Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 106-108

Χριστολογική ερμηνεία των ψαλμών 106 έως 108, προβάλλοντας την επιστροφή των εθνών από την πλάνη, το μυστήριο του βαπτίσματος και την καταδίκη της προδοσίας του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 12 από 16

Ἀλληλούια Ἡ μὲν προφητεία ὕμνον προσάγει τῷ θεῷ, προσκαλεῖται δὲ καὶ τὰ ἔθνη εἰς προτροπὴν (προκοπὴν πίστεως) τῆς παρουσίας τοῦ Χριστοῦ. ἐξομολογεῖσθε Τουτέστιν ἐξομολογεῖσθε θαρροῦντες, ὅτι πολλὴ ἡ χρηστότης τοῦ θεοῦ καὶ οὐκ ἀποστρέφεται τὸν προσιόντα. οὐ γὰρ πρὸς καιρὸν ἐλεεῖ ὁ θεός, ἀλλ’ αἰωνίως. εἰπάτωσαν Ὅσοι γὰρ ἐξ Ἰσραὴλ ἐπιστρέψαντες (στραφέντες) ἐσώθησαν, οὗτοι τὸ ἔλεος τοῦ κυρίου γινώσκοντες ᾄδουσιν. ἐσήμαινε δὲ τὰ ἔθνη. οὓς ἐλυτρώσατο Καὶ τὸν Ἰσραὴλ μὲν ἐκ τῶν αἰσθητῶν ἐχθρῶν, τὰ δὲ ἔθνη ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν, τουτέστιν τῶν δαιμόνων. ἐκ τῶν χωρῶν Ἐκ τῶν χωρίων τῆς πλάνης συνήγαγε τὰ ἔθνη πιστεύσαντα (τὰ μὴ πιστεύσαντα). ἀπὸ ἀνατολῶν Παντὶ γὰρ τῷ ἀνέμῳ ἦσαν περιφερόμενα τὰ ἔθνη, ἀλλὰ [πιστεύσαντα] συνηθροίσθησαν εἰς μίαν πίστιν καὶ μίαν ἐκκλησίαν. ἐπλανήθησαν Δῆλον ὅτι ὁ λαὸς τῶν Ἑβραίων (Ἰουδαίων) ἐπλανῶντο ἐν τῇ ἐρήμῳ. λέγει δὲ τὸ ἀληθὲς τὸν λαὸν τῶν ἐθνῶν, πλανώμενον ἐν τῇ ἐρήμῳ τῇ νοητῇ, ὅ ἐστιν ἡ ἐκκλησία· ἄνυδρος γὰρ ἦν, μὴ ἔχουσα τὸ ὕδωρ τοῦ βαπτίσματος. ὁδὸν πόλιν Ὁ λαὸς ὁ ἑβραϊκός, οὐχ εὑρὼν διὰ ἀπιστίαν τὴν ὁδὸν τῆς ἄνω Ἰερουσαλήμ, ὅ ἐστιν ἡ ἐκκλησία· εὗρε δὲ ὁ λαὸς ὁ ἐξ ἐθνῶν πιστεύσας. πεινῶντες Οὔπω γὰρ ἦσαν γευσάμενα τὰ ἔθνη τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο ἐτήκοντο λιμῷ καὶ δίψῃ.

καὶ ἐκέκραξαν Νυκτὸς γὰρ καὶ ἡμέρας ἐβόων πρὸς τὸν θεόν (κύριον), θέλοντες ἐπιτυχεῖν τῆς χάριτος. καὶ ἐκ τῶν ἀναγκῶν Καὶ ἐκείνους μὲν δῆλον· ἐρρύσατο δὲ τὰ ἔθνη ἐκ τῶν δαιμόνων, ὅτι ἐν πολλῇ ἀνάγκῃ ἐκρατοῦντο. καὶ ὡδήγησεν Ἐπὶ (εἰς) τὴν ὁδὸν τοῦ εὐαγγελίου, ἥτις ἐστὶν ἡ πίστις· εἰς τὴν πόλιν τὴν ἐπουράνιον, ἐν ᾗ κατοικοῦσι πάντες οἱ ἅγιοι. ἔστι δὲ ἡ πίστις. ἐξομολογησάσθωσαν Οὐ παύονται γὰρ ἐξομολογούμενοι τῷ θεῷ οἱ ἐλεηθέντες ὑπ’ αὐτοῦ. οὗτοι γὰρ καὶ θαυμάζουσι καὶ δοξάζουσι τὰ ἐλέη τοῦ θεοῦ. καὶ τὰ θαυμάσια Οἱ γὰρ καταξιωθέντες τῆς χάριτος διηγοῦνται τὰ θαυμάσια τοῖς μήπω καταξιωθεῖσι τῆς χάριτος. ὅτι ἐχόρτασεν Τὰς γὰρ κενωθείσας ψυχὰς τῆς χάριτος καὶ λιμῷ τηκομένας τοῦ ἀκοῦσαι λόγον (λόγων) κυρίου, ταύτας ἀναγεννήσας (ἀναμνήσας) τῇ χάριτι ἐνέπλησε, τῷ σώματι καὶ τῷ αἵματι τῷ ἰδίῳ χορτάσας. καθημένους Ὡς γὰρ ἐν σκότει καὶ θανάτῳ τῇ πλάνῃ τῶν εἰδώλων συνείχοντο, μὴ δυνάμενοι ὅλως (μηδὲν) ἀνανεῦσαι (ἀνανῆψαι), ἀλλὰ ἐλθούσης τῆς χάριτος ἐφωταγωγήθησαν, καθὼς γέγραπται· τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἔλαμψε μέγα. πεπεδημένους Πτωχοὶ γὰρ γνώσεως θεοῦ ἐτύγχανον τὰ ἔθνη, σιδήρου γὰρ ἰσχυρωτέρα ἡ ἀγνωσία καὶ ἡ λήθη, ἥτις συνεῖχεν αὐτούς· ἐλύθησαν δὲ οὗτοι ἐπιφανείᾳ τοῦ Χριστοῦ ἐλεηθέντες.

ὅτι παρεπίκραναν Ὁ λαὸς ὁ ἑβραῖος οὕτως ἀεὶ παρώξυνε καὶ παρεπίκρανε τὸν θεόν, ὅτι οὐκ ἐνέμεινε τοῖς προστάγμασι τοῦ θεοῦ καὶ τῷ νόμῳ. τύπος δὲ οὗτος τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν. καὶ ἐταπεινώθη Ἐν κόποις γὰρ τῶν εἰδώλων ἦσαν ταπεινωθέντες οἱ ἐξ ἐθνῶν κοπιῶντες ἀνόνητα <ἀνόητα> καὶ μάταια (ματαίως). ἠσθένησαν Ἐν γὰρ τῇ ἀσθενείᾳ τῆς πλάνης ἦσαν τὰ ἔθνη καὶ οὐδεὶς βοηθῆσαι ἢ σῶσαι ἠδύνατο, εἰ μὴ ὁ κύριος ὁ σπλαγχνισθεὶς παρεγένετο. καὶ ἐκέκραξαν Νήψαντες λοιπὸν ἐβόων πρὸς τὸν θεὸν τοῦ σωθῆναι ἀπὸ τῆς θλίψεως τῶν κακῶν. καὶ ἐκ τῶν ἀναγκῶν Σπλαγχνισθεὶς γὰρ ἔσωσεν ὡς θεὸς καὶ οὐ παρεῖδε. καὶ ἐξήγαγεν Ὡς ἐν σκότει γὰρ ἦσαν ἐν τῇ ἀφεγγεῖ πολιτείᾳ τῶν δαιμόνων τὰ ἔθνη, ὥσπερ ὁ λαὸς τῶν Ἑβραίων ἐν τῇ σκοτεινῇ γῇ τῶν Αἰγυπτίων, ἕως ὅτου ἔλαμψεν ὁ ἥλιος τῆς δικαιοσύνης, δῆλον (ὅ ἐστιν) ὁ Χριστός. καὶ τοὺς δεσμούς Οὓς ἔδησεν ἡ ἁμαρτία διὰ τῆς ἀσεβείας, τούτων τὰ δεσμὰ διέρρηξεν ἡ χάρις τοῦ βαπτίσματος. ἐξομολογησάσθωσαν Οἱ σεσωσμένοι τῇ χάριτι, αὐτοὶ ἐξομολογούμενοι ᾄδουσι διὰ παντὸς τὰ ἐλέη τοῦ κυρίου. καὶ τὰ θαυμάσια Οἱ πιστεύσαντες καὶ σωθέντες τοῖς μήπω εὐαγγελισθεῖσι διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ, καθὼς γέγραπται· ὅπως ἂν διηγήσωνται εἰς γενεὰν ἑτέραν. ὅτι συνέτριψεν Τὰς πύλας λέγει τοῦ ᾅδου, <τὰς χαλκᾶς> ὡς στερεάς, καὶ μοχλοὺς λέγει τοῦ θανάτου ὡς ἰσχυρούς.

ταῦτα γὰρ κατελθὼν ὁ κύριος συνέτριψε καὶ ἠλευθέρωσε τοὺς ἐγκεκλεισμένους πολλοῖς χρόνοις. ἀντελάβετο Τοῦ λαοῦ τῶν Ἑβραίων πολλὰ πλανηθέντος πολλάκις ἐπέστρεψεν, ἀλλ’ ἐκεῖνοι οὐ συνῆκαν· ὡς δὴ καὶ τῶν ἐθνῶν πλανωμένων ἐν ταῖς ἀπάταις (ἀστραπαῖς) τῶν δαιμόνων, ἐπιστρέψας τούτους, ὡδήγησεν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας ὁ Χριστός. διὰ γὰρ τὰς ἀνομίας Οἱ Ἰουδαῖοι· ἦσαν γὰρ ὑψηλοὶ ὡς γένος θεοῦ ὀνομαζόμενοι. ἐν δὲ τῷ παρανομεῖν αὐτοὺς ἐρρίφησαν ἀπὸ θεοῦ καὶ ἐταπεινώθησαν. πᾶν βρῶμα Διὰ γὰρ τὴν σκληρὰν αὐτῶν καὶ ἀκαμπῆ καρδίαν πάντων τῶν καλῶν ἀπεσχοίνισεν αὐτοὺς ὁ θεός. καὶ ἤγγισαν Ζῶντες γὰρ τῷ ᾅδῃ παρεδόθησαν διὰ τὴν ἀπιστίαν αὐτῶν. δηλοῖ δὲ καὶ τὰ ἔθνη, ὡς ἀποθανόντα τὸν θάνατον τῆς ἀπιστίας <ἁμαρτίας>, σωθέντα δὲ [ὕστερον] τῇ πίστει. καὶ ἐκέκραξαν Λέγει μὲν περὶ τῶν Ἰσραηλιτῶν, ὅτι πολλάκις παρεδόθησαν τοῖς ἐχθροῖς καὶ ἐρρύσθησαν. τὸ δὲ ὅλον περὶ τοῦ λαοῦ τῶν ἐθνῶν ἡ προφητεία σημαίνει. καὶ ἐκ τῶν ἀναγκῶν Καὶ ἐκείνους μὲν ἐκ τῶν αἰσθητῶν ἐχθρῶν, τούτους δὲ ἐκ τῶν νοητῶν. ἀπέστειλεν Τὸν Χριστὸν ἀπέστειλεν ὁ πατὴρ καὶ ἰάσατο συντετριμμένην τὴν ἀνθρωπότητα. καὶ ἐρρύσατο Διέφθειραν γὰρ οἱ Ἑβραῖοι (Ἰουδαῖοι) τὰς ὁδοὺς αὐτῶν, διέφθειραν δὲ καὶ οἱ δαίμονες τὰ ἔθνη. ἐλθὼν δὲ ὁ κύριος (Χριστὸς) ἐρρύσατο αὐτοὺς ἐκ τῆς πλάνης, καλέσας ἐπὶ τὸ φῶς τῆς γνώσεως <ἀληθείας>.

ἐξομολογησάσθωσαν Ἐπαινείτωσαν, φησί, τὰ ἐλέη τοῦ θεοῦ, ἐξομολογούμενοι καὶ σωζόμενοι. καὶ τὰ θαυμάσια Ἐθαυμαστώθη γὰρ ἡ γνῶσις τοῦ θεοῦ τοῖς ἀνθρώποις διὰ τῶν ἁγίων (διὰ τῶν ἀγγέλων). καὶ θυσάτωσαν Ὁ ἐξ ἐθνῶν λαός, ἐπιστρέψας ἐκ τῆς πλάνης τῶν εἰδώλων. νόει δὲ καὶ τοὺς ἁγίους, οἵτινες ἔθυσαν ἑαυτοὺς θυσίαν ζῶσαν, κατὰ τὸν ἀπόστολον, εὐάρεστον τῷ θεῷ (εὐαρεστοῦντες). καὶ ἐξαγγειλάτωσαν Ἀλλήλοις γὰρ οἱ πιστοὶ <ἅγιοι> ἀναγγέλλουσι τὰ ἔργα κυρίου, προτρεπόμενοι ἀλλήλοις (ἀλλήλους). οἱ καταβαίνοντες Λέγει τοὺς ἀποστόλους καὶ πλοῖα τὰς ἐκκλησίας καὶ θάλασσαν τὸν βίον <τὸν κόσμον>. αὐτοὶ γὰρ κατέβησαν (κατῆλθον), ὡς ἐν πλοίοις, εἰς τὸ ἄστατον καὶ πολυτάραχον τοῦ βίου πέλαγος. ποιοῦντες Οἱ ἀπόστολοι καὶ τοῦτο· πολλὴν γὰρ ἐποιήσαντο τὴν ἐργασίαν ἐν τοῖς ὕδασι τοῦ βαπτίσματος· πολλὰ γὰρ καὶ πανταχοῦ ταῦτα. αὐτοὶ εἴδοσαν Καὶ οἱ τὴν αἰσθητὴν θάλασσαν πλέοντες βλέπουσι τὰ θαυμάσια τοῦ θεοῦ· μείζονα δὲ τὰ θαυμάσια τοῦ βαπτίσματος, ἅπερ οἱ βαπτιζόμενοι ἀξιοῦνται ὁρᾶν. εἶπεν Ἵνα ταράξῃ τὰ ὕδατα τοῦ βαπτίσματος καὶ ἐξαναλώσῃ τοὺς δαίμονας τοὺς κρυπτομένους ἐν τοῖς ὕδασι. καὶ ὑψώθη Τῆς νοητῆς θαλάσσης, ὅ ἐστι τοῦ βαπτίσματος, ὑψώθη τὰ κύματα, ἵνα κατακλύσῃ τὸν διάβολον καὶ καλύψῃ τοὺς δαίμονας, ὡς ὄρη ὄντας καὶ αὐτούς.

ἀναβαίνουσιν Ὑπερυψώθησαν γὰρ οἱ δαίμονες καὶ πάλιν κατέβησαν εἰς τὴν ἄβυσσον, τῷ ὕψει τῶν κυμάτων τοῦ βαπτίσματος κατακλυσθέντες. νόει δέ μοι καὶ τὰ κύματα τῆς αἰσθητῆς θαλάσσης. ἡ ψυχὴ αὐτῶν Τῶν πλεόντων τὴν αἰσθητὴν θάλασσαν ἀπὸ τοῦ φόβου. νόει δέ μοι καὶ τοὺς μέλλοντας βαπτίζεσθαι τὰ αὐτὰ ὑπομένειν πρὸ τῆς ὥρας τοῦ βαπτίσματος. ἐταράχθησαν Οἱ ναῦται ἐν τῇ θαλάσσῃ ἐν σάλῳ ὄντες. τοσαῦτα (τὸ δ’ αὐτὸ) πάσχουσι καὶ οἱ τὴν βιωτικὴν νηχόμενοι θάλασσαν· ἐν σάλῳ γὰρ κακῶν εἰσιν. καὶ πᾶσα Ποία γὰρ σοφία [καὶ] τέχνη ἐν καιρῷ κινδύνων ἐν τῇ θαλάσσῃ ὠφελεῖν δύναται; οὕτως καὶ ἡ σοφία τῶν Ἑλλήνων ἐν καιρῷ τοῦ θανάτου ἀνώφελος, εἰ μὴ πάρεστι πίστις θεοῦ καὶ ἐλπίς. καὶ ἐκέκραξαν Πάντες γὰρ ὅταν ἐν πλήθει κακῶν γένωνται, τότε ἐπικαλοῦνται τὸν θεὸν ἐν φωνῇ μεγάλῃ, καὶ αὐτὸς οὐκ ἐγκαταλείπει οὔτε ἀποστρέφεται τοὺς ἐπικαλουμένους αὐτόν. καὶ ἐκ τῶν ἀναγκῶν Οὔτε γὰρ παρεῖδεν ὁ θεός [ποτε] τοὺς ἐν ἀνάγκαις, ἀλλὰ ῥύεται ὡς ἐλεήμων. καὶ ἔστησεν Καὶ τῇ αἰσθητῇ θαλάσσῃ διεγερθεὶς ὁ Χριστὸς ἐπετίμησε καὶ ἐγένετο γαλήνη· ἐκείνη γὰρ ἐπροφητεύετο. ὁ αὐτὸς δὲ ἀναστὰς ἐκ τῶν νεκρῶν ἐπετίμησε τῷ πονηρῷ πνεύματι τῆς βιωτικῆς θαλάσσης καὶ ἔστη εἰς αὔραν, τουτέστι μετεβλήθη εἰς γαλήνην [ἐν] τῇ πίστει. καὶ ἐσίγησαν Φανέντος γὰρ τοῦ κυρίου ἡσύχασεν ἡ ζάλη τῆς ἁμαρτίας, ὅ ἐστι τὰ κύματα τῆς θαλάσσης τοῦ βίου.

καὶ εὐφράνθησαν Οἱ ἐν αὐτῇ νηχόμενοι ἄνθρωποι, μετέχοντες τῆς χάριτος καὶ ἀπαλλαγέντες τῆς ταραχῆς τοῦ βίου, ἐν ἡσυχίᾳ εὐφραίνονται ἐπὶ τῷ θεῷ. καὶ ὡδήγησεν Ὡδήγησε γὰρ τοὺς πιστεύσαντας ἐπὶ τὸ ἔλεος [αὐτοῦ ὁ θεὸς] καὶ ἐπὶ τὴν ὁδὸν τῆς ἐκκλησίας, ὅ ἐστιν ὁ λιμὴν ὁ εὔδιος. ἐξομολογησάσθωσαν Διηγείσθωσαν οἱ ἐξομολογούμενοι τὰ ἐλέη τοῦ θεοῦ, ἐφ’ οἷς ἠλεήθησαν διὰ τῆς μετανοίας. καὶ τὰ θαυμάσια Κατὰ γενεὰν καὶ γενεὰν οἱ πιστοὶ διηγοῦνται τοῖς ἐπερχομένοις τὰ τῆς πίστεως (χάριτος) θαύματα καὶ τὰ μυστήρια τοῦ Χριστοῦ. ὑψωσάτωσαν Τουτέστιν ἐν συναγωγῇ πολλῇ ἀνθρώπων, ἐκεῖ χρὴ μεγαλύνειν καὶ ὑψοῦν τὸν θεὸν εἰς προτροπὴν πάντων τῶν ἀκουόντων. καὶ ἐν καθέδραις Ὅταν ὁ κύριος (Χριστὸς) ἐν μέσῳ τῶν πρεσβυτέρων ἐν τῇ συναγωγῇ ἐκάθητο διδάσκων, τοῦτο ὁ προφήτης ᾐνίξατο. λέγει δὲ καὶ τῶν ἐν συνόδῳ παλαιῶν ἀνθρώπων δοκιμάζειν τὰ τῆς δοξολογίας τοῦ θεοῦ· ἐπὶ πολλῶν γὰρ οὐ καθήκει. ἔθετο Τοὺς ποταμοὺς τῆς ἁμαρτίας καὶ τὰ ῥεύματα τῆς ἀσεβείας ξηράνας ἠρήμωσεν. καὶ ἐξόδους Τότε ἐπὶ τῶν Αἰγυπτίων μεταβαλὼν τὰ ὕδατα εἰς αἷμα, ἵνα τῇ δίψῃ τακῶσιν (κακωθῶσι). γῆν Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας, ἐκαρποφόρει δὲ αὕτη τὴν ἀσέβειαν· ἐξήραναν δὲ ταύτην οἱ ἀπόστολοι τῷ ἅλατι τῆς διδασκαλίας, περὶ ὧν ὁ κύριος ἔφησεν (φησίν)· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.

ἔθετο Τὴν ἐκκλησίαν, περὶ ἧς εἴρηται <ἔφη ὁ Ἠσαίας>· εὐφράνθητι ἔρημος διψῶσα. ταύτην γὰρ ἐλίμνασε τοῖς ὕδασι τοῦ βαπτίσματος. καὶ γῆν ἄνυδρον Γῆν λέγει τὸν ἄνθρωπον· ἄνυδρος δὲ ἦν, ὡς μηδέποτε δάκρυον κατανύξεως ἔχων· νῦν δὲ τῆς μετανοίας τὴν φορὰν τῶν δακρύων αἰνίττεται. καὶ κατῴκισεν Ἐκεῖ. ποῦ; ἐν τῇ ἐκκλησίᾳ τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἵνα χορτάζωνται τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ. καὶ συνεστήσαντο Πόλεις λέγει τὰς ἐκκλησίας· αὗται γὰρ καὶ πόλεις καὶ ὄρη καὶ λιμένες καλοῦνται. ταύτας γὰρ συνεστήσατο ἡ δικαιοσύνη διὰ τῆς πίστεως, ἐν αἷς κατοικοῦσιν οἱ πιστοί. καὶ ἔσπειραν Ἀγρὸς ἡ ψυχὴ καὶ ἄμπελος αἱ ἀρεταί· ἔσπειραν, ἵνα τὸν ἄρτον τὸν μυστικὸν δρέψωνται. ἐφύτευσαν ἀμπελῶνας, ἵνα τὸν οἶνον τὸν μυστικὸν πίωνται. καὶ ἐποίησαν Ἐκαρποφόρησαν τὰς ἀρετὰς οἱ πιστοί. καὶ εὐλόγησεν Ἐπληθύνθησαν γὰρ οἱ πιστοὶ καθ’ ὅλης τῆς οἰκουμένης ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης. καὶ τὰ κτήνη Οὔτε γὰρ τῶν προσκαίρων οἱ πιστοὶ ὑστεροῦνται, ἀλλὰ καὶ ἐν κτήνεσιν καὶ ἐν πάσῃ ὑπάρξει ηὐλόγηνται. καὶ ὠλιγώθησαν Τίνες ἄρα; οἱ ἄπιστοι καὶ οἱ ἀσεβεῖς ἠλαττώθησαν τῶν πιστῶν πληθυνθέντων. ἀπὸ θλίψεως Ἧς ἔθλιψεν αὐτοὺς διὰ τῆς ἀπιστίας ὁ σατανᾶς καὶ εἰσὶν ἐν ὀδύνῃ αἰωνίᾳ. ἐξεχύθη Ἐπὶ τοὺς δαίμονας· οὗτοι γὰρ ἦρξαν τοῦ ἀνθρώπου, πλανῶντες αὐτόν· ἐξουδενώθησαν δὲ ἐπὶ τῇ ἐπιστροφῇ τοῦ ἀνθρώπου.

καὶ ἐπλάνησεν Ἠπατήθησαν δὲ οἱ δαίμονες, νομίσαντες ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι, καὶ θελήσαντες καὶ αὐτὸν καταπιεῖν ἐπλανήθησαν· ἄβατος οὖν αὐτοῖς κατέστη ὁ ἄνθρωπος, μηκέτι ἐν αὐτῷ ὁδὸν εὑρίσκοντες. καὶ ἐβοήθησεν Τῷ λαῷ τῷ ἐξ ἐθνῶν· πρὸ γὰρ τῆς ἐπιστροφῆς πένης ἦν, ὡς τὰ κεράτια ἐσθίων, καὶ πτωχός, ὡς μὴ ἔχων οἶκον· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. καὶ ἔθετο Πληθύνας τοὺς πιστοὺς καὶ κατὰ τόπον συναθροίσας αὐτοὺς πατριᾶς. ὄψονται Βλέποντες γὰρ οἱ ἅγιοι τὴν δωρεὰν τὴν γενομένην, εὐφραίνονται τὴν χαρὰν τὴν αἰώνιον. καὶ πᾶσα ἀνομία Πανταχοῦ γὰρ καὶ ἐν πᾶσι τῆς ἀληθείας φανείσης ἡ ἀνομία ἐνέφραξεν τὸ ἑαυτῆς στόμα. τίς σοφός Ὅσοι πνεύματος ἁγίου κατηξιώθησαν καὶ τῆς τοῦ θεοῦ σοφίας ἐνεπλήσθησαν, οὗτοι ἐνόησαν καὶ ἐφύλαξαν τὰ μυστήρια τοῦ Χριστοῦ. καὶ συνήσουσιν Νοήσουσιν οἱ πιστοὶ τότε τὰ ἐλέη τοῦ θεοῦ <κυρίου>, τὰ γενόμενα εἰς τὸν ἄνθρωπον παρὰ θεοῦ. ᾨδὴ ψαλμοῦ τῷ Δαυίδ Τὸ ᾆσμα προφητείας τῷ Χριστῷ περὶ [τῆς τῶν] ἐθνῶν προτροπῆς καὶ τῆς κλήσεως [αὐτῶν]. ἑτοίμη Ὁ προφήτης ἀεὶ ἕτοιμος ἐγίνετο πρὸς ὑποδοχὴν τοῦ πνεύματος τοῦ ἁγίου. τὸ δ’ αὐτὸ καὶ ὁ πιστὸς καὶ κατὰ θεὸν ἄνθρωπος ἕτοιμός ἐστιν πρὸς τὸ θέλημα τοῦ θεοῦ. ᾄσομαι Ὅταν, φησί, δοξασθῶσιν οἱ πιστοί, τὰς ἀμοιβὰς τῶν ἔργων ἀπολαμβάνοντες, τότε τὸ ἀληθινὸν ᾆσμα ψάλλουσι τῷ Χριστῷ, σκιρτῶντες τὰ πνευματικά.

ἐξεγέρθητι ἡ δόξα μου Περὶ τοῦ Χριστοῦ ὁ λόγος· ἐν πολλῇ γὰρ δόξῃ ἀνέβη ἐκ (ἀπὸ) τῶν νεκρῶν, δόξα δὲ τῶν ἁγίων πάντων ὁ Χριστός. ἐγέρθητι ψαλτήριον Λέγει τὴν ψυχή, ἥτις ἐνεργεῖ τὸν ψαλμόν, καὶ κιθάραν τὴν γλῶσσαν, ἥτις κρούει τοὺς φθόγγους. σὺν τῇ ψυχῇ γὰρ καὶ τῷ σώματι ἀνέστη ὁ Χριστὸς ἐκ τῶν νεκρῶν. ἐξεγερθήσομαι Ὁ Χριστός· ὄρθρου γὰρ ἡ ἀνάστασις <ἐγένετο>. ἐξομολογήσομαι Πάντες γὰρ οἱ πιστοὶ ὀρθρίζοντες ἐν τῇ ἐκκλησίᾳ ἐξομολογοῦνται μετὰ τοῦ λαοῦ παντὸς τῷ θεῷ· διὰ τοῦτο λέγει ἐν λαοῖς, ἐπὶ πάντων γὰρ ἡ ἐξομολόγησις. καὶ ψαλῶ Τὴν κλῆσιν τῶν ἐθνῶν ὁ προφήτης σημαίνει. ὅτι ἐμεγαλύνθη Ἀπὸ τῆς γῆς ἕως τῶν οὐρανῶν ὑψώθη ἐλεηθεὶς ὁ ἄνθρωπος. καὶ ἕως Ἕως τῶν νεφελῶν, φησίν, ᾠκοδόμησας τὴν ἀλήθειάν σου, θεμελιώσας αὐτὴν ἐπὶ γῆς. σημαίνει δὲ τῆς ἀληθείας τὸ ὕψος. ὑψώθητι Ὧδε σημαίνει τὴν ἀνάληψιν, τὴν μετὰ σαρκὸς ἀπὸ (ἐπὶ) τῆς γῆς. καὶ ἐπὶ πᾶσαν Ἀνελθὼν γὰρ εἰς τὸν οὐρανὸν (εἰς οὐρανοὺς) οὐκ ἀφῆκεν ἔρημον τὴν γῆν, ἀλλ’ ἐπλήρωσεν αὐτὴν τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. ὅπως ἄν Οἱ ἀπόστολοι πληρώσαντες πᾶσαν τὴν γῆν τῆς δόξης κυρίου. σῶσον Δεξιὰ τοῦ πατρὸς ὁ Χριστός· δι’ αὐτοῦ (διὰ τοῦτο) γὰρ ἐσώθη πᾶσα ἡ κτίσις ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. ὁ θεός Ὁ πατὴρ ἐν τῷ υἱῷ ἐλάλησε τῷ κόσμῳ, ὁ υἱὸς ἐν τῷ πατρὶ εὐηγγελίσατο τὴν ζωὴν τῷ ἀνθρώπῳ (τῶν ἀνθρώπων).

ὑψωθήσομαι Ὑψώθη γὰρ ἐπὶ τοῦ σταυροῦ καὶ διεμέρισεν ἑκάστῳ τῶν πιστῶν τὴν δύναμιν. σίκημα γὰρ ὠμίασις ἑρμηνεύεται, ὅ ἐστι δύναμις. καὶ τὴν κοιλάδα Λέγει κοιλάδα τὴν συγκατάβασιν τοῦ Χριστοῦ, ἥτις κατεσκήνωσεν ἐν ἀνθρώποις· ταύτην δὲ κανονίσας (διακονήσας) ἐμέτρησε. ἔστιν δὲ ἐκκλησία. ἐμός ἐστιν Ἐμὴ μαρτυρία, φησίν, ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ.

Γαλαὰδ ἑρμηνεύεται μαρτυρία. ὀδυνηθεὶς ἐπὶ τοῦ σταυροῦ διὰ τὸν ἄνθρωπον, θελήσας λήθην ποιῆσαι τῆς ἁμαρτίας. Μανασσῆς γὰρ λήθη ἑρμηνεύεται. λέγεται δὲ καὶ ὀδύνη. καὶ Ἐφραΐμ Ἐκραταιώθη γὰρ τῶν πιστῶν ἡ κεφαλὴ ἐν τῷ καρποφορῆσαι τὴν πίστιν (τῇ πίστει).

Ἐφραῒμ γὰρ καρποφορία ἑρμηνεύεται. Ἰούδας Οἱ γὰρ ἐξομολογούμενοι βασιλείας τυγχάνουσιν. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Μωάβ Ὁ πατὴρ τοῦ υἱοῦ πλήρωμα ἐλπίδος. λέβητα γὰρ λέγει τὸ βάπτισμα, ἐν ᾧ ἡ ἐλπὶς τῶν πιστῶν ἀπόκειται. Μωὰβ γὰρ πατὴρ ἑρμηνεύεται. ἐπὶ τὴν Ἰδουμαίαν Ἐπὶ τοὺς ἐκλείψαντας ἀπὸ θεοῦ· Ἰδουμαία γὰρ ἐκλείπουσα ἑρμηνεύεται. ἐκεῖ ἐκτενῶ τὸ εὐαγγελικὸν κήρυγμα· ὑπόδημα γὰρ θεοῦ τὸ εὐαγγέλιον νοεῖται ὡς ἀσφάλεια· ἐν αὐτῷ γὰρ ἠσφαλίσθησαν οἱ πόδες τῶν πιστῶν. ἐμοί Οἱ πίπτοντες (ἀποπίπτοντες) τῇ ἁμαρτίᾳ ὑπετάγησαν τῷ θεῷ διὰ τῆς μετανοίας. ἀλλόφυλοι γὰρ πίπτοντες ἑρμηνεύονται. τίς ἀπάξει Ἡ γραφὴ τὴν Ἰερουσαλὴμ περιοχὴν λέγει, ὡς περιεχομένην ὑπὸ τῶν προφητῶν καὶ πάντων (sic) τῶν δυνάμεων. αἰνίττεται δὲ τὴν ἄνω Ἰερουσαλὴμ τὴν ἐν οὐρανοῖς, ἐν ᾗ σπεύδουσι πάντες οἱ ἅγιοι. τίς ὁδηγήσει Τίς τουτέστιν ὁδηγήσει με πρὸς τὸν θεόν, φησὶν ὁ ἄνθρωπος, ἐκλείποντα τῇ ἁμαρτίᾳ;

Ἰδουμαία γὰρ ἐκλείπουσα ἑρμηνεύεται. οὐχὶ σύ Αὐτὸς ἀπώσω ἡμᾶς διὰ τὴν ἀσέβειαν ἡμῶν, ἀνεκαλέσω δὲ διὰ τὴν εὐσπλαγχνίαν. καὶ οὐχί Οὐχὶ γὰρ τῆς ἡμῶν δυνάμεως χρῄζει ὁ θεὸς ἢ συμμαχίας (εἰς συμμαχίαν)· ἔστι γὰρ ὁ θεὸς ἀνενδεὴς ἐν πᾶσιν. δὸς ἡμῖν Τουτέστιν ἐν θλίψει βοήθησον. καὶ ματαία Ἄνθρωπος γὰρ ἄνθρωπον σῶσαι οὐ δύναται. εἰ δὲ καὶ σώζει, πρὸς καιρὸν σώζει. αὐτὸς οὖν δὸς ἡμῖν βοήθειαν ὡς θεὸς συμπαθής. ἐν τῷ θεῷ Τῷ γὰρ θεῷ (τὸ γὰρ ἐν θεῷ) θαρρεῖν ἀσφαλὲς καὶ βέβαιον καὶ σωτήριον ἀψευδές (ἀσφαλές). καὶ αὐτός Τοὺς δαίμονας ἐξουδένωσεν ὁ θεὸς ἐν τῷ σῶσαι τὸν ἄνθρωπον. αὐτὸν (αὐτοὶ) γὰρ τὸν ἄνθρωπον ἔθλιψαν ἐξ ἀρχῆς <ὡς ἐχθροὶ αὐτοῦ>.

Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός Περὶ τῶν ἐπὶ (ἐν τῷ) τέλει μελλόντων γίνεσθαι καὶ περὶ τοῦ σωτηρίου πάθους τοῦ Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν ψαλμὸν ἀνεφώνησεν (προανεφώνησεν). Ὁ θεός Ὁ υἱὸς πρὸς τὸν πατέρα λέγει. ὅτι στόμα Ἁμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτωλὸς πρὸς ἀλήθειαν. δολίου δὲ τοῦ Ἰούδα. ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν. ἐλάλησαν Ἐκολάκευε γὰρ ὡς διδάσκαλον καὶ τῷ δόλῳ (λόγῳ), ὡς ἐδόκει, ἠγωνίζετο εἰς τὴν προδοσίαν τοῦ διδασκάλου. καὶ λόγοις Οἱ Ἰουδαῖοι τὸν Χριστὸν ἐν πολλῷ μίσει ἐκύκλωσαν λοιδοροῦντες ἀεὶ ὡς φθονεροὶ καὶ δόλιοι. καὶ ἐπολέμησαν Ὑπὲρ τοῦ μηδενὸς ἐπολέμουν οἱ Ἰουδαῖοι τῷ Χριστῷ, τοὐναντίον εὐεργετούμενοι. ἀντὶ τοῦ ἀγαπᾶν Τοσούτων γὰρ εὐεργεσιῶν γινομένων οὐκ ἠγάπησαν τὸν Χριστὸν ὡς εὐεργέτην, ἀλλὰ ἀεὶ ἐνδιέβαλλον αὐτὸν ὡς κακόν. ἐγὼ δέ Τύπος γενόμενος <γινόμενος> τῶν πιστῶν. καὶ ἔθεντο Οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ τὰ ἐναντία φρονοῦντες. καὶ μῖσος Ὡς κάκιστοι καὶ πονηρίας γέμοντες, ἀντὶ τοῦ ἀγαπᾶν με ὡς εὐεργέτην, ἐμίσουν μᾶλλον. κατάστησον Τῷ Ἰούδᾳ τὸν διάβολον· ᾧ γὰρ ὑπήκουσας (ὑπήκουσεν), τούτου καὶ κοινωνὸς ἔστω, φησί. καὶ διάβολος Τῷ Ἰούδᾳ, ὡς αὐτῷ ὑπακούσαντος.

ἐν τῷ κρίνεσθαι Ἐν τῷ γὰρ κρίνεσθαι τὸν Χριστὸν ἐπὶ τοῦ Πιλάτου Ἰούδας κατεκρίθη, ἄλλως τε καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρὰ τῷ δικαίως κρίνοντι κατακρίνεται, ἐπειδὴ αὐτὸς ἑαυτῷ αἴτιος τῆς κρίσεως. καὶ ἡ προσευχή Τίνι γὰρ προσεύξεται λοιπόν, τῷ θεῷ ἐπιβουλεύσας; γενηθήτωσαν Λαβὼν γὰρ τὸ σχοινίον ἀπηλλάγη καὶ οὐκ ἐφάνη. καὶ τὴν ἐπισκοπήν Τὸ τῆς ἀποστολῆς ἀξίωμα ἔλαχεν Ματθίαν. Ἰούδας γὰρ ἀπερρίφη ὡς παράνομος. γενηθήτωσαν οἱ υἱοί Οἱ υἱοὶ οἱ λογισμοὶ αὐτοῦ· ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. ἡ γυνὴ αὐτοῦ <χήρα>, ὅ ἐστιν ἡ ψυχὴ ἐχήρευσεν, ἀπὸ τοῦ Χριστοῦ ἐκπεσοῦσα διὰ (ἀπὸ) τῆς παρανομίας. σαλευόμενοι Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱούς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ εἰς τὴν φιλαργυρίαν, χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται. εἰ δὲ καὶ σαρκικοὺς υἱοὺς ἔσχεν, νόει δὲ (καὶ) τούτους σαρκικῇ τιμωρίᾳ παραδεδόσθαι.

Ἐκβληθήτωσαν Ὁ γὰρ οἶκος τῶν λογισμῶν ἐστιν ὁ ἄνθρωπος, οἰκόπεδον δὲ τῷ Ἰούδᾳ τὸ σκῆνος ἐγένετο, ἀπολέσαντι τὴν χάριν. ἐξεβλήθησαν δὲ ἀπ’ αὐτοῦ οἱ λογισμοί, ὅταν ἀπήγξατο. καὶ ἐξεραυνησάτω Ὁ διάβολος· αὐτὸς γὰρ ἐδάνεισε τῷ Ἰούδᾳ τὰς κακὰς ἐνθυμήσεις. διαρπασάτωσαν Οἱ δαίμονες· αὐτοὶ γὰρ [αὐτὸν] ἐξῃχμαλώτισαν, ὑποσκελίσαντες (ὑποκλέψαντες) αὐτοῦ τὰ ἔργα τὰ ἀγαθὰ τῆς δικαιοσύνης. μὴ ὑπαρξάτω Πῶς γὰρ ἂν εὕροι ἀντιλήπτορα, ἀπολέσας τὸν Χριστὸν ἀντιλαμβανόμενον αὐτοῦ. μηδὲ γενηθήτω Ἀφ’ οὗ γὰρ ἀπωρφανίσθησαν ἀπὸ θεοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ ὁ νοῦς, τίς οἰκτειρήσει αὐτοὺς λοιπόν; εἰ τύχοι, καὶ πάντας τοὺς ἔχοντας τὰ τέκνα, κατὰ θεοῦ στρατευομένους, τὰ αὐτὰ πάσχειν ἠπείλησεν ἡ γραφή. γενηθήτω Εἰ τύχοι καὶ ἦσαν <ἔχειν> αὐτῷ τέκνα, καὶ αὐτὰ ἐξωλοθρεύοντο πάντως. ἐν γενεᾷ Ἐν μιᾷ γὰρ ὥρᾳ, ἐν ᾗ ἥμαρτεν, ἐξηλείφθη τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ἀποστολῆς. ἀναμνησθείη Ἐκ τῶν πατέρων γὰρ εἶχε τὴν κατάραν ὁ Ἰούδας. λέγει γάρ· ἐγώ εἰμι ὁ θεός, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως δευτέρας καὶ τρίτης γενεᾶς. καὶ ἡ ἁμαρτία Τῆς ἀσεβείας, ἥτις ὡς μήτηρ ἐθώπευε τὸν Ἰούδαν. λέγει δὲ καὶ τὴν τεκοῦσαν αὐτόν. γενηθήτωσαν Ὁ Ἰούδας καὶ οἱ σὺν αὐτῷ κατακρινόμενοι τοῖς ὁμοίοις κακοῖς. καὶ ἐξολεθρευθείη Καὶ τῆς αἰσθητῆς μὲν γῆς, λέγει δὲ καὶ τῆς νοητῆς, ἥτις ἐστὶν ὁ παράδεισος.

ἀνθ’ ὧν Ἀλλ’ εἰς θάνατον παρεδίδου τὸν διδάσκαλον καὶ οὐκ ἐμνήσθη, πῶς αὐτὸν ἐξελέξατο. καὶ κατεδίωξεν Τὸν Χριστόν, ὃς ἑκουσίως ἐπτώχευσεν καὶ πενίαν ὡσαύτως θελήσας ἑκουσίως (ἑκούσιον) ἀνεδέξατο. καὶ κατανενυγμένον Τὸν Χριστόν, ὃς κατενύγη διὰ τὸν ἄνθρωπον, ἵνα σώσῃ αὐτόν· Ἰούδας δὲ θανάτῳ παρέδωκεν. καὶ ἠγάπησεν Ποίαν; ταύτην τὴν λέγουσαν· οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. καὶ οὐκ ἠθέλησεν Ἐμίσησε γὰρ τὴν εὐλογίαν τῆς ἀποστολῆς καὶ τῆς μαθητείας καὶ ἐξερρίφη ἀπ’ αὐτῆς. καὶ ἐνεδύσατο Τουτέστιν κατὰ παντὸς τοῦ σώματος ἐδέξατο τὴν κατάραν· οὐ μόνον ἔξωθεν περιέλαβεν αὐτὸν ἡ κατάρα, ἀλλὰ καὶ ἔσωθεν ἐπλήρωσεν αὐτὸν ὡσεὶ ὕδωρ. καὶ ὡς ἔλαιον Τουτέστιν οὐ μόνον τὰς σάρκας αὐτοῦ καὶ τὰ ἐντὸς περιέλαβεν, ἀλλὰ καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπίανε καὶ διὰ πάντων αὐτὸν ἐδέξατο ἡ κατάρα. γενηθήτω Τουτέστιν ὅπως ἀνελλιπῶς περίκειται τὴν κατάραν, ὡς ἀγαπήσας αὐτὴν ὡς προδότης. καὶ ὡσεί Ἵνα μὴ μόνον περίκειται αὐτήν, ἀλλὰ ἵνα καὶ σφίγγηται ὑπὸ τῆς κατάρας. τοῦτο τὸ ἔργον Τούτοις, φησί, τοῖς κακοῖς σφίγγονται, ὅσοι θεὸν πολεμεῖν ἢ (καὶ) βλασφημεῖν ἐπιχειροῦσι [τὸν λαὸν τὸν πιστὸν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου]. καὶ τῶν λαλούντων Ὁ λόγος περὶ Ἰουδαίων· οὗτοι γὰρ πονηρὰ ἐλάλησαν κατὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ θεότητος. καὶ σύ, κύριε Ὁ υἱὸς πρὸς τὸν πατέρα βοᾷ, βεβαιῶν τὴν ἐνανθρώπησιν.

ὅτι πτωχός Ὁ Χριστὸς ἐκ προσώπου τοῦ Ἀδὰμ ταῦτα βοᾷ. καὶ ἡ καρδία Ἔσωθεν γὰρ ἡ καρδία τοῦ Ἀδὰμ ἐσεσήπει τῇ ἁμαρτίᾳ καὶ χειμῶνα καὶ ταραχὴν εἶχεν οὐ μικράν. ὡσεὶ σκιά Δίκην γὰρ σκιᾶς ἔκειτο (ἐκλίθη) ὁ Ἀδὰμ τῇ παραβάσει. ἐξετινάχθην Ὡς γάρ τις ἀκρίδας ἀποτινάσσει ἀπὸ φραγμοῦ, οὕτως τὸν ἄνθρωπον ἀπὸ τῆς ἀληθείας ἀπετίναξαν (ἐξετίναξαν) οἱ δαίμονες. τὰ γόνατα Ἐνήστευε γὰρ ἀπὸ τοῦ ἄρτου τοῦ μυστικοῦ πολὺν χρόνον καὶ οὕτως ἠσθένει, μὴ ἔχων δύναμιν. καὶ ἡ σάρξ Οὔπω γὰρ ἦν πιανθεὶς τῷ χρίσματι τοῦ βαπτίσματος καὶ παντελῶς ἠφανισμένη ἦν <ὀζήσασα ἦν> ἡ σὰρξ τοῦ ἀνθρώπου. καὶ ἐγώ Ὁ Ἀδὰμ τοῖς δαίμοσιν, ὁ Χριστὸς τοῖς Ἰουδαίοις· εἶχον γὰρ αὐτὸν εἰς παίγνιον. εἴδοσάν με Ὅταν ἐπὶ τοῦ σταυροῦ ἐθεώρουν οἱ Ἰουδαῖοι κρεμάμενον [τὸν Χριστόν], ἐκίνουν τὰς κεφαλὰς ἐξουθενοῦντες καὶ ἀπειλοῦντες. βοήθησόν μοι Ταῦτα ὁ Χριστὸς βοᾷ ἐκ προσώπου τοῦ Ἀδάμ, βεβαιῶν τὴν ἐνανθρώπησιν. καὶ γνώτωσαν Μάθωσι, φησίν, οἱ δαίμονες, ὅτι τῇ δεξιᾷ τοῦ θεοῦ ἐσώθη ὁ ἄνθρωπος. καὶ σύ Μάθωσι πάντα τὰ ἔθνη, ὅτι θελήματι ἐνηνθρώπησας, ἵνα σώσῃς τὸν ἄνθρωπον. καταράσονται Οἱ δαίμονες, φησί, φαυλίζουσι τὸν ἄνθρωπον, ὁ δὲ θεὸς εὐλόγησεν αὐτόν. οἱ ἐπανιστανόμενοι Οἱ Ἰουδαῖοι ὅσοι ἐπανέστησαν τῷ Χριστῷ, θεωρήσαντες τὴν δύναμιν αὐτοῦ, κατῃσχύνθησαν σφόδρα. ὁ δὲ δοῦλός σου Ὁ ἄνθρωπος· εὐφράνθη γὰρ ἐπὶ τῇ σωτηρίᾳ τῇ γενομένῃ αὐτῷ.

ἐνδυσάσθωσαν Ἐνεδύσαντο γὰρ αἰσχύνην καὶ ἐντροπὴν οἱ Ἰουδαῖοι οἱ λέγοντες· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ θεοῦ. καὶ περιβαλλέσθωσαν Ὡς γὰρ διπλοΐδα, ὅ ἐστι παλλίον, ἡ αἰσχύνη, λέγω δὴ Ἰουδαίους, ἐκάλυψεν ἐν καιρῷ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ἐξομολογήσομαι Ὁ ἄνθρωπος σωθεὶς καὶ καταξιωθεὶς τῆς χάριτος ἐξομολογεῖται μετ’ εὐχαριστίας τῷ θεῷ. καὶ ἐν μέσῳ Ἐν μέσῳ γὰρ πάσης τῆς κτίσεως δοξάζων ὁ ἄνθρωπος τὸν θεὸν οὐ παύεται. ὅτι παρέστη Παρέστη γὰρ ἐκ δεξιῶν τοῦ ἀνθρώπου ὁ Χριστὸς καὶ ἔσωσεν αὐτὸν ἐκ τῶν δαιμόνων, ὅτι αὐτοὶ ᾐχμαλώτευσαν αὐτόν.

Τῷ Δαυὶδ ψαλμός Τῷ Χριστῷ ὁ ἔπαινος τοῦ ψαλμοῦ προσηνέχθη, ὡς νικήσαντι τὰ πάθη. εἶπεν ὁ κύριος Ὁ πατὴρ πρὸς τὸν υἱὸν λέγει· κάθου ἐκ δεξιῶν μου, ἡνίκα μετὰ σαρκὸς ἀνῆλθε· πρὸ τῶν αἰώνων γὰρ ὢν [καὶ] ἐκαθέζετο ἐκ δεξιῶν καὶ τοῦ θρόνου οὐκ ἐχωρίσθη, ἀλλὰ ἐλέχθη διὰ τὸν ἄνθρωπον. ἕως ἂν θῶ Τοὺς δαίμονας λέγει· τούτους γὰρ ὑπὸ τοὺς πόδας τοῦ ἀνθρώπου κατέστρωσεν ὁ κύριος (θεός). ῥάβδον Προεμήνυσεν ἡ προφητεία τὸν σταυρόν, λέγει δὲ ῥάβδον καὶ τὴν παρθένον, ὡς Ἰεσσαὶ καὶ ῥάβδον καὶ ἄνθος. καὶ κατακυρίευε Πάντες γὰρ οἱ ἐχθροί, καὶ αἰσθητοὶ καὶ νοητοί, τῷ σταυρῷ ὑποτάσσονται. μετὰ σοῦ Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, ὁ αὐτὸς καὶ ἐκ Μαρίας, ἡνίκα ἐγίνετο ἡ δύναμις τοῦ μυστηρίου διὰ τῆς θεοτόκου. ἐν τῇ λαμπρότητι Διὰ γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἐλαμπρύνθησαν οἱ ἅγιοι πάντες. ἐκ γαστρός Τουτέστιν πρὸ πάσης τῆς κτίσεως συνῆν ὁ Χριστὸς τῷ πατρί, ὡς φῶς ἐκ φωτός. ὤμοσεν Ὅσα, φησίν, ἐβουλεύσατο ἀπ’ ἀρχῆς περὶ τοῦ ἀνθρώπου, οὐ μετεμελήθη ἀλλ’ ἐπλήρωσεν. σὺ εἶ Περὶ τοῦ Χριστοῦ ὁ λόγος καὶ τοῦ ἀνθρώπου, ὃν ἀνέλαβε καὶ ἀπειργάσατο οὐράνιον. τύπος γὰρ (δὲ) ὁ Μελχισεδὲκ τοῦ Χριστοῦ, καθὸ οὐ γενεαλογεῖται, ἄλλως τε καὶ βασιλεὺς εἰρήνης ἑρμηνεύεται, ὅ ἐστιν ὁ Χριστός. ἱερεὺς δέ, καθὸ ἑαυτὸν ἱερουργήσας θυσίαν ἀνήγαγεν ἐπὶ τοῦ σταυροῦ.

κύριος Κύριος ἐκ δεξιῶν τοῦ Μελχισεδὲκ ἦν, διὸ καὶ συνέκοψε τοὺς βασιλεῖς τῶν ἐθνῶν, ὡς ἡ θεότης ἐκ δεξιῶν τοῦ Χριστοῦ, ἡνίκα συνέκοψε τὰ βασίλεια τοῦ ᾅδου. κρινεῖ Ἐν τῇ ἐπιδημίᾳ γὰρ τοῦ Χριστοῦ διεκρίθη τὰ ἔθνη ἐν τῇ ἐκλογῇ τῆς πίστεως καὶ ἐπλήρωσεν τὴν πτῶσιν τῶν δαιμόνων. συνθλάσει Τὰς τῶν δαιμόνων, περὶ ὧν εἴρηται· σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων, ἐπεὶ πολλοὶ καὶ πανταχοῦ (τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος ἐπὶ πολὺ καὶ πανταχοῦ). ἐκ χειμάρρου Ἐσήμανεν ὁ λόγος, ὅτι κεκοπιακὼς ὁ κύριος ὕδωρ ᾔτει τὴν Σαμαρεῖτιν, ὡς ἐξ ὁδοιπορίας ἐκαθέζετο ἐπὶ (ἐν) τῇ πηγῇ. χείμαρρον δὲ λέγει, ὅτι πολλοὶ χείμαρροι περιήντλουν τὴν γυναῖκα ἁμαρτιῶν. διὰ τοῦτο Λέγει τὸν ἄνθρωπον· κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστός. ὕψωσε δὲ τοῦτον ἐπὶ τοῦ σταυροῦ καὶ εἰς οὐρανοὺς ἀνήγαγεν.

Ἀλληλουία Ἡ προφητεία προτρέπει τὸν ἄνθρωπον, ὅτι χρὴ ἀπαύστως ὑμνεῖν τὸν θεόν. τὸ γὰρ ἀλληλουία ἑρμηνεύεται ὕμνος (ἀλλήλου ἑρμηνεύεται αἶνος, τὸ δὲ ΐα θεός). ἐξομολογήσομαι Τοῦτο φωνὴ τῶν πιστῶν, ἀεὶ δοξαζόντων τὸν κύριον. ἐν βουλῇ Ὅπου γὰρ σύνοδος ἁγίων καὶ συναγωγή, ἐκεῖ δοξάζεται ὁ κύριος καὶ τὰ ἔργα αὐτοῦ. ἐξεζητημένα Ἐκζητοῦντες γὰρ οἱ ἅγιοι τὸ θέλημα τοῦ θεοῦ πληροῦσι τὸν νόμον τοῦ θεοῦ (αὐτοῦ). ἐξομολογήσεις Τὸ γὰρ ἔργον τοῦ θεοῦ μεγαλοπρέπεια καὶ δόξα ὑπάρχει, ὅπερ εἰργάσατο εἰς τὸν ἄνθρωπον, δεξάμενος αὐτοῦ τὴν ἐξομολόγησιν καὶ σώσας αὐτόν. καὶ δικαιοσύνη Τὸ ἔργον τοῦ μυστηρίου, ὃ εἰργάσατο ὁ θεὸς εἰς τὸν ἄνθρωπον, ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ μένει ἀνεξάλειπτον ἕως τοῦ αἰῶνος. μνείαν Τῶν ἐξ ἀρχῆς, ὧν ἐποιήσατο κατὰ γενεὰν καὶ γενεὰν μνησθεὶς τοῦ ἀνθρώπου (μνησθεὶς ἐποίησε τῷ ἀνθρώπῳ). τροφήν Ὡς γὰρ ἐλεήμων καὶ πλῆθος οἰκτιρμῶν ἔχων, τροφὴν τοῖς πιστοῖς ἔδωκε τὸ ἴδιον σῶμα καὶ [τὸ τίμιον αὐτοῦ] αἷμα. μνησθήσεται Ἧς ἐβουλεύσατο ποιῆσαι τῷ ἀνθρώπῳ, ταύτην ἐπλήρωσεν αἰωνίως, ἰσχύν Τῶ λαῷ τῷ ἐξ ἐθνῶν ἐγνώρισε τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν. τοῦ δοῦναι Ὑπὲρ πάντα τὰ ἔθνη τῆς γῆς ὁ λαὸς ὁ ἐξ ἐθνῶν πιστεύσας, συγκληρονόμοι τοῦ Χριστοῦ ἐγένοντο. ἔργα χειρῶν Θεοῦ γὰρ ἔργον πρὸς ἀλήθειαν καὶ κρίσις ἀληθινὴ καὶ ἀλήθεια ἄψευστος τὸ σῶσαι τὸν ἀπολλύμενον ἄνθρωπον.

πισταί Ἃς ἐνετείλατο σωθέντι τῷ ἀνθρώπῳ. αὗται γὰρ ὄντως πίστις καὶ ἀλήθεια. ἐστηριγμέναι Ἀμετακίνητοι γὰρ καὶ ἀσάλευτοί εἰσιν αἱ ἐντολαὶ τοῦ θεοῦ, ἃς ἔδωκε τοῖς πιστοῖς εἰς βοήθειαν, εἰς αἰῶνα αἰῶνος τεθεμελιωμέναι. πεποιημέναι Οὐ γὰρ ψεῦδος ἀπὸ θεοῦ ἔρχεται, ἀλλὰ ἀλήθεια καὶ εὐθύτης. λύτρωσιν Ὁ πατὴρ τὸν υἱὸν [αὐτοῦ]· αὐτὸς γὰρ ἐλυτρώσατο τὸν λαὸν τὸν πιστὸν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου. ἐνετείλατο Ἐνετείλατο γὰρ τῷ πιστῷ λαῷ τὴν διαθήκην τοῦ εὐαγγελίου καὶ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ἅγιον Ἅγιον γὰρ καὶ φοβερὸν τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ πάντας τοὺς πιστούς <πιστεύοντας>, ὡς σφραγὶς ἀσάλευτος τοῖς δεξαμένοις τὴν χάριν. ἀρχή Ὅσοι γὰρ ἄρξονται (ἕξονται) τοῦ ἐν φιλοσοφίᾳ βίου, πολλῷ φόβῳ καρτεροῦσι τῷ θεῷ. σύνεσις Ὅσοι γὰρ τὸν ἐν φιλοσοφίᾳ βίον ἐργάζονται, οὗτοι πλήρεις σοφίας καὶ συνέσεως τυγχάνουσιν. ἡ αἴνεσις Ἡ γὰρ δόξα καὶ ἡ αἴνεσις τοῦ θεοῦ ἀτελεύτητος, καὶ πάντες ὅσοι φόβῳ θεοῦ ἄγονται, καὶ τούτων ὁ ἔπαινος ἀτελεύτητος.