Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)
Ερμηνεία στον 92ο Ψαλμό
Η βασιλεία του Κυρίου, η ενανθρώπηση, η ίδρυση της Εκκλησίας και η ενέργεια του Αγίου Πνεύματος διά του αποστολικού κηρύγματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον 92ο Ψαλμό
Η βασιλεία του Κυρίου, η ενανθρώπηση, η ίδρυση της Εκκλησίας και η ενέργεια του Αγίου Πνεύματος διά του αποστολικού κηρύγματος.
Αἶνος ᾠδῆς τῷ Δαυῒδ εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκιστο ἡ γῆ. ϟβʹ. {βάτου, ὅτε κατῴκιστο ἡ γῆ. ϟβʹ.} Οὗτος παρ’ Ἑβραίοις ὁ ψαλμὸς ἀνεπίγραφος· ἐπιγέγραπται δὲ τοῖς Ἑβδομήκοντα, οἵτινες αὐτὸν εἰς τὸν ὄντως Δαυΐδ, τὸν ἱκανὸν χειρί, δηλαδὴ τὸν Χριστὸν (τοῦτο γὰρ ὁ Δαυῒδ ἑρμηνεύεται), ἐκλαβεῖν ἠβουλήθησαν.
Ἐπειδὴ πρὸς ἔπαινον τῷ Χριστῷ, ὁμοῦ δὲ καὶ ᾠδὴν τὰ τῆς προφητείας τῆς ἐχομένης σύγκειται. Τὰ γὰρ προοίμια τῆς ἐπιγραφῆς ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων οὐ φέρεται· ὅθεν αὐτοῖς οὐδὲ χρῆναι προσθεῖναι τὴν ἑρμηνείαν ᾠήθημεν. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Καὶ πότε ὁ Θεός, ἐρεῖς, ὁ πρὸ αἰώνων βασιλεύς, τῆς βασιλείας ἤρξατο; ποίαν δὲ ὅλως εὐπρέπειαν ἐνεδύσατο, αὐτὸς ὑπάρχων εὐπρέπεια; Εἰ γὰρ ὁ οὐρανὸς καλὸς τοσοῦτον, ὥστε εἶναι ἀκόρεστος, τὸ δὲ αὐτὸ καὶ τὰ ἄστρα καὶ τὰ λοιπὰ στοιχεῖα τῆς κτίσεως, πῶς οὐχ ὑπερβαλόντως καὶ κατ’ οὐσίαν εὐπρεπὴς ὁ τοσαύτην δημιουργήσας εὐπρέπειαν; Ἀλλὰ σαφῶς προφητεύει τοῦ Κυρίου τὴν σάρκωσιν. Τούτου γὰρ ἡ σὰρξ εὐπρέπεια δικαίως ὀνομάζεται· πρῶτον μέν, ὡς εἰκόνα ἔχουσα τὴν αὐτοῦ· ἔπειτα, ὡς ἀναμάρτητος· πρὸς τούτοις, ὅτι ἔπρεπεν αὐτῷ ὡς ἀγαθῷ καὶ φιλανθρώπῳ τὸ ἐφ’ ἡμῖν μυστήριον· ὅθεν αὐτὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐν ἑτέρῳ ψαλμῷ τὸ Πνεῦμα προσηγόρευσε.
Ταύτην οὐ μόνον εὐπρέπειαν αὐτοῖς, ἀλλὰ καὶ δύναμιν, οὐχ ὅτι δύναμιν ἐξ αὐτῆς ὁ δυνατὸς προσέλαβεν, ἀλλ’ ὅτι τὴν ἑαυτοῦ δύναμιν ἀγνοουμένην τῷ κόσμῳ δι’ αὐτῆς ἐνεφάνισεν. Ἀλλὰ καὶ [τῷ] ἐνδύσασθαι τὸ περιζώσασθαι ἀναγκαίως προσέθηκε, δηλῶν ὡς οὐ μόνον ἀνέλαβε δούλου μορφήν, ἀλλὰ τοσοῦτον ἑαυτὸν ἀῤῥήτῳ λόγῳ περιέζωσε, τουτέστιν, ἥνωσέ τε καὶ περιέσφιγξε τὴν ἀνθρωπότητα, ὥστε ἓν εἶναι τὸν Λόγον καὶ σάρκα· διόπερ καὶ σὰρξ γεγενῆσθαι λέγεται· ἀνθ’ ὅτου δὲ αὐτῷ ἐσκοπήθη τὸ μυστήριον; Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἰδού, φησιν, ἡ αἰτία τῆς τοῦ Λόγου σαρκώσεως· σαλευομένην γὰρ τῇ πλάνῃ τὴν οἰκουμένην ἐνδημήσας ἐστήριξεν, ὥστε μηκέτι σάλον αὐτῆς ἐλπίζεσθαι. Ἐρεῖς δὲ καὶ τὴν Ἐκκλησίαν οἰκουμένην (οἰκεῖται γὰρ ὑπὸ τῶν ἀγγέλων καὶ αὐτοῦ τοῦ Θεοῦ· ὅθεν αὐτοῦ καὶ οἶκος προσηγόρευται) ἥτις οὐ σαλευθήσεται. Κἂν γὰρ ἐπιβουλεύωσι πολλοί, ἐπὶ τὴν πέτραν ὅμως ᾠκοδόμηται, Καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς, τὰ τῶν αἱρετικῶν στόματα.
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε· ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Οὐ μόνον εὐπρέπειαν καὶ δύναμιν, ἀλλὰ καὶ θρόνον τοῦ Χριστοῦ καλεῖ τὴν ἀνθρωπότητα· περὶ ἧς καὶ προφήτης ἕτερος ἔλεγε· Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται βασιλεὺς δίκαιος ἐν σκηνῇ Δαυῒδ κρίνων. Ὁ ψαλμῳδὸς οὕτως περὶ τοῦ Χριστοῦ προφητεύων φησίν· Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Τὸ μυστήριον τοίνυν τῆς τοῦ Κυρίου σαρκώσεως ἀπὸ τότε ἡτοίμασται· Ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, φησί· τουτέστιν, ἀπ’ ἀρχῆς τῆς τοῦ κόσμου τοῦ ὁρωμένου κτίσεως. Τότε γὰρ τὸν ἄνθρωπον κτίζων, κατ’ εἰκόνα οἰκείαν ἐδημιούργησε, βασιλικὸν αὐτῷ χαρακτῆρα περιθείς· ἐγίνωσκε γὰρ ὅτιπερ αὐτὸν ἀναλαμβάνειν ἔμελλε· διὸ προσέθηκε, Εἶ, μονονουχὶ λέγων, ὁ νῦν σαρκωθείς, Σὺ εἶ, ὁ ἀπ’ αἰῶνος κτίσας κατὰ τὸ σοὶ δόξαν καλῶς ἔχειν τὸν ἄνθρωπον. Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.
Ποταμοὺς νόησον τὰς ἐνεργείας τοῦ Πνεύματος· φησὶ γὰρ ὁ Χριστός· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ὅπερ ὁ εὐαγγελιστὴς ἑρμηνεύων ἐπήγαγε· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Αὗται τοίνυν αἱ δωρεαὶ τοῦ Πνεύματος ἐπῆραν τὰς ἑαυτῶν φωνάς, τουτέστιν, ὕψωσαν· πανταχοῦ γὰρ τῆς γῆς ἐφανερώθησαν, ὡς ἀπὸ ὕψους τοῦ οὐρανοῦ φερόμεναι.
Ἐπῆραν δὲ διὰ τῆς γλώττης τῶν προφητῶν, τῶν ἔμπροσθεν προφητευσάντων εὔδηλον. Ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Ποίοις ὀργάνοις χρησάμενοι; Τοῖς ἀποστόλοις εὔδηλον· ἐπειδὴ καιροῦ νῦν ἐμνημόνευσε μέλλοντος, ἐν ᾧ διὰ τῶν ἀποστόλων αἱ δωρεαὶ τοῦ Πνεύματος ὑψώθησαν, μάλιστα καὶ τὰς ἑαυτῶν ἐπιτρίψεις, τουτέστι, τὰς ἐπάρσεις, ἀνύψωσαν· ἢ καὶ ἐπιτρίψεις τὰ Βάθη νοήσεις, ὡς ἐξέδωκε Σύμμαχος· ἢ καὶ Ταπείνωσιν· οὕτω γὰρ ἡ πέμπτη καὶ ἕκτη παραδέδωκεν ἔκδοσις· εἴτε δὲ τὰ Βάθη τῶν νοητῶν ποταμῶν, τουτέστι τὰ κεκρυμμένα μυστήρια τῶν δωρεῶν τοῦ Πνεύματος· εἴτε τὴν Ταπείνωσιν· ταπεινὴ γὰρ παρὰ τοῖς πολλοῖς ἡ τοῦ Πνεύματος δόξα· τοὺς πλείστους λανθάνουσα, διὰ τῶν ἀποστόλων ὑψοῦται ταῦτα καὶ πεφανέρωται.
Ἀπὸ φωνῶν ὑδάτων ........ λείπει ........ ..........
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.