Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ψαλμὸν λζ΄ (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η οικείωση της ανθρώπινης φύσης και το βάρος των αμαρτιών

Ανάλυση της συγκατάβασης του Χριστού, ο οποίος αναλαμβάνει εκουσίως την παιδεία, την αγωνία της σαρκός και το βάρος των αμαρτιών του ανθρώπινου γένους, φτάνοντας μέχρι την προδοσία και τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Πολλάκις ἡμῖν εἴρηται τὸν Χριστὸν ὥσπερ ἐν τοῖς πάθεσιν οὕτως καὶ ἐν τῇ προφητείᾳ τὸ πρόσωπον ἀναλαβεῖν τῆς ἀνθρωπότητος, ἀφ’ οὗ καὶ νῦν ταῦτα διαλέγεται, ἐλεχθῆναι μὲν τὴν φύσιν, ἀλλ’ οὐκ ἐν ὀργῇ, παιδευθῆναί τε αὐτὴν οὐκ ἐν θυμῷ βουλόμενος. ποῖον οὖν ἔλεγχον; τὸν ἐπὶ σωτηρίᾳ. ὁμοίως δὲ καὶ παιδείαν τὴν ἐν εἰρήνῃ βούλεται, ὅπερ οὐκ ἦν ἄλλως συμβῆναι εἰ μὴ τὸν ἐφ’ ἡμῖν ἔλεγχον ὁ Χριστὸς καὶ τὴν παιδείαν ἀνέλαβεν, ἐλέγχων ὁ αὐτὸς καὶ ἐλεγχόμενος, ὡς μὲν θεὸς ἐλέγχων, ὡς ἄνθρωπος δὲ ὑπὲρ ἡμῶν ἐλεγχόμενος. ἑκάτερον τοιγαροῦν τότε τοῦ ἐλέγχοντος καὶ τοῦ ἐλεγχομένου συναγαγὼν πρόσωπον, τοιαῦτα διὰ τῆς Ἡσαίου προφητείας ἐφθέγγετο· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ. ἀλλὰ μὲν καὶ τὴν παιδείαν ὁμοίως περὶ ἧς ὁ αὐτὸς προφήτης διαλέγεται· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν.

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὐ μάτην τοίνυν ὁ Χριστὸς τῷ Πατρὶ αὐτοῦ ταῦτα ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων προσεύχεται, ἀλλ’ ἐπειδὴ τὰ κατ’ αὐτῶν βέλη φησὶ τουτέστι ὅσας πληγὰς διὰ τὸν Ἀδὰμ ἐπῆλθον κατὰ τῆς κοινῆς φύσεως, ἐμοὶ ἐνεπάγησαν. ἐπειδὴ γὰρ ἐγὼ τὰς τοῦ γένους ἁμαρτίας ἀνέλαβον, ἀναγκαίως καὶ τὰς ὑπὲρ αὐτῶν παιδείας ὑφίσταμαι· διὸ καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν περὶ ἧς Ἰὼβ ἔλεγεν· χεὶρ κυρίου ἡ ἀψαμένη μού ἐστιν.

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Δείκνυσιν ὅτι δικαίως παραιτεῖται τὴν ὀργὴν ὡς οὐκ ἄδικον, ἀλλ’ ὡς οὐκ ἔχουσαν ἴασιν. ποῖον γὰρ ὀργῆς θεοῦ εὑρεθήσεται φάρμακον; σὺ δὲ θεώρει τῶν λέξεων τὴν ἀκρίβειαν. οὐδὲ γὰρ εἶπεν· οὐκ ἔστιν ἴασίς μοι, ἀλλ’ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· δηλονότι ταῦτα ἐκ προσώπου τῆς ἀνθρωπότητος, καὶ τὰ πάθη τὰ ὑπὲρ ἡμῶν λέγεται. μήποτε δὲ ἄδικον τὴν ὀργὴν τοῦ κριτοῦ τοῦ δικαίου νομίσωμεν, δηλοῖ πόθεν ἐπήχθη τοῖς ἑξῆς καὶ συνίστησιν.

Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὀστᾶ πάλιν λέγει τὴν ἑαυτοῦ ἀνθρωπότητα· δηλοῖ δὲ αὐτὸς εἰπὼν τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἡνίκα τῆς σαρκὸς τὴν οἰκονομίαν βεβαιῶσαι ἐβούλετο· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ἀπὸ προσώπου τοίνυν τῶν ἁμαρτιῶν μου, ἃς ὑπὲρ ἡμῶν ἐβάστασεν, οὐκ εἶχεν εἰρήνην ἀλλὰ τάραχον ἐν τοῖς ὀστέοις αὐτοῦ, τουτέστι ἐν τῇ ἀνθρωπότητι· ταράχου γὰρ παντὸς θεότης ἐλευθέρα ἐφυλάττετο. μαθήσῃ δὲ αὐτοῦ καὶ τοῦτο τοῦ Μονογενοῦς λέγοντος· νῦν ἡ ψυχή μου τετάρακται; διὰ γὰρ τῆς ψυχῆς ἐδήλου τὴν ἀνθρωπότητα. ὁ Ἰησοῦς ἐπιφέρει τῆς ἐν αὐτῷ ταραχῆς τὴν ὑπόθεσιν· καὶ τί εἴπω;

Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, τουτέστι μάτην ἀγωνιῶ τῇ σαρκὶ ἐπειδὴ ὡς θεὸς θανάτου τυγχάνω ἀνώτερος, καὶ τοῦτο μετὰ σαρκὸς ἦλθον καὶ τὰς ἁμαρτίας τοῦ γένους ἐβάστασα ἵνα θανάτῳ πάσας οἰκείῳ λυτρώσωμαι.

Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Σαφῶς ἐνταῦθα ἐδήλωσεν ὅτι τὰς ἁμαρτίας οὐκ ἰδίας κέκτηται· ἔλαβεν δὲ τὰς ἀλλοτρίας, καὶ διὰ τοῦτο πλῆθος ἐπὶ τῇ κεφαλῇ τῆς δεσποτικῆς σεσωρευμένας σαρκός. οὕτω γὰρ ἔθος τὰ βαρύτερα φορτία βαστάζεσθαι, διόπερ καὶ ἀκάνθαις τὴν κεφαλὴν ἐστεφάνωτο.

Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Καὶ ποῖοι τοῦ Χριστοῦ προσώζεσαν μώλωπες; ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδεν διαφθοράν. ποῖαν δὲ ἀφροσύνην ἔσχεν ἡ ὄντως σοφία; ἀλλ’ ἀφροσύνην ἑαυτοῦ τὸν Ἰούδαν λέγει· ὡς διδάσκαλος μαθητοῦ τὸ πταῖσμα οἰκειούμενος τούτου, προσώζεσαν τῇ προσδοκίᾳ οἱ τῆς κακίας μώλωπες. τί γὰρ ἐκείνης τῆς ἁμαρτίας ὑπῆρχεν δυσωδέστερον ἐν ᾗ τὸν δημιουργὸν τὸ πλάσμα παρεδίδου εἰς θάνατον. ἐσάπησαν δὲ ἡνίκα ἀπήγξατο· τότε γὰρ ἀπεγνώσθη τελείως, ὥσπερ παρὰ τῶν ἰατρῶν τὰ σεσηπότα ἀπογινώσκεται τραύματα.

Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους. Ἐταλαιπώρησεν οὐκ ἐν τῷ σταυρῷ μόνον ἀλλὰ καὶ πρὸ τοῦ σταυροῦ, πολλὰ ὡς γεωργὸς ὑπομένων ἵνα τὸ ἡμέτερον καθάρῃ γεώργιον. κατεκάμφθη δὲ ἕως τέλους, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον· ὁ γὰρ πάσης τῆς κτίσεως ὑψηλότερος μέχρις αὐτῆς ἐκάμφθη τῆς γῆς, ἐκεῖθεν ἀναστῆσαι τὸν πεσόντα βουλόμενος.