Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὰς ᾠδάς

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στις ωδές της Άννας, του Ησαΐα, του Ιωνά, της Θεοτόκου και του Ζαχαρία

Υπομνηματισμός της προσευχής της Άννας, της ωδής του Ησαΐα, της προσευχής του Ιωνά, καθώς και των ύμνων της Θεοτόκου και του Ζαχαρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Προσευχὴ Ἄννας <μητρὸς Σαμουήλ· ἐκ πρώτης βασιλειῶν>. ἐστερεώθη Τῇ προθέσει, τῇ πίστει, τῷ φόβῳ. ὑψώθη Ἡ πίστις ὡς ἄκρον καὶ ἰσχὺς τῶν πιστῶν. ἐπλατύνθη Πιστεύσας γὰρ ὁ ἄνθρωπος κατεκαυχήσατο τῶν δαιμόνων. ηὐφράνθην Τουτέστιν ἐν τῇ παρουσίᾳ σου. ὅτι οὐκ ἔστιν Τίς γὰρ ἐξισοῦσθαι τῷ θεῷ δύναται; οὐκ ἔστιν ἅγιος Οὐδεὶς γὰρ ἐξισοῦται τῷ θεῷ. μὴ καυχᾶσθε Τί (τίς) γὰρ ὠφελήσῃ ὑπερηφανούμενος ἔμπροσθεν τοῦ θεοῦ; μηδὲ ἐξελθάτω Οὐδὲ χρὴ ὑπέρογκα φθέγγεσθαι· εἰσὶ δὲ Ἕλληνες καὶ αἱρετικοί. ὅτι θεός Πρόγνωσις γὰρ παρὰ τῷ θεῷ μόνῳ ἐστίν. καὶ θεός Ὡς θεὸς γὰρ ἑτοίμως ἔχει πάντα, ὅσα μέλλει ποιεῖν. τόξον Ὁ λόγος τῶν ὑπερηφάνων. καὶ ἀσθενοῦντες Οἱ ταπεινοὶ τῇ καρδίᾳ· οὗτοι γὰρ ἐνδυναμοῦνται. πλήρεις Οἱ Ἰουδαῖοι· εἶχον γὰρ ἀπαρχὰς νομικὰς καὶ προσφοράς, ἀπώλεσαν δὲ αὐτά. καὶ οἱ πεινῶντες Τὰ ἔθνη, μὴ ἔχοντα τροφὴν πνευματικήν. ὅτι στεῖρα Ἡ ἐκκλησία τὰς ἑπτὰ ἐνεργείας τοῦ πνεύματος. καὶ ἡ πολλή Ἡ συναγωγή· πολύτεκνος γὰρ οὖσα, νῦν ἄτεκνος παντελῶς. κύριος θανατοῖ Ζωῆς γὰρ καὶ θανάτου τὴν ἐξουσίαν αὐτὸς ἔχει. κατάγει Καὶ τοὺς νεκρούς, ὅτε θέλει, ζωοποιεῖ. κύριος πτωχίζει Ἐν τῇ βουλῇ γὰρ τοῦ θεοῦ τὰ πάντα συνέστηκεν. ταπεινοῖ Τοὺς ὑπερόπτας ταπεινοῖ καὶ τοὺς ταπεινοὺς ὑψοῖ. ἀνιστᾷ Ἀνυπονόητοι γάρ, φησίν, ἐφόρεσαν διαδήματα. τοῦ καθίσαι Ποιεῖ γὰρ τοὺς ταπεινοὺς ὑψηλοὺς καὶ τοὺς ὑψηλοὺς ταπεινούς.

καὶ θρόνον Ὡς τὸν Δαυὶδ ἐβασίλευσεν. διδούς Οὔτε γὰρ παρακούει τῶν ταπεινῶν ἀπὸ καρδίας εὐχομένων. καὶ εὐλόγησεν Τῶν ἐν δικαιοσύνῃ ζώντων. ὅτι οὐκ ἐν ἰσχύι Οὐ γὰρ ἰδίᾳ δυνάμει σώζεται ὁ ἄνθρωπος. κύριος ἀσθενῆ Τὸν διάβολον λέγει, ὡς ἀντίδικον τοῦ ἀνθρώπου. μὴ καυχάσθω Οὔτε γὰρ φρόνησις κοσμικὴ σώζει, ἀλλὰ πίστις. καὶ μὴ καυχάσθω Πᾶς γὰρ ὁ πεποιθὼς τῇ ἰδίᾳ δυνάμει πεσεῖται. —ὁ πλούσιος Καπνοῦ γὰρ δίκην ὁ πλοῦτος φεύγει. ἀλλ’ ἢ ἐν τούτῳ Τῷ γὰρ ἐπὶ θεῷ καυχᾶσθαι ἀσφαλές. καὶ ποιεῖν κρίμα Ὅπως, φησί, μετὰ κρίσεως καὶ δικαιοσύνης φυλάττει τὴν καρδίαν ὁ ἄνθρωπος. κύριος ἀνέβη Ἡνίκα ἀνελήφθη μετὰ σαρκός. αὐτὸς κρινεῖ Ἐν ἐκείνῃ λέγει τῇ ἡμέρᾳ. καὶ δίδωσιν Αὐτὸς γὰρ τοὺς βασιλεῖς ἔταξεν, αὐτὸς ἐνισχύει αὐτούς. καὶ ὑψώσει Τὸν σταυρόν· αὐτὸς γάρ ἐστιν ἰσχὺς πάσης κτίσεως. ᾨδὴ Ἠσαΐου <ἑνὸς ἐκ τῶν μεγάλων προφητῶν>. ἐκ νυκτός Χρὴ γὰρ τὸν εὐσεβῆ καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ πρὸς θεὸν ἐξανίστασθαι. διότι φῶς Φῶς γάρ ἐστι τὰ προστάγματα τοῦ θεοῦ. δικαιοσύνην μάθετε Δεῖ γὰρ καὶ τοὺς ἐπὶ γῆς δικαιοῦσθαι ἐν ἔργοις ἀγαθοῖς. πέπαυται Ὁ τὴν ἀσέβειαν ἐνεργῶν διάβολος πέπαυται. ἐπὶ τῆς γῆς Σπείρων γὰρ τὸ ψεῦδος οὐ παύεται. ἀρθήτω Ἐν τῷ αἰῶνι τῷ μέλλοντι. κύριε Ἠγνόουν, φησίν, οἱ δαίμονες τὴν δύναμιν τῆς τοῦ κυρίου σαρκώσεως. ζῆλος Τὸν ἰουδαϊκὸν λαόν. καὶ νῦν πῦρ Τὸ πῦρ τῆς γεέννης τότε.

κύριε ὁ θεὸς ἡμῶν <Οἱ ἀπόστολοι ἔκραξαν πρὸς κύριον>. —κτῆσαι ἡμᾶς Οἰκείῳ (οἰκείως) ὠνούμενος αἵματι. κύριε, ἐκτὸς σοῦ Οὔτε γὰρ ἔγνωμεν ἕτερον θεόν, φασὶν οἱ πιστοί, οὔτε ὀνομάζομεν οὔτε προσκυνοῦμεν, εἰ μὴ σὲ μόνον. οἱ δὲ νεκροί Οἱ νεκρωθέντες τῇ ἀπιστίᾳ, οὗτοι οὐχ ὁρῶσιν ζωὴν αἰώνιον. οὐδὲ ἰατροί Πῶς αἰσθητὸς ἰατρὸς νεκρὸν ἀναστήσει; διὰ τοῦτο Ἐπήγαγε γὰρ ἐπ’ αὐτοὺς παιδείαν καὶ ἦρε (ἦρας) ἀπ’ αὐτῶν πάντα (cod. πᾶν) λογισμὸν ἀνδρεῖον, ὃν ἔχειν ἐν ὑποκρίσει ἐνόμιζον. πρόσθες Ἵνα τὴν ἀληθινὴν δόξαν ποθήσουσι, τῷ πλήθει τῶν κακῶν στενοχωρούμενοι. κύριε Οὐδὲ γὰρ ἀνθρώποις προσφεύγουσιν ἐν θλίψει οἱ δίκαιοι, ἀλλὰ τῷ θεῷ. ἐν θλίψει Ὁποία γὰρ ἂν μικρὰ θλῖψις προσγένηται τῷ ἀνθρώπῳ, αἰτία γίνεται παιδείας. καὶ ὡς ἡ ὠδίνουσα Τουτέστιν ἡνίκα τὴν ἑαυτῶν σωτηρίαν τεκεῖν ἐμέλλομεν, μετὰ κραυγῆς ἐν προσευχῇ τῷ σῷ παιδὶ προσήλθαμεν. διὰ τὸν φόβον Τὴν ἀρετὴν ἐκυοφορήσαμεν, φησίν. καὶ ὠδινήσαμεν Ὁ γὰρ τῆς ἀρετῆς τόκος καρπός ἐστι σωτηρίας τοῦ ἁγίου πνεύματος. οὐ πεσούμεθα Ὅσοι τῇ δυναστείᾳ τῆς γῆς τῇ προσκαίρῳ ἀφθονοῦντες τεθαρρήκασιν. ἀναστήσονται Ἐγερθήσονται, φησίν, οἱ ἄπιστοι διὰ μετανοίας (καὶ) διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως. καὶ εὐφρανθήσονται Χαρὰ γὰρ τοῦ κοινοῦ γένους μετάνοια καὶ ἀνάστασις. ἡ γὰρ δρόσος Ὁ νόμος, περὶ οὗ Μωυσῆς· καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου.

ἡ δὲ γῆ Οἱ ἀσεβεῖς, περὶ ὧν εἴρηται· οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει.

Προσευχὴ Ἰωνᾶ <ἑνὸς ἐκ τῶν δώδεκα προφητῶν τῶν μικρῶν>. ἐβόησα Ἐν τῷ σταυρῷ εἰπών· πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. ἐκ κοιλίας Κοιλίαν ᾅδου τὸν σταυρὸν λέγει, ὡς ταύτην (αὕτη) τὸν θάνατον τοῦ Χριστοῦ σαρκί, τὸν ὑπὲρ ἡμῶν, κυοφορήσασαν κέκληκεν. ἀπέρριψας Τὴν δολερὰν διάνοιαν τῆς ἀστάτου συναγωγῆς αἰνίττεται. καὶ ποταμοί Τὰ πειρατήρια. πάντες Τὰ ποικίλα καὶ διάφορα πάθη. κἀγὼ εἶπα Ἡνίκα ἐβόησεν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ· ἐλωεί, ἐλωεί. ἆρα προσθήσω Ὁ προφήτης βοᾷ· ἆρα ἀξιωθῶ ἰδεῖν τὸν ναὸν τοῦ κυρίου ἔτι; περιεχύθη Τουτέστιν οὐχ ἕως τῆς θεότητος· μόνης γὰρ ἦν τὰ πάθη τῆς ἀνθρωπότητος. ἄβυσσος Ὁ θάνατος· αὐτῷ γὰρ ὑπὲρ ἡμῶν ἐσχάτως προσωμίλησεν· ἔδυ ἡ κεφαλή Εἰς τὸ τοῦ τάφου σπήλαιον. κατέβην <Εἰς τοὺς τοῦ ᾅδου τόπους>. καὶ ἀναβήτω Δηλονότι τὴν ἀνάστασιν λέγει. ἐν τῷ ἐκλείπειν Ὅτε γὰρ ἠφίει τὸ πνεῦμα, πρὸς τὸν πατέρα, ἐβόησεν· πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. καὶ ἔλθοι Δῆλον ἐν τοῖς οὐρανοῖς. φυλασσόμενοι Οἱ τῶν Ἰουδαίων παῖδες· ματαίως γὰρ καὶ ψευδῶς, ὡς μέλλοντα κλέπτεσθαι τὸν Ἰησοῦν, τὸν τάφον ἐφύλαττον. τὸ ἔλεος αὐτῶν ἀπώλεσαν, δῆλον τὸ τῆς ἀναστάσεως. ἐγὼ δέ Τὴν θυσίαν τὴν μυστικήν, εὔδηλον. ὅσα ηὐξάμην Τῷ πατρὶ τὴν ἡμετέραν σωτηρίαν ὑπέσχετο προσαγαγεῖν. ᾨδὴ τῆς θεοτόκου <Μαρίας>.

Μεγαλύνει Ἐμεγαλύνετο γὰρ καὶ ἠγαλλιᾶτο ἡ θεοτόκος, ἔχουσα ἐν ἑαυτῇ τὸν ἀχώρητον θεόν. ὅτι ἐπέβλεψεν Τουτέστι τῆς Εὔας, ὅτι δι’ ἐμοῦ ἠλευθερώθη τῆς κατάρας. ἰδοὺ γάρ Δι’ ἐμοῦ γάρ, φησί, πάσαις ταῖς γενεαῖς τοῦ κόσμου τὸ σωτήριον ἐγένετο. ὅτι ἐποίησεν Τὰ ὑπὲρ φύσιν γὰρ ἐποίησεν ἐν ἐμοὶ ὁ θεός. καὶ ἅγιον Οὐ γὰρ ἐβεβηλώθη ἐν ἐμοί, ἀλλ’ ἔμεινεν ἀμίαντον καὶ ἅγιον. καὶ τὸ ἔλεος Αἰωνίως γὰρ τὸ ἔλεος τοῦ θεοῦ μένει ἐπὶ τοὺς φοβουμένους αὐτόν. ἐποίησεν Συντρίψας τὸν ᾅδην καὶ τὰς ἐν αὐτῷ δυνάμεις. διεσκόρπισεν Τὸν διάβολον καὶ τοὺς δαίμονας. καθεῖλεν Τὸν διάβολον καὶ τὸν θάνατον. καὶ ὕψωσεν Τὸν Ἀδὰμ καὶ τὴν Εὔαν. πεινῶντας Τὰ ἔθνη ἐπιστρέψαντα ἔφαγον ἄρτον ζωῆς. καὶ πλουτοῦντας Τοὺς παῖδας Ἰουδαίων. ἀντελάβετο Τοῦ πιστοῦ τοῦ νέου λαοῦ. μνησθῆναι Τουτέστι καθὼς ἐνετείλατο αὐτοῖς. τῷ Ἀβραάμ Ἐξ Ἀβραὰμ γὰρ ἡ παρθένος ἡ θεοτόκος. ᾨδὴ Ζαχαρίου <τοῦ πατρὸς Ἰωάννου>.

Εὐλογητός Ὁ φανεὶς ἐπὶ γῆς ἐν σαρκί. ὅτι ἐπεσκέψατο Ἐπεσκέψατο γὰρ τὸν λαὸν τὸν πιστόν, δοὺς αὐτῷ λύτρωσιν αἰωνίαν. καὶ ἤγειρεν Τὴν παρθένον τὴν θεοτόκον. καθὼς ἐλάλησε Δι’ αὐτῶν γὰρ ἐμνημόνευσε τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων. σωτηρίαν ἐξ ἐχθρῶν Ἡ σωτηρία γὰρ τῶν Ἰουδαίων· ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα, ἀλλὰ γὰρ καὶ τὸν σταυρὸν αὐτοὶ ἐτέκταινον. ποιῆσαι ἔλεος Αὕτη γὰρ ἦν ἡ διαθήκη, ἣν διέθετο πρὸς αὐτοὺς ὁ Χριστὸς περὶ τῆς παρουσίας αὐτοῦ. ὅρκον Ὥστε κληρονομῆσαι αὐτὸν τὰ ἔθνη. τοῦ δοῦναι Ἐρύσατο γὰρ ἡμᾶς ἐκ τῆς πλάνης τῶν δαιμόνων, δοὺς ἡμῖν ἑαυτὸν καὶ ἔνδυμα καὶ τροφὴν καὶ βοήθειαν. λατρεύειν Ἐνώπιον τοῦ φανέντος Χριστοῦ καὶ θεοῦ. καὶ σὺ δέ, παιδίον Περὶ Ἰωάννου ὁ λόγος, τοῦ προδρόμου. προπορεύσῃ Αὐτὸς γὰρ ἐκήρυξε τῷ κόσμῳ τὴν ζωήν. τοῦ δοῦναι γνῶσιν Ἐφανέρωσε γὰρ πᾶσι τὴν σωτηρίαν εἰπών· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ἐν ἀφέσει Ἄφεσιν γὰρ ἁμαρτιῶν πᾶσιν ὁ Ἰωάννης ἐμήνυσεν εἰπών· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, μετανοεῖτε. ἐν οἷς ἐπεσκέψατο Ἐκ τοῦ οὐρανοῦ ἡ ἀνατολὴ τοῦ φωτός, τοῦ μὴ ἔχοντος ἑσπέραν. ἐπιφᾶναι Ἐν σκότει γὰρ ἦν ὁ ἄνθρωπος, ὑπὸ τῆς πλάνης τῶν εἰδώλων κρατούμενος. τοῦ κατευθῦναι Τῇ ὁδῷ τοῦ εὐαγγελίου.