Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον 90ό Ψαλμό

Η προστασία του Υψίστου, η πνευματική πάλη κατά των δαιμονικών δυνάμεων, η αγγελική συμπαράσταση και η λύτρωση από τις θλίψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 14 από 23

Αἶνος ᾠδῆς τῷ Δαυΐδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟʹ. αʹ. Οἱ μὲν ἄλλοι τῶν ἑρμηνευτῶν τὸν ψαλμὸν ἀνεπίγραφον ἔχουσι. Πλὴν οὐ τούτου χάριν ἀθετεῖσθαι τὴν ἐπιγραφὴν προσῆκε· θέσθαι δὲ αὐτῇ μᾶλλον. Ἔστι γὰρ τῶν Ἑβδομήκοντα, οἳ διὰ τῆς πρὸς ἀλλήλους συμφωνίας ἐδήλωσαν τὴν γενομένην αὐτοῖς χορηγίαν τοῦ Πνεύματος, ὑφ’ ἧς καὶ τὸν παρόντα ψαλμὸν αἶνον ᾠδῆς τῷ Δαυΐδ, τουτέστιν, ἔπαινον ᾠδῆς ἀναγκαίως ἐπέγραψαν.

Σφόδρα γὰρ αὐτοῦ ταύτην μάλιστα χρὴ τὴν μελῳδίαν περιέπειν, μεγάλα καὶ θαυμαστὰ περιέχουσαν. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Βοήθεια τοῦ Ὑψίστου ἡ παρ’ αὐτοῦ νομοθεσία· εἰς συμμαχίαν γὰρ ἡμῖν τὴν κατὰ πολεμίων τῶν ἀοράτων δέδοται. Κατοικεῖ τοίνυν ἐν ταύτῃ ὁ κατὰ σκοπὸν τὸν ἐν αὐτῇ πολιτευόμενος.

Οὗτος Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται· κατὰ τὸ μέλλον εὔδηλον· σύνοικος γὰρ ἔσται Θεῷ, καὶ τὰς αὐτὰς μονὰς οἰκήσει τῷ ποιητῇ τοῦ οὐρανοῦ, ἢ καὶ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ, οὐχὶ δέ τινος τῶν δημιουργημάτων σκεπασθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Εἰκότως· ὁ γὰρ κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ πολιτευόμενος, οὗτος ὡς ἐλπίζων ἐπ’ αὐτῷ παῤῥησιάζεται, καὶ ἀντιλήπτορα μὲν αὐτὸν ἕξει, πνευματικῶς πρὸς τοὺς πολέμους τοὺς νοητοὺς ἱστάμενος· ἐὰν δὲ καὶ ἀσθενὴς ᾖ, οὐ τῆς ἀντιλήψεως τοῦ Θεοῦ ἡττηθείσης, ἀλλ’ αὐτὸς τῇ ῥᾳθυμίᾳ γεγονὼς ἀσθενέστερος, Ἐρεῖ τῷ Θεῷ· Καταφυγή μου εἶ. Καὶ οὐχ ἁμάρτῃς λέγων, ἀπὸ τοῦ φθάσαντος βίου παῤῥησιαζόμενος. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Παγὶς θηρευτῶν, ἀλλὰ μὴν καὶ λόγος ταραχώδης, συμβουλὴ πᾶσα πρὸς τὰ φαῦλα προτρέπουσα, καὶ τῶν ἀπατωμένων θολοῦσα τὰς ψυχὰς ταῖς ἡδοναῖς, οὕτω τε παιδεύουσα. Ταύτης ἡμᾶς ὁ Θεός, ὅταν ἐπ’ αὐτὸν καταφύγωμεν, ῥύεται· οὐκέτι γὰρ ἡδοναῖς παγιδευθῆναι δυνάμεθα, οὐδενὸς λόγου τὰ ἐν τῷ κόσμῳ πάντα συγκρίσει τῇ πρὸς Θεὸν εὑρίσκοντες. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Καὶ τίνος χάριν εἰς τὸ οἰκεῖον πρόσωπον ἀναλαβὼν ὁ προφήτης τὰ φθάσαντα, νῦν ὡς ἑτέρῳ προσφωνῶν διαλέγεται.

ἢ πάντως, ὅτι πρὸς τὸν ἐξ ἐθνῶν λαὸν τὰ νῦν εἰρημένα διατάττεται, παιδαγωγῶν αὐτόν, τίνι τρόπῳ τῶν τυραννούντων δαιμόνων περιγενέσθαι δυνήσεται; Καὶ ποίαν αὐτῷ συμμαχίαν ὁ Θεὸς ἐπαγγέλλεται; Φησὶ δέ, πρώτην ἀπὸ νόμου καὶ προφητῶν· ταῦτα γάρ ἐστι τοῦ Θεοῦ τὰ μετάφρενα, ἐπειδήπερ ἐν αὐτοῖς καθάπερ ἐν μεταφρένοις τὴν γνῶσιν τὴν ἰδίαν ἀπέθετο· ἐν τούτοις ἐπισκιάζει τὸν αὐτῷ προσερχόμενον, οὐ συγχωρῶν αὐτὸν ὑπὸ τοῦ τοῦ διαβόλου κατακαυθῆναι καύσωνος. Διὸ καὶ Παῦλος σκιὰν ἔχειν τὸν νόμον ἐξέθετο.

Πτέρυγες τὸ Εὐαγγέλιον· ἐπειδὴ ὁ κατὰ ταῦτα πολιτευόμενος, καθάπερ ὑπόπτερος γεγονώς, ἀπὸ γῆς εἰς οὐρανὸν κουφίζεται. Ὑπὸ ταύτας τοίνυν ἐλπίζειν χρή, τουτέστι, τὴν εἰς Θεὸν ἐλπίδα τοιαύτην ἔχειν, οἷον τὸ εὐαγγελικὸν διατάττεται πρόσταγμα, ὥστε μὴ ἐλπίζειν ἐπὶ Θεὸν καὶ μαμωνᾶν, ἀλλ’ ἐπὶ Θεῷ μόνῳ· οὕτω γὰρ οὐδὲν ὑπὸ αἰσθητῶν ἐχθρῶν ἢ νοητῶν βλαβῆναι δυνησόμεθα.

Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Ὅπλον τοῦ ἀψευδοῦς ἰσχυρὸν ἡ ἀλήθεια· πλὴν ἀλλὰ γὰρ ὄντως ἀλήθεια τοῦ Θεοῦ ὁ Χριστός, ὡς πολλάκις εἰρήκαμεν· τούτου ὅπλον ὁ σταυρός, ὑφ’ οὗ κυκλούμενοι πάντα πόλεμον θαῤῥοῦμεν, πάντα ἐχθρὸν τροπούμεθα· δηλοῖ δὲ τὰ ἐχόμενα. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Φόβος νυκτερινός, ὁ τῶν ἡδονῶν τῆς σαρκός· ἐν σκότει γὰ ἐπιτίθεται μάλιστα· βέλος ἐν ἡμέρᾳ πετόμενον, ἡ πλεονεξία· οὗτος γὰρ αὐτοῖς ὁ καιρὸς εἰς πτῆσιν, τουτέστιν εἰς ἐργασίαν, εὔκαιρος. Ἑκάτερον δὲ ὅμως ἐπὶ τῆς ἐφόδου τῶν δαιμόνων νόησον· οὗτοι γὰρ ἐν νυκτὶ φοβεῖν ἡμᾶς εἰώθασι, συνεργοῦντος αὐτοῖς τοῦ σκότους εἰς τὰ φόβητρα· ἐν ἡμέρα δὲ ἵπτανται· εἰσὶ γὰρ ἀέριοι· οὐ μὴν ἠρεμοῦσι, δίκην δὲ βελῶν τοῖς ἀφυλάκτοις καὶ γυμνοῖς τῶν ὅπλων τῆς σαρκὸς ἐπιτίθενται. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Θεωρεῖς ὅτι περὶ δαιμόνων αὐτῷ καὶ τὰ φθάσαντα εἴρηται; Ὧν ἐπειδὴ πολλαὶ διαφοραὶ τυγχάνουσι (πολλὰ γὰρ ἀπάτης ὑποτρέχουσι σχίσματα), Ἀπὸ πράγματός, φησιν, ἐν σκότει διαπορευομένου, τουτέστιν, ἀφ’ οἱουδηποτοῦν ἐν σκότει τὴν πρᾶξιν καὶ τὴν πορείαν ἔχοντος.

Τοῦτο γὰρ εἰπὼν καθολικῶς, τῶν ἀντικειμένων ἐπεμνήσθη δυνάμεων, αἵτινες τῷ σκότῳ χαίρουσι καὶ κοινωνίαν πρὸς τὸ φῶς διὰ κακίαν οὐκ ἔχουσιν· ὅθεν καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπάγεσθαι μέλλουσιν· ἀλλὰ μὴν καὶ τὸ μεσημβρινὸν μέρος τῆς ἡμέρας διώκουσιν· ἠρεμεῖν γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰώθασι. Κλέπται δὲ ὄντες καὶ λῃσταί, τὰς συνεχεῖς ὄψεις τῶν ἀνθρώπων δεδοίκασιν, εὐλαβούμενοι τὸ τῆς ἡμετέρας εἰκόνος ἀξιόπιστον· ὅθεν περὶ τάφους ὡς, τὰ πολλά, καὶ βορβόρους, χώρους τε τοὺς ἄλλους τοὺς ἐρήμους τῶν ἀνθρώπων ἠσχόληνται. Τούτου χάριν καὶ κατὰ τὸ μέσον ἡμῖν τῆς ἡμέρας συμπεσεῖν καὶ συναντῆσαι θρασύνονται. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Ὅπλα δικαιοσύνης δεξιὰ καὶ ἀριστερὰ Παῦλος ἡμᾶς ἐδίδαξεν ὁ ἀπόστολος· δόξαν καὶ ἀτιμίαν, δυσφημίαν καὶ εὐφημίαν, καὶ τὰ τούτοις ἑπόμενα. Ἐν τούτοις αἱ ἐναντίαι δυνάμεις πολεμούμεναι πίπτουσιν· ἀλλὰ τοῖς μὲν εὐωνύμοις ἐλάττονες, τοῖς δεξιοῖς δὲ πλείονες. Διόπερ, Ἀπὸ τοῦ κλίτους σου (ὅπερ εὐώνυμον μέρος ὁ προφήτης τὸ παρὸν ἐνόησε· δῆλον δὲ ἀφ’ ὧν αὐτὸ πρὸς τὸ δεξιὸν διεστείλατο) χιλιάδας ἐχθρῶν πεσεῖσθαί φησιν· ἀπὸ δὲ τοῦ δεξιοῦ μυριάδας.

Καὶ μὴ θαυμάσῃς· ἀρχὴ μὲν γὰρ τῆς τῶν δαιμόνων πτώσεως τὰ τῶν εὐσεβούντων παθήματα· μαρτύρων οἱονεὶ καὶ ὅσοι τοὺς μαρτυρικοὺς ἀγῶνας ἐζήλωσαν. Τὰ πάθη μὲν τοῖς ὅπλοις τοῖς εὐωνύμοις τέτακται· ἐντεῦθεν καὶ πρότερον τοὺς ἐξ ἀριστερῶν ἠρίθμησε πίπτοντας.

βʹ. Ἀλλ’ ὅμως αἱ πλεῖσται δυνάμεις τῶν εἰδώλων ταῖς ὕστερον γενομέναις τιμαῖς τῶν εἰς Χριστὸν εὐσεβούντων καθῃρέθησαν. Οὕτω δὲ τὴν νύχην καὶ τὴν καθαίρεσιν τῶν ἐχθρῶν ἀκμητὶ κατορθοῦσθαί φησιν, ὥστε μηδὲ ἐγγίζειν πρὸς ἡμᾶς συστάδην εὐλαβουμένους μάχεσθαι.

Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις. καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Εἰ καὶ πόῤῥωθέν, φησι, καὶ ἀφανῶς πολεμοῦσι ὡς ἀόρατοι, ἀλλ’ ὅμως τοῖς ὀφθαλμοῖς τὰ κατ’ αὐτῶν θεωρήσεις ἐγειρόμενα τρόπαια, καὶ τὴν εἰς αὐτοὺς παρὰ τῶν ἠπατημένων γινομένην ἀνταπόδοσιν. Οἱ γὰρ πρότερον τεκταίνοντες εἴδωλα, νῦν καθαιροῦσιν εἴδωλα· οἱ πρότερον οἰκοδομοῦντες ναούς, νῦν ἐμπιπρῶσι ναούς· οἱ πρότερον τὰ ἔργα τῶν χειρῶν αὐτῶν θεοποιοῦντες νῦν αὐτὰ χερσὶν οἰκείαις καταβάλλουσι. Καὶ πῶς ταῦτα κατώρθωται ἄκουε· τὸ πρόσωπον γὰρ τῆς ἀνθρωπότητος ὁ προφήτης ἀποκρινόμενος ἔταξεν· Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου.

Εὐγνωμοσύνης ὁμοῦ καὶ ἀληθείας τὰ ῥήματα. Τῇ γὰρ εἰς Θεὸν ἐλπίδι τὸν πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους κατωρθώσαμεν πόλεμον, οὐκ ἂν ἄλλως ἐγκρατεῖς γενόμενοι τῶν ἀσάρκων οἱ σαρκικοί. Τὸν Ὕψιστον ἔθου καταφυγήν σου.

Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Καλὴν προσωποποιίαν ὁ προφήτης εἰσήγαγεν· ἀποδεξάμενος γάρ, ὅτι τῷ Θεῷ τὴν αἰτίαν ἀνέθηκε τῆς νίκης ὁ νενικηκὼς ἄνθρωπος, ἀλεῖψαι καὶ τοῖς λόγοις αὐτὸν τοῖς παροῦσιν εὐκόπησεν [ἐσκόπησεν]. Οὐδὲ γὰρ μόνον φησὶ μὴ κατισχύειν αὐτοῦ κακά, ἀλλὰ μηδὲ ὅλως προσελεύσεσθαι, φόβῳ τοῦ ἐνοικοῦντος καὶ προασπίζοντος Θεοῦ· ὅνπερ ἑαυτοῦ Καταφυγήν, ἢ Οἰκητήριον, ὥσπερ οἱ ἄλλοι τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν, ἔθετο. Οὕτως ἀγαθὸν μέγα τὸ καταφεύγειν ἐπὶ Θεόν. Διὸ καὶ Ἱερεμίας ἔλεγεν· Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ Κύριον, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ. Πῶς γὰρ οὐκ εὐλογημένος, ᾧ τὰ κακὰ μὲν οὐδὲ ὅλως προσέρχεται, μάστιξ δὲ οὐκ ἐγγιεῖ τῷ σκηνώματι αὐτοῦ, τουτέστι, τῷ σώματι; Οὕτω γὰρ αὐτὸ καὶ Παῦλος ἐκάλεσεν· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Διατί δὲ οὐκ ἐγγιεῖ μάστιξ;

Ἐπειδὴ τὸ μαστίζεσθαι, τῶν ἁμαρτωλῶν ἴδιον· ὁ δὲ καταφυγὼν ἐπὶ Θεόν, ἐν τοῖς ἁμαρτωλοῖς οὐκ ἔσται, καὶ εἰκότως οὐ μαστίζεται. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Υἱὸς ἄρα Θεοῦ ὁ καταφεύγων ἐπὶ Θεὸν εὑρίσκεται· τοσαύτη γὰρ ἡ τῶν νῦν εἰρημένων ἀξία· εἰς τὸν Χριστὸν ταῦτα ὁ Ἐναντίος ἐξέλαβεν, ἡνίκα βαλεῖν αὐτὸν ἄνωθεν κάτω πειράζων ἐξῄτησεν. Ὁρᾷς δὲ καὶ αὐτὸς ὡς οὐχ ἑνί φησιν ἀγγέλῳ, ἀλλὰ πολλοῖς τὸν Θεὸν περὶ τοῦ καταφυγόντος ἐπ’ αὐτὸν ἐντέλλεσθαι, ὥστε πάσας μὲν αὐτοῦ τὰς ὁδοὺς διαφυλάττειν, ἐπὶ χειρῶν δὲ αἴρειν, δηλαδὴ διαβαστάζειν. Οὐ τοίνυν φρουροῦσι μόνον, ἀλλὰ καὶ χειραγωγοῦσι τοὺς εὐσεβοῦντας ἄγγελοι, ἵνα μὴ τοὺς πόδας προσκόψωσι· καὶ ὑπηρετεῖσθαι τὸν κάτω ὑπὸ τῶν ἄνω δυνάμεων ἔταξε, τιμῇ τῆς εἰκόνος, ἧς ὁ κάτω περίκειται. Σὺ δὲ καὶ ἀγγέλους θεοφόρους νόησον, τοὺς ἔχοντας τὴν τοῦ Θεοῦ γνῶσιν καὶ ἐν πάσαις ἡμᾶς ταῖς ὁδοῖς, τουτέστι ταῖς πολιτείαις, φυλάττοντας καὶ χειραγωγοῦντας, ἵνα μὴ τῷ λίθῳ τοῦ προσκόμματος καὶ τῇ πέτρᾳ τοῦ σκανδάλου προσκόψωμεν.

Ὅτι γὰρ ἀγγέλους ἡμῖν ὁ Θεὸς τοὺς διδάσκοντας αὐτοῦ τὴν γνῶσιν καὶ ἀπαγγέλλοντας κατεστήσατο, ἄκουε τοῦ Μαλαχιὴλ λέγοντος· Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.

Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τὰς πονηρὰς δυνάμεις διὰ τῶν εἰρημένων λογισμῶν αἰνίττεται, ἐν αἷς τῆς κακίας ὁ ἰὸς καθάπερ τοῖς ἑρπετοῖς ἀπόκειται. Ὅθεν καὶ ὁ Κύριος ἔλεγεν· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ὁ τοίνυν πατῶν τὸν θυμόν, λέοντα πατεῖ· θυμικὸν γὰρ τὸ ζῶον. Διόπερ καὶ Σολομών φησιν·

Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος. Ὡσαύτως ὁ τὰς ἡδονὰς πατῶν καὶ τὴν ἄλλην κακίαν, ἀσπίδα καὶ βασιλίσκον πατεῖ καὶ δράκοντα. Αἱ γὰρ ἡδοναὶ τῆς σαρκός, καὶ πᾶσα ἡ κατὰ τὸν βίον πονηρία, ἀναγκαίως τοῖς ἑρπετοῖς τοῖς συρομένοις εἰς τὴν γῆν παρεικάζεται.

Τάχα δὲ βασιλίσκον κυρίως πατεῖ ὁ τὸν φθόνον πατῶν ὡς ἐν κακίᾳ βασιλεύοντα· ὁμοῦ δὴ καὶ τὸ ζῶον ὁ βασιλίσκος ἐν ὀφθαλμῷ τὸν ἰὸν ἔχειν, ὥσπερ δὲ καὶ οἱ βάσκανοι λέγονται. Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Ἐπειδὴ μεγάλα ὁ ψαλμῳδὸς ἐφθέγξατο, μικροῦ δὲ καὶ ἄπιστα, τὰς οὕτω πονηρὰς δυνάμεις καὶ ἰσχυράς, ὥστε λέοντι καὶ δράκοντι καὶ ἀσπίδι καὶ βασιλίσκῳ παραβάλλεσθαι, ἅπερ ὅλων ἐστὶ τῶν θηρίων χαλεπώτερα, ταύτας ὑφ’ ἡμῶν πατεῖσθαι φήσας, ἰδοὺ τὸν Θεὸν βεβαιοῦντα τὸ εἰρημένον παρέστησε, καὶ ὅπλον ἡμῖν ἄτρωτον τὴν εἰς αὐτὸν ἐλπίδα δεικνύοντα, ὑφ’ ἧς ῥυόμεθα μὲν τῶν ἐχθρῶν, εἰ φθάσαντες ὑπ’ αὐτὸν γενώμεθα· σκεπόμεθα δέ, ὥστε μηκέτι παρ’ αὐτῶν ἐπιβουλεύεσθαι· μόνον ἐὰν τοῦ Θεοῦ ἐπιγνῶμεν τὸ ὄνομα, τουτέστιν, εἰ αὐτῷ εὐγνωμόνως προσκυνήσωμεν ἔργῳ καὶ λόγῳ, γλώττῃ καὶ γνώμῃ, λογισμοῖς ἄρα καὶ πράξεσι. Γινώσκει γὰρ βασιλέα οὐχ ὅστις μόνῃ τῇ ἀκοῇ παρέλαβεν, ἀλλ’ ὅστις αὐτῷ προσφέρεται, ὃν τρόπον χρηστῷ βασιλεῖ προσφέρεσθαι [δεῖ]. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ.

Τί δὲ τούτου μακαριώτερον, Θεὸν ἔχειν εἰς βοήθειαν ἕτοιμον, παρεσκευασμένον τοῖς ἐχθροῖς ἀντιτάττεσθαι; Μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Οὐκοῦν ἡ θλίψις οὐκ ἔτι θλίψις, ἀλλὰ χαρὰ καὶ δόξα διὰ τὸν συνοικοῦντα καὶ κοινωνοῦντα γίνεται, καὶ τοῖς θλίβουσιν εἰς τοὐναντίον ὁ σκοπὸς περιίσταται.

Ὥσπερ καὶ τῷ Ναβουχοδονόσορ, ἡνίκα τοὺς παῖδας τῇ καμίνῳ τοῦ πυρὸς ὡς διαφθείρων ἐνέβαλεν· οἱ δέ, οὐ μόνον τῆς ἀπειληθείσης διαφθορᾶς ἐξήρθησαν, ἀλλὰ παρὰ τοῦ ἀπειλήσαντος τυράννου προσεκυνήθησαν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν· τοῦ μέλλοντος αἰῶνος δηλαδὴ τὴν ἀπόλαυσιν· ἡ γὰρ ἐνταῦθα τῶν ἀνθρώπων ζωὴ ὅση τις ἂν ᾖ, ἐλαχίστη πρὸς τὴν ἐκείνης σύγκρισιν.

Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Σωτήριον ἐρεῖς μέν, ὅτι καὶ τὴν σωτηρίαν, ἥνπερ οἱ πεπιστευκότες ἐπὶ Θεὸν ἐν ἐκείνῳ τῷ κριτηρίῳ σώζονται· ἐρεῖς δὲ μάλιστα τὸν Χριστόν, ὅς ἐστι τοῦ Πατρὸς σωτήριον· ἐν αὐτῷ γὰρ τὸ γένος τὸ ἡμέτερον ἔσωσε. Τοῦτον ἡμῖν ἄρα δείξειν ὑπέσχετο· ἡ γὰρ τῶν εὐσεβούντων ἐλπίς, πρόσωπον αὐτὸν εἰς πρόσωπον [βλέπειν], ὥσπερ καὶ Παῦλος Κορινθίοις ἐξέθετο.