Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)
Ερμηνεία στον 84ο Ψαλμό
Η άφεση των αμαρτιών, η μεταστροφή της θείας οργής, η σωτηρία των εθνών και η ένωση αλήθειας και δικαιοσύνης διά της Ενσαρκώσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον 84ο Ψαλμό
Η άφεση των αμαρτιών, η μεταστροφή της θείας οργής, η σωτηρία των εθνών και η ένωση αλήθειας και δικαιοσύνης διά της Ενσαρκώσεως.
Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ, ψαλμὸς πδʹ. Ἀναγκαίως καὶ νῦν Εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτάς, Ἐπινίκιος Ἔχει γὰρ τὰ πεπραγμένα ἐπὶ τέλει τῶν αἰώνων μυστήρια, ἅπερ ὄντως ἐπινίκια κατὰ τοῦ διαβόλου γίνεται.
Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Κοινὰ τῷ ἀνθρώπῳ καὶ τῇ γῇ τὰ συμβαίνοντα. Εὐθηνούσης γὰρ τῆς γῆς, εὐθηνεῖσθαι καὶ τὸν ἄνθρωπον, παιδευομένης δέ, συμπαιδεύεσθαι γίνεται, ὡς ἐξ αὐτῆς ὄντα τε καὶ τρεφόμενον. Ὅθεν καὶ τὸ νῦν εἰρημένον παρὰ τοῦ προφήτου κατὰ κοινοῦ δυνατὸν ἐκλαμβάνεσθαι· ἐπειδὴ καὶ ἡ κτίσις, ἧς ἐστι στοιχεῖον ἡ γῆ, τὴν ἡμετέραν, καθά φησιν ὁ Παῦλος, ἀπεκδέχεται λύτρωσιν, ἣν νῦν ὁ προφήτης εὐδοκίαν ἐκάλεσε, κοινὴν μὲν εἰς ὅλον γενομένην τὸν ἄνθρωπον, ὃς ἀνθ’ ὅτου λέγεται γῆ, πολλάκις ἀποδέδεικται· ἰδικὴν δὲ εἰς τοὺς ἐκ τοῦ λαοῦ τῶν Ἰουδαίων πρὸς αὐτὸν ἐπιτρέψαντας, οὓς Αἰχμαλωσίαν ὁ προφήτης Ἰακὼβ ἐκάλεσεν. Ἀλλὰ τίς ἡ εὐδοκία, σαφέστερον ἀπὸ τῶν ἑξῆς μάνθανε. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Εὗ γὰρ αὐτῷ περὶ ἡμῶν δόξαι· οὐ μίαν γὰρ ἀνομίαν ἡμῖν, πάσας δὲ ἀφῆκεν· ἀλλὰ καὶ πάσας ἡμῶν τὰς ἁμαρτίας διὰ τῆς ἑαυτοῦ φιλανθρωπίας ἐκάλυψεν, ὥσπερ ἰατρὸς καλύπτει φαρμάκοις τραύματα. Ἀνομίας δὲ καὶ ἁμαρτίας οὐ ταυτολογῆσαι βουληθεὶς ἐμνημόνευσεν, ἀλλὰ δεικνὺς οὐχὶ μόνον Ἰουδαίοις, ὧν ἀνομίαι καλεῖται τὰ πλημμελήματα, ὡς ὑπὸ νόμον οὖσι τὸν Μωϋσέως, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἀφῆκεν, ὧν ἁμαρτήματα τὰ παραπτώματα λέγεται, ἐπειδὴ πλημμελοῦντες τῶν ἐπουρανίων ἐννοιῶν πρὸς τὸ εὔηθες βλεπουσῶν ἁμαρτάνουσι.
Διάψαλμα τῇ μελῳδίᾳ πρόκειται, οὐ μάτην τοῦ προφήτου τοὺς λόγους ἀναπαύσαντος, ἀλλ’ ἐπειδὴ μεγάλα λίαν ὑπῆρχεν ἐκθέμενος, ὥστε κεκμηκότα πρὸς τὸ τῶν ἀποκαλύψεων μέγεθος τὸν νοῦν, ἀκριβεστέρας ἕνεκα τῆς περὶ τούτων θεωρίας, χρῄζει διαναπαύσασθαι. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Τὴν ὀργὴν οὐχὶ ἐκ μέρους, ἀλλ’ ὁλοκλήρως κατέπαυσεν, οὐχ ὥστε αὐτὴν ἀναβαλέσθαι πρὸς καιρόν, ἀλλ’ ὥστε παντελῶς ἀφανίσαι, καὶ μηδὲν αὐτῆς καταλιπεῖν ὑπόμνημα· διόπερ καὶ ἀποστρέψαι ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ λέγεται· ἀπὸ δὲ ὀργῆς ἀποστρέψας, δηλονότι πρὸς φιλανθρωπίαν ἐξέκλινεν. Ἀλλ’ ἐπειδὴ τὰ μέλλοντα ὡς παρόντα ἐξέθετο, προφητικῷ χαρακτῆρι χρησάμενος, θεώρησον ὅπως εἰς εὐχὴν τὴν προφητείαν ἔτρεψε, οὔπω ταῦτα γεγονέναι, ἐν ἐλπίδι δὲ ὑπάρχειν ἐνδεικνύμενος. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν. Οὐκ ἄρα πάθος ἐπὶ Θεοῦ ἡ ὀργή, ἀπειλὴ δὲ πρὸς τὸ συμφέρον γινομένη τὸ ἡμέτερον. Διόπερ ἂν ἡμεῖς ἐπιστρέψωμεν, ἀποστρέφεται καὶ αὐτὸς ἀπὸ τοῦ θυμοῦ, καὶ παύεται περὶ πολλοῦ τὴν ἡμετέραν σωτηρίαν τιθέμενος, ὥστε καὶ πολλὰς αὐτῆς ὁδοὺς εὑρεῖν πολλοὺς ἐπενόησε τρόπους· καὶ τούτου χάριν Θεὸς εἰκότως τῶν σωτηρίων λέγεται. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
Φοβερὸν μὲν καὶ νῦν τὸν Θεὸν τοῖς ἀνθρώποις ὀργίζεσθαι, ἀλλ’ ἐπειδὴ κατὰ τὸ παρὸν ὡς τὰ πολλὰ μακροθυμίᾳ κέχρηται, φοβερωτέρα ἡ ὀργὴ ἀναγκαίως ἡ μέλλουσα. Μὴ τοίνυν ἡμῖν εἰς ὅλον τὸν νῦν αἰῶνα ὀργισθῆναι τὸν Θεόν, μηδὲ ἀπὸ τῆς νῦν γενεᾶς εἰς τὴν αὖθις τὴν καθ’ ἡμῶν ὀργὴν μετατιθέναι, σβεσθῆναι δὲ αὐτὴν φιλανθρωπίᾳ προσεύχεται. Πῶς δὲ τοῦτο καὶ τίνα τρόπον ἡμῶν ὀκνούντων εἰς ἐπιστροφὴν γίνεται, τὰ ἑπόμενα δείκνυσιν. Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Ἐρεῖς μὲν ἐπιστροφὴν Θεοῦ, τὴν παρ’ αὐτοῦ δι’ ἡμῶν ἐργομένην ἐπιστροφήν, κυρίως δέ, ἣν αὐτὸς ὑπὲρ ἡμῶν ἐπέστρεψε· φησὶ γάρ, Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς. Ὅπερ δὲ σαφῶς γέγονεν, ἡνίκα σαρκωθεὶς καὶ γενόμενος ἄνθρωπος ἑαυτὸν ὑπὲρ ἡμῶν προσήγαγε, καὶ τὴν ἡμετέραν ἐπιστροφὴν ἣν ἑαυτῷ κατώρθωσε, πάντα πράττων ὑπὲρ ἡμῶν καὶ πάσχων, δι’ ὧν ἡμᾶς ἐζωοποίησε, καὶ νῦν ἑαυτοῦ λαόν, δηλαδὴ τοὺς εἰς αὐτὸν πιστεύοντας, εὐφραίνεσθαί τε καὶ πανηγυρίζειν ἐπ’ αὐτῷ παρεσκεύασε.
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ὁρᾷς τὸν ψαλμῳδόν, ὡς προφήτην καὶ δοῦλον φθεγγόμενον· ὡς μὲν γὰρ προφήτης τὸ μέλλον ἀπεφήνατο· προσεύχεται δὲ πάλιν ὡς δοῦλος, ὅπερ ἅπαξ ὡς προφήτης ἔφθασεν ἀποκρίνασθαι. Τί δὲ ὅλως προσεύχεται;
Δειχθῆναι τοῖς ἀνθρώποις τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὸ σωτήριον, τουτέστι, τὸν Θεὸν Λόγον σαρκὶ φαινόμενον, ὃς ὅτι σωτήριον λέγεται, Συμεὼν μαρτυρεῖ. Λαβῶν γὰρ αὐτὸν ἐν τῷ ἱερῷ, εὐχαριστήσας ἔλεγεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὅτι δὲ καὶ ἕλεος αὐτὸς ὀνομάζεται, μετὰ μικρὸν οὗτος ὁ προφήτης παρίστησιν. Πλὴν ἑκάτερα ἀπὸ τῶν πραγμάτων ἔλαχεν ὀνομάζεσθαι. Ἀκούσομαι τί λαλήσει ἐμοὶ Κύριος ὁ Θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ’ αὐτόν. Θαυμαστὸς ὁ προφήτης τῆς πίστεως· ἅμα γὰρ τῷ σπόρῳ τῆς προσευχῆς τὸν καρπὸν τὸν ἐξ αὐτῆς προσδέχεται· καὶ εἰδὼς πρὸς τίνα ἐπρεσβεύσατο, εἰς ἀκοὴν εἰρήνης ἑαυτὸν παρεσκεύασεν· εἰρήνης δὲ ταύτης ἣν ὁ Χριστὸς ἐπὶ τὸν λαὸν αὐτοῦ, φήσεις δὲ τοὺς εἰς αὐτὸν εὐσεβοῦντας, διὰ τοῦ χοροῦ τῶν ἀποστόλων ἔδωκεν· οἵτινες ὅσιοι αὐτοῦ δικαίως καὶ ἐπιστρέφοντες ἐπὶ καρδίαν λέγονται, ὁλοκλήρους δὲ αὐτοὺς τῷ Χριστῷ καθοσιώσαντες, καὶ ἀπὸ καρδίας ὅλης ἐκ πάντων τῶν βιωτικῶν πρὸς αὐτὸν ἐπιστρέψαντες, ὥστε μηκέτι γονέων ἢ οἰκείων ἢ τέχνης μεταποιηθῆναι, σὺν παῤῥησίᾳ δὲ λέγοντες· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Σαφῶς ἐνταῦθα μαρτύρεται, ὅτι κἂν λαὸς αὐτοῦ ἡ συναγωγὴ βούληται τῶν Ἰουδαίων λέγεσθαι, ὅμως τὸ τοῦ Θεοῦ σωτήριον ἐγγὺς τῶν φοβουμένων τῶν ἐξ ἐθνῶν πεπιστευκότων γίνεται· ἐπειδὴ οἱ ποτὲ οὐ λαός, νῦν λαὸς Θεοῦ ἐκ πλάνης πρὸς αὐτὸν ἐπανελθόντες εὑρίσκονται· καὶ οἱ ποτὲ μακράν, ἐγγὺς διὰ τὴν πίστιν γεγόνασι.
Τοῦτο δὲ ἕνεκα Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ποῦ γὰρ ἤμελλεν ἡ τοῦ Θεοῦ δόξα κατασκηνοῦν, εἰ τὰ μὲν ἔθνη ὡς οὐκ ὄντα ἐξ Ἀβραὰμ ἀπεστρέφετο· οἱ δὲ ὄντες ἐξ Ἀβραὰμ προσελθεῖν οὐκ ἐβούλοντο· καθάπερ Ἰωάννης φησίν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον; Διὰ τοῦτο τὰ ἔθνη προσεδέξατο, ὥστε εὑρεῖν σκηνῶσαι ἐν τῇ γῇ ἡμῶν, τουτέστι, ἐν τῇ ἀνθρωπότητι. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς ὁ θεολόγος ἐδήλωσεν·
Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἱ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός· περὶ τῶν ἐθνῶν λέγων. Οὐδὲ γὰρ εἶχον τὴν ἐξ αἵματος ἢ σαρκὸς τοῦ Ἀβραὰμ συγγένειαν, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν· οἷς εἰκότως ἐπήγαγε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Συνδρομὴν ἐνταῦθα θεότητος λέγει καὶ ἀνθρωπότητος, ἑκάστης αὐτῶν δραμούσης κατὰ τὴν ἑαυτῆς ἀξίαν· τοῦτο γάρ ἐστι τό, Συνήντησαν.
Συναντᾷ δὲ καὶ βραδὺς ὀξεῖ, καὶ χωλὸς ἀρτίποδι. Οὐ μόνον δὲ συνδρομήν, ἀλλὰ καὶ ἕνωσιν τὴν ἐξ ἀγάπης ἐμήνυσε· τοῦτο γάρ ἐστι τό, Κατεφίλησαν· ἐπειδὴ ἀλλήλοις διὰ φιλήματος ἑνοῦνται οἱ φιλοῦντες καὶ οἱ φιλούμενοι. Οὐκ ἂν δὲ ὁ Θεὸς Λόγος κατῆλθεν εἰς ἀνθρωπότητα, εἰ μὴ θερμὴν πρὸς τὸν ἄνθρωπον ὁ ποιητὴς ἀγάπην ἐκέκτητο. Οὕτω γάρ, φησιν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέστειλεν εἰς αὐτόν. Ἀλλὰ πόθεν ἡ συνδρομὴ καὶ ἡ συνάντησις γέγονεν; Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ἀλήθεια ἡ σάρξ· οὐ μόνον ὅτι οὕτως, ὥς φησιν ὁ ψαλμῳδός, ἀπὸ τῆς γῆς ἀνέτειλεν, ἀλλ’ ὅτι καὶ ἀλήθεια ἐσαρκώθη, καὶ ἄνθρωπος ὄντως Θεὸς Λόγος γέγονεν. Δικαιοσύνη, ἡ θεότης· διόπερ αὐτὴν ἐκ τοῦ οὐρανοῦ διακύψαι φησίν· ἥτις δικαιοσύνην διεπράξατο, τὴν ἀδικίαν τὴν τυραννοῦσαν ἐπὶ τῆς γῆς διαῤῥήξασα· ἀλλὰ μετὰ τὴν ἕνωσιν οὐκ ἔστι ταῦτα χωρίζεσθαι. Ὅθεν ἀλήθεια ὁ Χριστὸς ὅλος λέγεται· Ἐγὼ γάρ, φησιν, εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Ὅλος πάλιν δικαιοσύνη παρὰ τοῦ Παύλου κέκληται· Ὃς ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ δικαιοσύνη, περὶ τοῦ Χριστοῦ φήσαντος. Ἐπιμένει δὲ ὁ προφήτης τὸ μυστήριον ἐξηγούμενος. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα· ὁ Πατὴρ τὸν ἑαυτοῦ Λόγον. Ὅθεν οἱ ἄλλοι ἑρμηνευταί, Δώσει τὸν ἀγαθόν, εἰρήκασιν. Οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ μόνος ὁ Θεός, αὐτοῦ λέγοντος ἔγνωκας. Καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· καὶ ἐκ Μαρίας βλαστήσασαν σάρκα· ἐξ ἑκατέρου γὰρ τούτων συνῆλθε τὸ τοῦ Χριστοῦ μυστήριον, δικαιοσύνη περὶ ἧς φθάσας ἔλεγε· Δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε· τῆς γὰρ ἀνθρωπότητος ἡ θεότης προπορεύεται, ὥσπερ καὶ Ἀμβακούμ φησι· Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος· εἶτα περὶ τῆς ἀνθρωπότητος, Καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ, σύμφωνα τῶν νῦν ψαλμῶν λέγων. Ἰδοὺ γὰρ τῶν εἰρημένων ἔχεται· Καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ· ἐπειδὴ ἡ θεότης προπορευομένη, τουτέστι, ἡγεμονεύουσα τῆς οἰκείας σαρκὸς εἰς τὴν ὁδὸν τῆς οἰκονομίας κατευθύνει τὰ διαβήματα, ὥστε αὐτὴν μηδὲν πλανᾶσθαι τῶν ἀνθρωπίνων, ἢ σφάλλεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.