Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον 86ο Ψαλμό

Η κλήση των εθνών στην Εκκλησία, ο συμβολισμός των αγίων ορέων και της Σιών, και η φανέρωση του Θεανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 10 από 23

Τοῖς υἱοῖς Κορέ, ψαλμὸς ᾠδῆς πϛʹ. Πολλάκις ἡμῖν εἴρηται, ὅτι ψαλμὸς ᾠδῆς, ἢ καὶ ᾠδὴν ψαλμοῦ ἐκείνας ὑπογράφει τὰς ὑποθέσεις, μάλιστα ἐν αἷς τὰς περὶ Χριστοῦ προφητείας μελῳδίᾳ μίγνυσιν. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Θεμέλιοι τοῦ Χριστοῦ τῶν ἐπ’ αὐτῷ παθημάτων καὶ θαυμάτων τὰ μυστήρια. Οὗτοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις εὑρίσκονται, ἐν τῇ Βηθλεέμ, ἐν τῷ Γολγοθᾶ, ἐν τῇ ἀναστάσει, ἐν τῷ Θαβὼρ ὄρει τῷ τῆς μεταμορφώσεως, ἐν τῷ βουνῷ τῆς ἀναλήψεως. Διόπερ ἅγια τὰ ὄρη ὡς ὑποδεξάμενα τὸν ἁγιασμὸν τῶν δεσποτικῶν μυστηρίων ἐκάλεσεν. Ἔστωσαν δὲ ὄρη καὶ οἱ προφῆται, διὰ τὸ ὕψος εἰκότως τῆς προγνώσεως, οἵτινες ἔχουσι τοῦ Θεοῦ τὰ θεμέλια, τουτέστι, τὰ τῆς θεογνωσίας προοίμια. Ἐξ αὐτῶν γὰρ στοιχειούμεθα πρὸς τὴν εὐσέβειαν. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σκηνώματα Ἰακὼβ αἱ φυλαὶ πάντως αἱ δώδεκα, ἢ καὶ μᾶλλον ἡ Σηλώμ· ἐκεῖ γὰρ ἡ κιβωτὸς κατεσκήνωσεν ὡς αὐτὸς ὁ ἀρχαῖος τῶν Ἰουδαίων λαός, ἔνθα ἐσκήνωσε τὰ τῶν ἁγίων ἅγια. Ἀλλὰ τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ εἰρημένα ἠγάπησεν· ἐν ἐκείνοις γὰρ τὸν τύπον, ἐνταῦθα δὲ τὴν ἀλήθειαν ἔπραξεν. Ἀγαπᾷ δὲ καὶ τὰς πύλας Σιών, ἐπειδὴ κεκλεισμένων αὐτῶν, ἡ Σιὼν τὸν Χριστὸν ὑπεδέξατο· ὥστε καὶ λίαν ἁρμόττει τὸ ἑπόμενον· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Διάψαλμα. Οὐ μόνον ὅτι ἐκεῖσε θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ Χριστός, ἀλλ’ ὅτι ὡς Θεὸς ἄνευ θυρῶν εἰσελθών, ὡς ἄνθρωπος ἑαυτὸν ἐν σοὶ ψηλαφηθῆναι ἐπέτρεπεν, οὐ μάτην ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν τῶν ἐθνῶν τὸν λόγον μετέστησεν, ὁμοῦ δὲ καὶ τὸ οἰκεῖον ἀποστήσας πρόσωπον, τὸ τοῦ Θεοῦ νῦν ὁ προφήτης παρήγαγε. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ τίνος χάριν Ῥαὰβ μνημονεύειν ὁ Θεὸς ἐπαγγέλλεται; Πόρνη μὲν γὰρ ἡ Ῥαάβ, Βαβυλὼν δὲ σύγχυσις ἑρμηνεύεται. Τίνος χάριν, ἡ λέξις ἡ ἑπομένη δείκνυσι· φησὶ γάρ, Τοῖς γινώσκουσί με. Οὐκοῦν εἰ καὶ Ῥαὰβ διὰ τὴν πορνείαν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, Βαβυλὼν δὲ διὰ τὴν τῶν εἰδώλων συναγωγὴν σύγχυσις ἑρμηνεύεται, καὶ ἐπιγινώσκει τὸν Θεὸν ἐπιστρέψασα, εἰκότως ἐν μνήμῃ τοῦ Θεοῦ τυγχάνει. Ἡ γὰρ τῶν Ἰουδαίων συναγωγὴ διὰ τὴν ἀγνωσίαν ἐκλέλησται. Ἀλλὰ τίνα καρπὸν Ῥαὰβ καὶ ἡ Βαβυλὼν παρὰ Θεοῦ μνημονευθεῖσα προσφέρει τῷ μνημονεύσαντι, ὁ ψαλμῳδὸς ἐπήγαγε· Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Τό, Ἐγενήθησαν, οἱ λοιποὶ τῶν ἑρμηνευτῶν σαφέστερον ἐκδεδώκασιν, οἱ μέν, Ἐγεννήθησαν, οἱ δέ, Ἐτέχθησαν. τὴν λέξιν ταύτην ἐκθέμενοι.

Ἀλλόφυλοι γὰρ πάντως καὶ λαὸς τῶν Αἰθιόπων τῶν τὸ μέλαν καὶ σκοτεινὸν τῆς εἰδωλολατρείας ἐχόντων ἔτι δὲ καὶ Τύρος ἡ ἐν πλάνῃ βασιλεύσασα, διὰ τῆς Ἐκκλησίας ἐγεννήθησαν τῷ Θεῷ τὴν δι’ ὕδατος καὶ βαπτίσματος γέννησιν. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος.

Τί ἐρεῖ; Εὔδηλον τὰ περὶ τῶν ἐθνῶν προλεχθέντα μυστήρια. Ἀλλ’ οὐ ταῦτά φησι παρὰ ἀνθρώπου διδάσκεσθαι· Χριστὸν γὰρ ἔχει διδάσκαλον, περὶ οὗ πῶς δοξάζει προσέθηκε· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Ἄνθρωπον τὸν Χριστὸν προσαγορεύει καὶ Ὕψιστον· ἄνθρωπον μέν, διὰ τὴν σάρκα. Ὕψιστον δέ, διὰ τὴν θεότητα. Θαυμαστῶς τοίνυν καὶ λίαν σαφῶς ἔφρασε τὸ παρὰ τοῦ Χριστοῦ ἐπὶ τῇ Σιὼν τετελεσμένον μυστήριον, ἡνίκα τοῖς μαθηταῖς ἔδωκεν ἑαυτὸν εἰς ψηλάφησιν· τότε γὰρ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, τουτέστιν, ἐφανερώθη, ὅτε αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος, ἐκεῖ δεδωκὼς τὴν χάριν τοῦ Πατρός· ἀλλὰ μὴν καὶ τὴν ἑαυτοῦ πίστιν τῇ Σιὼν ὑποβαλὼν θεμέλιον, περὶ οὗ διὰ τῆς γλώττης αὐτὸς τῆς Ἡσαΐου φωνῆς φθέγγεται. Ἰδοὺ τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Ποῖος Κύριος; Ὁ φανερωθεὶς ἐν τῇ Σιὼν ὡς ἄνθρωπος, θεμελιώσας δὲ αὐτὴν ὡς Ὕψιστος. Οὗτος αὐτὸς διηγεῖται ἐν γραφῇ λαῶν, ἐν τῇ ἀπογραφῇ δηλαδὴ τῶν ἐθνῶν. Οὐδὲ γὰρ ἕνα λαὸν εἶπεν, ἵνα μὴ τὸν τῶν Ἰουδαίων λαὸν νομίσωσιν· ἀλλὰ πολλούς, ἵνα τὰ ἔθνη αἰνίξηται.

Φησὶ δέ, Καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· τοὺς ἀποστόλους δὲ λέγει· οὗτοι γὰρ ἐν τῇ Σιὼν ἄρχοντες κεχειροτόνηνται. Ἑκατέρου δὲ τὴν ἀπόδειξιν λάμβανε. Ἰωάννης εἰπεῖν μὲν γὰρ Χριστὸν ἐν τῇ Σιὼν τοῖς ἀποστόλοις ἔγραψε· Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀποστέλλω ὑμᾶς.

Σαφῶς ἄρα τοὺς ἀποστόλους ἐνταῦθα κατέστησεν ἄρχοντας· μετὰ γὰρ ταύτης αὐτοὺς τῆς ἐξουσίας ἀπέστειλεν εἰς τὸν κόσμον. Λουκᾶς δὲ τὸν Χριστὸν εἰσήγαγεν ἐν τῇ Σιὼν τὴν τοῦ μυστηρίου διηγούμενον ἔκθεσιν· Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· καὶ εἶπεν αὐτοῖς, ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη. Ἰδοὺ καὶ τὴν τῶν λαῶν ἀπογραφήν, φημὶ δὲ τὴν ἀποκλήρωσιν τὴν τῶν ἐθνῶν, προσέθηκεν. Εἰκότως τοίνυν ἄνθρωπος δηλαδὴ ψιλὸς οὐ λέγει τῇ Σιὼν τὰ μυστήρια· ἐπειδήπερ ἄνθρωπος, ὅς ἐστι Θεὸς καὶ Ὕψιστος, αὐτὸς αὐτῇ σαφέστατα ἕκαστα διηγήσατο. Διάψαλμα ὁ προφήτης ἐπήγαγεν, ἐπειδὴ τὸ τοῦ Θεοῦ πρόσωπον ἐναλλάξας, αὐτὸς πάλιν τὸ οἰκεῖον εἰσήγαγε, δοξάσαι τὴν Σιὼν ἐξ οἰκείου χαρακτῆρος βουλόμενος. Τί γὰρ δὲ καί φησιν; Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὡς, τουτέστιν, ὅπως. Θαυμάζει γὰρ ὁ προφήτης, ὅπως καὶ πόσον πάντες οἱ τὴν Σιὼν κατοικοῦντες εὐφραίνονται, ἀναμιμνησκόμενοι τὰ ἐκεῖ πεπραγμένα καὶ τελεσθέντα θαύματα.

Κατοικοῦσι δὲ αὐτήν, οἱ Πνεύματι πολιτευόμενοι· ἐπειδὴ Σιὼν οἶκός ἐστι τοῦ Πνεύματος.