμπαθής, φησὶν ὁ προφήτης, ἐπέσχες τὴν ὀργήν [σου]. καὶ παρακλήθητι Ὁ λόγος περὶ τῶν ἐθνῶν· ἐπίστρεψον, φησί, καὶ δέξαι τὰ ἔθνη εἰς σωτηρίαν. ἐνεπλήσθημεν Γενομένης γὰρ τῆς ἀναστάσεως ὄρθρου ἐπλήσθη πᾶσα ἡ γῆ τοῦ ἐλέους κυρίου (Χριστοῦ). καὶ ἠγαλλιασάμεθα Μεταλαμβάνοντες γὰρ λοιπὸν οἱ πιστοὶ τὰ μυστικά, χαρᾶς καὶ εὐφροσύνης πληροῦνται, Χριστοῦ ἀναστάντος ἐκ νεκρῶν. ἐν πάσαις ταῖς ἡμέραις Οὐ γὰρ ἔτι ταύτης τῆς χαρᾶς ἀφαιρεθῆναι δυνατὸν [τοὺς πιστούς]. ἀνθ’ ὧν Ἀντὶ γὰρ τῶν ἡμερῶν ἐκείνων, ὧν ἐταπείνωσας ἡμᾶς, ἐάσας κυριεύεσθαι ὑπὸ τῶν δαιμόνων, ἔδωκας ἡμῖν τὴν χαρὰν (χάριν) τῆς ἀναστάσεως. ἐτῶν Ἀντ’ ἐκείνων γὰρ τῶν ἐτῶν, ὧν ἔθλιψαν ἡμᾶς οἱ δαίμονες, ἔδωκας ἡμῖν τὴν χαρὰν τὴν αἰώνιον, φησὶ τὰ ἔθνη. καὶ ἴδε Κτῆμα γὰρ ἄλλο τοιοῦτον οὐκ ἔχεις ὡς τὸν ἄνθρωπον· διὸ μὴ παρίδῃς τὰ ἔργα σου. καὶ ὁδήγησον Οὕτως γὰρ ὡδήγει (αὐτὸς γὰρ ἤτοι ὁ θεὸς ὁδηγεῖ) κατὰ γενεὰν τοὺς τικτομένους ἐπὶ τὴν ὁδὸν τῆς σωτηρίας. καὶ ἔστω Τὸ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός· κατασκηνοῖ γὰρ ἐν πᾶσι τοῖς πιστοῖς.
καὶ τὰ ἔργα Ὅσα γὰρ ἐργάζεται ὁ ἄνθρωπος ἔργα δικαιοσύνης, ὑπὸ θεοῦ κατευθύνεται. χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδέν, καθὼς γέγραπται.
Αἶνος ᾠδῆς τῷ Δαυίδ Ἡ προφητεία ἀναμέμικται (ἀναδέδεικται) τῇ ᾠδῇ καὶ τῷ αἴνῳ. σημαίνει δὲ προστακτικῶς (πρακτικῶς, συντακτικῶς) τὸν κατὰ θεὸν βουλόμενον (τῷ κατὰ θεὸν βουλομένῳ) ζῆν. ὁ κατοικῶν Ὁ υἱὸς ἐν τῷ πατρί, καθὼς γέγραπται· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. τὸ δὲ αὐλισθήσεται ἐν σκέπῃ σημαίνει τὸ ἐν τοῖς κόλποις εἶναι τοῦ πατρός, τουτέστιν ὁ ἀγαθὸς καὶ πιστὸς ἄνθρωπος, ἀεὶ ἐν τῇ βοηθείᾳ τοῦ θεοῦ ἔχων τὴν ἐλπίδα, ἐπαναπαύεται τῷ θεῷ, ὅ ἐστιν αὐλίζεται. ἐρεῖ τῷ θεῷ Ὁ υἱὸς πρὸς τὸν πατέρα ἐκ προσώπου τοῦ ἀνθρώπου ἐν τῷ καιρῷ τοῦ πάθους φησί· θεός μου, θεός μου, ἵνα τί με ἐγκατέλιπες; ὁ γὰρ πιστὸς ἄνθρωπος ἀεὶ ἐλπίζειν ὀφείλει τῷ θεῷ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν ἐκδέχεσθαι. ὅτι αὐτὸς ῥύσεται Ἤθελον γὰρ παγιδεύειν (οἱ) Ἰουδαῖοι τὸν Χριστόν. γέγραπται γάρ· καὶ ἐζήτουν αὐτὸν παγιδεῦσαι ἐν λόγοις, ὥσπερ ἀεὶ οἱ δαίμονες παγιδεύουσι τὸν ἄνθρωπον, εἴτε διὰ λόγων ταράσσοντες εἴτε δι’ ὁράσεων εἴτε δι’ ἐνθυμήσεων. ῥύονται δὲ οἱ ἐλπίζοντες ἐπὶ τὸν θεὸν ἀπὸ τῶν ἀτόπων. ἐν τοῖς μεταφρένοις Μετάφρενα ὁ τόπος ἐστὶν ὁ μεταξὺ τῶν ὤμων, ἐν ᾧ αἱ πτέρυγες κρατοῦνται, ὅ ἐστιν ἡ δύναμις. γέγραπται γάρ· καὶ ἔσται ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. πτέρυγες δὲ θεοῦ δικαιοσύνη καὶ ἀλήθεια, μετάφρενα δὲ αὐτοῦ κράτος καὶ δύναμις.
ἐν τούτοις οὖν (δὲ) σκέπονται οἱ πιστοὶ κατὰ τὸν ἀπόστολον διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν. οὐ φοβηθήσῃ Τουτέστι μὴ φοβοῦ, λέγει τῷ πιστῷ ἀνθρώπῳ, ἀπὸ τῶν δαιμόνων· αὐτοὶ γὰρ ἐν νυκτὶ τὴν κατοικίαν ἔχουσι καὶ τὴν κίνησιν, ἐν ἡμέρᾳ δὲ ὡς βέλη διὰ τοῦ ἀέρος διατρέχουσιν, ὅθεν καὶ πτοοῦσιν ἀοράτως ἐφιστάμενοι. ποίαν δὲ ἰσχὺν ἢ φόβον ἔχουσιν ὅλως οἱ ἐν σκότει [τὴν ἐξουσίαν ἔχοντες καὶ] τὰ κακὰ πάντα [ἐν σκότει] πράττοντες, οἷον πορνείαν, κλοπήν, φόνον, ἅπερ ὀφείλει παραφυλάττεσθαι ὁ ἄνθρωπος. ἀπὸ πράγματος Ὁμοίως ἐν τῇ θατέρᾳ μεσημβρίᾳ, ὡς ἐν σκότει, ἐνεργοῦσιν τὰ πνεύματα, ἐμπίπτοντα καὶ συμπτώματα ποιοῦντα τοῖς ἀνθρώποις. πεσεῖται Οἱ γὰρ ἐκ δεξιῶν τοῦ ἀνθρώπου δαίμονες πλείονές εἰσιν τῶν ἀριστερῶν. διὰ τοῦτο ἐκ τοῦ ἀριστεροῦ μέρους ἐλάττω (ἔλαττον) πίπτουσι δαίμονες παρὰ τοῖς πιστοῖς, πλείονες δὲ ἐκ δεξιῶν [πίπτουσι]. πλὴν τοῖς ὀφθαλμοῖς Τουτέστιν τοῖς τῆς διανοίας ὀφθαλμοῖς πρόσεχε ἀκριβῶς· τοξεύοντες γὰρ οἱ δαίμονες οὐ παύονται. ὄψει δὲ καὶ τὴν πτῶσιν τῶν πειθομένων αὐτοῖς, πῶς ἀπολαμβάνουσιν ἀπὸ θεοῦ [τὴν ἀνταπόδοσιν αὐτῶν]. ὅτι σύ, κύριε Ἐλπὶς γὰρ ἀγαθὴ καὶ μὴ πίπτουσα τῶν πιστῶν ἀνθρώπων τὸ ἀεὶ τὴν μέριμναν [αὐτοῦ] τῷ θεῷ ἐπιρρίπτειν καὶ εἰς αὐτὸν καταφεύγειν. οὐ προσελεύσεται Οὔτε γὰρ κακία τις ἥψατο τῆς δεσποτικῆς σαρκός.
γέγραπται γάρ· καὶ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν. σκηνὴ γὰρ θεοῦ ἡ σάρξ· ὁ λόγος γὰρ σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ὅτι τοῖς ἀγγέλοις Πάρεισι γὰρ οἱ ἄγγελοι καὶ ἀποσχοινίζουσι τὸν ἄνθρωπον πάσης κακῆς πράξεως ὡς ἀποσοβοῦντες ἀπ’ αὐτοῦ τοὺς δαίμονας. ἐπὶ χειρῶν Χερσὶ γὰρ τοῦ θεοῦ καὶ τῶν ἀγγέλων βαστάζεται ὁ ἄνθρωπος, ὥστε μὴ προσκόπτειν τῇ λήθῃ· ἔθος (λίθος) γὰρ ἡ λήθη ὡς ἀναίσθητος. σημαίνει δὲ τὴν ἀνάληψιν τοῦ κυρίου. ἐπ’ ἀσπίδα Ἀσπίδα (ἐπὶ ἀσπίδα) λέγει τοὺς ἀποστρέφοντας τὴν ἀκοὴν ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ. ὁ βασιλίσκος τῇ ὁράσει αὐτοῦ ἀποκτείνει τὸν ἄνθρωπον. εἰσὶ δὲ οἱ φαρμακοί. λέοντα δὲ λέγει τὸν ἅρπαγα καὶ τυραννικὸν ἄνθρωπον, δράκοντα δὲ τοὺς δολεροὺς καὶ ὑποκριτὰς καὶ θυμώδεις· ἅπαντα (ἑκάτερα) δὲ ὁ διάβολος ὑπάρχει. τοῦτον ἐπάτησεν ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς καὶ θεός. ὅτι ἐπ’ ἐμέ Ῥύεται (ῥύσεται) γὰρ ὁ θεὸς πάντας τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν ἀπὸ παντὸς κακοῦ καὶ σκέπει ἀπὸ πάσης θλίψεως. ἑκάτερα δὲ νοητῶς (νοεῖται) εἰς τὸν Χριστὸν ἀναφέρεται (καὶ ἀναφέρεται). ἐπικαλέσεται Λέγει τὸν Ἀδάμ, τουτέστιν τὸν ἄνθρωπον. τὰ πάντα γὰρ ὑπέμεινε [ὁ Χριστὸς] διὰ τὸν ἄνθρωπον. μακρότητι Λέγει τὸν ἄνθρωπον, ὃν συνήγειρε καὶ συνεκάθισεν, ὅ ἐστιν ὁ Ἀδάμ.
μένει γὰρ εἰς αἰῶνας αἰώνων, μηκέτι τέλος ἔχων, καὶ δι’ αὐτοῦ πάντες οἱ καλῶς βιώσαντες καὶ ἑαυτοὺς καθάραντες ἀπὸ παντὸς μολυσμοῦ.
Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου Ἡ προφητεία περὶ τοῦ σαββάτου λέγει ἐκείνου, περὶ οὗ εἶπεν ὁ κύριος· εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος ἢ σαββάτου. προτρέπει δὲ πάντας ὁ ψαλμὸς εὐσεβεῖν καὶ μνημονεύειν θεοῦ ἀδιαλείπτως. ἀγαθόν Προτροπὴ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ κατὰ θεὸν ἀνθρώπου, ὥστε ἐξομολογεῖσθαι ἀεὶ τῷ θεῷ καὶ ἀκαταπαύστως ψάλλειν. δι’ αὐτὸν γὰρ νοερὸς γίνεται ὁ ἄνθρωπος. τοῦ ἀναγγέλλειν Χρὴ γὰρ τὸν πιστὸν ἄνθρωπον (πάντα ἄνθρωπον πιστὸν) καθ’ ἑκάστην ἡμέραν, καὶ νυκτὸς καὶ ὄρθρου, δοξάζειν τὸν θεόν· νυκτὸς γὰρ τὸ πάθος καὶ ὄρθρου ἡ ἀνάστασις. ἐν δεκαχόρδῳ Λέγει μὲν χορδὰς τοὺς δακτύλους, νοεῖται δέ, ὡς ὀφείλει τὴν κιθάραν, τουτέστιν τὴν γλῶτταν, τὴν τῶν δώδεκα ἀποστόλων διδαχήν, ἀντὶ νεύρων ἱστουργεῖν καὶ οὕτω δοξάζειν τὸν κύριον. δίχα γὰρ τούτων ψάλλειν ἀνόνητον. ὅτι εὔφρανάς με Θεωρῶν πᾶσαν τὴν κτίσιν ὁ ἄνθρωπος, ὡς παρήγαγεν αὐτὴν ὁ θεὸς ἀκαμάτως, τὸν οὐρανὸν βλέπων τοῖς ἄστροις ἐστεφανωμένον [τὴν γῆν κομῶσαν τοῖς καρποῖς], τὸν ἥλιον καὶ τὴν σελήνην φωτίζοντας τὰ σύμπαντα. καὶ ἐν τοῖς ἔργοις Ὁρῶν ὁ ἄνθρωπος ἑαυτὸν ὡς βασιλέα τῆς κτίσεως· μόνος γὰρ ὁ ἄνθρωπος χερσὶ θεοῦ ἐπλάσθη, αὐτὸν δὲ καὶ ἀνέλαβεν ἐπὶ τῆς θεότητος.
ὡς ἐμεγαλύνθη Ἐν γὰρ τῷ μεγαλυνθῆναι τουτέστιν πληθυνθῆναι τὸν ἄνθρωπον ἐβαθύνθησαν οἱ διαλογισμοὶ τοῦ θεοῦ, τουτέστιν ἀπεκρύβησαν (ἀπεκρύβησεν) ἀπὸ πάσης ἐνθυμήσεως ἀνθρώπου ἡ βουλὴ τοῦ θεοῦ, ἣν ἐβουλεύσατο περὶ τοῦ ἀνθρώπου. τίς γὰρ ἐνθυμηθῆναι ὅλως ἠδύνατο, ὅτι θεὸς ἐπὶ γῆς ἔρχεται διὰ τὸν ἄνθρωπον. ἀνὴρ ἄφρων Ὁ διάβολος, ὡς ἄφρων καὶ ἀσύνετος, ἠγνόησε τὴν ἐσομένην σωτηρίαν τῷ ἀνθρώπῳ ὑπὸ τοῦ θεοῦ. ἐν τῷ ἀνατεῖλαι Οὓς γὰρ ὁ διάβολος ἐπλάνησε καὶ ἐποίησε ἁμαρτωλούς. ἐπληθύνθη δὲ ἡ ἁμαρτία ἐπὶ τῆς γῆς. διὰ τοῦτο ὁ θεὸς ὤφθη ἐπὶ γῆς, ἵνα οὓς ἐκεῖνος ᾐχμαλώτευσεν, αὐτὸς ἐλευθερώσῃ. καὶ διέκοψαν Οἱ δαίμονες· αὐτοὶ γὰρ τὸν ἄνθρωπον ἐξέκλιναν ἀπὸ τῆς εὐθείας ὁδοῦ. ὅπως ἂν ἐξολεθρευθῶσιν Οὐκέτι γὰρ τὴν ἀρχαίαν τιμὴν ἀπολαβεῖν οἱ δαίμονες δύνανται, ἀλλ’ ἐρρίφησαν εἰς τὸν αἰῶνα. σὺ δὲ ὕψιστος Ὡς θεὸς παντοδύνατος ἐν οὐρανοῖς κατοικεῖς. ὅτι ἰδού Οἱ παῖδες Ἰουδαίων· αὐτοὶ γὰρ ἐχθροὶ τοῦ κυρίου ἐγένοντο, ἀπώλοντο δέ, κατὰ θεοῦ τὰς χεῖρας ἐπάραντες. καὶ διασκορπισθήσονται Ὁ λαὸς τῶν Ἰουδαίων· αὐτοὶ γὰρ τὴν ἀσύγκριτον ἀνομίαν εἰργάσαντο σταυρώσαντες τὸν κύριον· ἀναστὰς δὲ ὁ Χριστὸς τούτους ἐσκόρπισεν. καὶ ὑψωθήσεται Λέγει [μὲν οὖν] τὸ μυστήριον τῆς παρθένου κέρας, ὡς ἄκρον πάντων τῶν μυστηρίων, μονόκερως δέ [ὡς μονοειδὴς καὶ ἀσυμμιγὴς πάσης κτίσεως].
καὶ τὸ γῆράς μου Γῆρας εἰπὼν ὁ προφήτης αἰνίττεται τὸν πρὸ αἰώνων· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος. ἐλαίῳ δὲ πίονι, τουτέστιν πλουσίῳ ἐλέει <ἐλαίῳ> σώσας τὸν ἄνθρωπον. πίονα δὲ νόει τὴν παρθένον, ὡς διὰ τὸ σῶμα· δι’ αὐτῆς γὰρ ἐσώθη τὸ γένος τῶν ἀνθρώπων. καὶ ἐπεῖδεν Τουτέστιν πρὸ τοῦ δρᾶσαι τὸν κατ’ ἐμοῦ πόλεμον τοὺς ἐχθρούς μου ὁ ὀφθαλμός μου προεώρα καὶ προεγίνωσκεν. καὶ ἐν τοῖς ἐπανισταμένοις Προεγίνωσκεν γὰρ τὴν ἐπανάστασιν Ἰουδαίων καὶ προήκουε τῆς ἀθεμίστου αὐτῶν συμβουλῆς (συμβουλίας). δίκαιος Ὁ Χριστός, ὡς γλυκὺς καὶ ἡδὺς τοῖς πιστοῖς καὶ ὡς κυπρίσας τὸν βότρυν τῆς σωτηρίας ἐπὶ τοῦ σταυροῦ. ὡς ἡ κέδρος Κέδρον λέγει τὸ ὑψηλὸν τῆς δόξης. Λίβανος δὲ σημαίνει τὴν θεότητα· τὸ δὲ πληθυνθήσεται (πληθυνθῆναι) σημαίνει τὸ πλῆθος τῶν σωζομένων διὰ Χριστόν (Χριστοῦ). πεφυτευμένοι Οἱ σωζόμενοι ἐν τῇ ἐκκλησίᾳ, φυτευόμενοι ἐν αὐτῇ διὰ τοῦ βαπτίσματος. ἐν ταῖς αὐλαῖς Αὐλὰς λέγει τὰς ἐκκλησίας· ἐκεῖ γὰρ ἐπαναπαύεται (ἐπανεπαύετο) ὁ Χριστός, ἐκεῖ δὲ ἀνθοῦσι οἱ πιστοί, τουτέστι καρποφοροῦσι τὰς ἀρετάς. τότε πληθυνθήσονται Ἐκεῖ. ποῦ; ἐν τῇ ἐκκλησίᾳ. ἐκεῖ, φησί, καταγηράσουσιν οἱ πιστοί, πιαινόμενοι τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ. καὶ εὐπαθοῦντες Ὑγιεῖς, φησί, καὶ ἐν δυνάμει ἀναγγελοῦσι τὰ ἔργα κυρίου καὶ τὴν δόξαν αὐτοῦ.
ὅτι εὐθὴς κύριος Εὐθύτης γὰρ καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τῷ θεῷ αὐλίζεται.
Εἰς τὴν ἡμέραν—ἡ γῆ. αἶνος ᾠδῆς τῷ Δαυίδ Ὦδε σημαίνει ἡ προφητεία, ὥστε πρὸ τοῦ σαββάτου ἐκείνου τοῦ προσδοκουμένου εὐτρεπίζεσθαι τοὺς πιστούς. μετὰ γὰρ τὴν ἡμέραν ἐκείνην κατοικίζεται ἡ γῆ τῆς ἐπαγγελίας τῶν ζώντων. κύριος ἐβασίλευσεν Πρὸ πάντων μὲν αἰώνων ἐβασίλευεν ὁ Χριστός, ἀλλὰ ὅμως ἐβασίλευσε τῇ σαρκί, καταπατήσας τὸν θάνατον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν. ἐνεδύσατο Καταβὰς ἐξ οὐρανοῦ καὶ συντρίψας τὸν θάνατον ὡς θεὸς καὶ σκυλεύσας τὸν ᾅδην καὶ πολλῷ χρόνῳ κατεχομένας ψυχὰς ἐλευθερώσας, καὶ διὰ τοῦτο (τούτου χάριν) λέγει τὸ ἐνεδύσατο δύναμιν. καὶ γὰρ ἐστερέωσεν Ἐσαλεύετο γὰρ ἀπὸ τῆς εἰδωλολατρείας, ἐστήριξε δὲ αὐτὴν ἀναστὰς ἐκ νεκρῶν. ἕτοιμος ὁ θρόνος Ὁ θρόνος τῆς ἀναστάσεως· ἀφ’ οὗ γὰρ ἐπλάσθη ἡ γῆ, προεγινώσκετο ὁ τόπος. ἀπὸ τοῦ αἰῶνος Πρὸ τοῦ αἰῶνος γὰρ ἦν ὁ Χριστὸς σὺν τῷ πατρὶ κατὰ τὸν εἰπόντα· ἐν ἀρχῇ ἦν ὁ λόγος. ἐπῆραν Συγχαίροντες πάντες οἱ ποταμοὶ τῆς γῆς τῷ Ἰορδάνῃ διὰ τὸν ἐν αὐτῷ κατελθόντα μετὰ φωνῆς. λέγει δὲ καὶ τοὺς ποταμοὺς τῆς χάριτος· ἤχησαν γὰρ εἰς τὴν οἰκουμένην διὰ τῶν εὐαγγελίων. ἀροῦσιν Οἱ ἐπιβρύχοντες (ἐπιβρέχοντες) καὶ ἐπανιστάμενοι τῇ γηΐνῃ πολιτείᾳ κατακλύζοντες αὐτήν (αὐτούς). ἀπὸ φωνῶν Τῶν ὑδάτων, λέγει, τοῦ βαπτίσματος· πολλὰ γὰρ ὡς κατὰ πᾶσαν τὴν οἰκουμένην ἠχοῦντα καὶ κατακλύζοντα (κατακτυποῦντα) τὸν διάβολον.
θαυμαστοὶ Ἔστι μὲν θαυμάζειν (θαυμάσαι) καὶ τὴν αἰσθητὴν θάλασσαν, ὡς μέγα στοιχεῖον καὶ φοβερὰν οὖσαν. τί δὲ πρὸς τὸ ὕψος τῆς θαλάσσης τῆς νοητῆς, τουτέστιν τοῦ βαπτίσματος; ἐκείνη μὲν γὰρ λαβοῦσα (λαμβάνουσα) τὸν ἄνθρωπον θανατοῖ, αὕτη δὲ λαμβάνουσα τὸν ἄνθρωπον ζωοποιεῖ καὶ λαμπρὸν τῷ θεῷ ἀποδίδωσι. τί οὖν τοῦ μετεωρισμοῦ τούτου θαυμαστότερον (θαυμασιώτερον). θαυμαστός Ἐν τῷ ὕψει τῆς θεότητος καὶ ἐν τῇ μεγαλειότητι τῆς δόξης. τὰ μαρτύριά σου Προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταί· ταῦτα γάρ ἐστι τὰ ἀληθινὰ μαρτύρια τοῦ θεοῦ. ἐπιστώθησαν γάρ, ὅτι ἐπληρώθησαν οἱ λόγοι αὐτῶν ἐν ἀληθείᾳ. τῷ οἴκῳ Λέγει τῇ σαρκὶ τῇ δεσποτικῇ· αὕτη γὰρ οἶκος θεοῦ πρὸς ἀλήθειαν. οὗτος ὁ οἶκος ἅγιος καὶ ἔνδοξος εἰς τὰς ἡμέρας τοῦ αἰῶνος. λέγει δὲ καὶ τὴν ἐκκλησίαν, ὡς ἐν αὐτῇ τὸ ἁγίασμα ὑψούμενον.
Ψαλμὸς τῷ Δαυὶδ τετράδι σαββάτων Καὶ αὕτη ἡ προφητεία περὶ τοῦ Χριστοῦ· τῇ τετάρτῃ γὰρ τοῦ σαββάτου τὸ συμβούλιον ἐγένετο τῶν Ἰουδαίων κατὰ τοῦ Χριστοῦ. ὁ θεὸς ἐκδικήσεων Ἐν πολλῇ γὰρ παρρησίᾳ καὶ δυνάμει ἐποίησε τὴν ἑαυτοῦ ἐκδίκησιν, ἀναστὰς ἐκ νεκρῶν καὶ σκορπίσας τὸ ἔθνος τῶν Ἰουδαίων. ὑψώθητι Μετὰ γὰρ τὸ ὕψος (τοῦ ὕψους) τῆς ἀγαθότητος τοῦ θεοῦ καὶ ἐν πολλῇ δυνάμει παρατάξεως <σαρκώσεως> ἔρχεται, ὅταν μέλλῃ κρίνειν πᾶσαν τὴν γῆν. ἀπόδος Τότε, φησίν, ὅταν ἀποδιδῷς (codices ἀποδίδῃς, ἀποδώσῃς), ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τότε γνώσονται οἱ ὑπερήφανοι καὶ ἀλαζόνες, πόση καὶ πηλίκη ἡ δύναμις τοῦ θεοῦ. ἕως πότε Τί, φησίν, ὀφρυοῦνται οἱ ἁμαρτωλοί; ἐγγὺς τὸ τέλος· ἑτοιμαζέσθωσαν πρὸς μάστιγας. φθέγξονται Ἐξ ἀλαζονείας λαλοῦντες οἱ Ἰουδαῖοι κατὰ θεοῦ καὶ κατὰ τῶν ἀποστόλων. λαλήσουσιν Ἀσεβεῖς καὶ ἀλαζόνες καὶ ὑπερήφανοι καὶ ὑποκριταὶ καὶ αἱρετικῶν παῖδες· οὐ παύονται γὰρ οὔτε βλασφημοῦντες οὔτε ἐργαζόμενοι τὰ ἄτοπα. τὸν λαόν σου Λέγει μὲν τὸν λαὸν τῶν Ἑβραίων ὑπὸ τῶν ἐθνῶν σκυλευόμενον τότε· ταπεινοῦσι δέ, τὸ δοκεῖν, καὶ τὸν πιστὸν λαὸν οἱ δαίμονες, καὶ ἀλαζόνες καὶ ὑπερήφανοι. χήραν Οἱ ἄρχοντες τῶν Ἰουδαίων· ἐτελώνευον γὰρ πάντας, καὶ χήρας καὶ ὀρφανοὺς καὶ προσηλύτους· μετὰ μισθοῦ γὰρ ὑπεκρίνοντο. καὶ εἶπαν Οὔτε γὰρ ἐνενόησαν τὸν θεόν, ὅτι ἔκδικος τῶν [ταπεινῶν] πάντων ἐστίν.
σύνετε δή Ὀνειδίζει τὸ πνεῦμα τὸ ἅγιον τὸν λαὸν τῶν Ἰουδαίων, ὅτι οὐ συνῆκαν, πῶς μὲν ἐκδικῶν αὐτοὺς ἀεὶ ἐκ τῶν ἐχθρῶν ὁ θεὸς οὐκ ἐπαύσατο, ποῖον δὲ ἠσέβησαν εἰς αὐτὸν ἐξ ἀλαζονείας. ὁ φυτεύσας Τουτέστιν ἄφρονες, διὰ τί οὐ νοεῖτε, ὅτι ὁ πλάσας τὰ ὦτα τοῖς ἀνθρώποις πάσης ἀκοῆς ἀνώτερος ὑπάρχει. ἢ ὁ πλάσας Ὁ δεδωκώς, φησίν, τοὺς ὀφθαλμοὺς τοῖς ἀνθρώποις τοῦ βλέπειν, ἐνδεὴς ἆρα ὑπάρχει; οὕτως δὲ οἱ λογιζόμενοι τὸν θεὸν λανθάνειν πλανῶνται. ὁ παιδεύων ἔθνη Ὁ διδοὺς νοῦν καὶ σύνεσιν παντὶ ἔθνει <πᾶσι τοῖς ἀνθρώποις> καὶ ἐπιστάμενος τὰς ἐνθυμήσεις αὐτῶν, ἐλέγξαι τὰ κρύφια αὐτῶν οὐ δύναται; ὁ διδάσκων Ὁ δεδωκὼς τῷ ἀνθρώπῳ τὸ συνιέναι, αὐτὸς τὸν νοῦν ἑκάστου οὐκ ἐπίσταται; ὥστε μάτην λανθάνειν σπεύδει ὁ ἁμαρτάνων. κύριος γινώσκει Ὅσοι γὰρ οἴονται θεὸν λανθάνειν, ματαίως λογίζονται· τῷ γὰρ θεῷ πάντα φανερά (φαιδρά). μακάριος Μακάριοι γὰρ οἱ ὑπὸ θεοῦ παιδευόμενοι καὶ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ καὶ πορευόμενοι ἐν τῷ νόμῳ αὐτοῦ. τοῦ πραῦναι Τῷ τοιούτῳ γὰρ ὁ θεὸς δίδωσιν ἀνάληψιν μὴ κυριεύεσθαι ὑπὸ τῶν πνευμάτων τῆς πλάνης. νοεῖται δὲ τὸ πᾶν εἰς τὸν Χριστόν. ἕως οὗ Ἁμαρτωλὸν λέγει τὸν διάβολον. βόθρος δὲ αὐτῷ φοβερὸς ἐγένετο ὁ τάφος ὁ δεσποτικός· εἰς αὐτὸν γὰρ ἑάλωκεν. ὅτι οὐκ ἀπώσεται Τὸν πιστὸν λέγει λαὸν τὸν ἐξ ἐθνῶν, ὃν ἐξελέξατο ἑαυτῷ.
καὶ τὴν κληρονομίαν Κληρονομία γὰρ θεοῦ τὰ ἔθνη, κατὰ τὸν ἀπόστολον· συγκληρονόμα καὶ σύσσωμα γενέσθαι καλῶν τὰ ἔθνη. ἕως οὗ Ἕως οὗ πάλιν ὁ Χριστὸς ἔλθῃ ἐκ δευτέρου κρῖναι ζῶντας καὶ νεκρούς· δικαιοσύνη γὰρ πρὸς ἀλήθειαν ὁ Χριστός. καὶ ἐχόμενοι Οἱ δίκαιοι γὰρ πάντες καὶ θεόφοβοι τότε στήσονται πέριξ τοῦ θρόνου μετὰ τῶν ἀγγέλων, ἐκδεχόμενοι τὸν μισθόν.
Διάψαλμα· ἀνοχὴ τοῦ λόγου ἐπὶ ἑτέραν προφητείαν. τίς ἀναστήσεται Τίς τῶν πονηρῶν δαιμόνων ἢ ἀνθρώπων τότε ἀντιστήσεται τῷ θεῷ ἢ ἀντοφθαλμῆσαι δυνήσεται ἢ παρρησιάσεται; ἢ τίς συμπαραστήσεται Τίς, φησί, μετ’ ἐμοῦ ἐπὶ τοῦ σταυροῦ στήσεται ἢ συναντιλήψεταί μοι, ἡνίκα οἱ Ἰουδαῖοι πράττουσι κατ’ ἐμοῦ τὴν ἀνομίαν; γέγραπται γάρ· ληνὸν ἐπάτησα μόνος καὶ οὐδεὶς τῶν ἀρχόντων τῶν ἐθνῶν ἦν μετ’ ἐμοῦ. εἰ μὴ ὅτι Εἰ μὴ ὅτι ὁ πατὴρ μόνος ἦν μετ’ ἐμοῦ. παρὰ βραχύ Ὡς ἐδόκουν οἱ Ἰουδαῖοι, πλὴν παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου, φησὶν ὁ κύριος· παρὰ βραχὺ τουτέστιν παρ’ ὀλίγον. εἰ ἔλεγον Ὁ λόγος περὶ τοῦ Πέτρου, ὅτι σαλευθεὶς ἐδίσταζεν. τὸ ἔλεός σου Εἶχε γὰρ τὸν νοῦν ὁ Πέτρος πρὸς τὸν σωτῆρα· εἰ καὶ τῷ στόματι ἠρνεῖτο, ἀλλὰ γοῦν ἡ ψυχὴ τῆς ἐλπίδος οὐκ ἔπιπτεν. κατὰ τὸ πλῆθος Ἐλογίζετο γὰρ τὴν ἄρνησιν καὶ οὐκ ἔφερε τὴν ὀδύνην ἡ καρδία. παρακλήσεις Ὅταν εἶπεν ὁ κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, φιλεῖς με, τότε [γὰρ] παρεκλήθη ὁ Πέτρος. μὴ συνπροσέσται Τουτέστιν οὐ πρόσεστίν σοι θρόνος ἀνομίας, ἀλλὰ μετανοεῖς ἐπὶ κακίαις ἀνθρώπων, ὡς δίκαιος κριτής, ὡς συμπαθής. ὁ πλάσσων Συνεχώρησε (συνεχώρησας) γὰρ τὸν Πέτρον σαλευθῆναι, ἵνα γνῷ τὸν ἐγείραντα, ἵνα συμπαθὴς γένηται πρὸς τὸν ἀλλόφυλον. θηρεύσουσιν Οἱ Ἰουδαῖοι τὴν ψυχὴν τοῦ Χριστοῦ. καὶ αἷμα Τὸ τοῦ Χριστοῦ αἷμα· ἀθῷος γὰρ ὡς καθαρὸς καὶ ἄμωμος.
καὶ ἐγένετο Ἡ θεότης τοῦ σώματος τοῦ δεσπότου (δεσποτικοῦ). καὶ ὁ θεός Πάντα γὰρ ἐκ προσώπου τοῦ ἀνθρώπου ἔπραττεν ὁ Χριστός. καὶ ἀποδώσει Τῷ ἰουδαϊκῷ λαῷ, ὡς ἀνομήσαντι εἰς θεόν. καὶ τὴν πονηρίαν Ἀφανεῖς γὰρ ἐγένοντο οἱ Ἰουδαῖοι ἀπὸ προσώπου τοῦ θεοῦ, καθὰ ἐβουλεύσαντο· ἡ γὰρ βουλὴ αὐτῶν καθ’ ἑαυτῶν ἐγένετο.
Αἶνος ᾠδῆς τῷ Δαυίδ. Τῷ αἴνῳ τὸ μέλος συνέζευξεν. ᾠδὴ γὰρ μέλος νοεῖται. ᾐνίξατο δὲ καὶ τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ. δεῦτε ἀγαλλιασώμεθα Προτροπὴ τῶν πιστῶν ὑπὸ τοῦ προφήτου. ἀλαλάξωμεν Ἐν ψαλμοῖς καὶ ὕμνοις, τουτέστι μετὰ φωνῆς προσέλθωμεν τῷ θεῷ. προφθάσωμεν Πρὸ τοῦ ἐλθεῖν, φησί, κρῖναι ζῶντας καὶ νεκρούς, ἕκαστος ἀναγγείλῃ τὰ ἑαυτοῦ ἔργα ἐξομολογούμενος. καὶ ἐν ψαλμοῖς Τουτέστιν ἀκαταπαύστως ψάλλειν χρὴ τῷ θεῷ. ὅτι θεός Οὐ γάρ ἐστι θεὸς ἄλλος πλὴν αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. ὅτι ἐν τῇ χειρί Σπιθαμῇ γὰρ τὸν οὐρανὸν καὶ δρακὶ τὴν γῆν ἐμέτρησεν, ὥστε πάντα ἔσω τῆς χειρὸς ἔχει (κατέχει) ὡς θεός. καὶ τὰ ὕψη Εἰ πᾶσαν τὴν γῆν ἔσω τῆς χειρὸς ἔχει, πῶς οὐχὶ καὶ τὰ ὄρη; χρὴ δὲ νοεῖν τὰ δόγματα τῶν προφητῶν, ἅ ἐστι νοητὰ ὄρη. ὅτι αὐτοῦ ἐστιν Καὶ τὴν αἰσθητὴν ὡς μεγάλην, ὅ ἐστιν ὁ βίος <ὁ κόσμος>, καὶ τὴν νοητὴν ὡς μείζονα, ὅ ἐστι τὸ βάπτισμα. καὶ τὴν ξηράν Τὴν γῆν λέγει ξηράν, καὶ αὕτη γὰρ ἔργον θεοῦ, ὡς μέγα στοιχεῖον. νόει δὲ τὸν ἄνθρωπον ὡς διὰ τὸ πλασθῆναι (ὃν ἰδίαις χερσὶν ἔπλασεν)· γῆ γὰρ νοητὴ ὁ ἄνθρωπος. δεῦτε προσκυνήσωμεν Δεῦτε, φησί, προσκυνήσωμεν τῷ τὰ τοιαῦτα ποιήσαντι θαυμάσια. λέγει δὲ καὶ περὶ τῆς μετανοίας. καὶ κλαύσωμεν Διὰ τί κλαύσωμεν; ὅτι αὐτὸς μὲν καθαρὸν τὸ σκεῦος ἡμῶν ἔπλασεν, ἡμεῖς δὲ ἐρυπώσαμεν αὐτό.
χρὴ οὖν πλῦναι αὐτὸ τοῖς δάκρυσι τῆς μετανοίας. ὅτι αὐτός ἐστιν Ἄλλον γὰρ θεὸν οὐκ οἴδαμεν· αὐτὸς γάρ ἐστιν ὁ μέλλων κρίνειν ἡμᾶς. καὶ ἡμεῖς Καὶ τὰ γὰρ ἔθνη λαὸς θεοῦ ἐγένετο καὶ πρόβατα τῆς ἀληθινῆς ποίμνης· οὐ γὰρ μόνον, φησίν, οἱ Ἰουδαῖοι ἐδόκουν εἶναι λαὸς θεοῦ. σήμερον Πρὸς τὸν λαὸν τὸν ἐξ ἐθνῶν ὁ λόγος· ὅταν ἀκούσητε, φησί, τῆς φωνῆς τοῦ εὐαγγελίου, προσέχετε, μὴ ἀπιστήσετε. μὴ σκληρύνητε Φησί, μὴ ἐκείνῳ τῷ καιρῷ ἀκολουθήσετε τῷ προτέρῳ, μηδὲ καθὼς οἱ Ἰουδαῖοι ἐποίησαν ἐν τῇ ἐρήμῳ, παραπικραίνοντες τὸν θεόν. κατὰ τὴν ἡμέραν Τεσσαράκοντα γὰρ ἔτη ἐν τῇ ἐρήμῳ ἐτεκνοτρόφησεν αὐτούς, διδοὺς αὐτοῖς πάντα τὰ αἰτήματα αὐτῶν, καὶ ἐν πᾶσι τούτοις ἐγόγγυζον κατὰ θεοῦ. οὗ ἐπείρασαν Ἄλλα καὶ ἄλλα αἰτοῦντες τὸν θεόν, καὶ οὐδὲ οὕτως ηὐχαρίστουν. ἐδοκίμασαν Τεσσαράκοντα γὰρ ἔτη ἱμάτιον αὐτῶν οὐκ ἐπαλαιώθη, οὔτε τὰ ὑποδήματα, οὔτε ἡ θρὶξ αὐτῶν ηὐξήθη, ἀλλὰ καὶ τὰ ἱμάτια καὶ τὰ ὑποδήματα συνηυξάνοντο τῷ λαῷ, καὶ ἐπὶ πᾶσι τούτοις ἐγόγγυζον κατὰ τοῦ θεοῦ ἀδιαλείπτως. τεσσαράκοντα Διό, φησίν, ἐμίσησα αὐτούς, λέγει ὁ κύριος, ὅτι γενεὰ πονηρὰ καὶ διεστραμμένη ἐστίν. καὶ εἶπα Μέμφεται αὐτοὺς ὁ θεὸς ὡς ἀκαμπεῖς καὶ σκληροὺς τῇ καρδίᾳ. καὶ αὐτοί Τουτέστιν οὐκ ἠθέλησαν ταῖς ὁδοῖς μου πορευθῆναι, ἀλλ’ ἐξέκλιναν.
ὡς ὤμοσα Μετ’ ὀργῆς ὤμοσεν ὁ θεός, μὴ εἰσελθεῖν Ἰουδαίους, τοὺς μὴ ὁμολογοῦντας Χριστόν, εἰς τὴν κατάπαυσιν τῶν ἁγίων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο ... Λέγει μὲν τὴν οἰκοδομίαν τοῦ ναοῦ τοῦ ἐν Ἰερουσαλήμ, μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος· λέγει (σημαίνει) δὲ τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ Χριστοῦ παρουσίαν καὶ τοῦ νέου ᾄσματος τὴν χάριν τὴν τῶν μυστικῶν. ᾄσατε Καινὴ κτίσις, κατὰ τὸν ἀπόστολον· τὰ ἀρχαῖα παρῆλθον. ἀνάγκη οὖν τὸ λοιπὸν τὸ καινὸν ᾆσμα ᾄδεσθαι τὸ μυστικόν (μυστήριον). ᾄσατε τῷ κυρίῳ Πᾶς ἄνθρωπος· γῆ γὰρ [νοητὴ] ὁ ἄνθρωπος. ᾄσατε, φησί, τὸν τῆς χάριτος ὕμνον. ᾄσατε τῷ κυρίῳ ᾌσατε καὶ ὑμνήσατε τῷ Χριστῷ <κυρίῳ>. ἐνέωσε γὰρ πᾶσαν τὴν κτίσιν, ἐπιφανεὶς ἐν αὐτῇ μετὰ σαρκός. εὐαγγελίζεσθε Τοῖς προφήταις τὸ πνεῦμα τὸ ἅγιον λέγει· εὐαγγελίζεσθε, τουτέστιν κηρύξατε τὸν Χριστὸν σωτῆρα τοῦ κόσμου. ἀναγγείλατε Νῦν περὶ τῶν ἀποστόλων ὁ λόγος· δι’ αὐτῶν γὰρ ἐφωτίσθη τὰ ἔθνη. ἐν πᾶσι Διδάξατε, φησί, πάντας τοὺς λαοὺς τὰ μυστικά· πῶς τὸ σῶμα τοῦ Χριστοῦ ὡς ἄρτος ἐσθίεται καὶ τὸ αἷμα αὐτοῦ ὡς οἶνος πίνεται. ὅτι μέγας Ὅτι πολλὴ ἡ μεγαλοσύνη αὐτοῦ καὶ ἡ αἴνεσις αὐτοῦ, ὅτι ἑαυτὸν τροφὴν ἔδωκε τοῖς ἀνθρώποις. φοβερός Λέγει μὲν καὶ τοὺς ὀνομαζομένους θεούς (θεοὺς τοὺς καλῶς ἀγωνισαμένους), εἰσὶ δὲ καὶ οἱ ἄρχοντες (λέγει δὲ καὶ τοὺς ἄρχοντας) τῆς γῆς· ἐπὶ πάντας δὲ φοβερός ἐστιν ὁ θεός. ὅτι πάντες Καὶ οἱ ἄρχοντες αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν δαιμόνια ἄμφω ἅμα ὑπάρχουσιν.
ὁ δὲ κύριος Θεῷ γὰρ πρέπων ὁ οὐρανὸς καὶ ἡ γῆ· οὐρανοὺς δὲ νόει τοὺς ἁγίους, μάλιστα τοὺς ἀποστόλους, οὓς αὐτὸς ἐξελέξατο. ἐξομολόγησις Οἱ γὰρ ἐν ὅλῃ καρδίᾳ ἐξομολογούμενοι τῷ θεῷ, οὗτοι ὡραῖοι τῷ θεῷ τυγχάνουσιν· εἰσὶ δὲ πάντες οἱ ἅγιοι, οἵτινες ὡραιώθησαν τῷ θεῷ. ἁγιωσύνη Ἐν τῇ σαρκὶ τῇ δεσποτικῇ· ἁγίασμα γὰρ αὕτη τῷ θεῷ ὡς ἀναμάρτητος, μεγαλοπρεπὴς δὲ ὡς ὑπερέχουσα τὴν ἀνθρωπίνην φύσιν. ἐνέγκατε Πᾶν γένος τῶν ἐθνῶν ἐνέγκατε, τουτέστι ἔλθετε καὶ προσαγάγετε ἑαυτοὺς τῷ θεῷ· ἐπὶ γῆς γὰρ παρεγένετο ὁ λυτρούμενος ὑμᾶς. ἐνέγκατε Δοξάσατε τὸν ἐπιστρέψαντα ἡμᾶς, φησὶ τοῖς ἔθνεσι. ἐνέγκατε Δοξάσατε τὸ ὄνομα, ᾧ ἐσφραγίσθητε. ἄρατε θυσίας Τὰς ἀπαρχὰς καὶ τὰς προσφοράς, λέγει, τὰς αἰσθητὰς καὶ τὰς νοητὰς ἑορτάζοντες, πορεύεσθε εἰς τὰς ἐκκλησίας· αὗται γὰρ αὐλαὶ θεοῦ πρὸς ἀλήθειαν. προσκυνήσατε Ἐν τῇ ἐκκλησίᾳ· ἐν αὐτῇ γὰρ προσκυνεῖται ὁ θεός. σαλευθήτω Μεταβαλλέσθω ἡ γηΐνη πολιτεία εἰς οὐράνιον φρόνημα. εἴπατε Κηρύξατε, φησίν, τοῖς ἔθνεσιν, ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, φησί, καὶ σπεύδετε. καὶ γὰρ κατώρθωσεν Ἐστήριξεν γὰρ αὐτὴν ἐκ τοῦ σάλου τῶν δαιμόνων διὰ τοῦ σταυροῦ. κρινεῖ Ὡς θεὸς ἀπροσωπόληπτος ἐν ἀληθείᾳ καὶ εὐθύτητι κρίνειν μέλλει πάντα τὰ ἔθνη.
εὐφραινέσθωσαν Καὶ οἱ αἰσθητοὶ μὲν οὗτοι οἱ ὁρώμενοι <καὶ νοητοί>, ἀλλ’ ὅμως αἱ δυνάμεις τῶν οὐρανῶν, ὅτι εἶδον τὸν ἄνθρωπον [ἡνωμένον τῷ θεῷ]. καὶ ἀγαλλιάσθω Καὶ αὕτη μὲν ἡ γῆ, ὅτι κατηξιώθη τῶν δεσποτικῶν ἰχνῶν. πλὴν νόει τὸν ἄνθρωπον, ὅτι κατηξιώθη οἶκος γενέσθαι θεοῦ <γῆ γὰρ κατηξιώθη οἶκος γενέσθαι θεοῦ>. σαλευθήτω Τὴν θάλασσαν λέγει τοῦ βίου σαλευθῆναι, τουτέστιν μετατεθῆναι ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἀφθαρσίαν. πλήρωμα δὲ λέγει, ὅτι δεῖ πάντας πιστεῦσαι τῷ Χριστῷ. χαρήσεται Αἱ ἐκκλησίαι· αὗται γὰρ πεδία, ὡς πάσης τραχύτητος ἐκτὸς οὖσαι καὶ ὡς ἔχουσαι αὗται τὴν συγκατάβασιν τοῦ Χριστοῦ. τότε ἀγαλλιάσονται Τὰ σώματα τῶν ἁγίων λέγει τὰ ἐν τοῖς μνημείοις· ὡς ἐν δρυμῷ γὰρ ἐν τῷ ἄλσει τοῦ θανάτου κατέχονται (κατέσχοντο). πρὸ προσώπου Τότε ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ· οὕτως γὰρ ἐδήλουν οἱ προφῆται ὅτι ἔρχεται. οὐ μόνον γὰρ ἐπὶ τῆς γῆς ἦλθεν, ἀλλὰ καὶ ἐν τῷ ᾅδῃ κατῆλθεν καὶ τοὺς ἐν αὐτῷ κατεχομένους ἠλευθέρωσε. ὅτι ἔρχεται Τοῦτο πάλιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ. κρινεῖ Ὁ θεὸς γὰρ κριτὴς δίκαιος· οὔτε γὰρ κατ’ ὄψιν, ἀλλ’ ἐν δικαιοσύνῃ· δίδωσι γὰρ τότε τοῖς πιστοῖς τὴν ἀγαθὴν μισθαποδοσίαν καὶ τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς κατὰ τὴν πρᾶξιν αὐτῶν. καὶ λαούς Τοὺς λαοὺς τότε παντὸς ἔθνους, ὅσοι παραστήσονται τῇ κρίσει, ἀποδιδοὺς τότε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Τῷ Δαυίδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται Ἡ προφητεία σημαίνει τὴν παρθένον τὴν θεοτόκον· καὶ αὐτὴ γὰρ ἐκ τῆς γῆς καὶ ἐκ τοῦ Δαυίδ. καθίστατο δέ, ὅταν ἐξελέχθη εἰς διακονίαν τοῦ μυστηρίου. δηλώσει δέ σοι ἕκαστα ὁ ψαλμός. ὁ κύριος Καὶ αὕτη μὲν ἡ αἰσθητὴ γῆ ἀγαλλιάσθω, ὅτι θεοῦ ποσὶν ἡγιάσθη, πλὴν ἀγαλλιάσθω ὁ ἄνθρωπος [γῆ γὰρ ὁ ἄνθρωπος], ὅτι ἐλθὼν ὁ κύριος ἔσωσεν αὐτόν. εὐφρανθήτωσαν Λέγει τὰς ἐκκλησίας· ὡς γὰρ αἱ νῆσοι ἐν τῇ θαλάσσῃ ἀκίνητοι τυγχάνουσι, οὕτως αἱ ἐκκλησίαι ἐν τῇ βιωτικῇ θαλάσσῃ ἀκίνητοι τυγχάνουσι. νεφέλη Τὸ σῶμα τὸ δεσποτικὸν λέγει νεφέλην, γνόφον δὲ τὸ δυσκατάληπτον τοῦ μυστηρίου· ἐν γὰρ γνόφῳ οὐ δύναταί τις ὁρᾶν. δικαιοσύνη Τῆς σαρκὸς τῆς δεσποτικῆς λέγει, ἥτις κατωρθώθη, δικαιωθεῖσα ὑπὸ τοῦ θεοῦ. πῦρ ἐναντίον Τὸ μυστήριον τῆς θεότητος· ὁ θεὸς γὰρ ἡμῶν πῦρ καταναλίσκον ἐστί, φησὶν ἡ γραφή. καὶ φλογιεῖ Πάντας γὰρ τοὺς ἀντικειμένους τῇ παρουσίᾳ τοῦ Χριστοῦ πῦρ κατανάλωσε, τουτέστιν τῇ ὑπερβολῇ τοῦ μυστηρίου ἐξηπορήθησαν καὶ οὐκ ἔστησαν. ἔφαναν Οἱ ἀπόστολοι ἀστράψαντες τὸ κήρυγμα τοῦ εὐαγγελίου· ἐν αὐτῷ γὰρ ἐφωτίσθησαν τὰ πάντα. εἶδεν Ἡ γηΐνη πολιτεία, θεωρήσασα τὰ μυστήρια τοῦ Χριστοῦ, ἐσαλεύθη τουτέστιν μετεβλήθη. τὰ ὄρη Ποῖα ὄρη; ὁ διάβολος καὶ οἱ δαίμονες καὶ οἱ ὑψηλοὶ καὶ οἱ ὑπερήφανοι τῷ φόβῳ τῆς παρουσίας τοῦ Χριστοῦ ἠφανίσθησαν.
ἀπὸ προσώπου Ἔγνωσαν γάρ, ὅτι πάσης τῆς γῆς κύριός ἐστιν ὁ φανεὶς καὶ τόπον ἐπὶ γῆς οὐκ ἔχουσιν. ἀνήγγειλαν Καὶ οἱ οὐρανοὶ οἱ αἰσθητοὶ ἐκ τοῦ ἔργου δεικνύουσι τὸν κτίστην· πλὴν οἱ ἀπόστολοι τὴν δικαιοσύνην ἀνήγγειλαν πᾶσι τοῖς ἔθνεσιν. καὶ εἴδοσαν Διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων. αἰσχυνθήτωσαν Πάντες γὰρ οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς εἰδώλοις, ἰδόντες τὴν χάριν τοῦ θεοῦ, ἐσβέσθησαν. οἱ ἐγκαυχώμενοι Οἵτινες ἔλεγον· οὗτοι οἱ θεοὶ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἦσαν θεοί, ἀλλ’ εἴδωλα κωφά. προσκυνήσατε Πάντες γὰρ οἱ πιστεύσαντες τῇ ἐπιφανείᾳ αὐτοῦ ἄγγελοι ἐκλήθησαν· οὗτοι γὰρ προσεκύνησαν ἐν ἀληθείᾳ. ἤκουσεν Ἡ ἐκκλησία. Σιὼν γὰρ σκοπεύτρια ἑρμηνεύεται· ἡ ἐκκλησία γὰρ σκοπεύει τὰ ἐν ἡμῖν πάντα, ὡς πάντων μήτηρ. καὶ ἠγαλλιάσαντο Αἱ ἐκκλησίαι, ὡς ἐκ τῆς ἐξομολογήσεως συνιστάμεναι·
Ἰουδαῖα γὰρ ἐξομολόγησις ἑρμηνεύεται. ἕνεκεν Ἀκούσασαι γὰρ αἱ ἐκκλησίαι, ὅτι ἀληθινὰ τὰ κρίματα τοῦ θεοῦ, ἠγαλλιάσαντο [κρίματα δὲ θεοῦ νόμος καὶ ἐντολαί]. ὅτι σὺ εἶ Πάσης γὰρ τῆς γῆς ὁ κύριος αὐτός ἐστιν, ὡς κτίσας αὐτὴν καὶ ἐπάνω αὐτῆς ὤν. σφόδρα Τοὺς λεγομένους θεούς, μὴ ὄντας δὲ θεούς· αὐτὸς γὰρ πάντων κύριος ὡς θεὸς ἀληθινός. οἱ ἀγαπῶντες Οἱ πιστεύσαντες (πιστεύοντες) τῇ παρουσίᾳ τοῦ Χριστοῦ, μισεῖτε τὰ εἴδωλα ὡς πονηρά. φυλάσσει Τῶν ἀποστόλων καὶ πάντων τῶν πιστῶν· πολλοὶ γὰρ τῶν ἀπίστων ἐπέβαλον ἐπ’ αὐτοὺς τὰς χεῖρας. ἐκ χειρός Τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύσαντας δι’ αὐτῶν ἐρρύσατο ὁ κύριος ἐκ χειρὸς τοῦ διαβόλου· ἁμαρτωλὸς γὰρ πρὸς ἀλήθειαν ὁ διάβολος. φῶς ἀνέτειλεν Τῷ Χριστῷ, ὡς τὸ φῶς περιβεβλημένῳ, καὶ τοῖς ἀποστόλοις καὶ πᾶσι τοῖς δικαίοις ὁ Χριστὸς ἡ πρὸς ἀλήθειαν εὐφροσύνη τῶν πιστῶν. εὐφράνθητε Τότε, ὅταν ἀποδιδῇ ἑκάστῳ τὸν μισθόν, ὅτε οἱ δίκαιοι εὐφραίνονται τῇ χαρᾷ. καὶ ἐξομολογεῖσθε Τότε γὰρ μακάριος ὁ ἄνθρωπος, ὅταν διὰ παντὸς ἔχῃ τὴν μνήμην τοῦ θεοῦ ἐν αὐτῷ. καὶ ἐξομολογεῖσθε ἐν ἑαυτῷ τῷ θεῷ.
Ψαλμὸς τῷ Δαυίδ Τῷ Χριστῷ ὁ ψαλμὸς ἀνετέθη· ἔστι δὲ καὶ προτροπὴ τοῖς πιστοῖς. ᾄσατε Λέγει τὸ τῆς χάριτος ᾆσμα, ὃ ἐπὶ τῶν μυστικῶν ᾄδουσιν οἱ πιστοί [καθ’ ἑκάστην]. ὅτι θαυμαστά Ποῖα ταῦτα; γεννηθεὶς ἐκ παρθένου, ἐπιφανεὶς τῇ γῇ ὡς ἄνθρωπος, σταυρωθεὶς ἐπὶ ξύλῳ, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνελθὼν εἰς οὐρανούς. ἔσωσεν Κεντήσας τῷ σταυρῷ τὸν διάβολον καὶ τὸν ᾅδην συντρίψας καὶ σώσας τὸν ἄνθρωπον. ἐγνώρισεν Πᾶσι φανερώσας τὸν σταυρὸν καὶ τὴν χάριν τῶν εὐαγγελίων. ἀπεκάλυψεν Σώσας τὰ ἔθνη ἐκ τῆς εἰδωλικῆς μανίας καὶ φωτίσας αὐτὰ τῇ χάριτι. ἐμνήσθη Καὶ ἐξ Ἰουδαίων γάρ [τινες] ἐπίστευσαν, καὶ ἐδέξατο ὁ Χριστὸς καὶ οὐκ ἀπεβάλετο αὐτούς. καὶ τῆς ἀληθείας Τὴν γὰρ ἀλήθειαν τῇ ἐκκλησίᾳ ἐφύλαξεν· οἶκος γὰρ τοῦ Χριστοῦ ἡ ἐκκλησία. Ἰσραὴλ γὰρ εἶδος θεοῦ ἑρμηνεύεται, ὅ ἐστιν ὁ Χριστός. εἴδοσαν Εἰς τὰ πέρατα γὰρ τῆς γῆς ἐγνώσθη τὸ σημεῖον τοῦ σταυροῦ, ὅ ἐστι τὸ σωτήριον. ἀλαλάξατε Ἀφ’ οὗ γὰρ ἐφάνη ὁ σταυρός, οὐκέτι παύουσιν οἱ πιστοὶ καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις ἀλαλάζοντες τῷ θεῷ (κυρίῳ). ᾄσατε Σφόδρα ᾄσατε, φησί, μετὰ ἀγαλλιάσεως ψάλλοντες καὶ εὐφροσύνης. ψάλατε Μετὰ ψυχῆς τουτέστι· κιθάρα γὰρ ἡ ψυχή, πλῆκτρον δὲ ἡ γλῶσσα. δίχα γὰρ αὐτῆς ἡ ψυχὴ λαλεῖν οὐ δύναται. ἐν κιθάρᾳ Μετὰ ψυχῆς καὶ (τουτέστι μετὰ) φωνῆς μεγάλης ὑμνεῖν δεῖ τὸν θεόν, ὅτι θαυμαστὰ ἐποίησε τῷ γένει τῶν ἀνθρώπων.
ἐν σάλπιγξιν Ὥσπερ τότε, φησίν, οἱ Ἰσραηλῖται ταῖς σάλπιγξιν ἠχοῦσαν· ἐλαταῖς δὲ λέγει ταῖς χαλκαῖς καὶ ταῖς κερατίναις· οὕτως ὁ πιστὸς λαὸς ἠχήσατο ταῖς σάλπιγξι ταῖς νοηταῖς, ταῖς εὐαγγελικαῖς φωναῖς· ἰσχυραὶ γὰρ ὡς χαλκός, κερατίναις δὲ τῷ σταυρῷ· κέρας γὰρ ὁ σταυρὸς ὡς ἀρχὴ πάντων. ἀλαλάξατε Τουτέστιν ἀπαύστως [ἐν ναῷ τοῦ κυρίου ὑμνεῖν χρὴ τοὺς πιστούς]. σαλευθήτω Τὸ βάπτισμα καὶ ἡ χάρις, ἡ ἐν αὐτῷ. θάλασσα γάρ, ὡς πολὺ [καὶ] κατὰ πᾶσαν τὴν οἰκουμένην κυματουμένη τῷ πνεύματι τῷ ἁγίῳ. ἡ οἰκουμένη Πᾶσα γὰρ ἡ γῆ καὶ οἱ ἄνθρωποι αὐτῆς θορυβοῦνται τῇ ὥρᾳ τοῦ βαπτίσματος, τίς πρῶτον ἁρπάσει τὴν χάριν. ποταμοί Κροτοῦντες τὸ θαῦμα τὸ ἐν Ἰορδάνῃ πραττόμενον, εἰς ἑαυτὸν ἕκαστος τῶν ποταμῶν τὴν χάριν ἐλογίζετο. νόει δὲ καὶ τῆς μετανοίας τὰ δάκρυα δίκην ποταμῶν φερόμενα. τὰ ὄρη Οἱ προφῆται· ὄρη γὰρ ἐν τῇ γραφῇ λέγονται, ὡς μεγάλα δογματίσαντες καὶ ὡς τῶν δογμάτων φανέντων ὄρη. ὅτι ἥκει Ἦλθε γὰρ καὶ ἔκρινε τὴν γηΐνην πολιτείαν, μεταβαλὼν αὐτὴν εἰς [τὴν] χάριν. κρινεῖ Νομοθετήσας αὐτὴν τῇ (ἐν) δικαιοσύνῃ. καὶ λαούς Τοὺς λαοὺς τοὺς ἐν τῇ οἰκουμένῃ εὐθύνας τῷ εὐαγγελίῳ.
Ψαλμὸς τῷ Δαυίδ Καὶ οὗτος ὁ ψαλμὸς φανεροῖ τὴν βασιλείαν τοῦ Χριστοῦ καὶ τὴν κλῆσιν τῶν πιστῶν καὶ εἰσαγωγήν. κύριος ἐβασίλευσεν Πρὸ τῶν αἰώνων μὲν <γὰρ> ἐβασίλευεν (ἐβασίλευσεν), ἐβασίλευσεν (ἐβασίλευε) δὲ μετὰ σαρκὸς ὁ Χριστός. ὠργίσθησαν δὲ [οἱ] Ἰουδαῖοι καὶ Ἕλληνες. ὁ καθήμενος Ὁ προφήτης, [φησί], παρακαλεῖ τὸν θεόν· σαλευθήτω ἡ γηΐνη πολιτεία τῷ φόβῳ καὶ ἐρχέσθω εἰς ἐπίγνωσιν. κύριος ἐν Σιών Ἐν γὰρ τῷ ὄρει τῇ Σιὼν ἔπραξε τὰ μυστήρια κἀκεῖθεν συνετρίβησαν οἱ λεγόμενοι θεοὶ καὶ ἐξηπορήθησαν. ἐξομολογησάσθωσαν Πάντες οἱ ἀπὸ τῶν εἰδώλων ἐπιστρέψαντες ἐξομολογήσεως ἔχρῃζον, λαμβάνοντες ἐφ’ ἑαυτοὺς τὸ ὄνομα τοῦ Χριστοῦ. ὅτι φοβερόν Ὡς θεοῦ καὶ ποιητοῦ (φοβεροῦ) τὸ ὄνομα αὐτοῦ φοβερόν. καὶ τιμή Οἱ γὰρ ἀληθινοὶ βασιλεῖς δίχα κρίματος οὐδὲν ποιοῦσιν· τὸ γὰρ μετὰ κρίσεως γινόμενον δικαιοσύνης πλῆρες. σὺ ἡτοίμασας Ὡς θεὸς προητοίμασε τοῖς βασιλεῦσιν εὐθύτητα (εὐθύτητας) καὶ ἀλήθειαν (δικαιοσύνην) πᾶσι ἀνθρώποις. κρίσιν Κρίσις γὰρ καὶ δικαιοσύνη καὶ ἀλήθεια ὁ Χριστός (ἐστιν)·
Ἰακὼβ γάρ, φησίν, ὁ παῖς μου, ὃν ἐξελεξάμην. ὑψοῦτε Ὑμνοῦντες ἀπαύστως. καὶ προσκυνεῖτε Καὶ ἐπὶ γῆς γὰρ χρὴ προσκυνεῖν τῷ θεῷ (Χριστῷ) καὶ ἐκδέχεσθαι τὴν αὐτοῦ παρουσίαν. ὅτι ἅγιόν ἐστιν [Ἅγιος μόνος ὁ φύσει ἁγιάζων καὶ οὐχ ἁγιαζόμενος κατὰ μέθεξιν καὶ ὁ ἁγιαζόμενος λέγεται ἅγιος].
Μωυσῆς Οὗτοι γὰρ τότε τὸν λαὸν τῶν Ἑβραίων ἐποδήγουν κελεύσει (τοῦ) θεοῦ. καὶ Σαμουήλ Καὶ αὐτὸς γὰρ ἐν τοῖς προφήταις κατηριθμήθη. ἐπεκαλοῦντο Ἡνίκα γὰρ ὠρθοπόδουν πρὸς αὐτόν, ἠκούοντο [προσευχόμενοι] ὁ λαὸς τῶν Ἑβραίων. ἐν στύλῳ Τοσαύτην τιμὴν περιεποιήσατο αὐτοῖς ὁ θεός, ὥστε συνομιλεῖν αὐτοῖς οὐκ ἀπηξίου. ἐφύλασσον Πρὸ τοῦ γὰρ μεταβληθῆναι ἐφύλαττον τὸν νόμον. κύριε Ἐν οὐδενὶ γάρ ποτε (τότε) παρηκούσθησαν, αὐτοὶ δὲ ἔμειναν ἀνήκοοι. ὁ θεὸς εὐίλατος Πολλάκις γὰρ πταιόντων αὐτῶν ὁ θεὸς συνεχώρει αὐτοῖς· αὐτοὶ δὲ οὐδὲν ἧττον προσετίθεντο τῇ ἁμαρτίᾳ. καὶ ἐκδικῶν Πολλάκις [γὰρ] ἐπαιδεύοντο ἐπιτηδεύοντες τὰ ἄτοπα. ὑψοῦτε Τῷ πιστῷ λαῷ ἀεὶ ἐντέλλεται μεγαλύνειν τὸν θεὸν καὶ προσκυνεῖν ἐν τῷ ὄρει Σιών. ἐν αὐτῷ γὰρ ἐπράχθη τὸ μυστήριον. ὅτι ἅγιος Ἅγιος ὡς ἐν ἁγίοις οἰκῶν.
Ψαλμὸς εἰς ἐξομολόγησιν Ὁ ψαλμὸς πάντας προτρέπεται εἰς ἐξομολόγησιν καὶ μετάνοιαν. ἀλαλάξατε Πάντες, φησίν, οἱ ἄνθρωποι κράξατε τῷ θεῷ (κυρίῳ) ἐν προσευχαῖς. δουλεύσατε Τουτέστιν δουλεύσατε ἐν [ἁπλότητι καὶ] ἱλαρότητι καὶ ἁπαλῇ καρδίᾳ καὶ μὴ ὡς ἐξ ἀνάγκης. εἰσέλθατε Ἐν χαρᾷ μεγάλῃ καὶ ἀγαλλιάσει σπεύδετε ἐν ταῖς ἐκκλησίαις. γνῶτε Ὁ φανεὶς ἐπὶ γῆς αὐτός ἐστιν ὁ πρὸ αἰώνων θεός (ὁ θεὸς ἡμῶν ὁ πρὸ αἰώνων). αὐτὸς ἐποίησεν Αὐτὸς γὰρ ἡμᾶς ἐν (τῆ) πίστει κατῴκισεν· οὐ γὰρ ἡμεῖς ἀφ’ ἑαυτῶν ἤλθομεν εἰς τὴν ἀλήθειαν (ἐπίγνωσιν). ἡμεῖς λαὸς αὐτοῦ Θελήσαντος γὰρ αὐτοῦ ἐγενήθημεν λαὸς πιστὸς καὶ ποίμνη ἁγία. εἰσέλθατε Τουτέστιν εἰσερχόμενοι εἰς τὴν γνῶσιν (ἐν τῇ γνώσει)· πύλαι γὰρ γνῶσις θεοῦ εἰσιν· μετ’ ἐξομολογήσεως εἰσέρχεσθε (ἔρχεσθε). τὰς αὐλάς Ἐν γὰρ ταῖς ἐκκλησίαις ὑμνεῖν ἀεὶ προσήκει καὶ ψάλλειν· οὕτω γὰρ εὐαρεστεῖται ὁ θεός. ἐξομολογεῖσθε Ἐξομολογούμενοι [αἰνεῖτε καὶ πιστεύετε τῆς τριάδος]. ὅτι χρηστὸς κύριος Χρηστεύεται καὶ ἐλεεῖ ὡς θεὸς συμπαθὴς ἀπὸ τοῦ αἰῶνος. καὶ ἕως γενεᾶς Εἰς τὸν αἰῶνα γὰρ ἕστηκεν ἡ ἀλήθεια [αὐτοῦ] καὶ οὐ πίπτει, ὅτι ὁ θεὸς ἀλήθειά ἐστιν (ἀληθής ἐστιν).
Τῷ Δαυὶδ ψαλμός Τῷ Χριστῷ, [φησίν], ὁ ψαλμὸς ἀνάκειται· προτροπὴ τῶν εἰς θεὸν ἀγωνιζομένων. ἔλεος Ὁ κατὰ θεὸν πιστὸς ἄνθρωπος τὸ ἔλεος τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν ἀεὶ ἔχει ἐν (τῇ) καρδίᾳ. ψαλῶ Ὁ πιστὸς ἄνθρωπος ἀεὶ τῇ ψαλμῳδίᾳ καὶ τῇ προσευχῇ συνιὼν καθαρίζει τὴν ἑαυτοῦ ὁδὸν ἀπὸ παντὸς μώμου, ἐκδεχόμενος τὸν κύριον αὐτοῦ, πότε ἥξει, καθὼς γέγραπται. διεπορευόμην Τουτέστιν οὐδέποτε κακίαν ἐλογισάμην περὶ τοῦ θεοῦ μου ἐν τῷ σκηνώματί μου· οἶκος γὰρ τοῦ ἀνθρώπου τὸ ἴδιον σῶμα. ἔστι δὲ καὶ ἡ καρδία οἶκος τῶν λογισμῶν. οὐ προεθέμην Ὁ τέλειος ἄνθρωπος ἐξορίζει ἀπὸ τῆς διανοίας αὐτοῦ ἀεὶ ἅπασαν παρανομίαν καὶ οὐ παραδέχεται πᾶσαν κακίαν, ἀλλὰ καθαρεύει ἡ καρδία <τῇ καρδίᾳ>. ποιοῦντας Ὁ Χριστός· ἐμίσησε γὰρ Ἰουδαίους ὡς παραβάτας τοῦ νόμου καὶ πάντας δὲ τοὺς παραβαίνοντας τὸν θεόν. οὐκ ἐκολλήθη Τὸν Χριστὸν λέγει· αὐτοῦ γὰρ ἡ καρδία ἀψευδὴς πρὸς ἀλήθειαν. ἐκκλίναντος Τοῦ γὰρ ἀγαθοῦ καὶ ὀρθοῦ ἀνθρώπου ἀεὶ φεύγει ἀπ’ αὐτοῦ ὁ διάβολος, μὴ εὑρίσκων τόπον ἐν αὐτῷ. τὸν καταλαλοῦντα Τὸν Ἰούδαν κατὰ τοῦ κυρίου (Χριστοῦ) συμβουλεύοντα τῆς μαθητείας (μαθησίας) ἐξέβαλεν. ὑπερηφάνῳ Ἰούδας, ὡς ὑπερηφανίαν νοσήσας καὶ φιλαργυρίαν ἀγαπήσας, οὐκ ἠξιώθη τῆς τοῦ θεοῦ συνδιαγωγῆς. οἱ ὀφθαλμοί Καὶ γὰρ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τοὺς ἁγίους ἀκαταπαύστως ὁρῶσιν· οὗτοι γάρ εἰσιν οἰκήτορες τῆς γῆς τῆς ἀληθινῆς.
τοῦ συγκαθῆσθαι Καθήσεσθε, φησὶ τοῖς ἀποστόλοις, ἐπὶ ιβʹ θρόνους μετ’ ἐμοῦ, κρίνοντες τὸν κόσμον. πορευόμενος Οἱ γὰρ ἀμώμως καὶ ἀπροσκόπως δουλεύοντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ λειτουργοὶ τοῦ θεοῦ. οὐ κατῴκει Οἰκία τοῦ θεοῦ ἡ γνῶσις θεοῦ, οἱ δὲ ὑπερήφανοι τῆς γνώσεως τοῦ θεοῦ μακράν εἰσιν. λαλῶν ἄδικα Ἰουδαίων παῖδες καὶ ἄρχοντες οἱ λαλοῦντες κατὰ τοῦ θεοῦ ἀδικίαν, οὗτοι οὐ κατευθύνθησαν ἐνώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ πάντες οἱ ἄδικοι ὁμοίως. εἰς τὰς πρωΐας Ὄρθρου γὰρ ἀναστὰς ὁ κύριος πάντας τοὺς δαίμονας ἐξωλέθρευσεν· ἁμαρτωλοὶ γὰρ πρὸς ἀλήθειαν οὗτοι. τοῦ ἐξολεθρεῦσαι Τῆς πόλεως ἐκείνης τῆς νοητῆς παντελῶς ἀπέτυχον οἱ δαίμονες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.