Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Εισαγωγή στην ερμηνεία και ιστορία των προφητών

Εισαγωγικά σχόλια για την ερμηνευτική μέθοδο, τα προφητικά σύμβολα, την αποστολή των προφητών στα έθνη και την ιστορική και χρονολογική τους κατάταξη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 13

ΗΣΥΧΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΣΤΙΧΗΡΟΝ ΤΩΝ ΙΒʹ ΠΡΟΦΗΤΩΝ, ΚΑΙ ΗΣΑΙΟΥ [ΚΑΙ ΔΑΝΙΗΛ], ΕΧΟΝ ΕΝ ΠΑΡΑΘΕΣΕΣΙ ΤΑΣ ΤΩΝ ΔΥΣΧΕΡΕΣΤΕΡΩΝ ΕΡΜΗΝΕΙΑΣ Ἔστι μὲν ἀρχαῖον τοῦτο τοῖς θεοφόροις τὸ σπούδασμα, στιχηδὸν ὡς τὰ πολλά, πρὸς τὴν τῶν μελετωμένων σαφήνειαν, τὰς προφητείας ἐκτίθεσθαι.

Οὕτω τοιγαροῦν ὄψει μὲν τὸν Δαυῒδ κιθαρίζοντα, τὸν Παροιμιαστὴν δὲ τὰς παραβολάς, καὶ τὸν Ἐκκλησιαστὴν τὰς προφητείας ἐκθέμενον. Οὕτω συγγραφεῖσαν τὴν ἐπὶ τῷ Ἰὼβ βίβλον· οὕτω μερισθέντα τοῖς στίχοις τὰ τῶν ᾀσμάτων ᾌσματα· πλὴν ἀλλὰ καὶ τὴν ἀποστολικὴν βίβλον οὕτω τινὶ συγγραφεῖσαν εὑρών, οὐ μάτην ἐν ταῖς δυόδεκα βίβλοις τῶν προφητῶν καὶ αὐτὸς ἠκολούθησα· ἀλλ’ ἐπειδὴ πολλὰ μὲν τῶν ἀσαφῶν ἡ τῶν στίχων σαφηνίζει διαίρεσις, διδάσκει δὲ καὶ τῶν στιγμῶν τῶν ἀπόρων ποῦ δεῖ τάττειν τὰς πλείονας, ὥστε καὶ τὸν ἰδιώτην καὶ τὸν ἄγαν ἐπιστήμονα τρυγῆσαί τι πάντως ἢ μικρὸν ἢ μέγα τοῦ πονήματος χρήσιμον. Δεδωκότος δὲ καὶ παρ’ ἀξίαν τοῦ Πνεύματος, ὅπερ ἐστὶν ἄγαν ἀναγκαῖον τῷ μελετῶντι, προσέθηκα σύντομον ὅσην τὴν τῶν ἀπόρων ἢ τυχὸν ἀσαφῶν ἢ καὶ ὅλως ἀμφιβόλων ἐξήγησιν, παραθεὶς αὐτὴν τοῖς στίχοις, ὥστε ἅμα τῇ ἀναγνώσει ἐπιλαβέσθαι τῆς γνώσεως· ὅτι δὲ τὰ πλεῖστα πρὸς ἀναγωγὴν εἴρηται, θαυμάζειν οὐ χρή· προφητεία γὰρ τὸ σύγγραμμα. Μέλει δὲ τοῖς προφήταις, τῷ λαλοῦντι δὲ μᾶλλον ἐν αὐτοῖς, μηδὲν λέγειν, οἷον καὶ τοῖς ἄλλοις εὐχερὲς ὑπάρχει, τοῖς μὴ τετυχηκόσιν ἁγίου Πνεύματος, διαλέγεσθαι· τὰς περὶ Θεοῦ δὲ [δὴ] προῤῥήσεις, καὶ ὧν οἰκονομεῖ συγγεγραμμένων θαυμάτων τὴν ἐξήγησιν· καὶ μυστήρια, τὰ χρόνοις πολλοῖς αὐτῶν ὕστερον τῶν αὐτὰ φθεγγομένων ἐσόμενα· ἅπερ οὐ χρὴ ταπεινῶς νοεῖν.

Ὕβρις γὰρ τοῦτο δήπου τοῦ γνωρίσαντος πνεύματος· ἀλλ’ οὐδὲ δυνατὴν εὐρήσεις τῶν προφητῶν τὴν ἐξήγησιν, γυμνῶσαι ταύτην ἐπιχειρῶν τῆς θεωρίας τοῦ πνεύματος. Τί μὲν γὰρ ἐρεῖς Ὠσηὲ ταῦτα βούλεσθαι τὰ ῥήματα, «Ὁ δὲ Ἐφραΐμ, πονηρὸν πνεῦμα;» τίνος χάριν καί, «Ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο;» καὶ ποίας τοῦτο μέμψεως, τίνος ἐγκλήματος ἄξιον; τί δὲ τοῦ ἰξευτοῦ τὸ ἄγγος, ὅπερ Ἀμὼς παρέδωκε; τί τὸν λίθον τὸν κασσιτέρινον, ἑπτὰ ὀφθαλμούς, ὡς Ζαχαρίας γέγραφεν ὁ προφήτης, βαστάζοντα; καὶ πολλὰ τούτοις ἕτερα παραπλήσια· ἐφ’ οἷς αὐτὸς ὁ ταῦτα τοῖς καλάμοις τῶν προφητῶν φθεγξάμενος, εἰπεῖν ταῦτα τὸν Ὠσηὲ προβάλλεται· «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» Τούτου δὲ οὕτως ἐκεῖνο συντόμως ὁ λόγος παραδίδωσιν, ὡς οἱ τινὲς τῶν προφητῶν τοὺς βασιλεῖς, ἐφ’ ὧν ἐξέθεντο τὴν προφητείαν, ἔκρυψαν· ἢ παρ’ ἔθνεσι προφητεύσαντες, ἢ ἐξ ἐθνῶν ὁρμηθέντες ἐτύγχανον· εἰ γὰρ καὶ πρωτοτύπως ἡ προφητεία τῷ Ἰσραὴλ ἀπέσταλτο, ἀλλ’ ὅμως προφητῶν τινων τινὰ τῶν ἐθνῶν ὑπῆρξεν ἀκροάσασθαι· ἦ οὐχὶ τοῦτο Ἰωνᾶς ἡμῖν μάλιστα παρασκευάζει στοχάσασθαι, αὐτός τε ἐξ ἐθνῶν γεγονώς, καὶ προφητεύσας ἐν ἔθνεσι;

Νινευΐταις μὲν γὰρ κηρύξων ὁ προφήτης ἀπέσταλτο, ἀπὸ δὲ τῆς Γὲθ αὐτὸν τῶν Βασιλειῶν ἡ βίβλος, ἤτις ἦν μία τῶν ἐν τοῖς ἀλλοφύλοις σατραπιῶν, ἐκδίδωσι· φησὶ γάρ· «Ῥῆμα Κυρίου Θεοῦ Ἰσραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ, υἱοῦ Ἀμαθί, τοῦ προφήτου ἐκ Γὲθ Χοφέρ.» Καὶ τούτου χάριν ἄχρονον ἄρα τὴν προφητείαν ἐκθέμενος· ἀλλὰ καὶ Ἰωήλ, γράψας οὕτω καὶ αὐτὸς τὸ προοίμιον· «Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν.» Τὸ δὲ αὐτὸ καὶ Ἀβδιού· «Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Ἔτι καὶ Ναούμ· «Λῆμμα Νινευῒ λέγων, ὅμοια στοχάζεσθαι περὶ σφῶν ἀναγκάζουσιν.» Ἀμβακοὺμ γάρ, εἰ μὲν οὗτός ἐστιν ὃν ἐς τὴν Βαβυλωνίων ἁρπάσας ἀπεκόμισεν ἄγγελος, εἰπεῖν τὸ σαφὲς οὐκ ἔχω· πλὴν οὐδὲ αὐτὸς ἐν προοιμίῳ τῆς βίβλου, τῆς Ἰουδαίας, τυχόν, ἢ Σαμαρείας, ἢ τοῦ Ἰσραὴλ μέμνηται, ἀλλὰ [καὶ] τῆς γῆς ὅλης· οὐχὶ γὰρ μόνης τῆς Ἰουδαίας ἐν ὅλῃ τῇ προφητικῇ βίβλῳ κατηγορίαν εἰσέρχεται· ζητῶν δὲ τὸν Μαλαχιήλ, εὐρήσεις τοῖς ἔθνεσι τὸ κεφάλαιον τῆς προφητείας νέμοντα. Ὃς εἰ καὶ ἄγγελος Θεοῦ ἑρμηνεύεται, ἄνθρωπος ὅμως ἦν. Ἄγγελοι γὰρ Θεοῦ οἱ προφῆται ἐλέγοντο· δηλοῖ δὲ Ἀγγαῖος οὕτω μὲν ἑαυτόν, οὕτω δὲ καὶ τοὺς ἄλλους προφήτας κεκληκὼς οἷς ὑπηρέταις τῆς ἑαυτοῦ προφητείας ἐκέχρητο.

Φησὶ γάρ· «Καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ.» Ἴσως δὲ καὶ ὄνομα τοῦτο κύριον ὁ προφήτης ἐκέκτητο. Ἀλλὰ μὴν κἀκεῖνο προσθεῖναι πρὸς ἀκριβεστέραν γνῶσιν τῶν βίβλων τῶν προφητικῶν ἄξιον, ὡς ἀρχαῖον μὲν ἦν τῆς προφητείας τὸ χάρισμα, ἐξ αὐτῆς ἄνωθεν τῆς τῶν ἀνθρώπων δημιουργίας ἀρξάμενον. Ὥστε τὸν Ἀδὰμ περὶ τῆς Εὕας λέγειν, προφητικῷ δηλονότι χαρίσματι· «Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Ἀβραὰμ δὲ προφήτης παρ’ αὐτοῦ τοῦ Θεοῦ, ταῦτα πρὸς τὸν Ἀβιμέλεχ εἰπόντος, προσηγόρευται· «Ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν.» Οὐ μόνοι τοίνυν προφῆται γεγόνασιν, ὧν ἔγγραφος ἡ προφητεία φέρεται· ἐπεὶ πῶς μὲν ὁ Σαμουὴλ προφητῶν ἔξαρχος ἐπωνόμαστο; πῶς δὲ υἱοὶ προφητῶν οἱ συναγόμενοι παρὰ τὸν Ἐλισαῖον ἐλέγοντο; Προφητεία γὰρ ἔγγραφος οὐ τούτων μὲν οὖν, οὐδὲ ἐκείνων φέρεται.

Ὅσοι τοίνυν ἦσαν τὴν φιλοσοφίαν ἴσως ὑπὲρ τοὺς ἄλλους ἐξαίρετοι, οὗτοι καὶ τὴν προφητικὴν θεωρίαν γεγονότες ἐπίσημοι, ἢ ταῖς ἱστορικαῖς βίβλοις τῆς θεοπνεύστου Γραφῆς, ὅσα προφητικῷ Πνεύματι εἰπόντες ἢ πράξαντες ὑπῆρχον, ἀνεγράφησαν, ὥσπερ Σαμουήλ, Ἠλίας τε καὶ Ἑλισσαῖος· ἢ βίβλους, ἐπιτραπέντες παρὰ τοῦ Πνεύματος, αὐτοὶ προφητικὰς συνέταξαν· οἷοί τινες οἱ δώδεκα, Ἡσαΐας τε, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιήλ, καὶ Δανιὴλ γεγόνασιν· ὧν Ἰεζεκιὴλ μὲν καὶ Δανιήλ, Ἀγγαῖός τε καὶ Ζαχαρίας, τῆς ἁλώσεως τῆς ἐξ Ἀσσυρίων τῷ λαῷ συμβάσης τῶν Ἰουδαίων, ὕστεροι προφητεύουσιν.

Ἱερεμίας δὲ ταύτην προφητεύει τὴν ἅλωσιν· ὁ Σοφονίας οὐ πάντα τὸν καιρὸν τῆς προφητείας, ἀλλ’ ἀπὸ μέρους συνήκμασεν, ἐπὶ τῆς Ἰωσίου βασιλείας προφητεύσας· ἐφ’ οὗ τῆς προφητείας Ἱερεμίας ἤρξατο· οἱ λοιποὶ δὲ Ἡσαΐου μὲν σύγχρονοι, ἀλλὰ καὶ Σαμουήλ, καὶ Ἠλίου, καὶ Ἑλισσαίου νεώτεροι. Δῆλον γὰρ ἀφ’ ὧν τῷ μὲν Ἐλισσαίῳ παρῆν Ἰωᾶς ὁ τοῦ Ἰσραὴλ βασιλεύς, τὸν βίον μεταλλάττει· ἐν ἡμέραις δὲ Ἰεροβοάμ, οὐ τοῦ υἱοῦ Ναυάτ, ἀλλὰ τοῦ υἱοῦ Ἰωᾶς, Ὠσηὲ τὴν προφητείαν ἐκτίθεται· τούτῳ δὲ καὶ Ἀμὼς καὶ Μιχαίας καὶ Ἡσαΐας συνήκμασαν· ὡς οἱ προτεταγμένοι τῆς ἑκάστου προφητείας βασιλεῖς παιδεῦσαι τὸν ἀπὸ σπουδῆς μελετῶντά τε καὶ ψηλαφῶντα δύνανται. Ὅπερ δὲ λοιπόν ἐστι τῷ προλόγῳ, ἀναγκαίως προσθήσομεν· ὡς Ἀμὼς καὶ Ὠσηὲ κατὰ τὴν Ἰουδαίαν καὶ Σαμάρειαν προφητεύσαντες ἔτυχον, καὶ τούτου χάριν τοῖς βασιλεῦσι τῆς Ἰουδαίας τὸν Ἱεροβοὰμ τὸν τὰ δέκα σκῆπτρα τῆς ἀφορισθείσης τῷ Ἰσραὴλ βασιλείας ἐσχηκότα συνέταξαν· δῆλον δὲ ὅτι Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ τοιαῦτα πρὸς τὸν Ἀμὼς ἐφθέγξατο· «Ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις.» Εἰς δὲ Βαιθὴλ οὐκέτι προσθῇς· ὅσοι δὲ τῆς Ἰουδαίας ἐσομένης τὴν προφητείαν ἐκήρυξαν, οὗτοι μόνον τῶν ἐν αὐτῇ βασιλευσάντων μέμνηνται.